[1250a] (1) ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία.

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "[1250a] (1) ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία."

Transcript

1 Ἀριστοτέλους Περὶ Ἀρετῶν καὶ Κακιῶν [1249a](26) ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπ αὐτῶν καὶ (30) τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ [1249b] (26) ἀρετή ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δ ἐστὶ τοῦ μὲν (30) λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ [1250a] (1) ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία. ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δ (5) ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ ἣν ὑπὸ ὀργῆς γίνονται δυσκίνητοι. ἀνδρεία δ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφροσύνη δ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια (10) δ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ ἀξίαν. ἐλευθεριότης δ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δ ἐστὶν ἀρετὴ ψυχῆς, καθ ἣν δύναται φέρειν (15) εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. ἀφροσύνη δ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς. ὀργιλότης δ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα (20) τῶν περὶ θάνατον. ἀκολασία δ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. [περὶ μὲν τῆς

2 ἀκρατείας οὐδέν οὕτω δὲ σὺ δύνασαι ὁρίζειν.] ἀκράτεια δ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. (25) ἀδικία δ ἐστὶ κακία ψυχῆς, καθ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δ ἐστὶ κακία ψυχῆς, καθ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δ ἐστὶ κακία ψυχῆς, καθ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. (30) τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς, τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν (35) τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ παρέπεται τῇ φρονήσει ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος (40) δ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγωρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ στάσιμον. ἀνδρείας δ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων (45) τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ [1250b] (1) εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον εἶναι. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ (5) ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος, ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία. σωφροσύνης δ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ (10) τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης, αἰδώς, εὐλάβεια. ἐγκρατείας δ ἐστὶ τὸ δύνασθαι κατασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομονητικὸν (15) εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης. δικαιοσύνης δ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατ ἀξίαν, καὶ σώζειν τὰ πάτρια ἔθη καὶ τὰ

3 νόμιμα, καὶ τὸ σώζειν τοὺς γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι, καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας. ἔστι δὲ πρώτη τῶν δικαιοσυνῶν (20) πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους ἐν οἷς ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολουθοῦσα. ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία. ἐλευθεριότητος δ ἐστὶ (25) τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δαψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητικὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ. ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ (30) διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρεπτικὸς τῶν ζᾐων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν. ἀκολουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον. μεγαλοψυχίας δ ἐστὶ (35) τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ μεγαλόψυχος οὔθ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθ ὁ φιλόζωος. (40) ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης καὶ ἀλήθεια. ἀφροσύνης δ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα, τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσασθαι (45) κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν [1251a] (1) περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν.παρακολουθεῖ δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης, ἀμνημοσύνη. ὀργιλότητος δ ἐστὶν εἴδη τρία, ἀκροχολία πικρία βαρυθυμία. ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν (5) μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος. ἀκολουθεῖ δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα (10) πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν. δειλίας δ ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μάλιστα τῶν περὶ θάνατον καὶ τὰς

4 σωματικὰς πηρώσεις, καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευτῆσαι καλῶς. ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία, ἀνανδρία, (15) ἀπονία, φιλοψυχία. ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφιλόνεικον τοῦ ἤθους. ἀκολασίας δ ἐστὶ τὸ αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν ἡδονῶν τῶν βλαβερῶν καὶ αἰσχρῶν, καὶ τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις ἡδοναῖς ὄντας, καὶ τὸ φιλογέλοιον εἶναι καὶ τὸ φιλοσκώπτην (20) καὶ φιλευτράπελον, καὶ τὸ ῥᾳδιουργὸν εἶναι ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις. ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ ἀταξία, ἀναίδεια, ἀκοσμία, τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλιγωρία, ἔκλυσις. ἀκρασίας δ ἐστὶ τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, καὶ τὸ ὑπολαμβάνοντα (25) κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, μετέχειν δὲ μηδὲν ἧττον, καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς. ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία καὶ μεταμέλεια καὶ τὰ πλεῖστα ταὐτὰ ἃ καὶ τῇ ἀκολασίᾳ. (30) ἀδικίας δ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις. ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πατρίδα πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον ὕβρις δέ, καθ ἣν τὰς ἡδονὰς αὑτοῖς (35) παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους, ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει ἥτις κερδαίνουσ οὐδὲν ὅμως ἀδικεῖ. ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ [1251b] (1) ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις. ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλαζονεία, φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία. ἀνελευθερίας δ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία (5) κιμβεία. αἰσχροκερδία μέν, καθ ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται φειδωλία δ ἐστὶ καθ ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον κιμβεία δ ἐστὶ καθ ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται (10) τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον. ἔστι δὲ τῆς ἀνελευθερίας τὸ περὶ πλείστου

5 ποιεῖσθαι χρήματα, καὶ τὸ μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητικὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολογία, (15) βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία, ἀγένεις, μισανθρωπία. μικροψυχίας δ ἐστὶ τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνασθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην (20) ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δ ἄτην καὶ ἀτυχίαν κρίνειν μεγάλην, ὀδύρεσθαι δ ἐπὶ πᾶσι καὶ δυσφορεῖν. ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ δι ἄγνοιαν ἢ λήθην γιγνόμενα. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολογία, (25) μεμψιμοιρία, δυσελπιστία, ταπεινότης. καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς (30) σπουδαία διάθεσις. ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, καὶ τὸ μήτε κολαστικὸν εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ συγγνωμονικόν. ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια, εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή. ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον (35) φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φιλάνθρωπον καὶ φιλόκαλον ἃ δὴ πάντα τῶν ἐπαινουμένων ἐστίν. τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία.

Αnnales ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ.

Αnnales ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ. Αnnales ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΑΚΡΟΠΟΛΙΤΟΥ ΧΡΟΝΙΚΗ ΣΥΓΓΡΑΦΗ. 1 Τὸ τῆς ἱστορίας χρήσιμον καὶ πρὸ ἡμῶν οἱ συγ γραψάμενοι διωρίσαντο, καὶ ἅπερ ἂν ἐκείνοις ἐπῆλθεν εἰπεῖν, ταῦτ' ἂν καὶ ἡμεῖς ἐρεῖν ἔχωμεν τί γὰρ ἂν καὶ

Διαβάστε περισσότερα

Historia ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ.

Historia ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ. Historia ΛΟΓΟΣ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ΕΚΦΩΝΗΘΕΙΣ ΠΑΡΑ ΜΙΧΑΗΛ ΜΑΓΙΣΤΡΟΥ ΒΕΣΤΟΥ ΚΑΙ ΚΡΙΤΟΥ ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΒΟΤΑΝΕΙΑΤΗΝ. Σὺ μέν, ὦ θειότατε βασιλεῦ, πᾶσαν παιδείαν ἔν τε στρατιωτικοῖς ὅπλοις καὶ

Διαβάστε περισσότερα

Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α.

Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. Historiae ΛΑΟΝΙΚΟΥ ΑΠΟ ΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Α. Λαονίκῳ Ἀθηναίῳ τῶν κατὰ τὸν βίον οἱ ἐς ἐπὶ θέαν τε καὶ ἀκοὴν ἀφιγμένων ἐς ἱστορίαν ξυγγέγραπται τάδε, ὥστε δὴ χρέος τοῦτο ἐκτινύναι τῇ φύσει ἅμα οἰόμενος καὶ μηδὲν

Διαβάστε περισσότερα

Fragmenta philosophica ΦΙΛΟΣΟΦΑ

Fragmenta philosophica ΦΙΛΟΣΟΦΑ Fragmenta philosophica ΦΙΛΟΣΟΦΑ Περὶ φωνῆς Ἐπειδὴ σκοπὸς ἡμῖν ἐστι διαλαβεῖν περὶ πάσης ἁπλῶς φιλοσόφου φωνῆς, δεῖ δὲ ἡμᾶς πρότερον γνῶναι, περὶ ποίας φωνὰς ἡ φιλοσοφία καταγίνεται, ἐξ αὐτῆς τῆς φωνῆς

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ Δείτε την απόδοση ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ Μετὰ τὴν θείαν Λειτουργίαν, τοῦ Ἱερέως ἑστῶτος ἐν τῷ Ἱερατείῳ, παρίστανται οἱ μέλλοντες ζεύγνυσθαι πρὸ τῶν ἁγίων Θυρῶν ὁ μὲν ἀνὴρ ἐκ δεξιῶν,

Διαβάστε περισσότερα

Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ

Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ Adversus Judaeos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥ ΑΙΩΝ 48.843 Λόγος πρῶτος. αʹ. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως,

Διαβάστε περισσότερα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... 1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ Κοσμᾶ καὶ Δαμιανοῦ ἀναργύρων καὶ τῆς μητρὸς αὐτῶν Θεοδότης (τῶν ἐκ Μικρᾶς Ἀσίας). Δαυὶδ ὁσίου τοῦ ἐν Εὐβοίᾳ ( 1580). Ἰακώβου ἱ ερομάρτυρος τοῦ ἐν Αἰτωλίᾳ καὶ τῶν μαθητῶν

Διαβάστε περισσότερα

13 ΔΕΚΕΜΒΡΙΟΥ 2015. Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

13 ΔΕΚΕΜΒΡΙΟΥ 2015. Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... 13 ΔΕΚΕΜΒΡΙΟΥ 2015 «Τῶν ἁγίων προπατόρων». Μετὰ τὸν Ἑξάψαλμον,... Ηχος γ, ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

Διαβάστε περισσότερα

27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά.

27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ. ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά. 27 ΟΚΤΩΒΡΙΟΥ!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η Παλαιά. ΟΚΤΩΒΡΙΟΥ 27!! ΝΕΣΤΟΡΟΣ ΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ 2η (Ἀπὸ τὸν Κώδικα 159, σύμφωνα μὲ τὴν ἀρίθμηση τοῦ καταλόγου τοῦ Γέροντος Παταπίου μοναχοῦ Καυσοκαλυβίτου

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Ἦχος δʹ. ΑΚΟΛΟΥΘΙΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στιχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν

Διαβάστε περισσότερα

Homilia exhortatoria ad sanctum baptisma. ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα.

Homilia exhortatoria ad sanctum baptisma. ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα. Homilia exhortatoria ad sanctum baptisma ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα. Ὁ μὲν σοφὸς Σολομὼν, τῶν κατὰ τὸν βίον πρα γμάτων τοὺς καιροὺς διαιρῶν, καὶ ἑκάστῳ τῶν γινο μένων τὸν ἐπιτήδειον

Διαβάστε περισσότερα

Chronicon i Συγγραφικαὶ ἱστορίαι(libri vi de Michaele Palaeologo) ΧΡΟΝΙΚΟΝ ΓΕΩΡΓΙΟΥ ΠΑΧΥΜΕΡΗ ΤΟΥ ΠΡΩΤΕΚ ΙΚΟΥ ΚΑΙ ΙΚΑΙΟΦΥΛΑΚΟΣ

Chronicon i Συγγραφικαὶ ἱστορίαι(libri vi de Michaele Palaeologo) ΧΡΟΝΙΚΟΝ ΓΕΩΡΓΙΟΥ ΠΑΧΥΜΕΡΗ ΤΟΥ ΠΡΩΤΕΚ ΙΚΟΥ ΚΑΙ ΙΚΑΙΟΦΥΛΑΚΟΣ Chronicon i Συγγραφικαὶ ἱστορίαι(libri vi de Michaele Palaeologo) ΧΡΟΝΙΚΟΝ ΓΕΩΡΓΙΟΥ ΠΑΧΥΜΕΡΗ ΤΟΥ ΠΡΩΤΕΚ ΙΚΟΥ ΚΑΙ ΙΚΑΙΟΦΥΛΑΚΟΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ αʹ. Προοίμιον τοῦ συγγραφέως καὶ περὶ τῆς ἀληθείας

Διαβάστε περισσότερα

ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ

ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ ΕΤΟΣ 60 ο Σεπτέμβριος - Ὀκτώβριος 2014 Ἀρ. 605 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ m Καλοκαιρινὸς ἀπολογισμός m Ἡ προσδοκία τῆς συγκομιδῆς m 1940-41. Γράμματα ἀπὸ τὸ μέτωπο m Ἀφιέρωμα γιὰ τὴν Παγκόσμια Ἡμέρα τῶν Κωφῶν: Μητροπολίτης

Διαβάστε περισσότερα

Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.

Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Paroemiae (e cod. Leidense) ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ. Α. 1.1 Ἀφροδίσιος ὅρκος: οὐκ ἐμποίνιμος. ἐπὶ γὰρ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι

Διαβάστε περισσότερα

ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΙΣ Έπί τοϋ σχεδίου νόμου «περί, ληξιαρχικών πράςεων»

ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΙΣ Έπί τοϋ σχεδίου νόμου «περί, ληξιαρχικών πράςεων» ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΙΣ Έπί τοϋ σχεδίου νόμου «περί, ληξιαρχικών πράςεων» Ποός τβουλήν τών Ελλήνων Ή έπί τεσσαρακονταετίαν καί πλέον εφαρμογή τοϋ εν ίσχύι Κ. Νόμου 5097/1931 «περί ληξιαρχικών πράξεων» καί τών

Διαβάστε περισσότερα

ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ

ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ ΒΑΣΙΛΕΙΟΥ Ε. ΠΕΤΡΟΥΝΙΑ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ Α ΛΥΚΕΙΟΥ ΟΡΓΑΝΙΣΜΟΣ ΕΚΔΟΣΕΩΣ ΔΙΔΑΚΤΙΚΩΝ ΒΙΒΛΙΩΝ ΑΘΗΝΑΙ 1967 ΕΙΣΑΓΩΓΗ 1. Ἐκκλησία καὶ Ἐκκλησιαστική Ἱστορία. Τὸ σύνολον τῶν ἀνθρώπων,

Διαβάστε περισσότερα

Historia ecclesiastica ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ

Historia ecclesiastica ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ Historia ecclesiastica ΣΩΚΡΑΤΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΙΣΤΟΡΙΑ 1.1 Τὸ τοῦ βιβλίου προοίμιον. Εὐσέβιος ὁ Παμφίλου ἐν ὅλοις δέκα βιβλίοις τὴν ἐκκλησιαστικὴν ἱστορίαν ἐκθέμενος, κατέπαυσεν εἰς τοὺς χρόνους

Διαβάστε περισσότερα

Eclogae ex diversis homiliis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΕΚΛΟΓΑΙ ΑΠΟ

Eclogae ex diversis homiliis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΕΚΛΟΓΑΙ ΑΠΟ Eclogae ex diversis homiliis ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, ΕΚΛΟΓΑΙ ΑΠΟ ΙΑΦΟΡΩΝ ΛΟΓΩΝ. ΟΜΙΛΙΑ Αʹ. Περὶ ἀγάπης. Βουλόμενος ὁ φιλάνθρωπος Θεὸς ἡμῶν

Διαβάστε περισσότερα

12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14)

12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14) 12 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΦΩΤΑ. Τατιανῆς μάρτυρος. Ηχος δ, ἑωθινὸν ζ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (11/01/14) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν.

Διαβάστε περισσότερα

Μέγας Βασίλειος Λόγος Α γιὰ τὴ Νηστεία

Μέγας Βασίλειος Λόγος Α γιὰ τὴ Νηστεία Μέγας Βασίλειος Λόγος Α γιὰ τὴ Νηστεία Ἀπόδοση στὴν ὁμιλουμένη: Δημήτριος Ἀθανασόπουλος, Θεολόγος. Ἐκδόσεις: Νεκτάριος Παναγόπουλος. Ἡ νηστεία εἶναι πρόσταγμα προφητικό. 1. «Νὰ σαλπίσετε, λέγει, κατὰ τὴν

Διαβάστε περισσότερα

ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ 24!! ΑΓΙΟΣ ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΛΙΟΣ ΚΔ!! ΘΕΟΦΙΛΟΣ ΝΕΟΜΑΡΤΥΣ ΖΑΚΥΝΘΟΥ ΑΚΟΛΟΥΘΙΑ (Νικηφόρου ἱερομονάχου Χίου) ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό Μακάριος

Διαβάστε περισσότερα

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν.

Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν. ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός,

Διαβάστε περισσότερα

ΗΨΥΧΗ μας! Ἄπειρη ἡ ἀξία της. Αἰώνιο τὸ μέλλον

ΗΨΥΧΗ μας! Ἄπειρη ἡ ἀξία της. Αἰώνιο τὸ μέλλον Ἔτος 105ον 4287 «ΨΥΧΗ ΜΟΥ... ΑΝΑΣΤΑ ΤΙ ΚΑΘΕΥΔΕΙΣ;» ΗΨΥΧΗ μας! Ἄπειρη ἡ ἀξία της. Αἰώνιο τὸ μέλλον της. Γι αὐτὴν τὴν ἀθάνατη ψυχή μας, τὴν πνοὴ τοῦ Θεοῦ, ποὺ μᾶς ξεχωρίζει ἀπὸ ὅλη τὴν ἄλλη ὑλικὴ δημιουργία,

Διαβάστε περισσότερα

Σεξουαλική Διαπαιδαγώγηση

Σεξουαλική Διαπαιδαγώγηση Σεξουαλική Διαπαιδαγώγηση Τοῦ ἀρχιμ. Σαράντη Σαράντου ἐφημερίου τοῦ Ἱ. Ν. Κοιμήσεως Θεοτόκου Ἀμαρουσίου. Ἐσχάτως ἀνεκινήθη τό θέμα τῆς σεξουαλικῆς διαπαιδαγώγησης τῶν παιδιῶν τοῦ Δημοτικοῦ σχολείου ἀπό

Διαβάστε περισσότερα

5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ 5 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΘΕΟΦΑΝΕΙΑ 2016 ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ ΜΕΤΑ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Εὐλογήσαντος δὲ τοῦ Ἀρχιερέως ἢ τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Λυχνικοῦ, καὶ μετὰ τὸν Προοιμιακόν, Συναπτὴ μεγάλη.

Διαβάστε περισσότερα

«Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε!»,

«Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε!», ΤΕΥΧΟΣ 34 ΟΚΤΩΒΡΙΟΣ 2014 - ΙΑΝΟΥΑΡΙΟΣ 2015 ΕΤΟΣ ΕΝΑΤΟ ΠΕΡΙΟΔΙΚΟΝ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΛΕΡΟΥ, ΚΑΛΥΜΝΟΥ ΚΑΙ ΑΣΤΥΠΑΛΑΙΑΣ ΠΑΤΡΙΑΡΧΙΚΗ ΑΠΟΔΕΙΞΙΣ ΕΠΙ ΕΠΙ ΤΟΙΣ ΧΡΙΣΤΟΥΓΕΝΝΟΙΣ Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ ΕΛΕῼ ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ

Διαβάστε περισσότερα

ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ 2013 ΤΕΥΧΟΣ 184ον

ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ 2013 ΤΕΥΧΟΣ 184ον ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ 2013 ΤΕΥΧΟΣ 184ον ΟΣΙΟΣ ΝΙΚΩΝ Ο «ΜΕΤΑΝΟΕΙΤΕ» ΟΚΤΩΒΡΙΟΣ - ΝΟΕΜΒΡΙΟΣ - ΔΕΚΕΜΒΡΙΟΣ ΤΕΥΧΟΣ 184ον ΟΣΙΟΣ ΝΙΚΩΝ Ο «ΜΕΤΑΝΟΕΙΤΕ» ΤΡΙΜΗΝΙΑΙΟΝ ΘΡΗΣΚΕΥΤΙΚΟΝ ΠΕΡΙΟΔΙΚΟΝ ΚΩΔΙΚΟΣ 2589

Διαβάστε περισσότερα

ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ. 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992

ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ. 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992 ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΓΟΥΜΕΝΙΣΣΗΣ, ΑΞΙΟΥΠΟΛΕΩΣ & ΠΟΛΥΚΑΣΤΡΟΥ ΔΗΜΗΤΡΙΟΥ 70 ΧΡΟΝΙΑ ΑΠΟ ΤΗ ΜΙΚΡΑΣΙΑΤΙΚΗ ΤΡΑΓΩΔΙΑ* (Ξερριζωμός καί ὀρθόδοξη Πίστη) ΑΘΗΝΑ 1992 * Ὁμιλία κατά τήν ἐκδήλωση Μνήμης ἀλησμόνητων πατρίδων,

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. μιά νύχτα καί μέ φίλησες στό στόμα, μόνο γι αὐτό εἶμαι ὡραία σάν κρίνο ὁλάνοιχτο κι ἔχω ἕνα ρῖγος στήν ψυχή μου ἀκόμα,

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. μιά νύχτα καί μέ φίλησες στό στόμα, μόνο γι αὐτό εἶμαι ὡραία σάν κρίνο ὁλάνοιχτο κι ἔχω ἕνα ρῖγος στήν ψυχή μου ἀκόμα, Ανακτήθηκε από την ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 6 ΣΕΠΤΕΜΒΡΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ

Διαβάστε περισσότερα

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680). 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680). ΤΥΠΙΚΟΝ Ἐὰν τύχῃ ἡ παροῦσα Ἑορτὴ ἐν Κυριακῇ, οὐδὲν τῶν Ἀ ναστασίμων

Διαβάστε περισσότερα

m Ἄνθρωπος καὶ Θεάνθρωπος m Τὴ Ρωμιοσύνη μὴν τὴν κλαῖς m Πάντοτε μάνα m Τὸ χρονικὸ τῆς Ἁλώσεως καὶ ὁ «Μαρμαρωμένος Βασιλιάς» ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ

m Ἄνθρωπος καὶ Θεάνθρωπος m Τὴ Ρωμιοσύνη μὴν τὴν κλαῖς m Πάντοτε μάνα m Τὸ χρονικὸ τῆς Ἁλώσεως καὶ ὁ «Μαρμαρωμένος Βασιλιάς» ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ ΕΤΟΣ 59 ο Μάιος - Ἰούνιος 2013 Ἀρ. 597 ΤΗΣ ΕΛΛΗΝΙΔΟΣ m Ἄνθρωπος καὶ Θεάνθρωπος m Τὴ Ρωμιοσύνη μὴν τὴν κλαῖς m Πάντοτε μάνα m Τὸ χρονικὸ τῆς Ἁλώσεως καὶ ὁ «Μαρμαρωμένος Βασιλιάς» Περιεχόμενα Σημείωμα τῆς

Διαβάστε περισσότερα

ΥΠΟΥΡΓΕΙΟ ΠΑΙ ΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2011

ΥΠΟΥΡΓΕΙΟ ΠΑΙ ΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2011 ΥΠΟΥΡΓΕΙΟ ΠΑΙ ΕΙΑΣ ΚΑΙ ΠΟΛΙΤΙΣΜΟΥ ΙΕΥΘΥΝΣΗ ΑΝΩΤΕΡΗΣ ΚΑΙ ΑΝΩΤΑΤΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ ΥΠΗΡΕΣΙΑ ΕΞΕΤΑΣΕΩΝ ΠΑΓΚΥΠΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ 2011 Μάθημα: Αρχαία Ελληνικά Ημερομηνία και ώρα εξέτασης: 24 Μαΐου 2011 7.0-10.00 ΛΥΣΕΙΣ

Διαβάστε περισσότερα

Nεανικά Ἀγκυροβολήματα

Nεανικά Ἀγκυροβολήματα «κατ εἰκόνα Θεοῦ» καὶ ὁ ὁποῖος στὴ συνέχεια πλάθει τὸν κόσμο «κατ εἰκόνα κι ὁμοίωσή του». Ἐδῶ, σ αὐτὸ τὸ σημεῖο βρίσκεται ἡ μοναδικότητα κάθε πολιτισμοῦ ἀλλὰ καὶ ἡ ἰδιαίτερη ἀξία του, ἡ ὁποία κρίνεται

Διαβάστε περισσότερα

ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΗ. Πρός τή Βονλή τών Ελλήνων

ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΗ. Πρός τή Βονλή τών Ελλήνων ΕΙΣΗΓΗΤΙΚΗ ΕΚΘΕΣΗ Στο σχέδιο νόμου «Κατάργηση τόϋ σταυροϋ προτίμηση;') υπέρ των υποψηφίων βουλευτών» καί τροποποίηση καί αντικατάσταση των σχετικών διατάξεων της,ΐσχύουσχ; νομοθεσίας γιά τήν εκλογή τών

Διαβάστε περισσότερα

Τὸ Μυστήριον τῆς Ἁρπαγῆς

Τὸ Μυστήριον τῆς Ἁρπαγῆς Τὸ Μυστήριον τῆς Ἁρπαγῆς Η θεωτικὴ ἐμπειρία τῆς «ἁρπαγῆς» τοῦ Ἀποστόλου Παύλου «ἕως τρίτου οὐρανοῦ», δηλαδὴ «εἰς τὸν Παράδεισον» (Βʹ Κορινθ. ιβʹ 2-4) Περιεχόμενα Προσευχή. Προοίμιον. Α. Η «ἀποκάλυψις»

Διαβάστε περισσότερα

Μέγα θαῦμα τοῦ Ἁγίου Νεκταρίου*

Μέγα θαῦμα τοῦ Ἁγίου Νεκταρίου* Επὶ τῇ ἱερᾷ μνήμῃ τοῦ θαυματουργοῦ Ἁγίου τῆς Αἰγίνης (9 Νοεμβρίου) Μέγα θαῦμα τοῦ Ἁγίου Νεκταρίου* Μία σύγχρονος νεκρανάστασις Ο κ. Εμμανουὴλ Ζουρίδης τοῦ Νικολάου, καφεπώλης, ἐκ Κυρτομάδω Κυδωνίας, κάτοικος

Διαβάστε περισσότερα

Ὁμιλία 2α Ὁ Προτεσταντισμός

Ὁμιλία 2α Ὁ Προτεσταντισμός π. ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ Ὁμιλία 2α Ὁ Προτεσταντισμός ΠΕΡΙΕΧΟΜΕΝΑ Τί εἶναι αἵρεσις Διάβολος καί ἀνθρώπινος ἐγωϊσμός: οἱ γεννήτορες τῆς αἱρέσεως Ὁ διεφθαρμένος βίος αἰτία αἱρέσεως Ἡ ὑπερηφάνεια αἰτία αἱρέσεως

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να μεταφράσετε το απόσπασμα: «Οὕτω δὴ παρεσκευασμένοι...καὶ ταὺτας νείμω;.» Μονάδες 10

ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να μεταφράσετε το απόσπασμα: «Οὕτω δὴ παρεσκευασμένοι...καὶ ταὺτας νείμω;.» Μονάδες 10 Τρίτη 5 Νοεμβρίου 2014 ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: ΠΛΑΤΩΝΑΣ ''ΠΡΩΤΑΓΟΡΑΣ'' Ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων μόνον θεοὺς ἐνόμισεν,

Διαβάστε περισσότερα

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 4 5 Ι Ο Υ Λ Ι Ο Σ Α Υ Γ Ο Υ Σ Τ Ο Σ 2 0 0 8 Περιεχόμενα

Διαβάστε περισσότερα

ΠΑΡΑΡΤΗΜΑ ΠΡΩΤΟΝ ΤΗΣ ΕΠΙΣΗΜΟΥ ΕΦΗΜΕΡΙΔΟΣ ΤΗΣ ΔΗΜΟΚΡΑΤΙΑΣ ύπ* Άρ. 1424 της Ι Οης ΦΕΒΡΟΥΑΡΙΟΥ 1978 ΝΟΜΟΘΕΣΙΑ

ΠΑΡΑΡΤΗΜΑ ΠΡΩΤΟΝ ΤΗΣ ΕΠΙΣΗΜΟΥ ΕΦΗΜΕΡΙΔΟΣ ΤΗΣ ΔΗΜΟΚΡΑΤΙΑΣ ύπ* Άρ. 1424 της Ι Οης ΦΕΒΡΟΥΑΡΙΟΥ 1978 ΝΟΜΟΘΕΣΙΑ Ν. 4/78 ΠΑΡΑΡΤΗΜΑ ΠΡΩΤΟΝ ΤΗΣ ΕΠΙΣΗΜΟΥ ΕΦΗΜΕΡΙΔΟΣ ΤΗΣ ΔΗΜΟΚΡΑΤΙΑΣ ύπ* Άρ. 1424 της Ι Οης ΦΕΒΡΟΥΑΡΙΟΥ 1978 ΝΟΜΟΘΕΣΙΑ Ό περί Βεβ,αιώσεως και Εισπράξεως Φόρων Νόμος τοϋ 1978 εκδίδεται δια δημοσιεύσεως εις

Διαβάστε περισσότερα

30 Σελ. ΧΡΟΝΙΑ ΣΦΕΒΑ ΧΡΟΝΙΑ ΑΓΩΝΕΣ. ΕΘΝΙΚΗ ΤΡΑΓΩΔΙΑ Συμπληρώνονται ἐφέτος ἐνενήντα (90) χρόνια ἀπὸ

30 Σελ. ΧΡΟΝΙΑ ΣΦΕΒΑ ΧΡΟΝΙΑ ΑΓΩΝΕΣ. ΕΘΝΙΚΗ ΤΡΑΓΩΔΙΑ Συμπληρώνονται ἐφέτος ἐνενήντα (90) χρόνια ἀπὸ PRESS POST Κ. Ιωαννίνων 22 186 κωδ.: 096210 Χ + 7 P R E S S P O S T ΠΕΡΙΟΔΟΣ Δ - Ἀρ. φύλ. 26 (106), IΟΥΛΙΟΣ-ΣΕΠΤΕΜΒΡΙΟΣ 2012 ΕΘΝΙΚΗ ΤΡΑΓΩΔΙΑ Συμπληρώνονται ἐφέτος ἐνενήντα (90) χρόνια ἀπὸ τὴν φοβερὴ μικρασιατικὴ

Διαβάστε περισσότερα

Ενότητα 3η Το χρέος του ιστορικού

Ενότητα 3η Το χρέος του ιστορικού Ενότητα 3η Το χρέος του ιστορικού Ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην ἐπιείκειαν ἴσως οὒκ ἂν τις ἐκβάλλοι καὶ γὰρ φιλόφιλον εἶναι δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ φιλόπατριν καὶ συμμισεῖν τοῖς φίλοις τοὺς ἐχθροὺς

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ Ψαλλομένη τῇ 6 η Ἰουλίου Ποίημα Δρ. Χαραλάμπους Μπούσια Πηγή: π. Νεκτάριος Μαμαλοῦγκος www.nektarios.gr Σημείωσις: Ὅπου ἐκ τοῦ Μηνιαίου, προτιμήθησαν αὐτὰ, σημειούμενα

Διαβάστε περισσότερα

ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ-ΚΕΦ. ΙΑ -ΙΒ Θέμα: ο μύθος του Πρωταγόρα και το επιμύθιο

ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ-ΚΕΦ. ΙΑ -ΙΒ Θέμα: ο μύθος του Πρωταγόρα και το επιμύθιο ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ-ΚΕΦ. ΙΑ -ΙΒ Θέμα: ο μύθος του Πρωταγόρα και το επιμύθιο Στάδια εξέλιξης του ανθρώπου Α Στάδιο Απουσία θνητών ειδών ἦν γάρ ποτε χρόνος, ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν Β Στάδιο

Διαβάστε περισσότερα

Α «Ἄλλην ἀδελφὴν δὲν εἴχομεν καὶ ἐκράτησε μόνον ἐμὲ πλησίον της.(σ. 125-131)

Α «Ἄλλην ἀδελφὴν δὲν εἴχομεν καὶ ἐκράτησε μόνον ἐμὲ πλησίον της.(σ. 125-131) 1/15 Ο τίτλος 1. Η κτητική αντωνυμία υποδηλώνει τον αυτοβιογραφικό χαρακτήρα του έργου: της μητρός μου. 2. Έχει τη μορφή αινίγματος και διαφαίνεται ότι ένα παιδί θα αναφερθεί σε κάτι πολύ βαρύ που σχετίζεται

Διαβάστε περισσότερα

Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------

Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------ Ε.Κ.Υ.Ο. ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΚΕΝΤΡΙΚΗ ΥΠΗΡΕΣΙΑ ΟΙΚΟΝΟΜΙΚΩΝ ------ ΟΙΚΟΝΟΜΙΚΑΙ ΚΑΙ ΤΕΧΝΙΚΑΙ ΥΠΗΡΕΣΙΑΙ ------ ΔΙΑΚΗΡΥΞΙΣ ΕΚΜΙΣΘΩΣΕΩΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΑΚΙΝΗΤΩΝ ΑΡΙΘΜ. 1487/2015 Ἡ Ἐκκλησιαστική Κεντρική Ὑπηρεσία Οἰκονομικῶν

Διαβάστε περισσότερα

ΠΕΡΙΕΧΟΜΕΝΑ. ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015

ΠΕΡΙΕΧΟΜΕΝΑ. ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015 ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ Περιοδική Ἔκδοση τῆς Ἱερᾶς Μητροπόλεως Κισάμου & Σελίνου *** ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΔ ΤΕΥΧΟΣ 48 ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015 ΙΔΡΥΤΗΣ: Ὁ ἀοίδιμος Μητροπολίτης Κισάμου & Σελίνου κυρός ΕΙΡΗΝΑΙΟΣ ΕΚΔΟΤΗΣ:

Διαβάστε περισσότερα

Ἡ ἀγάπη πρὸς τὸν ἀδελφὸ καλλιεργεῖ

Ἡ ἀγάπη πρὸς τὸν ἀδελφὸ καλλιεργεῖ «ἡμεῖςδὲτῇπροσευχῇκαὶτῇδιακονίᾳτοῦλόγουπροσκαρτερήσωμεν» (Πράξ στ 4). ³ µ ΔΙΜΗΝΙΑΙΟ ΦΥΛΛΑΔΙΟ ΟΡΘΟΔΟΞΟΥ ΔΙΔΑΧΗΣ ETOΣ Θ 2009 ΕΚΔΟΣΗ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΣΕΡΒΙΩΝ ΚΑΙ ΚΟΖΑΝΗΣ ΦΥΛΛΟ 47 ΣΕΠΤΕΜΒΡΙΟΣ-ΟΚΤΩΒΡΙΟΣ ΔΙΑΝΕΜΕΤΑΙ

Διαβάστε περισσότερα

ΘΟΥΚΥΔΙΔΗΣ, ΠΟΛΥΒΙΟΣ ΚΑΙ Η ΥΨΗΛΗ ΣΤΡΑΤΗΓΙΚΗ ΤΩΝ ΗΠΑ

ΘΟΥΚΥΔΙΔΗΣ, ΠΟΛΥΒΙΟΣ ΚΑΙ Η ΥΨΗΛΗ ΣΤΡΑΤΗΓΙΚΗ ΤΩΝ ΗΠΑ 1 ΘΟΥΚΥΔΙΔΗΣ, ΠΟΛΥΒΙΟΣ ΚΑΙ Η ΥΨΗΛΗ ΣΤΡΑΤΗΓΙΚΗ ΤΩΝ ΗΠΑ Μέρος Α ΗΓΕΜΟΝΙΚΗ ΣΤΡΑΤΗΓΙΚΗ: ΑΘΗΝΑΙΚΗ «ΑΡΧΗ» Γιατί Έγινε ο Πελοποννησιακός Πόλεμος και Γιατί Ηττήθηκε η Αθήνα 2013 2 I Το έργο του Θουκυδίδη είναι

Διαβάστε περισσότερα

ΧΡΗΣΤΟΥ Α. ΣΑΡΤΖΕΤΑΚΗ

ΧΡΗΣΤΟΥ Α. ΣΑΡΤΖΕΤΑΚΗ ΧΡΗΣΤΟΥ Α. ΣΑΡΤΖΕΤΑΚΗ ΜΕΡΟΣ Γ - ΘΕΣΕΙΣ ΚΑΙ ΑΠΟΨΕΙΣ 1.- ΜΗΝΥΜΑΤΑ α) ΠΡΩΤΟΧΡΟΝΙΑΣ 2005 ΚΕΙΜΕΝΑ ΑΠΟ ΤΗΝ ΙΣΤΟΣΕΛΙ Α www.sartzetakis.gr 2 ΧΡΗΣΤΟY Α. ΣΑΡΤΖΕΤΑΚΗ ΜΗΝΥΜΑ ΠΡΩΤΟΧΡΟΝΙΑΣ 2005 Ὁ τέως Πρόεδρος τῆς Δημοκρατίας

Διαβάστε περισσότερα

ή ψυχιατρική άναγκαστική νοσηλεία στήν Ιταλία καί στήν Ελλάδα

ή ψυχιατρική άναγκαστική νοσηλεία στήν Ιταλία καί στήν Ελλάδα ΠΕΡΙΛΗΨΗ ή ψυχιατρική άναγκαστική νοσηλεία στήν Ιταλία καί στήν Ελλάδα Τό Μάιο του 1978 τέθηκε σ εφαρμογή στήν Ιταλία μιά νέα ριζοσπαστική νομοθεσία πού ρυθμίζει τήν άναγκαστική καί έκούσια νοσηλεία. Επειδή

Διαβάστε περισσότερα

ΚΕΝΤΡΟΝ ΕΡΕΥΝΗΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΛΑΟΓΡΑΦΙΑΣ. Αριθμός.Χειρογράφου 2375 ΤΟ ΚΑΓΓΕΛΑΡΙ ΣΥΛΛΟΓΗ ΛΑΟΓΡΑΦΙΚΟΥ ΥΛΙΚΟΥ ΠΑΠΑΔΑΤΩΝ-ΠΡΕΒΕΖΗΣ. Ὑπό ΓΕΩΡΓΙΟΥ ΚΟΛΙΟΥ

ΚΕΝΤΡΟΝ ΕΡΕΥΝΗΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΛΑΟΓΡΑΦΙΑΣ. Αριθμός.Χειρογράφου 2375 ΤΟ ΚΑΓΓΕΛΑΡΙ ΣΥΛΛΟΓΗ ΛΑΟΓΡΑΦΙΚΟΥ ΥΛΙΚΟΥ ΠΑΠΑΔΑΤΩΝ-ΠΡΕΒΕΖΗΣ. Ὑπό ΓΕΩΡΓΙΟΥ ΚΟΛΙΟΥ ΚΕΝΤΡΟΝ ΕΡΕΥΝΗΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΛΑΟΓΡΑΦΙΑΣ Αριθμός.Χειρογράφου 2375 ΤΟ ΚΑΓΓΕΛΑΡΙ Ὁ περίφημος χορός πού χορεύεται στό χωριό Παπαδάτες Πρεβέζης ΣΥΛΛΟΓΗ ΛΑΟΓΡΑΦΙΚΟΥ ΥΛΙΚΟΥ ΠΑΠΑΔΑΤΩΝ-ΠΡΕΒΕΖΗΣ Ὑπό ΓΕΩΡΓΙΟΥ ΚΟΛΙΟΥ

Διαβάστε περισσότερα

In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi) Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὰ βαΐα

In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi) Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὰ βαΐα In ramos palmarum (homilia 3a) (sub nomine Joannis Chrysostomi) Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὰ βαΐα Ηδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσμα τα, ἤδη τῆς

Διαβάστε περισσότερα

ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4

ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4 ΠΑΠΠΑΦΛΕΣΣΑΣ ΟΚΤΩΒΡΙΟΣ 2010 ΤΕΥΧΟΣ ΝΟ. 39 Α4 ΜΗΝΙΑΙΑ ΕΚΔΟΣΗ ΣΥΛΛΟΓΟΥ ΙΣΤΟΡΙΚΗ ΟΙΚΟΓΕΝΕΙΑ ΤΩΝ ΦΛΕΣΣΑΙΩΝ «Ο ΠΑΠΠΑΦΛΕΣΣΑΣ» Αγίου Σίλα 29, Νέα Πεντέλη, 15236, Τηλ. 210 6138059 ΦΑΞ 210 8037827 www.flessas.eu

Διαβάστε περισσότερα

2 ΜΑΪΟΣ 2009 91. ΠΕΡΙΠΑΤΟΙ ΣΤΗ ΓΑΛΙΛΑΙΑ ΜΑΪΟΣ 2009 ΤΕΥΧΟΣ 91

2 ΜΑΪΟΣ 2009 91. ΠΕΡΙΠΑΤΟΙ ΣΤΗ ΓΑΛΙΛΑΙΑ ΜΑΪΟΣ 2009 ΤΕΥΧΟΣ 91 ΜΑΪΟΣ 2009 ΤΕΥΧΟΣ 91 ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΛΑΡΙΣΗΣ ΚΑΙ ΤΥΡΝΑΒΟΥ ΕΝΟΡΙΑΚΗ ΝΕΑΝΙΚΗ ΣΥΝΤΡΟΦΙΑ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ Π λασθήκαµε ἀπό χῶµα µέ τά χέρια τοῦ Θεοῦ. Πλασθήκαµε µέ τήν εἰδική

Διαβάστε περισσότερα

ΠΟΙΟΣ ΕΙΝΑΙ Ο π. ΧΡΥΣΟΣΤΟΜΟΣ Η ΠΟΡΕΙΑ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ ΑΡΧΙΜ. ΧΡΥΣΟΣΤΟΜΟΥ ΜΑΪΔΩΝΗ

ΠΟΙΟΣ ΕΙΝΑΙ Ο π. ΧΡΥΣΟΣΤΟΜΟΣ Η ΠΟΡΕΙΑ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ ΑΡΧΙΜ. ΧΡΥΣΟΣΤΟΜΟΥ ΜΑΪΔΩΝΗ ΠΟΙΟΣ ΕΙΝΑΙ Ο π. ΧΡΥΣΟΣΤΟΜΟΣ Η ΠΟΡΕΙΑ ΚΑΙ ΤΟ ΕΡΓΟ ΤΟΥ ΑΡΧΙΜ. ΧΡΥΣΟΣΤΟΜΟΥ ΜΑΪΔΩΝΗ α) Καταγωγή Ὁ Ἀρχιμ. Χρυσόστομος Μαϊδώνης γεννήθηκε τό 1956 στό Πλωμάριον Λέσβου ἀπό ναυτική οἰκογένεια. Μεγάλωσε κοντά

Διαβάστε περισσότερα

ΣΧΕΔΙΟ ΜΑΘΗΜΑΤΟΣ ΧΡΙΣΤΟΥΓΕΝΝΑ: Η ΓΙΟΡΤΗ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΗΣ ΤΟΥ ΘΕΟΥ.

ΣΧΕΔΙΟ ΜΑΘΗΜΑΤΟΣ ΧΡΙΣΤΟΥΓΕΝΝΑ: Η ΓΙΟΡΤΗ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΗΣ ΤΟΥ ΘΕΟΥ. ΣΧΕΔΙΟ ΜΑΘΗΜΑΤΟΣ ΕΝΟΤΗΤΑ 8. ΤΑΞΗ Α ΛΥΚΕΙΟΥ ΧΡΙΣΤΟΥΓΕΝΝΑ: Η ΓΙΟΡΤΗ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΗΣ ΤΟΥ ΘΕΟΥ. ΣΚΟΠΟΣ: Να παρουσιάσουμε τα Χριστούγεννα ως γενέθλια μέρα της ανθρωπότητας. Να ερευνήσουμε που έγκειται ο μυστηριακός

Διαβάστε περισσότερα

ΚΥΡΙΑΚΑΤΙΚΟ ΕΓΚΥΚΛΙΟ ΚΗΡΥΓΜΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ. ΔΟΓΜΑΤΙΚΗ ΚΑΤΗΧΗΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ (Σειρά Κηρυγμάτων)

ΚΥΡΙΑΚΑΤΙΚΟ ΕΓΚΥΚΛΙΟ ΚΗΡΥΓΜΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ. ΔΟΓΜΑΤΙΚΗ ΚΑΤΗΧΗΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΑΣ (Σειρά Κηρυγμάτων) Α Π Λ Η Κ ΑΤ Η Χ Η Σ Η «Μορφῶστε τόν λαό ἐν σιωπῇ. Αὐτός θἆναι ὁ μοναχικός σας ἆθλος. Γιατί αὐτός ὁ λαός εἶναι θεοφόρος» (Ντοστογιέφσκι, ἀπό τίς διδαχές τοῦ στάρετς Ζωσιμᾶ) Σεπτέμβριος 2010 Ἀριθμ. 45 Συντάκτης:

Διαβάστε περισσότερα

06/06/2013 π. ΘΕΟΔΩΡΟΣ Ι. ΚΟΥΜΑΡΙΑΝΟΣ σελ. 1

06/06/2013 π. ΘΕΟΔΩΡΟΣ Ι. ΚΟΥΜΑΡΙΑΝΟΣ σελ. 1 06/06/2013 π. ΘΕΟΔΩΡΟΣ Ι. ΚΟΥΜΑΡΙΑΝΟΣ σελ. 1 Εἰδικὴ Συνοδικὴ Ἐπιτροπὴ Λειτουργικῆς Ἀναγεννήσεως ΙΔ Πανελλήνιον Λειτουργικὸν Συμπόσιον Στελεχῶν Ἱερῶν Μητροπόλεων Ἱερὰ Μητρόπολις Πατρῶν, 17-19 Σεπτεμβρίου

Διαβάστε περισσότερα

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ

ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ Ἐπί πτερύγων ἀνέμων. Σελ. 198 Ἡ σύγχρονη Θεολογική - Ἐκκλησιαστική Ἐκπαίδευση τῶν Νέων. Σελ. 210 Τό ποτό. Σελ. 206 EKKΛHΣIA KAI XPONOΣ Μακαριωτάτου Ἀρχιεπισκόπου Κύπρου κ.κ. Χρυσοστόμου Β. Σελ. 187 ΙΟΥΛΙΟΣ-ΣΕΠΤΕΜΒΡΙΟΣ

Διαβάστε περισσότερα

ΕΓΚΥΚΛΙΟΣ 63 η ἐπί τῇ ἑορτῇ τῶν Χριστουγέννων. «Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν» (Ἰωάν. 1,14)

ΕΓΚΥΚΛΙΟΣ 63 η ἐπί τῇ ἑορτῇ τῶν Χριστουγέννων. «Καί ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν» (Ἰωάν. 1,14) ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΦΛΩΡΙΝΗΣ, ΠΡΕΣΠΩΝ & ΕΟΡΔΑΙΑΣ 531 00 ΦΛΩΡΙΝΑ Τηλ.: 23850/28.860, FAX: 23850/28.863 Ἀριθμ. Πρωτ.: 1074 ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2012 ΕΓΚΥΚΛΙΟΣ 63 η ἐπί τῇ ἑορτῇ τῶν Χριστουγέννων. «Καί ὁ Λόγος σάρξ ἐγένετο

Διαβάστε περισσότερα

SHINCHONJI Μιά νέα Ἀντιτριαδική Κορεατική ἐσχατολογική αἵρεση

SHINCHONJI Μιά νέα Ἀντιτριαδική Κορεατική ἐσχατολογική αἵρεση SHINCHONJI Μιά νέα Ἀντιτριαδική Κορεατική ἐσχατολογική αἵρεση τοῦ Πρωτοπρ. Βασιλείου Γεωργοπούλου. Ἐπίκουρου Καθηγητοῦ Θεολογικῆς Σχολῆς Α.Π.Θ. Ἡ αἵρεση Shinchonji ἱδρύθηκε τό 1984 στή Νότια Κορέα ἀπό

Διαβάστε περισσότερα

Ο ΑΚΕΡΑΙΟΣ ΧΑΡΑΚΤΗΡΑΣ ΤΟΥ ΣΩΚΡΑΤΗ

Ο ΑΚΕΡΑΙΟΣ ΧΑΡΑΚΤΗΡΑΣ ΤΟΥ ΣΩΚΡΑΤΗ Ο ΑΚΕΡΑΙΟΣ ΧΑΡΑΚΤΗΡΑΣ ΤΟΥ ΣΩΚΡΑΤΗ Ἡ Ἀλήθεια εἶναι ὁ καθρέφτης τῆς Δικαιοσύνης. Ὅταν ὅµως οἱ δικαστές εἶναι ἀσυνείδητοι, ἡ µέν Δικαιοσύνη παραπαίει, ἡ δέ Ἀλήθεια καταρρακοῦται. Γ. Χ. Π. Εἶναι πλέον καιρός

Διαβάστε περισσότερα

«ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ»

«ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ» «ΑΡΧΙΜΑΝΔΡΙΤΗΣ ΝΕΚΤΑΡΙΟΣ ΚΟΤΖΙΑΣ» Ὁμιλία τοῦ Σεβασμιωτάτου Μητροπολίτου Χαλκίδος κ. Χρυσοστόμου σέ Ἐκδήλωση τῆς Ἑνώσεως Ἀποφοίτων Ριζαρείου Ἐκκλησιαστικῆς Σχολῆς (Δευτέρα 4 Μαΐου 2015) Μετά πολλῆς προθυμίας

Διαβάστε περισσότερα

Odyssey VI Lines 20-40, 48-70, 85-118, 127-185

Odyssey VI Lines 20-40, 48-70, 85-118, 127-185 Odyssey VI Lines 20-40, 48-70, 85-118, 127-185 ἡ δ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, (20) στῆ δ ἄρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν, εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, ἥ οἱ ὁμηλικίη μὲν

Διαβάστε περισσότερα

Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία.

Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία. Ἡ Ἐπανάσταση τοῦ 1878 στή Δυτική Μακεδονία. Ἐπιτρέψτε μου ν ἀρχίσω τήν ὁμιλία μου μέ ἀποσπάσματα δύο κειμένων τῆς ἐποχῆς ἐκείνης: «Οἱ Μακεδόνες ἐξ ἀμνημονεύτων χρόνων οἰκήτορες καί κτήτορες τοῦ πατρίου

Διαβάστε περισσότερα

Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ

Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ ΕΛΛΗΝΙΚΗ ΔΗΜΟΚΡΑΤΙΑ Η ΙΕΡΑ ΣΥΝΟΔΟΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ ΙΩΑΝΝΟΥ ΓΕΝΝΑΔΙΟΥ 14 (115 21) τηλ. 210-72.72.204, fax 210-72.72.210 Πρωτ. 4652 Ἀριθ. Ἐν Ἀθήναις τῇ 22ᾳ Σεπτεμβρίου 2014 Διεκπ. 2081 ΕΓΚΥΚΛΙΟ

Διαβάστε περισσότερα

ΣΟΣ ΘΕΜΑΤΑ ΛΟΓΟΤΕΧΝΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΣΟΣ ΘΕΜΑΤΑ ΛΟΓΟΤΕΧΝΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ ΚΕΙΜΕΝΟ Μές στούς προσφυγικούς συνοικισμούς Στέκομαι καί κοιτάζω τά παιδιά παίζουνε μπάλα. Κάθομαι στό ὁρισμένο καφενεῖο σε λίγο θα σχολάσουν καί θ ἀρχίσουν νά καταφτάνουν οἱ μεγάλοι. Κουρασμένοι ἀπ τη

Διαβάστε περισσότερα

ΕΠΕΤΕΙΟΣ ΑΥΤΟΝΟΜΙΑΣ ΒΟΡΕΙΟΥ ΗΠΕΙΡΟΥ ΔΕΛΒΙΝΑΚΙ 13.5. 2012 Σελ.: 8-9

ΕΠΕΤΕΙΟΣ ΑΥΤΟΝΟΜΙΑΣ ΒΟΡΕΙΟΥ ΗΠΕΙΡΟΥ ΔΕΛΒΙΝΑΚΙ 13.5. 2012 Σελ.: 8-9 PRESS POST Κ. Ιωαννίνων 22 186 κωδ.: 6210 Χ + 7 P R E S S P O S T ΠΕΡΙΟΔΟΣ Δ - Ἀρ. φύλ. 25 (105), ΑΠΡΙΛΙΟΣ-ΙΟΥΝΙΟΣ 2012 ΕΘΝΟΜΑΡΤΥΡΕΣ Στὴν μακραίωνη Ἱστορία τοῦ Ἑλληνικοῦ Ἔθνους, μέχρι καὶ στὶς μέρες μας,

Διαβάστε περισσότερα

Ἡ Τεράστια Κοινωνικὴ Σημασία τῶν Βλακῶν ἐν τῷ Συγχρόνῳ Βίῳ

Ἡ Τεράστια Κοινωνικὴ Σημασία τῶν Βλακῶν ἐν τῷ Συγχρόνῳ Βίῳ Εὐάγγελος Λεμπέσης Ἡ Τεράστια Κοινωνικὴ Σημασία τῶν Βλακῶν ἐν τῷ Συγχρόνῳ Βίῳ Πρόλογος Ἁπλὴ ὑποσημείωσις ἐξ ὀλίγων γραμμῶν εἰς ἄλλην μελέτην μου ἡ παροῦσα μικρὰ ἐργασία ἐξελιχθῆ εἰς τὸ ἀνὰ χείρας δοκίμιον

Διαβάστε περισσότερα

ΖΗΤΗΜΑΤΑ ΚΑΤΟΧΗΣ ΕΘΝΙΚΩΝ ΓΑΙΩΝ (1833-1871)

ΖΗΤΗΜΑΤΑ ΚΑΤΟΧΗΣ ΕΘΝΙΚΩΝ ΓΑΙΩΝ (1833-1871) ΠΡΟΣΕΓΓΙΣΕΙΣ ΖΗΤΗΜΑΤΑ ΚΑΤΟΧΗΣ ΕΘΝΙΚΩΝ ΓΑΙΩΝ (1833-1871) ' Η σύγχρονη ελληνική ιστοριογραφία, στο βαθμό πού έχει ασχοληθεί με το ζήτημα της εθνικής γής, έχει διατυπώσει ορισμένες θέσεις σχετικά με τα προβλήματα

Διαβάστε περισσότερα

Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς.

Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς. Εἰκὼν ἐξωφύλλου: Ὁ Θεὸς Πατὴρ ἐν μέσῳ ἁγίων στὴ θολωτὴ ὀροφὴ. Εἰκὼν 1ης σελίδας: Τὸ Κωδωνοστάσιο τῆς Μονῆς. Παραπλεύρως: Ὁ Ἰησοῦς Χριστὸς τῆς Προθέσεως τῆς Μονῆς. Εἰκὼν ὀπισθοφύλλου: Γενικὴ ἄποψη τῆς Μονῆς

Διαβάστε περισσότερα

ΝΥΞΕΙΣ ΠΕΡΙ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΩΝ ΕΘΝΩΝ ΤΗΣ ΑΦΡΙΚΗΣ ΣΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΣΤΑΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΡΑΓΜΑΤΙΚΟΤΗΤΟΣ ΤΟΥ ΣΗΜΕΡΑ

ΝΥΞΕΙΣ ΠΕΡΙ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΩΝ ΕΘΝΩΝ ΤΗΣ ΑΦΡΙΚΗΣ ΣΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΣΤΑΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΡΑΓΜΑΤΙΚΟΤΗΤΟΣ ΤΟΥ ΣΗΜΕΡΑ ΝΥΞΕΙΣ ΠΕΡΙ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΤΩΝ ΕΘΝΩΝ ΤΗΣ ΑΦΡΙΚΗΣ ΣΤΗΝ ΑΠΟΣΤΟΛΙΚΗ ΔΙΑΣΤΑΣΗ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΡΑΓΜΑΤΙΚΟΤΗΤΟΣ ΤΟΥ ΣΗΜΕΡΑ Προλογικό σημείωμα Ἐπισκόπου Γρηγορίου Μητροπολίτου Καμερούν Πολύς ὁ λόγος περί τῆς

Διαβάστε περισσότερα

ΤΙ ΓΙΝΕΤΑΙ ΜΕ ΤΗΝ ΥΠΑΚΟΗ ΟΤΑΝ Ο ΠΝΕΥΜΑΤΙΚΟΣ ΜΑΣ ΔΕΝ ΟΡΘΟΔΟΞΕΙ ;

ΤΙ ΓΙΝΕΤΑΙ ΜΕ ΤΗΝ ΥΠΑΚΟΗ ΟΤΑΝ Ο ΠΝΕΥΜΑΤΙΚΟΣ ΜΑΣ ΔΕΝ ΟΡΘΟΔΟΞΕΙ ; Τί μᾶς διδάσκει τό ἐκκλησιαστικό παρελθόν σχετικῶς μέ τήν ὑπακοή στόν Πνευματικό μας Πατέρα, ὅταν πρόκειται περί θέματος Πίστεως, δογματικό ἤ σχετικό μέ τούς ἱερούς Κανόνες; Ὀφείλουμε ἀδιάκριτη ὑπακοή

Διαβάστε περισσότερα

διάλογος ΝΕΟΦΑΝΕΙΣ ΑΙΡΕΣΕΙΣ ΚΑΙ ΠΑΡΑΘΡΗΣΚΕΙΑ 1 (Γ μέρος)

διάλογος ΝΕΟΦΑΝΕΙΣ ΑΙΡΕΣΕΙΣ ΚΑΙ ΠΑΡΑΘΡΗΣΚΕΙΑ 1 (Γ μέρος) ΑΠΡΙΛΙΟΣ - ΙΟΥΝΙΟΣ 2006, ΤΕΥΧΟΣ 44 διάλογος ΝΕΟΦΑΝΕΙΣ ΑΙΡΕΣΕΙΣ ΚΑΙ ΠΑΡΑΘΡΗΣΚΕΙΑ 1 (Γ μέρος) τοῦ Πρωτοπρ. Κυριακοῦ Τσουροῦ, Γραμματέως τῆς Σ. Ε. ἐπί τῶν αἰρέσεων. 9. Ἡ παραθρησκεία ὡς κοινωνική ἀπειλή Ἕνεκα

Διαβάστε περισσότερα

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ιω. 1,1 Ιω. 1,1 Ιω. 1,2 Ιω. 1,2 Ιω. 1,3 Ιω. 1,3 Ιω. 1,4 Ιω. 1,4 Ιω. 1,5 Ιω. 1,5 Ιω. 1,6 Ιω. 1,6 Ιω. 1,7 Ιω. 1,7 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν,

Διαβάστε περισσότερα

διάλογος Η ΔΡΑΣΗ ΤΗΣ ΣΑΗΕΝΤΟΛΟΓΙΑΣ ΣΤΗΝ ΕΛΛΑΔΑ 1 (α μέρος)

διάλογος Η ΔΡΑΣΗ ΤΗΣ ΣΑΗΕΝΤΟΛΟΓΙΑΣ ΣΤΗΝ ΕΛΛΑΔΑ 1 (α μέρος) ΙΟΥΛΙΟΣ - ΣΕΠΤΕΜΒΡΙΟΣ 2014, ΤΕΥΧΟΣ 77 διάλογος Η ΔΡΑΣΗ ΤΗΣ ΣΑΗΕΝΤΟΛΟΓΙΑΣ ΣΤΗΝ ΕΛΛΑΔΑ 1 (α μέρος) τοῦ Πρωτοπρ. Κυριακοῦ Τσουροῦ, Γραμματέως τῆς Σ. Ἐ. ἐπί τῶν αἱρέσεων Εἶναι γνωστό ὅτι ἡ Σαηεντολογία δραστηριοποιεῖται

Διαβάστε περισσότερα

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 5 5 Μ Α Ρ Τ Ι Ο Σ Α Π Ρ Ι Λ Ι Ο Σ 2 0 1 0 Περιεχόμενα

Διαβάστε περισσότερα

ΣΤΗΝ ΠΡΩΤΗ ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΔΙΑΣΚΕΨΗ ΜΕ ΘΕΜΑ «ΣΥΖΥΓΙΑ ΚΑΙ ΤΕΚΝΟΓΟΝΙΑ» ΞΕΝΟΔΟΧΕΙΟΝ «ΗΛΕΚΤΡΑ» ΔΕΚΕΜΒΡΙΟΣ

ΣΤΗΝ ΠΡΩΤΗ ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΔΙΑΣΚΕΨΗ ΜΕ ΘΕΜΑ «ΣΥΖΥΓΙΑ ΚΑΙ ΤΕΚΝΟΓΟΝΙΑ» ΞΕΝΟΔΟΧΕΙΟΝ «ΗΛΕΚΤΡΑ» ΔΕΚΕΜΒΡΙΟΣ ΧΑΙΡΕΤΙΣΜΟΣ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΘΗΝΩΝ ΚΑΙ ΠΑΣΗΣ ΕΛΛΑΔΟΣ κ. κ. ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΣΤΗΝ ΠΡΩΤΗ ΕΠΙΣΤΗΜΟΝΙΚΗ ΔΙΑΣΚΕΨΗ ΜΕ ΘΕΜΑ «ΣΥΖΥΓΙΑ ΚΑΙ ΤΕΚΝΟΓΟΝΙΑ» ΞΕΝΟΔΟΧΕΙΟΝ «ΗΛΕΚΤΡΑ» ΔΕΚΕΜΒΡΙΟΣ 2002 Σεβασμιώτατοι,

Διαβάστε περισσότερα

ΔΗΜΟΣΘΕΝΟΥΣ ΟΛΥΝΘΙΑΚΟΙ

ΔΗΜΟΣΘΕΝΟΥΣ ΟΛΥΝΘΙΑΚΟΙ ΔΗΜΟΣΘΕΝΟΥΣ ΟΛΥΝΘΙΑΚΟΙ Τρεις λόγοι του ρητορα Δημοσθένη Νικ. Σ. Γκινόπουλος ESPEROS PARANORMAL 2012 ΔΗΜΟΣΘΕΝΟΥΣ ΟΛΥΝΘΙΑΚΟΙ Μετάφραση-Σχόλια Νικ. Σ. Γκινόπουλος Εκδόσεις "ΦΕΞΗ", Αθήνα 1911(;) 2 ΠΡΟΛΟΓΟΣ

Διαβάστε περισσότερα

Διευκρινίζεται, ὅτι τὰ ἀναφερόμενα στὸ χρονικὸ αὐτὸ εἶναι ἁπλῶς καὶ μόνον

Διευκρινίζεται, ὅτι τὰ ἀναφερόμενα στὸ χρονικὸ αὐτὸ εἶναι ἁπλῶς καὶ μόνον Ενα σύντομο χρονικὸ τῶν τελευταίων τριῶν δεκαετιῶν Οἰκουμενισμὸς καὶ Αντι-οικουμενισμὸς στὴν Σερβία (*) Διευκρινίζεται, ὅτι τὰ ἀναφερόμενα στὸ χρονικὸ αὐτὸ εἶναι ἁπλῶς καὶ μόνον ἐνδεικτικὰ οἰκουμενιστικὰ

Διαβάστε περισσότερα

Μέσ. παρατ. ἐδυόμην. Μέσ. μέλλ. ἐάσομαι. Αόρ. ἔδυν με μέση σημ.

Μέσ. παρατ. ἐδυόμην. Μέσ. μέλλ. ἐάσομαι. Αόρ. ἔδυν με μέση σημ. Μέσ. παρατ. ἐδυόμην Μέσ. μέλλ. δύσομαι β ἔδυν με μέση σημ. «έδυσα» δέδυκα με μέση σημ. «έχω δύσει» στη μέση φωνή και στους χρόνους με μέση σημ. για τον ήλιο δύω, βασιλεύω: πρὸ ἡλίου δύντος = πριν από τη

Διαβάστε περισσότερα

ΣΚΕΨΕΙΣ ΠΕΡΙ ΤΗΣ ΣΥΜΜΕΤΟΧΗΣ ΤΩΝ ΟΡΘΟ ΟΞΩΝ ΕΙΣ ΤΗΝ ΟΙΚΟΥΜΕΝΙΚΗΝ ΚΙΝΗΣΙΝ ΚΑΙ ΤΟ Π.Σ.Ε.

ΣΚΕΨΕΙΣ ΠΕΡΙ ΤΗΣ ΣΥΜΜΕΤΟΧΗΣ ΤΩΝ ΟΡΘΟ ΟΞΩΝ ΕΙΣ ΤΗΝ ΟΙΚΟΥΜΕΝΙΚΗΝ ΚΙΝΗΣΙΝ ΚΑΙ ΤΟ Π.Σ.Ε. ΣΚΕΨΕΙΣ ΠΕΡΙ ΤΗΣ ΣΥΜΜΕΤΟΧΗΣ ΤΩΝ ΟΡΘΟ ΟΞΩΝ ΕΙΣ ΤΗΝ ΟΙΚΟΥΜΕΝΙΚΗΝ ΚΙΝΗΣΙΝ ΚΑΙ ΤΟ Π.Σ.Ε. Ἀρχιμ. Γεωργίου Καθηγουμένου τῆς Ἱερᾶς Μονῆς τοῦ Ὁσίου Γρηγορίου Ἁγίου Ὄρους Τόν 20όν αἰῶνα χαρακτηρίζουν ὡς γνωστόν

Διαβάστε περισσότερα

«ΚΑΙ ΣΕ ΜΕΣΙΤΡΙΑΝ ΕΧΩ...» Μακαριωτάτου Ἀρχιεπισκόπου Κύπρου κ.κ. Χρυσοστόμου Β. Σελ. 371 ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ.

«ΚΑΙ ΣΕ ΜΕΣΙΤΡΙΑΝ ΕΧΩ...» Μακαριωτάτου Ἀρχιεπισκόπου Κύπρου κ.κ. Χρυσοστόμου Β. Σελ. 371 ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΚΥΠΡΟΥ. Ἡ διαφορά μεταξύ Ἀνατολῆς καί Δύσης. Ἐπισκόπου Καρπασίας κ. Χριστοφόρου Σελ. 400 Ὁ Ἐθνομάρτυς Ἀρχιεπίσκοπος Κύπρου Κυπριανός. Γιάννη Ἀντωνιάδη Σελ. 403 «Ἀκολουθίας ἐτυμολογία ἤ περί συγκροτημένου σώματος».

Διαβάστε περισσότερα

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ

Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Δ Ι Μ Η Ν Ι Α Ι Α Ε Κ Δ Ο Σ Η Ι Ε Ρ Α Σ Μ Η Τ Ρ Ο Π Ο Λ Ε Ω Σ Ι Ε Ρ Α Π Υ Τ Ν Η Σ Κ Α Ι Σ Η Τ Ε Ι Α Σ Ἄγκυρα Ἐλπίδος Π Ε Ρ Ι Ο Δ Ο Σ Β Τ Ε Υ Χ Ο Σ 7 4 Μ Α Ϊ Ο Σ - Ι Ο Υ Ν Ι Ο Σ 2 0 1 3 Περιεχόμενα Πατριαρχική

Διαβάστε περισσότερα

ΣΥΝΕΡΓΑΣΙΑ ΣΥΝΑΛΛΗΛΙΑ - ΣΥΜΨΥΧΙΑ

ΣΥΝΕΡΓΑΣΙΑ ΣΥΝΑΛΛΗΛΙΑ - ΣΥΜΨΥΧΙΑ (Ἡ συμπόρευσή μου μέ τόν ἀδελφό Εὐσέβιο) Μακαριώτατε, Σεβασμιώτατοι Ἅγιοι Ἀδελφοί Κυρίες καί Κύριοι ΣΥΝΕΡΓΑΣΙΑ ΣΥΝΑΛΛΗΛΙΑ - ΣΥΜΨΥΧΙΑ Ἡ ζωή μοιάζει μέ ἕνα περιπετειῶδες ταξίδι. Ἕνα ταξίδι μέ ἀφετηρία, μέ

Διαβάστε περισσότερα

«Ἐγκύκλιος Μ. Τεσσαρακοστῆς(1/2013)» ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΒ. κ. Ἀμφιλοχίου... σελ. 5-6

«Ἐγκύκλιος Μ. Τεσσαρακοστῆς(1/2013)» ΠΕΡΙΟΔΟΣ Γ ΕΤΟΣ ΝΒ. κ. Ἀμφιλοχίου... σελ. 5-6 ΧΡΙΣΤΟΣ & ΚΟΣΜΟΣ ΠΕΡΙΕΧΟΜΕΝΑ «Λόγος Κατηχητήριος ἐπί τῇ ἐνάρξει τῆς Ἁγίας Περιοδική Ἔκδοση καί Μεγάλης Τεσσαρακοστῆς» τῆς Ἱερᾶς Μητροπόλεως Τῆς Α. Θ. Παναγιότητος τοῦ Οἰκουμενικοῦ Πατριάρχου κ.κ. ΒΑΡΘΟΛΟΜΑΙΟΥ...

Διαβάστε περισσότερα

Β Πε. 1,1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ

Β Πε. 1,1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ Επιστροφή Β ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β ΠΕΤΡΟΥ 1 Β Πε. 1,1 Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ Β Πε. 1,1 Ο Σιμων

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ - ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΝΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ

Διαβάστε περισσότερα

GAIUS MUSONIUS RUFUS PHILOSOPHUS DISSERTATIONUM A LUCIO DIGESTARUM RELIQUAE, 1-4

GAIUS MUSONIUS RUFUS PHILOSOPHUS DISSERTATIONUM A LUCIO DIGESTARUM RELIQUAE, 1-4 GAIUS MUSONIUS RUFUS PHILOSOPHUS DISSERTATIONUM A LUCIO DIGESTARUM RELIQUAE, 1-4 [1] Λόγου δέ ποτε γεομέου περ ὶ ἀποδείξεω, ἃ χρ ὴ ἀκούει τοὺ έου παρ ὰ τῶ φιλοσόφω πρὸ κατάληψι ὧ μαθάουσι, ἔ φη ὁ Μουσώιο

Διαβάστε περισσότερα

ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ

ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΤΟΝ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΠΡΟΣ ΤΙΤΟΝ 1 Τιτ. 1,1 Τιτ. 1,1 Τιτ. 1,2 Τιτ. 1,2 Τιτ. 1,3 Τιτ. 1,3 Τιτ. 1,4 Τιτ. 1,4 Τιτ. 1,5 Τιτ. 1,5 Τιτ. 1,6 Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν

Διαβάστε περισσότερα

ΑΝΑΣΚΑΦΗ ΕΙΣ ΝΙΡΟΓ ΧΑΝΙ ΚΡΗΤΗΣ

ΑΝΑΣΚΑΦΗ ΕΙΣ ΝΙΡΟΓ ΧΑΝΙ ΚΡΗΤΗΣ ΑΝΑΣΚΑΦΗ ΕΙΣ ΝΙΡΟΓ ΧΑΝΙ ΚΡΗΤΗΣ Ή άνασκαφή τού ηγεμονικού οίκου τοϋ εις θέσιν Νίρου Χάνι σχεδόν έπερατώθη' υπολείπεται μόνον ό καθαρισμός εκ χωμάτων καί λίθων δωματίων τινών, τά όποια άπαιτοΰσιν εργασίαν

Διαβάστε περισσότερα

ΦΑΙΔΩΝ I. ΚΟΥΚΟΥΛΕΣ. Institutional Repository - Library & Information Centre - University of Thessaly 31/01/2016 21:23:29 EET - 148.251.235.

ΦΑΙΔΩΝ I. ΚΟΥΚΟΥΛΕΣ. Institutional Repository - Library & Information Centre - University of Thessaly 31/01/2016 21:23:29 EET - 148.251.235. ΦΑΙΔΩΝ I. ΚΟΥΚΟΥΛΕΣ Ή άπόφασις τής Γεν. Συνελεΰσεως των Εταίρων τής Εταιρείας Βυζαντινών Σπουδών, κατά Μάϊον 1953 ληφθεΐσα, δπως ό ΚΓ' τόμος τής Έπετηρίδος άψιερωθή εις τον ιδρυτήν καί καθ όλον τον βίον

Διαβάστε περισσότερα

ΕΚΚΛΗΣΙΑΣΤΙΚΟ ΗΜΕΡΟΛΟΓΙΟ. Ἱερᾶς Μητροπόλεως Λεμεσοῦ 1

ΕΚΚΛΗΣΙΑΣΤΙΚΟ ΗΜΕΡΟΛΟΓΙΟ. Ἱερᾶς Μητροπόλεως Λεμεσοῦ 1 2014 ΕΚΚΛΗΣΙΑΣΤΙΚΟ ΗΜΕΡΟΛΟΓΙΟ Ἱερᾶς Μητροπόλεως Λεμεσοῦ 1 Ὁ Πανιερώτατος Μητροπολίτης Λεμεσοῦ καί Πρόεδρος Ἀμαθοῦντος καί Κουρίου κ.κ. ΑΘΑΝΑΣΙΟΣ. Μετά πολλῆς ἀγάπης Χριστοῦ χαιρετίζω πάντας τούς εὐλαβεῖς

Διαβάστε περισσότερα

ΑΣΜΑ ΑΣΜΑΤΩΝ. Το άσμα των ασμάτων, το κατ' εξοχήν ωραίον αυτό άσμα είναι του Σολομώντος.

ΑΣΜΑ ΑΣΜΑΤΩΝ. Το άσμα των ασμάτων, το κατ' εξοχήν ωραίον αυτό άσμα είναι του Σολομώντος. ΑΣΜΑ ΑΣΜΑΤΩΝ ΑΣΜΑ ΑΣΜΑΤΩΝ 1 Ασ. Ασ. 1,1 Ασ. Ασ. 1,1 Ασ. Ασ. 1,2 Ασ. Ασ. 1,2 Ασ. Ασ. 1,3 Ασ. Ασ. 1,3 Ασ. Ασ. 1,4 Ασ. Ασ. 1,4 Ασ. Ασ. 1,5 Ασ. Ασ. 1,5 Ασ. Ασ. 1,6 Ασ. Ασ. 1,6 Ασ. Ασ. 1,7 Ασ. Ασ. 1,7 Ασ. Ασ.

Διαβάστε περισσότερα

ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015, ΤΕΥΧΟΣ

ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015, ΤΕΥΧΟΣ ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2015, ΤΕΥΧΟΣ 79 διάλογος ΜΕΤΕΝΣΑΡΚΩΣΗ ΚΑΙ ΚΑΡΜΑ (α μέρος) τοῦ Πρωτοπρ. Κυριακοῦ Τσουροῦ, Γραμματέως τῆς Σ. Ἐ. ἐπί τῶν αἱρέσεων 1. Εἰσαγωγικά Ἡ «Νέα Ἐποχή» εἶναι ἔνα παγκόσμιο συγκρητιστικό

Διαβάστε περισσότερα

Με τον όρο Σχίσμα εννοούμε τη διάσπαση της αδιαίρετης κατά την πρώτη χιλιετία Χριστιανικής Εκκλησίας, που συνέβη συμβατικά το 1054.

Με τον όρο Σχίσμα εννοούμε τη διάσπαση της αδιαίρετης κατά την πρώτη χιλιετία Χριστιανικής Εκκλησίας, που συνέβη συμβατικά το 1054. ΤΟ ΣΧΙΣΜΑ του 1054 μ.χ. ένα γεγονός μεγάλης οδύνης Σχίσμα Με τον όρο Σχίσμα εννοούμε τη διάσπαση της αδιαίρετης κατά την πρώτη χιλιετία Χριστιανικής Εκκλησίας, που συνέβη συμβατικά το 1054. Η διαίρεση

Διαβάστε περισσότερα

Á. ÄÉÄÁÃÌÅÍÏ ÊÅÉ ÌÅ ÍÏ. Ισοκράτους «Περί Ειρήνης» Παράγραφοι 16, 20 21

Á. ÄÉÄÁÃÌÅÍÏ ÊÅÉ ÌÅ ÍÏ. Ισοκράτους «Περί Ειρήνης» Παράγραφοι 16, 20 21 2 ï Ä É Á Ã Ù Í É Ó Ì Á ÊÅÉ ÌÅ ÍÏ Á. ÄÉÄÁÃÌÅÍÏ ÊÅÉ ÌÅ ÍÏ Ισοκράτους «Περί Ειρήνης» Παράγραφοι 16, 20 21 Φημί δ οὖν χρῆναι ποιεῖσθαι τήν εἰρήνην μή μόνον πρός Χίους καί Ῥοδίους και Βυζα - ντίους καί Κῴους

Διαβάστε περισσότερα