DE TRAGEDIE Euripides Medea

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "DE TRAGEDIE Euripides Medea"

Transcript

1 τὸ ὄνοµα DE TRAGEDIE Euripides Medea Pallas 3 Hoofstuk 7 Griekse literatuur keuzepensum Gymnasium Erasmianum Roterodamo MMXIV

2 2. Medea zint op wraak ( ) Μήδεια κακῶς πέπρακται πανταχῇ: τίς ἀντερεῖ; 365ἀλλ οὔτι ταύτῃ ταῦτα, µὴ δοκεῖτέ πω, <µέλλει τελευτᾶν εἴ τι τῇ τέχνῃ σθένω.>1 ἔτ εἴσ ἀγῶνες τοῖς νεωστὶ νυµφίοις καὶ τοῖσι κηδεύσασιν οὐ σµικροὶ πόνοι. δοκεῖς γὰρ ἄν µε τόνδε θωπεῦσαί ποτε εἰ µή τι κερδαίνουσαν ἢ τεχνωµένην; 370οὐδ ἂν προσεῖπον οὐδ ἂν ἡψάµην χεροῖν. ὁ δ ἐς τοσοῦτον µωρίας ἀφίκετο, ὥστ, ἐξὸν αὐτῷ τἄµ ἑλεῖν βουλεύµατα γῆς ἐκβαλόντι, τήνδ ἐφῆκεν ἡµέραν µεῖναί µ, ἐν ᾗ τρεῖς τῶν ἐµῶν ἐχθρῶν νεκροὺς 375θήσω, πατέρα τε καὶ κόρην πόσιν τ ἐµόν.

3 πολλὰς δ ἔχουσα θανασίµους αὐτοῖς ὁδούς, οὐκ οἶδ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι: πότερον ὑφάψω δῶµα νυµφικὸν πυρί, [ἢ θηκτὸν ὤσω φάσγανον δι ἥπατος,] 380σιγῇ δόµους ἐσβᾶσ, ἵν ἔστρωται λέχος; ἀλλ ἕν τί µοι πρόσαντες: εἰ ληφθήσοµαι δόµους ὑπερβαίνουσα καὶ τεχνωµένη, θανοῦσα θήσω τοῖς ἐµοῖς ἐχθροῖς γέλων. κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαµεν 385σοφοὶ µάλιστα, φαρµάκοις αὐτοὺς ἑλεῖν. εἶἑν: καὶ δὴ τεθνᾶσι: τίς µε δέξεται πόλις; τίς γῆν ἄσυλον καὶ δόµους ἐχεγγύους ξένος παρασχὼν ῥύσεται τοὐµὸν δέµας; οὐκ ἔστι. µείνασ οὖν ἔτι σµικρὸν χρόνον, 390ἢν µέν τις ἡµῖν πύργος ἀσφαλὴς φανῇ,

4 δόλῳ µέτειµι τόνδε καὶ σιγῇ φόνον: ἢν δ ἐξελαύνῃ ξυµφορά µ ἀµήχανος, αὐτὴ ξίφος λαβοῦσα, κεἰ µέλλω θανεῖν, κτενῶ σφε, τόλµης δ εἶµι πρὸς τὸ καρτερόν. 395οὐ γὰρ µὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω µάλιστα πάντων καὶ ξυνεργὸν εἱλόµην, Ἑκάτην, µυχοῖς ναίουσαν ἑστίας ἐµῆς, χαίρων τις αὐτῶν τοὐµὸν ἀλγυνεῖ κέαρ. πικροὺς δ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάµους, 400πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐµὰς χθονός. ἀλλ εἶα φείδου µηδὲν ὧν ἐπίστασαι, Μήδεια, βουλεύουσα καὶ τεχνωµένη: ἕρπ ἐς τὸ δεινόν: νῦν ἀγὼν εὐψυχίας. ὁρᾷς ἃ πάσχεις; οὐ γέλωτα δεῖ σ ὀφλεῖν 405τοῖς Σισυφείοις τοῖσδ Ἰάσονος γάµοις,

5 γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ ἄπο. ἐπίστασαι δέ: πρὸς δὲ καὶ πεφύκαµεν γυναῖκες, ἐς µὲν ἔσθλ ἀµηχανώταται, κακῶν δὲ πάντων τέκτονες σοφώταται. 3. Medea s confrontatie met Jason ( ) a. Jason biedt zijn hulp aan Ιασων οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις τραχεῖαν ὀργὴν ὡς ἀµήχανον κακόν. σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόµους ἔχειν κούφως φερούσῃ κρεισσόνων βουλεύµατα, 450λόγων µαταίων οὕνεκ ἐκπεσῇ χθονός. κἀµοὶ µὲν οὐδὲν πρᾶγµα: µὴ παύσῃ ποτὲ λέγουσ Ἰάσον ὡς κάκιστός ἐστ ἀνήρ.

6 ἃ δ ἐς τυράννους ἐστί σοι λελεγµένα, πᾶν κέρδος ἡγοῦ ζηµιουµένη φυγῇ. 455κἀγὼ µὲν αἰεὶ βασιλέων θυµουµένων ὀργὰς ἀφῄρουν καί σ ἐβουλόµην µένειν: σὺ δ οὐκ ἀνίεις µωρίας, λέγουσ ἀεὶ κακῶς τυράννους: τοιγὰρ ἐκπεσῇ χθονός. ὅµως δὲ κἀκ τῶνδ οὐκ ἀπειρηκὼς φίλοις 460ἥκω, τὸ σὸν δὲ προσκοπούµενος, γύναι, ὡς µήτ ἀχρήµων σὺν τέκνοισιν ἐκπέσῃς µήτ ἐνδεής του: πόλλ ἐφέλκεται φυγὴ κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ µε στυγεῖς, οὐκ ἂν δυναίµην σοὶ κακῶς φρονεῖν ποτε.

7 b. Medea somt haar verdiensten op Μήδεια 465ὦ παγκάκιστε, τοῦτο γάρ σ εἰπεῖν ἔχω γλώσσῃ µέγιστον εἰς ἀνανδρίαν κακόν, ἦλθες πρὸς ἡµᾶς, ἦλθες ἔχθιστος γεγώς [θεοῖς τε κἀµοὶ παντί τ ἀνθρώπων γένει]; οὔτοι θράσος τόδ ἐστὶν οὐδ εὐτολµία, 470φίλους κακῶς δράσαντ ἐναντίον βλέπειν, ἀλλ ἡ µεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει. εὖ δ ἐποίησας µολών: ἐγώ τε γὰρ λέξασα κουφισθήσοµαι ψυχὴν κακῶς σὲ καὶ σὺ λυπήσῃ κλύων. 475 ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξοµαι λέγειν: ἔσωσά σ, ὡς ἴσασιν Ἑλλήνων ὅσοι

8 ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος, πεµφθέντα ταύρων πυρπνόων ἐπιστάτην ζεύγλαισι καὶ σπεροῦντα θανάσιµον γύην: 480δράκοντά θ, ὃς πάγχρυσον ἀµπέχων δέρος σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν, κτείνασ ἀνέσχον σοὶ φάος σωτήριον. αὐτὴ δὲ πατέρα καὶ δόµους προδοῦσ ἐµοὺς τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόµην 485σὺν σοί, πρόθυµος µᾶλλον ἢ σοφωτέρα: Πελίαν τ ἀπέκτειν, ὥσπερ ἄλγιστον θανεῖν, παίδων ὕπ αὐτοῦ, πάντα τ ἐξεῖλον δόµον. καὶ ταῦθ ὑφ ἡµῶν, ὦ κάκιστ ἀνδρῶν, παθὼν προύδωκας ἡµᾶς, καινὰ δ ἐκτήσω λέχη, 490παίδων γεγώτων: εἰ γὰρ ἦσθ ἄπαις ἔτι, συγγνώστ ἂν ἦν σοι τοῦδ ἐρασθῆναι λέχους.

9 ὅρκων δὲ φρούδη πίστις, οὐδ ἔχω µαθεῖν εἰ θεοὺς νοµίζεις τοὺς τότ οὐκ ἄρχειν ἔτι ἢ καινὰ κεῖσθαι θέσµι ἀνθρώποις τὰ νῦν, 495ἐπεὶ σύνοισθά γ εἰς ἔµ οὐκ εὔορκος ὤν. φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ ἐλαµβάνου καὶ τῶνδε γονάτων, ὡς µάτην κεχρῴσµεθα κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ ἡµάρτοµεν. c. Medea weet zich nergens welkom ἄγ, ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσοµαι 500(δοκοῦσα µὲν τί πρός γε σοῦ πράξειν καλῶς; ὅµως δ, ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ): νῦν ποῖ τράπωµαι; πότερα πρὸς πατρὸς δόµους, οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόµην; ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ ἂν οὖν

10 505δέξαιντό µ οἴκοις ὧν πατέρα κατέκτανον. ἔχει γὰρ οὕτω: τοῖς µὲν οἴκοθεν φίλοις ἐχθρὰ καθέστηχ, οὓς δέ µ οὐκ ἐχρῆν κακῶς δρᾶν, σοὶ χάριν φέρουσα πολεµίους ἔχω. τοιγάρ µε πολλαῖς µακαρίαν Ἑλληνίδων 510ἔθηκας ἀντὶ τῶνδε: θαυµαστὸν δέ σε ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν ἐγώ, εἰ φεύξοµαί γε γαῖαν ἐκβεβληµένη, φίλων ἔρηµος, σὺν τέκνοις µόνη µόνοις: καλόν γ ὄνειδος τῷ νεωστὶ νυµφίῳ, 515πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ ἔσωσά σε. ὦ Ζεῦ, τί δὴ χρυσοῦ µὲν ὃς κίβδηλος ᾖ τεκµήρι ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι οὐδεὶς χαρακτὴρ ἐµπέφυκε σώµατι;

11 Χορός 520δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, ὅταν φίλοι φίλοισι συµβάλωσ ἔριν. 4. Medea s wraakplan ( ) ἐνταῦθα µέντοι τόνδ ἀπαλλάσσω λόγον. ᾤµωξα δ οἷον ἔργον ἔστ ἐργαστέον τοὐντεῦθεν ἡµῖν: τέκνα γὰρ κατακτενῶ τἄµ : οὔτις ἔστιν ὅστις ἐξαιρήσεται: δόµον τε πάντα συγχέασ Ἰάσονος 795ἔξειµι γαίας, φιλτάτων παίδων φόνον φεύγουσα καὶ τλᾶσ ἔργον ἀνοσιώτατον. οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. ἴτω: τί µοι ζῆν κέρδος; οὔτε µοι πατρὶς οὔτ οἶκος ἔστιν οὔτ ἀποστροφὴ κακῶν.

12 800ἡµάρτανον τόθ ἡνίκ ἐξελίµπανον δόµους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις πεισθεῖσ, ὃς ἡµῖν σὺν θεῷ τείσει δίκην. οὔτ ἐξ ἐµοῦ γὰρ παῖδας ὄψεταί ποτε ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου 805νύµφης τεκνώσει παῖδ, ἐπεὶ κακὴν κακῶς θανεῖν σφ ἀνάγκη τοῖς ἐµοῖσι φαρµάκοις. µηδείς µε φαύλην κἀσθενῆ νοµιζέτω µηδ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου, βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐµενῆ: 810τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. Χορός ἐπείπερ ἡµῖν τόνδ ἐκοίνωσας λόγον, σέ τ ὠφελεῖν θέλουσα καὶ νόµοις βροτῶν ξυλλαµβάνουσα δρᾶν σ ἀπεννέπω τάδε.

13 Μήδεια οὐκ ἔστιν ἄλλως: σοὶ δὲ συγγνώµη λέγειν 815τάδ ἐστί, µὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. Χορός ἀλλὰ κτανεῖν σὸν σπέρµα τολµήσεις, γύναι; Μήδεια οὕτω γὰρ ἂν µάλιστα δηχθείη πόσις. Χορός σὺ δ ἂν γένοιό γ ἀθλιωτάτη γυνή. Μήδεια ἴτω: περισσοὶ πάντες οὑν µέσῳ λόγοι. 820ἀλλ εἶα χώρει καὶ κόµιζ Ἰάσονα (ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώµεθα) λέξῃς δὲ µηδὲν τῶν ἐµοὶ δεδογµένων,

14 εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ ἔφυς. 5. Medea gebruikt Jason voor haar plannen ( ) a. Jason neemt afscheid van zijn kinderen ὦ τέκνα τέκνα, δεῦρο, λείπετε στέγας, 895ἐξέλθετ, ἀσπάσασθε καὶ προσείπατε πατέρα µεθ ἡµῶν καὶ διαλλάχθηθ ἅµα τῆς πρόσθεν ἔχθρας ἐς φίλους µητρὸς µέτα: σπονδαὶ γὰρ ἡµῖν καὶ µεθέστηκεν χόλος. λάβεσθε χειρὸς δεξιᾶς: οἴµοι, κακῶν 900ὡς ἐννοοῦµαι δή τι τῶν κεκρυµµένων. ἆρ, ὦ τέκν, οὕτω καὶ πολὺν ζῶντες χρόνον φίλην ὀρέξετ ὠλένην; τάλαιν ἐγώ, ὡς ἀρτίδακρύς εἰµι καὶ φόβου πλέα. χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουµένη 905ὄψιν τέρειναν τήνδ ἔπλησα δακρύων.

15 Χορός κἀµοὶ κατ ὄσσων χλωρὸν ὡρµήθη δάκρυ: καὶ µὴ προβαίη µεῖζον ἢ τὸ νῦν κακόν. Ἰάσων αἰνῶ, γύναι, τάδ, οὐδ ἐκεῖνα µέµφοµαι: εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος 910γάµου παρεµπολῶντος ἀλλοίου πόσει. ἀλλ ἐς τὸ λῷον σὸν µεθέστηκεν κέαρ, ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ, βουλήν: γυναικὸς ἔργα ταῦτα σώφρονος. ὑµῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ 915πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν: οἶµαι γὰρ ὑµᾶς τῆσδε γῆς Κορινθίας τὰ πρῶτ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι.

16 ἀλλ αὐξάνεσθε: τἄλλα δ ἐξεργάζεται πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐµενής. 920ἴδοιµι δ ὑµᾶς εὐτραφεῖς ἥβης τέλος µολόντας, ἐχθρῶν τῶν ἐµῶν ὑπερτέρους. αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας, στρέψασα λευκὴν ἔµπαλιν παρηίδα; κοὐκ ἀσµένη τόνδ ἐξ ἐµοῦ δέχῃ λόγον; Μήδεια 925οὐδέν. τέκνων τῶνδ ἐννοουµένη πέρι. Ἰάσων 929τί δή, τάλαινα, τοῖσδ ἐπιστένεις τέκνοις; Μήδεια 930ἔτικτον αὐτούς: ζῆν δ ὅτ ἐξηύχου τέκνα, ἐσῆλθέ µ οἶκτος εἰ γενήσεται τάδε. Ἰάσων

17 926θάρσει νυν: εὖ γὰρ τῶνδε θήσοµαι πέρι. Μήδεια δράσω τάδ : οὔτοι σοῖς ἀπιστήσω λόγοις: γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. Ia Τί δῆτα λίαν τοῖσδ ἐπιστένεις τέκνοις; b. Medea s verzoek aan Jason Μηδεια Ἒτικτον αὐτους ζῆν δ ὁτ ἐξηυχου τέκνα, ἐσῆλθέ µ οἶκτος εἰ γενήσεται τάδε. ἀλλ ὧνπερ οὕνεκ εἰς ἐµοὺς ἥκεις λόγους, τὰ µὲν λέλεκται, τῶν δ ἐγὼ µνησθήσοµαι. ἐπεὶ τυράννοις γῆς µ ἀποστεῖλαι δοκεῖ 935(κἀµοὶ τάδ ἐστὶ λῷστα, γιγνώσκω καλῶς, µήτ ἐµποδὼν σοὶ µήτε κοιράνοις χθονὸς

18 ναίειν: δοκῶ γὰρ δυσµενὴς εἶναι δόµοις) ἡµεῖς µὲν ἐκ γῆς τῆσδ ἀπαροῦµεν φυγῇ, παῖδες δ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί, 940αἰτοῦ Κρέοντα τήνδε µὴ φεύγειν χθόνα. Ἰάσων οὐκ οἶδ ἂν εἰ πείσαιµι, πειρᾶσθαι δὲ χρή. Μήδεια σὺ δ ἀλλὰ σὴν κέλευσον ἄντεσθαι πατρὸς γυναῖκα παῖδας τήνδε µὴ φεύγειν χθόνα. Ἰάσων µάλιστα, καὶ πείσειν γε δοξάζω σφ ἐγώ. Μήδεια 945εἴπερ γυναικῶν <γ > ἐστι τῶν ἄλλων µία. συλλήψοµαι δὲ τοῦδέ σοι κἀγὼ πόνου: πέµψω γὰρ αὐτῇ δῶρ ἃ καλλιστεύεται

19 τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ ἐγώ, πολὺ [λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον] 950παῖδας φέροντας. ἀλλ ὅσον τάχος χρεὼν κόσµον κοµίζειν δεῦρο προσπόλων τινά. εὐδαιµονήσει δ οὐχ ἕν, ἀλλὰ µυρία, ἀνδρός τ ἀρίστου σοῦ τυχοῦσ ὁµευνέτου κεκτηµένη τε κόσµον ὅν ποθ Ἥλιος 955πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς. λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας καὶ τῇ τυράννῳ µακαρίᾳ νύµφῃ δότε φέροντες: οὔτοι δῶρα µεµπτὰ δέξεται. Ἰάσων τί δ, ὦ µαταία, τῶνδε σὰς κενοῖς χέρας; 960δοκεῖς σπανίζειν δῶµα βασίλειον πέπλων, δοκεῖς δὲ χρυσοῦ; σῷζε, µὴ δίδου τάδε.

20 εἴπερ γὰρ ἡµᾶς ἀξιοῖ λόγου τινὸς γυνή, προθήσει χρηµάτων, σάφ οἶδ ἐγώ. Μήδεια µή µοι σύ: πείθειν δῶρα καὶ θεοὺς λόγος: 965χρυσὸς δὲ κρείσσων µυρίων λόγων βροτοῖς. κείνης ὁ δαίµων [κεῖνα νῦν αὔξει θεός, νέα τυραννεῖ]: τῶν δ ἐµῶν παίδων φυγὰς ψυχῆς ἂν ἀλλαξαίµεθ, οὐ χρυσοῦ µόνον. ἀλλ, ὦ τέκν, εἰσελθόντε πλουσίους δόµους 970πατρὸς νέαν γυναῖκα, δεσπότιν δ ἐµήν, ἱκετεύετ, ἐξαιτεῖσθε µὴ φυγεῖν χθόνα, κόσµον διδόντες: τοῦδε γὰρ µάλιστα δεῖ, ἐς χεῖρ ἐκείνην δῶρα δέξασθαι τάδε. ἴθ ὡς τάχιστα: µητρὶ δ ὧν ἐρᾷ τυχεῖν 975εὐάγγελοι γένοισθε πράξαντες καλῶς.

Euripides Medea EM663. Powered by TCPDF (www.tcpdf.org)

Euripides Medea EM663. Powered by TCPDF (www.tcpdf.org) Euripides Passage: Third episode: Aegeus arrives on his way back from Delphi. He sympathises with Medea's plight and offers her safe haven in Athens. Medea announces her plans to kill Creon's wife and

Διαβάστε περισσότερα

Bijlage VWO. Grieks. tijdvak 2. Tekstboekje. VW-1011-a-13-2-b

Bijlage VWO. Grieks. tijdvak 2. Tekstboekje. VW-1011-a-13-2-b Bijlage VWO 2013 tijdvak 2 Grieks Tekstboekje VW-1011-a-13-2-b Tekst 1 446 447 448 449 450 451 452 453 454 455 456 457 458 459 460 461 462 463 464 465 466 467 468 469 470 471 472 473 Ἰάσων Οὐ νῦν κατεῖδον

Διαβάστε περισσότερα

Jo Willmott Euripides Passage: EM214 First Episode: Medea enters and bewails the lot of women. Creon enters and banishes her, fearing that she will do

Jo Willmott Euripides Passage: EM214 First Episode: Medea enters and bewails the lot of women. Creon enters and banishes her, fearing that she will do First Episode: Medea enters and bewails the lot of women. Creon enters and banishes her, fearing that she will do something terrible. Medea pleads with him and he gives in. Medea plots her revenge. Μήδεια

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ ΕΝΟΣΗΣΑ 2 1. Να συμπληρώσετε τα κενά με τα παραθετικά των επιθέτων και των επιρρημάτων που βρίσκονται στην παρένθεση. - Τὸ σῴζειν τἀγαθὰ τοῦ κτήσασθαι (χαλεπόν, συγκρ.). - Τῶν ἀνδρῶν ἐπολέμησαν αἱ γυναῖκες

Διαβάστε περισσότερα

Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής

Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Ενότητα 11. Ο Αἴας του Σοφοκλή - Στίχοι 756-779 του Γ επεισοδίου Ευφημία Καρακάντζα Τμήμα Φιλολογίας 1. Σκοποί ενότητας... 3 2. Περιεχόμενα ενότητας... 3 3. Στίχοι

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4) 53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,

Διαβάστε περισσότερα

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΜΕΡΟΣ Α ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να αποδοθεί το κείμενο στη νέα ελληνική. (Μονάδες:

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ www.scooltime.gr www.schooitime.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 4 ΣΕΛΙ ΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ

Διαβάστε περισσότερα

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΕΞΕΤΑΣΕΩΝ Β ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Κείµενο ιδαγµένο: ηµοσθένους, Υπέρ τῆς Ῥοδίων ἐλευθερίας, (18-20) 18 Ὥστ ἔγωγ οὐκ ἄν ὀκνήσαιµ

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα

Διαβάστε περισσότερα

Η απρόσωπη σύνταξη στα ν.ε. Απρόσωπα ρήματα είναι : α) τα ρήματα που σχηματίζονται μόνο στο γ' ενικό πρόσωπο: πρέπει, πρόκειται, επείγει κ.ά.

Η απρόσωπη σύνταξη στα ν.ε. Απρόσωπα ρήματα είναι : α) τα ρήματα που σχηματίζονται μόνο στο γ' ενικό πρόσωπο: πρέπει, πρόκειται, επείγει κ.ά. Η απρόσωπη σύνταξη στα ν.ε. Συντακτικό Αρχαίας Ελληνικής Γλώσσας Προτού μιλήσουμε για την απρόσωπη σύνταξη στα αρχαία ελληνικά (α.ε.), ας την δούμε πρώτα στα νέα ελληνικά (ν.ε.). Υπάρχουν άραγε απρόσωπα

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

Bijlage VWO. Grieks. tijdvak 1. Tekstboekje. VW-1011-a-13-1-b

Bijlage VWO. Grieks. tijdvak 1. Tekstboekje. VW-1011-a-13-1-b Bijlage VWO 2013 tijdvak 1 Grieks Tekstboekje VW-1011-a-13-1-b Tekst 1 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 Kreon Zo dadelijk wordt u met geweld verwijderd.

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

persoon praesens imperfectum sigmatische aoristus

persoon praesens imperfectum sigmatische aoristus Werkwoord actief Grammatica invulschema serie 6 persoon praesens imperfectum sigmatische aoristus thematische aoristus 1 ev (ik) κρου-ω ἐ-κρου-ον ἐ-κρου-σα εἰπ-ον 2 ev ( jij) κρου-εις ἐ-κρου-ες ἐ-κρου-σας

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή

ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ

Διαβάστε περισσότερα

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ 2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που

Διαβάστε περισσότερα

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

ΕΥΡΙΠΙΔΗΣ [ΜΗΔΕΙΑ] Ἀποσπάσματα

ΕΥΡΙΠΙΔΗΣ [ΜΗΔΕΙΑ] Ἀποσπάσματα ΕΥΡΙΠΙΔΗΣ [ΜΗΔΕΙΑ] Ἀποσπάσματα ΕΥΡΙΠΙΔΗΣ [ΜΗΔΕΙΑ] Ἀποσπάσματα Ἐπιλογὴ - ἀπόδοση Θοδωρὴς Βοριᾶς Θεσσαλονίκη 2010 ΕΥΡΙΠΙΔΗΣ [ΜΗΔΕΙΑ] Ἀποσπάσματα Ἐπιλογὴ - ἀπόδοση: Θοδωρὴς Βοριᾶς Copyright: Θοδωρὴς Βοριᾶς

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 1 ΙΟΥΝΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης 44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,

Διαβάστε περισσότερα

Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή

Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καί τό κοινόν τῆς πόλεως ἐπιστάντες ἔροιντο Εἰπέ μοι,

Διαβάστε περισσότερα

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο Υπουργείο Παιδείας και Πολιτισμού Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου Δειγματικό Εξεταστικό Δοκίμιο Α Τετράμηνο Το δειγματικό δοκίμιο αξιολόγησης που ακολουθεί βασίζεται στον γενικό τύπο διαγωνίσματος που

Διαβάστε περισσότερα

Εισαγωγή στη Φιλοσοφία

Εισαγωγή στη Φιλοσοφία Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41)

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 6 IOYΝIOY 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ : ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΔΕΥΤΕΡΑ 2 ΙΟΥΝΙΟΥ 2014 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: ΤΡΕΙΣ (3) Διδαγμένο

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

Nominativus 3rd person (αὐτός, αὐτή, αὐτό) is not used for he/she/it/they. (οὗτος, ἐκεῖνος can be used instead)

Nominativus 3rd person (αὐτός, αὐτή, αὐτό) is not used for he/she/it/they. (οὗτος, ἐκεῖνος can be used instead) Overview personal pronoun ἐγώ - I ἡμεῖς - we σύ - you ὑμεῖς - you Nominativus 3rd person (αὐτός, αὐτή, αὐτό) is not used for he/she/it/they. (οὗτος, ἐκεῖνος can be used instead) 1st person 2nd person 3rd

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, 54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ

Διαβάστε περισσότερα

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Διαβάστε περισσότερα

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Κυ ρι ε ε λε η σον Ἦχος Πα Α µην Π α σα πνο η αι νε σα τω τον Κυ ρι ον Ἕτερον. Π α σα πνο η αι νε σα α τω τον Κυ υ ρι ι ον 1 ΙΩΑΝΝΟΥ Α. ΝΕΓΡΗ

Διαβάστε περισσότερα

ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36

ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36 ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36 ΘΕΜΑ: Εγκώμιο των προγόνων, των πατέρων και της σύγχρονης γενιάς. Υποδήλωση του θέματος του Επιταφίου. ΠΡΟΓΟΝΟΙ (Από τη μυθική εποχή ως το τέλος των Περσικών

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ & ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΚΑΙ Δ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 Α Διδαγμένο κείμενο Αριστοτέλης, Πολιτικά, επιλογή από 1274b32

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΘΕΑΤΡΟ ΕΡΕΤΡΙΑΣ ΑΙΩΝΙΟ ΦΩΣ

ΑΡΧΑΙΟ ΘΕΑΤΡΟ ΕΡΕΤΡΙΑΣ ΑΙΩΝΙΟ ΦΩΣ ΑΡΧΑΙΟ ΘΕΑΤΡΟ ΕΡΕΤΡΙΑΣ ΑΙΩΝΙΟ ΦΩΣ ΑΜΑΡΥΝΘΟΣ 2015 Οι μαθητές μας διαβάζουν τους αρχαίους τραγικούς μας και τον Αριστοφάνη. Ενώνουν μεταφρασμένους στίχους των έργων τους και... δημιουργούν! ΧΡΗΜΑ Καμιά

Διαβάστε περισσότερα

ΣΥΝΤΑΚΤΙΚΟ Ο. ΠΑΛΑΙΟΧΩΡΙΝΟΥ

ΣΥΝΤΑΚΤΙΚΟ Ο. ΠΑΛΑΙΟΧΩΡΙΝΟΥ Περίοδος ονομάζεται το κομμάτι του λόγου που αρχίζει και τελειώνει σε ισχυρό σημείο στίξης (τελεία, ερωτηματικό, θαυμαστικό). Όταν στην αρχή ή στο τέλος έχουμε άνω τελεία, μιλάμε τώρα πια για ημιπερίοδο.

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

1 1 παυλος και σιλουανος και τιμοθεος

1 1 παυλος και σιλουανος και τιμοθεος 2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν

Διαβάστε περισσότερα

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ

Διαβάστε περισσότερα

ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που

ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑÏΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο Πλάτωνος

Διαβάστε περισσότερα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο. «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε

Διαβάστε περισσότερα

Το κατηγορούμενο. Ασκήσεις συντακτικού

Το κατηγορούμενο. Ασκήσεις συντακτικού Το κατηγορούμενο Ασκήσεις συντακτικού ΑΣΚΗΣΗ 1 Να εντοπίσετε τα κατηγορούμενα στις παρακάτω προτάσεις και να αναγνωρίσετε το είδος τους: 1.1. Τὰ μὲν κατηγορημένα οὕτως ἐστὶ πολλὰ καὶ δεινὰ (= Οι κατηγορίες

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

ΘΕΜΑΤΑ ΚΑΙ ΑΠΑΝΤΗΣΕΙΣ ΕΠΑΝΑΛΗΠΤΙΚΩΝ ΠΑΝΕΛΛΑ ΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ 2014 ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Θ2, 1-4)

ΘΕΜΑΤΑ ΚΑΙ ΑΠΑΝΤΗΣΕΙΣ ΕΠΑΝΑΛΗΠΤΙΚΩΝ ΠΑΝΕΛΛΑ ΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ 2014 ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Θ2, 1-4) ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Θ2, 1-4) Ὅτι μὲν οὖν νομοθετητέον περὶ παιδείας καὶ ταύτην κοινὴν ποιητέον, φανερόν τίς δ ἔσται ἡ παιδεία καὶ πῶς χρὴ παιδεύεσθαι, δεῖ μὴ λανθάνειν.

Διαβάστε περισσότερα

Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής

Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Ενότητα 5: Ο Αἴας του Σοφοκλή Πάροδος (στ. 134-200) Ευφημία Καρακάντζα Τμήμα Φιλολογίας 1. Σκοποί ενότητας... 3 2. Περιεχόμενα ενότητας... 3 3. Η πάροδος του

Διαβάστε περισσότερα

Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους:

Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: ΤΡΟΠΟΙ ΣΥΝΔΕΣΗΣ ΠΡΟΤΑΣΕΩΝ Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: με το ασύνδετο σχήμα παρατακτικά / κατά παράταξη υποτακτικά / καθ' υπόταξη ΑΣΥΝΔΕΤΟ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε

Διαβάστε περισσότερα

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26

ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 ΚΕΙΜΕΝΟ: Υπερείδης, Επιτάφιος, 23-26 Ο Επιτάφιος του Υπερείδη είναι ένας από τους έξι επιτάφιους της αρχαίας ελληνικής γραμματείας. Γράφτηκε και εκφωνήθηκε στις αρχές της άνοιξης του 322 π. Χ. Αφορά τους

Διαβάστε περισσότερα

Gregorius Nyssenus - De deitate filii et spiritus sancti

Gregorius Nyssenus - De deitate filii et spiritus sancti This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering

Διαβάστε περισσότερα

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ Α] Να εντοπίσετε το Ρήμα, το Υποκείμενο και το Κατηγορούμενο ή το Αντικείμενο/α: 1. Ὁ σοφὸς ἐστι εὐδαίμων. 2. Βουκεφάλας ὑπὸ καύματος καματηρὸς ἐγένετο. 3. Ὁ ἵππος μέλας

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, 322Α-323Α.

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, 322Α-323Α. ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 12 ΣΕΠΤΕΜΒΡΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΑΝΤΩΝΥΜΙΕΣ. Αρχαία ελληνική γλώσσα. Κορίνα Τσιτσιρίκου

ΑΝΤΩΝΥΜΙΕΣ. Αρχαία ελληνική γλώσσα. Κορίνα Τσιτσιρίκου ΑΝΤΩΝΥΜΙΕΣ Αρχαία ελληνική γλώσσα Κορίνα Τσιτσιρίκου ΑΝΤΩΝΥΜΙΕΣ Οι αντωνυμίες που δηλώνουν τα τρία πρόσωπα του λόγου, πρώτο, δεύτερο και τρίτο, λέγονται προσωπικές. Το πρώτο πρόσωπο είναι εκείνο που μιλά:

Διαβάστε περισσότερα

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ ΤΑΞΗ: Γ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΣ: ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ Ημερομηνία: Σάββατο 21 Απριλίου 2018 Διάρκεια Εξέτασης: 3 ώρες ΕΚΦΩΝΗΣΕΙΣ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΟΛΙΤΙΚΑ (Α1. 1, Γ1

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν

Διαβάστε περισσότερα

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι Η δεύτερη κλίση περιλαμβάνει ονόματα: αρσενικά και θηλυκά σε: -ος ουδέτερα σε: -ον συνηρημένα σε: -ους, -ουν αττικόκλιτα αρσενικά και θηλυκά σε: -ως, ουδέτερα σε: -ων Τα αρσενικά και τα θηλυκά της β' κλίσης

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ H ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ H ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ H ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 03: Πρόλογος (153a-154c). Ο Σωκράτης γυρίζει από τον πόλεμο - Ο Χαρμίδης εμφανίζεται στην παλαίστρα του Ταυρέα. Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας

Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας Καρίων προς Πλούτο: «κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ οἷς

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)

ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους

Διαβάστε περισσότερα

ΘΟΥΚΥΔΙΔΗΣ. καί ὑπερενεγκόντες ναῦς ἀποκομίζονται: κύρια πρόταση ἀποκομίζονται: ρήμα

ΘΟΥΚΥΔΙΔΗΣ. καί ὑπερενεγκόντες ναῦς ἀποκομίζονται: κύρια πρόταση ἀποκομίζονται: ρήμα ΘΟΥΚΥΔΙΔΗΣ Συντακτική ανάλυση Οἱ μέν οὖν παρά τήν γῆν: κύρια πρόταση ἐκομίζοντο: ρήμα οἱ Πελοποννήσιοι: υποκ. τῆς νυκτός: γεν. του χρόνου εὐθύς: επιρ. προσδ. χρόνου κατά τάχος: ΠΣ τρόπου ἐπ οἴκου: ΠΣ κατεύθυνσης

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,

Διαβάστε περισσότερα

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης.

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης. Αρχαία Ελληνικά Ενότητα 6. Λύσεις ασκήσεων 1. Συμπλήρωσε τις προτάσεις επιλέγοντας τη σωστή λέξη από το εξωτερικό πλαίσιο. 1) Πρίαμος ἢ Μενέλαος ἄρχει Σπάρτης; 2) Οὐχ ὁρῶ τὸ ἐμὸν ἀργύριον. Κλέπτης εἶ,

Διαβάστε περισσότερα

ΕΠΑΝΑΛΗΠΤΙΚΟ ΚΡΙΤΗΡΙΟ ΑΞΙΟΛΟΓΗΣΗΣ ΣΤΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ, ΚΑΤΕΥΘΥΝΣΗΣ Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ...

ΕΠΑΝΑΛΗΠΤΙΚΟ ΚΡΙΤΗΡΙΟ ΑΞΙΟΛΟΓΗΣΗΣ ΣΤΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ, ΚΑΤΕΥΘΥΝΣΗΣ Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ... ΕΠΑΝΑΛΗΠΤΙΚΟ ΚΡΙΤΗΡΙΟ ΑΞΙΟΛΟΓΗΣΗΣ ΣΤΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ, ΚΑΤΕΥΘΥΝΣΗΣ........................ Α. ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ............................ Διδακτική ενότητα : Αριστοτέλους «Πολιτικά», Ενότητα

Διαβάστε περισσότερα

ΙΑΝΟΥΑΡΙΟΣ 2012 ΚΕΙΜΕΝΟ: ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ ΠΑΡΑΤΗΡΗΣΕΙΣ:

ΙΑΝΟΥΑΡΙΟΣ 2012 ΚΕΙΜΕΝΟ: ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ ΠΑΡΑΤΗΡΗΣΕΙΣ: ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Β ΓΥΜΝΑΣΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ... ΙΑΝΟΥΑΡΙΟΣ 2012 ΚΕΙΜΕΝΟ: ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ Ἐν μὲν οὖν τῷ λοιπῷ βίῳ τὴν τοιαύτην

Διαβάστε περισσότερα

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ

Διαβάστε περισσότερα

ΑΠΑΝΤΗΣΕΙΣ. 1. Νομίζω ότι πρέπει, άνδρες Αθηναίοι, επειδή συζητάτε για τόσο σπουδαία ζητήματα,

ΑΠΑΝΤΗΣΕΙΣ. 1. Νομίζω ότι πρέπει, άνδρες Αθηναίοι, επειδή συζητάτε για τόσο σπουδαία ζητήματα, ΑΠΑΝΤΗΣΕΙΣ 1. Νομίζω ότι πρέπει, άνδρες Αθηναίοι, επειδή συζητάτε για τόσο σπουδαία ζητήματα, να παραχωρείτε πλήρη την ελευθερία του λόγου στον καθένα από τους ρήτορες. Εγώ, βεβαία, ποτέ μέχρι τώρα δε

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ β ΛΥΚΕΙΟΥ Ξενοφῶντος, Ἑλληνικά, 1,1,27-28 Ἐν δὲ τῷ χρόνῳ τούτῳ ἠγγέλθη τοῖς τῶν Συρακοσίων στρατηγοῖς οἴκοθεν ὅτι φεύγοιεν ὑπὸ τοῦ δήμου. Συγκαλέσαντες οὖν τοὺς ἑαυτῶν στρατιώτας Ἑρμοκράτους

Διαβάστε περισσότερα

οφοκλέους Αντιγόνη, στ. 39-57 Φύλλο εργασίας αρ.3α

οφοκλέους Αντιγόνη, στ. 39-57 Φύλλο εργασίας αρ.3α οφοκλέους Αντιγόνη, στ. 39-57 Φύλλο εργασίας αρ.3α Στ. 39 Τί ἄν προσθείμην (= δυν.ευκτική = θα μπορούσα να προσθέσω) λύουσα εἴ ἅπτουσα (= τροπ.μτχ) = χαλαρώνοντας ή σφίγγοντας τον κόμπο; (έκφραση αμηχανίας)

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙΔΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ και Δ ΕΣΠΕΡΙΝΩΝ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙΔΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ και Δ ΕΣΠΕΡΙΝΩΝ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙΔΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ και Δ ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ- Δ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΩΝ ΣΑΒΒΑΤΟ 21 ΙΟΥΝΙΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Εἶτα δεῖ καὶ ἐκείνων μεμνῆσθαι, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Εἶτα δεῖ καὶ ἐκείνων μεμνῆσθαι, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΜΑΘΗΜΑ / ΤΑΞΗ : Β ΛΥΚΕΙΟΥ ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ ΗΜΕΡΟΜΗΝΙΑ: 29 /11 /2015 ΕΠΙΜΕΛΕΙΑ ΔΙΑΓΩΝΙΣΜΑΤΟΣ: Μακρή Γεωργία, Κοντομηνά Κική ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Εἶτα δεῖ καὶ

Διαβάστε περισσότερα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπίκουρος Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Ὁ Ἀρειανισµὸς

Διαβάστε περισσότερα

ΙΙΙ. ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ - ΠΑΡΑ ΕΙΓΜΑΤΑ ΕΡΩΤΗΣΕΩΝ ΜΕΡΟΣ Β

ΙΙΙ. ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ - ΠΑΡΑ ΕΙΓΜΑΤΑ ΕΡΩΤΗΣΕΩΝ ΜΕΡΟΣ Β ΙΙΙ. ΣΟΦΟΚΛΕΟΥΣ ΑΝΤΙΓΟΝΗ - ΠΑΡΑ ΕΙΓΜΑΤΑ ΕΡΩΤΗΣΕΩΝ 1. Στίχοι 635-680 ΜΕΡΟΣ Β 1.1. Ερµηνευτικές ερωτήσεις ανοικτού τύπου (ανάπτυξης και σύντοµης απάντησης) 1. Οι πρώτες λέξεις των στίχων 635 και 637 είναι

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 26 ΜΑΪΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΕΞΙ (6) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος,

Διαβάστε περισσότερα

α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε

α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε Ἦχος Νη α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε στη η και ε πι κα α θε ε ε ε δρα α λοι οι µων ου ουκ ε ε κα θι ι σε ε ε

Διαβάστε περισσότερα

ΘΟΥΚΥΔΙΔΗ ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 35

ΘΟΥΚΥΔΙΔΗ ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 35 ΘΟΥΚΥΔΙΔΗ ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 35 «Οἱ μὲν πολλοὶ ἐπαινοῦσι τὸν προσθέντα Ο Περικλής, όμως, διαφωνεί. τῷ νόμῳ τὸν λόγον τόνδε» Γιατί; 1. «ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων

Διαβάστε περισσότερα

ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ. Αριστοτέλη «Πολιτικά»

ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ. Αριστοτέλη «Πολιτικά» Ελευθερίου Βενιζέλου 237, Γάζι Τηλ./Fax: 2810 823411 email: syxekp@gmail. com www.syekp.gr Βρέντζου Μαρία, Φιλόλογος ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ 2015 ΠΡΟΤΕΙΝΟΜΕΝΟ ΘΕΜΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ ΚΕΙΜΕΝΟ Αριστοτέλη «Πολιτικά»

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C). ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

Searching in the following:

Searching in the following: Searching in the following: Plato Phil.: Epistulae [Dub.] Stephanus page 352, section c, line 6 Ἔσθ' ὑμῖν κατ ὰ Σικελίαν πᾶσαν λελυμένης τῆς τυραννίδος πᾶσα μάχη περ ὶ αὐτῶν τούτων, τῶν μὲν βουλομένων

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

Κριτήριο αξιολόγησης στα Αρχαία Ελληνικά Κατεύθυνσης Γ Λυκείου

Κριτήριο αξιολόγησης στα Αρχαία Ελληνικά Κατεύθυνσης Γ Λυκείου Κριτήριο αξιολόγησης στα Αρχαία Ελληνικά Κατεύθυνσης Γ Λυκείου Β1. Σε αυτή την ενότητα ο Αριστοτέλης επιχειρεί να δώσει τον πρώτο ορισμό της έννοιας «πόλις» στα Πολιτικά. Συγκεκριμένα, το προσεχές της

Διαβάστε περισσότερα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα