Ὁ Ἀκάθιστος Ὕμνος. Χαῖρε νύμφη ἀνύμφευτε.

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Ὁ Ἀκάθιστος Ὕμνος. Χαῖρε νύμφη ἀνύμφευτε."

Transcript

1 Ὁ Ἀκάθιστος Ὕμνος Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει ἐν τῇ σκηνῆ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφὴν ἐξίσταμαι κραυγάζων σοι Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (3 φορές) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν κύριε ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα Χαῖρε δι ἧς ἡ χαρὰ ἐκλάμψει χαῖρε δι ἧς ἡ ἀρὰ ἐκλείψει χαῖρε τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις χαῖρε ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς χαῖρε βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς χαῖρε ὅτι ὑπάρχεις βασιλέως καθέδρα χαῖρε ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα χαῖρε ἀστὴρ ἐμφαίνων τὸν ἥλιον χαῖρε γαστὴρ ἐνθέου σαρκώσεως χαῖρε δι ἧς νεουργεῖται ἡ κτίσις χαῖρε δι ἧς προσκυνεῖται ὁ πλάστης Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν προλέγεις κράζων Γνῶσιν ἄγνωστον γνῶναι ἡ παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα Ἐκ λαγόνων ἁγνῶν υἱὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι. πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω

2 Χαῖρε βουλῆς ἀπορρήτου μύστις χαῖρε σιγῇ δεομένων πίστις χαῖρε τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον χαῖρε τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον χαῖρε κλῖμαξ ἐπουράνιε δι ἧς κατέβη ὁ θεός χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν χαῖρε τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα χαῖρε τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα χαῖρε τὸ φῶς ἀρρήτως γεννήσασα χαῖρε τὸ πῶς μηδένα διδάξασα χαῖρε σοφῶν ὑπερβαίνουσα γνῶσιν χαῖρε πιστῶν καταυγάζουσα φρένας Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως Ἔχουσα θεοδόχον ἡ παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνοῦν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν θεοτόκον Χαῖρε βλαστοῦ ἀμαράντου κλῆμα χαῖρε καρποῦ ἀθανάτου κτῆμα χαῖρε γεωργὸν γεωργοῦσα φιλάνθρωπον χαῖρε φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα χαῖρε ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν χαῖρε τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν χαῖρε ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις χαῖρε ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις χαῖρε δεκτὸν πρεσβείας θυμίαμα χαῖρε παντὸς τοῦ κόσμου ἐξίλασμα χαῖρε θεοῦ πρὸς θνητοὺς εὐδοκία χαῖρε θνητῶν πρὸς θεὸν παρρησία Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ σώφρων Ἰωσὴφ ἐταράχθη πρὸς τὴν ἄγαμόν σε θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν ἄμεμπτε μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ πνεύματος ἁγίου ἔφη 2

3 Ηκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα ἣν ὑμνοῦντες εἶπον Χαῖρε ἀμνοῦ καὶ ποιμένος μήτηρ χαῖρε αὐλὴ λογικῶν προβάτων χαῖρε ἀοράτων θηρῶν ἀμυντήριον χαῖρε παραδείσου θυρῶν ἀνοικτήριον χαῖρε ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ χαῖρε ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς χαῖρε τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα χαῖρε τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος χαῖρε στερρὸν τῆς πίστεως ἔρεισμα χαῖρε λαμπρὸν τῆς χάριτος γνώρισμα χαῖρε δι ἧς ἐγυμνώθη ὁ Ἅδης χαῖρε δι ἧς ἐνεδύθημεν δόξαν Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ καὶ ὡς λύχνον κρατοῦντες αὐτόν δι αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους καὶ δεσπότην νοοῦντες αὐτόν εἰ καὶ δούλου ἔλαβε μορφήν ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ Χαῖρε ἀστέρος ἀδύτου μήτηρ χαῖρε αὐγὴ μυστικῆς ἡμέρας χαῖρε τῆς ἀπάτης τὴν κάμινον παύσασα χαῖρε τῆς τριάδος τοὺς μύστας φυλάττουσα χαῖρε τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς χαῖρε κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν χαῖρε ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας χαῖρε ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων χαῖρε πυρὸς προσκύνησιν σβέσασα χαῖρε φλογὸς παθῶν ἀπαλλάττουσα χαῖρε Περσῶν ὁδηγὲ σωφροσύνης χαῖρε πασῶν γενεῶν εὐφροσύνη 3

4 Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντες σοῦ τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος τὰ γὰρ εἴδωλα ταύτης σωτήρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκαν οἱ τούτων δὲ ῥυσθέντες ἀνεβόων πρὸς τὴν θεοτόκον Χαῖρε ἀνόρθωσις τῶν ἀνθρώπων χαῖρε κατάπτωσις τῶν δαιμόνων χαῖρε τῆς ἀπάτης τὴν πλάνην πατήσασα χαῖρε τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα χαῖρε θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν χαῖρε πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν χαῖρε πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει χαῖρε σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης χαῖρε τροφὴ τοῦ μάννα διάδοχε χαῖρε τρυφῆς ἁγίας διάκονε χαῖρε ἡ γῆ ἡ τῆς ἐπαγγελίας χαῖρε ἐξ ἧς ῥέει μέλι καὶ γάλα Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος ἐπεδόθης ὡς βρέφος αὐτῷ ἀλλ ἐγνώσθης τούτῳ καὶ θεὸς τέλειος διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ κτίστης ἡμῖν τοῖς ὑπ αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρὸς καὶ φυλάξας ταύτην ὥσπερ ἦν ἄφθορον ἱνὰ τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες Χαῖρε τὸ ἄνθος τῆς ἀφθαρσίας χαῖρε τὸ στέμμα τῆς ἐγκρατείας χαῖρε ἀναστάσεως τύπον ἐκλάμπουσα χαῖρε τῶν ἀγγέλων τὸν βίον ἐμφαίνουσα χαῖρε δένδρον ἀγλαόκαρπον ἐξ οὗ τρέφονται πιστοί χαῖρε ξύλον εὐσκιόφυλλον ὑφ οὗ σκέπονται πολλοί χαῖρε κυοφοροῦσα λυτρωτὴν αἰχμαλώτοις χαῖρε ἀπογεννῶσα ὁδηγὸν πλανωμένοις χαῖρε κριτοῦ δικαίου δυσώπησις χαῖρε πολλῶν πταισμάτων συγχώρησις χαῖρε στολὴ τῶν γυμνῶν παρρησίας χαῖρε στοργὴ πάντα πόθον νικῶσα 4

5 Ξένον τόκον ἰδόντες ξενωθῶμεν τοῦ κόσμου τὸν νοῦν εἰς οὐρανοὺς μεταθέντες διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοῶντας Ὅλος ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδ ὅλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος συγκατάβασις γὰρ θεϊκή οὐ μετάβασις δὲ τοπικὴ γέγονε καὶ τόκος ἐκ παρθένου θεολήπτου ἀκουούσης ταῦτα Χαῖρε θεοῦ ἀχωρήτου χώρα χαῖρε σεπτοῦ μυστηρίου θύρα χαῖρε τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα χαῖρε τῶν πιστῶν ἀναμφίβολον καύχημα χαῖρε ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβίμ χαῖρε οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφίμ χαῖρε ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα χαῖρε ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα χαῖρε δι ἧς ἐλύθη παράβασις χαῖρε δι ἧς ἠνοίχθη παράδεισος χαῖρε ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας χαῖρε ἐλπὶς ἀγαθῶν αἰωνίων Πᾶσα φύσις ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον τὸν ἀπρόσιτον γὰρ ὡς θεὸν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα ἀκούοντα δὲ παρὰ πάντων Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί θεοτόκε ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν Χαῖρε σοφίας θεοῦ δοχεῖον χαῖρε προνοίας αὐτοῦ ταμεῖον χαῖρε φιλοσόφους ἀσόφους δεικνύουσα χαῖρε τεχνολόγους ἀλόγους ἐλέγχουσα χαῖρε ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί χαῖρε ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί χαῖρε τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα χαῖρε τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα χαῖρε βυθοῦ ἀγνοίας ἐξέλκουσα χαῖρε πολλοὺς ἐν γνώσει φωτίζουσα χαῖρε ὁλκὰς τῶν θελόντων σωθῆναι χαῖρε λιμὴν τῶν τοῦ βίου πλωτήρων 5

6 Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε καὶ ποιμὴν ὑπάρχων ὡς θεὸς δι ἡμᾶς ἐφάνη καθ ἡμᾶς ὅμοιος ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς θεὸς ἀκούει Τεῖχος εἶ τῶν παρθένων Θεοτόκε παρθένε καὶ πάντων τῶν εἰς σὲ προσφευγόντων ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής ἄχραντε οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ δείξας προσφωνεῖν σοι πάντας Χαῖρε ἡ στήλη τῆς παρθενίας χαῖρε ἡ πύλη τῆς σωτηρίας χαῖρε ἀρχηγὲ νοητῆς ἀναπλάσεως χαῖρε χορηγὲ θεϊκῆς ἀγαθότητος χαῖρε σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς χαῖρε σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν χαῖρε ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα χαῖρε ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα χαῖρε παστὰς ἀσπόρου νυμφεύσεως χαῖρε πιστοὺς κυρίῳ ἁρμόζουσα χαῖρε καλὴ κουροτρόφε παρθένων χαῖρε ψυχῶν νυμφοστόλε ἁγίων Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου ἰσαρίθμους ψαλμοὺς καὶ ᾠδὰς ἂν προσφέρωμέν σοι βασιλεῦ ἅγιε οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας τοῖς σοὶ βοῶσιν Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν παρθένον τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας αὐγῇ τὸν νοῦν φωτίζουσα κραυγῇ δὲ τιμωμένη ταῦτα Χαῖρε ἀκτὶς νοητοῦ ἡλίου χαῖρε λαμπτὴρ τοῦ ἀδύτου φέγγους χαῖρε ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα χαῖρε ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα χαῖρε ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν χαῖρε ὅτι τὸν πολύρρητον ἀναβλύζεις ποταμόν χαῖρε τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον χαῖρε τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον χαῖρε λουτὴρ ἐκπλύνων συνείδησιν χαῖρε κρατὴρ κιρνῶν ἀγαλλίασιν χαῖρε ὀσμὴ τῆς Χριστοῦ εὐωδίας χαῖρε ζωὴ μυστικῆς εὐωχίας 6

7 Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων ἐπεδήμησε δι ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὑτοῦ χάριτος καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως Ψάλλοντές σου τὸν τόκον εὐφημοῦμεν σε πάντες ὡς ἔμψυχον ναόν θεοτόκε ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρὶ ὁ κατέχων πάντα τῇ χειρὶ κύριος ἡγίασεν ἐδόξασεν ἐδίδαξε βοᾶν σοι πάντας Χαῖρε σκηνὴ τοῦ θεοῦ καὶ Λόγου χαῖρε ἁγία ἁγίων μείζων χαῖρε κιβωτὲ χρυσωθεῖσα τῷ πνεύματι χαῖρε θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε χαῖρε τίμιον διάδημα βασιλέων εὐσεβῶν χαῖρε καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν χαῖρε τῆς ἐκκλησίας ὁ ἀσάλευτος πύργος χαῖρε τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος χαῖρε δι ἧς ἐγείρονται τρόπαια χαῖρε δι ἧς ἐχθροὶ καταπίπτουσι χαῖρε φωτὸς τοῦ ἐμοῦ θεραπεία χαῖρε ψυχῆς τῆς ἐμῆς προστασία Ὦ πανύμνητε μήτηρ ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον δεξαμένη τὴν νῦν προσφοράν ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς συμβοῶντας Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι 7

30 ΜΑΡΣΙΟΤ 2012 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ

30 ΜΑΡΣΙΟΤ 2012 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ 30 ΜΑΡΣΙΟΤ 2012 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν,

Διαβάστε περισσότερα

15 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

15 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου 15 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν,

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου 31 ΜΑΡΤΙΟΥ 2017 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν,

Διαβάστε περισσότερα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου 23 ΜΑΡΤΙΟΥ 2018 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν,

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου 12 ΑΠΡΙΛΙΟΥ 2019 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ μετὰ τοῦ Ἀκαθίστου Ὕμνου Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν,

Διαβάστε περισσότερα

Οἱ Χαιρετισμοὶ τῆς Ὑπεραγίας Θεοτόκου

Οἱ Χαιρετισμοὶ τῆς Ὑπεραγίας Θεοτόκου Οἱ Χαιρετισμοὶ τῆς Ὑπεραγίας Θεοτόκου ΙΕΡΑ ΜΟΝΗ ΑΓΙΩΝ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ ΦΥΛΗ ΑΤΤΙΚΗΣ 2015 Ἐμπροσθόφυλλον Ἡ Ὑπεραγία Θεοτόκος, τμῆμα ἐκ τῆς παραστάσεως τοῦ Εὐαγγελισμοῦ. Τοιχογραφία τοῦ Ἱεροῦ Βήματος

Διαβάστε περισσότερα

15 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

15 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ 15 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Τῇ Παρασκευῇ ἑσπέρας τῆς ε ἑβδομάδος τῶν νηστειῶν, ἀναγινώσκεται τὸ μικρὸν Ἀπόδειπνον

Διαβάστε περισσότερα

31 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

31 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ 31 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ * * ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΙΣ ΤΟ ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ Τῇ Παρασκευῇ

Διαβάστε περισσότερα

Η Γ Στάση των Χαιρετισμών της Υπεραγίας Θεοτόκου

Η Γ Στάση των Χαιρετισμών της Υπεραγίας Θεοτόκου 29/03/2019 Η Γ Στάση των Χαιρετισμών της Υπεραγίας Θεοτόκου / Ορθόδοξες Προβολές Η Ορθόδοξη Εκκλησία κατά τη διάρκεια της Μεγάλης Τεσσαρακοστής τιμά ιδιαίτερα τη Μητέρα του Κυρίου μας, ψάλλοντας κάθε Παρασκευή

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ ἑβδομάδες α' - δ' Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ προεστὼς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε,

Διαβάστε περισσότερα

Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Τμηττού Καθεδρικός Ιερός Ναός Αγίας Σριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, 161 31 Βύρωνας,

Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Τμηττού Καθεδρικός Ιερός Ναός Αγίας Σριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, 161 31 Βύρωνας, Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Τμηττού Καθεδρικός Ιερός Ναός Αγίας Σριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, 161 31 Βύρωνας, Σηλ. 210 7660 859 - fax: 213 0291680 www.agiatriadavyrona.gr Email:

Διαβάστε περισσότερα

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας καὶ Οἱ Χαιρετισμοὶ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΙΕΡΑ ΜΟΝΗ ΑΓΙΩΝ ΚΥΠΡΙΑΝΟΥ ΚΑΙ ΙΟΥΣΤΙΝΗΣ ΦΥΛΗ ΑΤΤΙΚΗΣ 2015 Ἐμπροσθόφυλλον Ἡ Ὑπεραγία Θεοτόκος μετὰ τοῦ Θείου Βρέφους. Φορητὴ Εἰκόνα

Διαβάστε περισσότερα

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

Διαβάστε περισσότερα

23 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Α τάσεως τῶν Χαιρετισμῶν

23 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Α τάσεως τῶν Χαιρετισμῶν 23 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Α τάσεως τῶν Χαιρετισμῶν Σῇ Παρασκευῇ τῆς Α Ἑβδομάδος ἑσπέρας Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται

Διαβάστε περισσότερα

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν 10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Διαβάστε περισσότερα

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις 01.04.2017 ΣΑΒΒΑΤΟΝ Ε ΝΗΣΤΕΙΩΝ Ἀκαθίστου Ὕμνου, Μαρίας τῆς Αἰγυπτίας, Ἄχαζ τοῦ Δικαίου * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα.......

Διαβάστε περισσότερα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering

Διαβάστε περισσότερα

25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * * * *

25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * * * * 25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα Εἰς

Διαβάστε περισσότερα

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr

Διαβάστε περισσότερα

Ο Ακάθιστος Ύμνος [Ἀνωνύμου Υμνογράφου] Κοντάκιον. Ἦχος πλ. δ'.

Ο Ακάθιστος Ύμνος [Ἀνωνύμου Υμνογράφου] Κοντάκιον. Ἦχος πλ. δ'. Ο Ακάθιστος Ύμνος [Ἀνωνύμου Υμνογράφου] Κοντάκιον. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς,

Διαβάστε περισσότερα

ÏÉ ÁÉÑÅÔÉÓÌÏÉ ÔÇÓ ÐÁÍÁÃÉÁÓ

ÏÉ ÁÉÑÅÔÉÓÌÏÉ ÔÇÓ ÐÁÍÁÃÉÁÓ ÏÉ ÁÉÑÅÔÉÓÌÏÉ ÏÉ ÁÉÑÅÔÉÓÌÏÉ ÔÇÓ ÐÁÍÁÃÉÁÓ Εκδόσεις: Χριστιανική Ομάδα Έβρου - 2 - ÐÑÏËÏÃÏÓ Ένα από τα ωραιότερα εκκλησιαστικά μας ποιήματα. Ένας ευχαριστήριος ύμνος προς την Παναγία, την ''Υπέρμαχο στρατηγό''.

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ

ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ Ἀρχιμ. Ἀριστοβούλου Κυριαζῆ, Μαθήματα Ψαλτικῆς Τέχνης 1 Μέρος 17 ον, Ἅπαντα Ἑορτῶν, Ἀκάθιστος Ὕμνος ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί,

Διαβάστε περισσότερα

3 ΜΑΡΤΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

3 ΜΑΡΤΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ 3 ΜΑΡΤΙΟΥ 2017 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ (μετὰ χαιρετισμῶν) Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τεσσαρακοστῇ, τῇ Παρασκευῇ ἑσπέρας, ἀναγινώσκεται τὸ μικρὸν Ἀ πόδειπνον

Διαβάστε περισσότερα

8 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

8 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ 8 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Δ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ (μετὰ χαιρετισμῶν) Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τεσσαρακοστῇ, τῇ Παρασκευῇ ἑσπέρας, ἀναγινώσκεται τὸ μικρὸν Ἀ πόδειπνον

Διαβάστε περισσότερα

«Οι Χαιρετισµοί της Θεοτόκου.»

«Οι Χαιρετισµοί της Θεοτόκου.» «Οι Χαιρετισµοί της Θεοτόκου.» Τῇ Ὑπερµάχῳ στρατηγῷ τὰ νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ ὡς ἔχουσα τὸ κράτος ἀπροσµάχητον, Ἐκ παντοίων µε κινδύνων

Διαβάστε περισσότερα

Ἀρχιμ. Ἀριστοβούλου Κυριαζῆ, Μαθήματα Ψαλτικῆς Τέχνης 1 Μέρος 3 ον, Τριώδιον, Ἀκάθιστος Ὕμνος ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ

Ἀρχιμ. Ἀριστοβούλου Κυριαζῆ, Μαθήματα Ψαλτικῆς Τέχνης 1 Μέρος 3 ον, Τριώδιον, Ἀκάθιστος Ὕμνος ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ Ἀρχιμ. Ἀριστοβούλου Κυριαζῆ, Μαθήματα Ψαλτικῆς Τέχνης 1 Μέρος 3 ον, Τριώδιον, Ἀκάθιστος Ὕμνος ΑΚΟΛΟΤΘΙΑ ΣΩΝ ΦΑΙΡΕΣΙΜΩΝ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς

Διαβάστε περισσότερα

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Ἐθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐ παναστάσεως τοῦ αωκα (1821). ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἀρχόμεθα τοῦ Μεγάλου Ἑσπερινοῦ,

Διαβάστε περισσότερα

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ. Κοντάκιον. Ἦχος πλ. δ.

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ. Κοντάκιον. Ἦχος πλ. δ. ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Κοντάκιον. Ἦχος πλ. δ. Τὸ προσταχθὲν µυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ ἀσώµατος λέγων τῇ ἀπειρογάµῳ ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται

Διαβάστε περισσότερα

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ Ἐθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐ παναστάσεως τοῦ αωκα (1821). * * ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Μετὰ τὸν Προοιμιακόν,

Διαβάστε περισσότερα

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. 25 ΜΑΡΣΙΟΤ 2017 +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. Σῌ ΠΑΡΑΚΕΤῌ ΣΗ Δ ΕΒΔΟΜΑΔΟ ΕΠΕΡΑ (24/3/17) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας

Διαβάστε περισσότερα

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου. 1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου. ΕΝ Σῼ ΟΡΘΡῼ υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας

Διαβάστε περισσότερα

Xαί α ρε ρ Μα Μ ρ α ί ρ α Κυ Κ ρ υ ί ρ α πάν ά τ ν ων ω ηµ η ώ µ ν ώ....

Xαί α ρε ρ Μα Μ ρ α ί ρ α Κυ Κ ρ υ ί ρ α πάν ά τ ν ων ω ηµ η ώ µ ν ώ.... Xαίρε Μαρία Κυρία πάντων ηµών... Το προσταχθέν µυστικώς λαβώνένγνώσει, εντή σκηνή του Ιωσήφ σπουδή επέστη, ο ασώµατος λέγων τή Απειρογάµω. Ο κλίνας τή καταβάσει τους ουρανούς, χωρείται αναλλοιώτως όλος

Διαβάστε περισσότερα

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ 1: Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν, ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων

Διαβάστε περισσότερα

1 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ Τῇ Παρασκευῇ τῆς Γ Ἑβδομάδος ἑσπέρας Μετὰ τῆς Γ Στάσεως τῶν Χαιρετισμῶν

1 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ Τῇ Παρασκευῇ τῆς Γ Ἑβδομάδος ἑσπέρας Μετὰ τῆς Γ Στάσεως τῶν Χαιρετισμῶν 1 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ Τῇ Παρασκευῇ τῆς Γ Ἑβδομάδος ἑσπέρας Μετὰ τῆς Γ Στάσεως τῶν Χαιρετισμῶν Ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διαβάστε περισσότερα

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007 ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Διαβάστε περισσότερα

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

1 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

1 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ 1 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ (μετὰ χαιρετισμῶν) Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τεσσαρακοστῇ, τῇ Παρασκευῇ ἑσπέρας, ἀναγινώσκεται τὸ μικρὸν Ἀ πόδειπνον

Διαβάστε περισσότερα

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας. 1. (α.ε) σκέφτομαι, ενεργώ Αυτός και ζω που κατά τρόπο απελευθερώνει. ελεύθερο. 2. (ν.ε) παραβαίνω τους Αυτός ηθικούς νόμους. που κάνει κάποιον ελεύθερο. 1. Η ειλικρίνεια. 2. Η αυθάδεια. Ο δούλος που απέκτησε

Διαβάστε περισσότερα

Εισαγωγή στη Φιλοσοφία

Εισαγωγή στη Φιλοσοφία Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό

Διαβάστε περισσότερα

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821). 25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη

Διαβάστε περισσότερα

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ 1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4) 53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,

Διαβάστε περισσότερα

16 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΝ Τῼ ΟΡΘΡῼ

16 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΝ Τῼ ΟΡΘΡῼ 16 ΑΠΡΙΛΙΟΥ 2016 (ΕΣΠΕΡΑΣ ΤΗΣ 15 ΗΣ ΑΠΡΙΛΙΟΥ) ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ ΕΝ Τῼ ΟΡΘΡῼ ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Ἀναγνώστης: Ἀμήν. Ὁ Ἀρχιερεύς ἢ ὁ Προεστὼς: Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ οὐράνιε,..

Διαβάστε περισσότερα

ΤΥΠΙΚΟΝ * * * * * Ἄνευ εἰσόδου. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

ΤΥΠΙΚΟΝ * * * * * Ἄνευ εἰσόδου. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. 1 ΑΠΡΙΛΙΟΥ 2017 Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ε ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΙΚΕΤΗΡΙΟΝ ΑΚΟΛΟΥΘΙΑΝ ΕΙΣ ΤΟΝ ΑΚΑΘΙΣΤΟΝ ΥΜΝΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Διαβάστε περισσότερα

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. (Ὁ Λαὸς ἐγείρεται.) Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. (Ὁ Λαὸς ἐγείρεται.) Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (Ὁ Λαὸς ἐγείρεται.) Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. Ὁ Ἱερεύς Δόξα ὁ Θεός ἡμῶν, δόξα Σοι.

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

Ἦχος πλ. δ, ἑωθινὸν η. (τυπικὸν ΚΕ Μαρτιου, περίπτ. Θ, 26 29).

Ἦχος πλ. δ, ἑωθινὸν η. (τυπικὸν ΚΕ Μαρτιου, περίπτ. Θ, 26 29). 25 ΜΑΡΤΙΟΥ 2012 Κυριακὴ Δ Νηστειῶν. (ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ). Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟ ΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. «Ἰωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος». (Ἐθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς

Διαβάστε περισσότερα

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q ΑΡΙΣΟΣΕΛΕΙΟ ΠΑΝΕΠΙΣΗΜΙΟ ΘΕΑΛΟΝΙΚΗ ΑΝΟΙΚΣΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΣΑ ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q Ενότητα 9: Το ιδιαίτερο υλικό του Μτ και Λκ Αικατερίνθ Τςαλαμποφνθ Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

Αγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τη Θεοτόκω τω Χαίρε.

Αγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τη Θεοτόκω τω Χαίρε. ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΚΑΙ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΣΤΑΣΙΣ ΠΡΩΤΗ Αγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη, ειπείν τη Θεοτόκω τω Χαίρε. (εκ γ ) και συν τη ασωμάτω φωνή, σωματούμενον σε θεωρών Κύριε, εξίστατο

Διαβάστε περισσότερα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

Χαιρετισμοί της Παναγίας Θεοτόκου

Χαιρετισμοί της Παναγίας Θεοτόκου Χαιρετισμοί της Παναγίας Θεοτόκου κοντάκιον Τό προσταχθέν μυστικῶς λαβών ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη, ὁ Ἀσωματος λέγων τῇ Ἀπειρογάμῳ Ὁ κλίνας τῇ καταβάσει τούς οὐρανούς, χωρεῖται ἀναλλοιώτως

Διαβάστε περισσότερα

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια. 25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι

Διαβάστε περισσότερα

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων Liturgia praesanctificatorum Λειτουργία κατηχουμένων Ἐν δὲ τῷ λυχνικῷ μετὰ τὰ ἀναγνώσματα καὶ τὸ Κατευθυνθήτω καὶ τὸ Κύριε ἐλέησον γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων. ὁ Θεός, ὁ Θεὸς ἡμῶν,

Διαβάστε περισσότερα

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 7 ΑΥΓΟΥΣΤΟΥ 2012 Δομετίου ὁσιομάρτυρος τοῦ Πέρσου ( 363). Νικάνορος ὁσίου ( 1519), κτίτορος τῆς ἱ. μονῆς «Ζάβορδας» Γρεβενῶν Θεοδοσίου ὁσίου τοῦ ἐξ Αθηνῶν, προστάτου Αργολίδος. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12)

Διαβάστε περισσότερα

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Ὁ ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ ἀναγνώστης Ἀµήν. Ψαλµὸς ρµβ (142). Κύριε, εἰσάκουσον τῆς προσευχῆς

Διαβάστε περισσότερα

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15) ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως

Διαβάστε περισσότερα

ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3

ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 ΘΕΜΑ 2o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας

Διαβάστε περισσότερα

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ

Διαβάστε περισσότερα

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. 25 ΜΑΡΤΙΟΥ 2016 Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. 1 ( Εθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐπαναστάσεως τοῦ 1821). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI

Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI Βυζαντινοί Ιστορικοί και Χρονογράφοι ΙI Διδάσκων: Αναπλ. Καθηγητής Αθανάσιος Αγγέλου 4 η ενότητα: «Οι πράξεις και η θέση των κινήτρων στην βυζαντινή ιστορική αφήγηση» Κύρια σημεία του μαθήματος Αναλύεται

Διαβάστε περισσότερα

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

σου δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... 1 ΙΑΝΟΥΑΡΙΟΥ 2015 Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379). * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Διαβάστε περισσότερα

Chapter 26: Exercises

Chapter 26: Exercises Chapter 26: Exercises I. Understanding the chapter: 1) Explain in your own words what a relative clause does. 2) Where will you find the relative pronoun in a relative clause? 3) What is meant by the term

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

Στο απόσπασμα που ακολουθεί αναφέρεται στην αξιοκρατική επιλογή των αρχόντων κατά το παρελθόν.

Στο απόσπασμα που ακολουθεί αναφέρεται στην αξιοκρατική επιλογή των αρχόντων κατά το παρελθόν. ΚΕΙΜΕΝΟ: Ισοκράτης, Αρεοπαγιτικός, 25-27 Ο λόγος γράφτηκε γύρω στο 354 π. Χ. Στο λόγο του αυτό ο ρήτορας γίνεται κήρυκας μιας αναδιοργάνωσης του εσωτερικού της αθηναϊκής δημοκρατίας. Προσπαθεί να εξηγήσει

Διαβάστε περισσότερα

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ.

25 ΜΑΡΣΙΟΤ Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. 25 ΜΑΡΣΙΟΤ 2019 +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' ὁ α χορὸς Ἀμήν.

Διαβάστε περισσότερα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις 24 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀνάμνησις τοῦ ἐν Κυθήροις θαύματος τῆς Θεοτόκου τῆς «Μυρτιδιωτίσσης», τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης, τοῦ Ὁσίου Σιλουανοῦ τοῦ Ἀθωνίτου * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,

Διαβάστε περισσότερα

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ. 18-08-2019 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ:

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ & ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΚΑΙ Δ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ

Διαβάστε περισσότερα

Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς.

Ασκήσεις γραμματικής. Εκφώνηση. Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ. (ὦ) δίκαιε. τὸν τίμιον. τοὺς πιστοὺς. Ασκήσεις γραμματικής ΑΣΚΗΣΗ 1 Εκφώνηση Να μεταφέρετε τους παρακάτω τύπους στον άλλο αριθμό: τοῦ σοφοῦ (ὦ) δίκαιε τὸν τίμιον τοὺς πιστοὺς ταῖς ψυχραῖς τὸ δίκαιον τοῖς ἐντίμοις τοῦ σοφοῦ τῶν σοφῶν (ὦ) δίκαιε

Διαβάστε περισσότερα

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν

Διαβάστε περισσότερα

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ. Μετὰ τὸν Ἑξάψαλμον,... 6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει

Διαβάστε περισσότερα

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ

+ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ 25 ΜΑΡΤΙΟΥ 2018 +ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ +Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΔΕΠΟΙΝΗ ΗΜΩΝ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

Διαβάστε περισσότερα

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Αι ιστορικαί χειροτονίαι  των Γ.ΟΧ. υπό  του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948 188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι

Διαβάστε περισσότερα

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15) 8 ΑΥΓΟΥΣΤΟΥ 2015 Αἰμιλιανοῦ ἐπισκ. Κυζίκου ὁμολογητοῦ ( 813-20). Μύρωνος ἐπισκ. Κρήτης τοῦ θαυματουργοῦ ( 350), Τριανταφύλλου νεομ. ἐκ Ζαγορᾶς ( 1680), Αναστασίου νεομάρτυρος τοῦ ἐν Θεσσαλονίκῃ ( 1794).

Διαβάστε περισσότερα

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων 30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος

Διαβάστε περισσότερα

ΥΠΟΥΡΓΕΙΟ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΔΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015

ΥΠΟΥΡΓΕΙΟ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΔΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΥΠΟΥΡΓΕΙΟ ΠΑΙΔΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΔΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 Μάθημα: Αρχαία Ελληνικά Ημερομηνία και ώρα εξέτασης: Πέμπτη, 21 Μαΐου 2015 08:00-10:30

Διαβάστε περισσότερα

Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ. Χριστοῦ, ποὺ ἀποτελεῖ τὴν κορυφαία πράξη τοῦ Θεοῦ νὰ σώσει τὸν

Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ. Χριστοῦ, ποὺ ἀποτελεῖ τὴν κορυφαία πράξη τοῦ Θεοῦ νὰ σώσει τὸν Χριστούγεννα 2013 Ἀρ. Πρωτ. 1157 Πρός τό Χριστεπώνυμο πλήρωμα τῆς καθ ἡμᾶς Ἱερᾶς Μητροπόλεως Χριστὸς γεννᾶται, δοξάσατε. Ἀδελφοί μου ἀγαπητοί, Σᾶς εὐαγγελίζομαι τὸ χαρμόσυνο ἄγγελμα τῆς γεννήσεως τοῦ Χριστοῦ,

Διαβάστε περισσότερα

Περικλέους Σταύρου 31 34100 Χαλκίδα Τ: 2221-300524 & 6937016375 F: 2221-300524 @: chalkida@diakrotima.gr W: www.diakrotima.gr

Περικλέους Σταύρου 31 34100 Χαλκίδα Τ: 2221-300524 & 6937016375 F: 2221-300524 @: chalkida@diakrotima.gr W: www.diakrotima.gr Προς: Μαθητές Α, Β & Γ Λυκείου / Κάθε ενδιαφερόμενο Αγαπητοί Φίλοι Όπως σίγουρα γνωρίζετε, από τον Ιούνιο του 2010 ένα νέο «ΔΙΑΚΡΟΤΗΜΑ» λειτουργεί και στη Χαλκίδα. Στο Φροντιστήριό μας, κάνοντας χρήση

Διαβάστε περισσότερα

Κυριακή 23 Ἰουνίου 2019.

Κυριακή 23 Ἰουνίου 2019. 39 Κυριακή 23 Ἰουνίου 2019. Κυριακή τῶν Ἁγίων Πάντων Μτθ. 10, 32 33, 37 38, καί 19, 27 30. «ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν;» (Μτθ. 19,

Διαβάστε περισσότερα

1st and 2nd Person Personal Pronouns

1st and 2nd Person Personal Pronouns 1st and 2nd Person Personal Pronouns Case First Person Second Person I You () Nominative ἐγώ σύ Accusative ἐμέ or με σέ Genitive ἐμοῦ or μου σοῦ Dative ἐμοί or μοι σοί We You () Nominative ἡμεῖς ὑμεῖς

Διαβάστε περισσότερα

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... 10 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Λαυρεντίου ἀρχιδιακόνου καὶ μάρτυρος. Ξύστου ἐπισκόπου Ῥώμης τοῦ ἐξ Ἀθηνῶν ( 258). Ἦχος πλ. δ. Ἑωθινὸν Θ. (τυπικὸν

Διαβάστε περισσότερα

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ». 8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ». ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.β' Ἀμήν.

Διαβάστε περισσότερα

ΘΕΜΑ 302ο: Ξενοφῶντος Ἑλληνικά, 2, 3,

ΘΕΜΑ 302ο: Ξενοφῶντος Ἑλληνικά, 2, 3, ΘΕΜΑ 302ο: Ξενοφῶντος Ἑλληνικά, 2, 3, 55-56. ἔχοντες παρῆσαν. Οἱ δ ἀπήγαγον τὸν ἄνδρα διὰ τῆς ἀγορᾶς μάλα μεγάλῃ τῇ φωνῇ δηλοῦντα οἷα ἔπασχε. Λέγεται δὲ ἓν ῥῆμα καὶ τοῦτο αὐτοῦ. Ὡς εἶπεν ὁ Σάτυρος ὅτι

Διαβάστε περισσότερα

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Τῌ ΚϚ ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα.......

Διαβάστε περισσότερα

Διδάσκοντας Αρχαία ελληνικά με αξιοποίηση της τέχνης. Αγάθη Γεωργιάδου Σχολ. Σύμβουλος

Διδάσκοντας Αρχαία ελληνικά με αξιοποίηση της τέχνης. Αγάθη Γεωργιάδου Σχολ. Σύμβουλος Διδάσκοντας Αρχαία ελληνικά με αξιοποίηση της τέχνης Αγάθη Γεωργιάδου Σχολ. Σύμβουλος Τρόποι αξιοποίησης της τέχνης Ευαισθητοποίηση Με πίνακες Μύθοι και πραγματικότητα Με ταινίες Βιωματική μάθηση Με θεατρικές

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,

Διαβάστε περισσότερα

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3). 16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3). * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,

Διαβάστε περισσότερα