ΕΙΣ ΤΟΝ ΕΣ ΠΕΡΙΝΟΝ. Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια.

Save this PDF as:
 WORD  PNG  TXT  JPG

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "ΕΙΣ ΤΟΝ ΕΣ ΠΕΡΙΝΟΝ. Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια."

Transcript

1 Μνήμη της Ανακομιδής των Λειψάνων των Αγίων και Θαυματουργών Αναργύρων, Κύρου και Ιωάννου ΕΙΣ ΤΟΝ ΕΣ ΠΕΡΙΝΟΝ Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια. Ήχος δ' Ως γενναίον εν Μάρτυσι Τήν δυάδα τιμήσωμεν, τών Μαρτύρων εν άσμασι, τής Τριάδος έχουσαν τήν λαμπρότητα, τούς θεμελίους τής πίστεως, τά άνθη τά πνέοντα, τήν οσμήν τήν αληθή, τής Θεού επιγνώσεως, Κύρον άπαντες, καί σύν τούτω τόν μέγαν Ιωάννην, ως πρεσβεύοντας απαύστως, υπέρ ημών τόν φιλάνθρωπον. Διά βίου λαμπρότητος, καί ασκήσεως έλαμψας, καί αθλήσει ύστερον κατεκόσμησας, τήν σήν ψυχήν Κύρε ένδοξε, στρατείαν δέ έλιπες, τήν επίγειον σοφέ, Ιωάννη καί εύρηκας, τήν ουράνιον, ικετεύσατε άμφω τόν Σωτήρα, υπέρ τών επιτελούντων, υμών τήν μνήμην μακάριοι. Ιατροί ανεδείχθητε, ασθενούντων μακάριοι, καί φωστήρες άδυτoι θείας πίστεως, ομολογίας συνήγοροι, Μαρτύρων συμμέτοχοι, τούς στεφάνους αληθώς, εκ Θεού ανεδήσασθε, Κύρε ένδοξε, καί σοφέ Ιωάννη εν αινέσει, δυσωπείτε τόν Σωτήρα, υπέρ τών πίστει υμνούντων υμάς 1. Αθληταί γενναιότατοι, ιατροί θεοπρόβλητοι, Κύρε Ιωάννη τε μεγαλώνυμοι, ως τών τυράννων ωλέσατε, τό θράσος τό άθεον, τού νοός μου εκτροπάς, τυραννούσας με θραύσατε, καί ιάσασθε, τής ψυχής μου τά πάθη, καί μελλούσης, εκλυτρώσασθέ με δίκης, τόν Λυτρωτήν ικετεύοντες. Τού συνέχοντος κλύδωνος, καί τής ζάλης τών θλίψεων, τής επερχομένης μοι καί τού σώματος, τών οδυνών με λυτρώσασθε, κουφίζοντες Άγιοι, πάντα πόνον τής ψυχής, ορατώς αοράτως τε, προσγινόμενον, όπως πίστει καί πόθω μακαρίζω, τήν υμών σεπτήν δυάδα, υπέρ Τριάδος αθλήσασαν. Ως ναοί χρηματίσαντες, τού Θεού ωραιότατοι, Κύρε Ιωάννη τε τόν ναόν υμών, πηγήν ιάσεων δείκνυσθε, εν ώ με προστρέχοντα, αρρωστήματος παντός, απαλλάξατε Άγιοι, ειρηνεύοντες, τήν αθλίαν ψυχήν μου επηρείαις, τού εχθρού ταραττομένην, καί τή κακία δουλεύουσαν. 2 1 Μηναίο, τη ΚΗ του μηνός Ιουνίου. 2 Μηναίο, τη ΛΑ του μηνός Ιανουαρίου.

2 Δόξα... Ήχος πλ. δ' Δυάς μαρτύρων σήμερον ανέτειλεν ημίν, τάς ψυχικάς αλγηδόνας ημών θεραπεύουσα, Κύρος καί Ιωάννης οι θαυματουργοί, ό μέν γάρ ισάγγελον ασπασάμενος άμιλλαν, τώ μονήρει βίω, μέχρι τέλους ενδιαπρέψας, αίματι τού Μαρτυρίου οικειούται τώ Χριστώ, ο δέ, στρατιωτικοίς ενδιαπρέψας καταλόγοις, ταίς ουρανίαις στρατολογίαις συγκαταριθμείται. Διό ιάσεις νέμουσι τοίς εν πίστει τελούσι τήν μνήμην αυτών, πρεσβεύοντες υπέρ τών ψυχών ημών. Καί νύν... Θεοτοκίον Οι Μάρτυρές σου Κύριε Εγώ ειμι Πανάμωμε, δένδρον τό άκαρπον τού θείου λόγου, καρπόν σωτήριον μηδόλως φέρον, καί δειλιώ τήν εκκοπήν, μήπως εις τό πύρ βληθώ τό άσβεστον, όθεν δυσωπώ σε. Τούτου ρύσαί με, δείξασα καρποφόρον, Άχραντε, τώ Υιώ σου τή μεσιτεία σου 3. Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α. Δεῦτε, πιστοί, συνελθόντες σήμερον ἐν τῷ οἴκῳ Κυρίου ᾀσματικοῖς ἐγκωμίοις καταστέψωμεν τὴν γεραρὰν ξυνωρίδα τῶν σεπτῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου οὗτοι γὰρ ἄλγη νοσούντων ἰασάμενοι θείᾳ χάριτι καὶ Χριστοῦ τὸ ὄνομα παῤῥησίᾳ ὁμολογήσαντες μαρτυρίου τὰς τρίβους ἀκλινῶς καὶ εὐψύχως ἥνυσαν αὐτῆς, οὖν καὶ ἡμεῖς τὴν γενναιότητα μιμούμενοι ὁμολογηταὶ τῆς ἀληθείας γενώμεθα, ἵνα τῆς οὐρανίου χαρᾶς ἀξιωθῶμεν καὶ ἀλήκτου μακαριότητος. Ἦχος β. Ἀνέτειλε σήμερον φαιδρὰ καὶ πανέορτος ἡ τῶν ἐνδόξων ἰατήρων μνήμη, Κύρου καὶ Ἰωάννου, τῶν θαυμαστῶν Ἀναργύρων, τοὺς πιστοὺς κατευφραίνουσα δεῦτε, οὖν, πάντες, αὐτῶν ἀναμέλποντες τὰ κατορθώματα καὶ τοὺς ἄθλους ἐπαινοῦντες Χριστὸν δοξολογήσωμεν, τὸν τοιούτους ἡμῖν μεσίτας δωρησάμενον. Ὁ αὐτός. Ἀνατολίου Δεῦτε τῶν Πιστῶν ὁ σύλλογος σήμερον, ὕμνοις στέψωμεν, Κῦρον σὺν τῷ Ἰωάννῃ, τοὺς ἀροτῆρας τῆς χάριτος, καὶ δοτῆρας τῶν αἰτούντων ἀφθονωτάτους ποικιλοτρόπως γὰρ πᾶσιν, ἀνεδείχθησαν ἰατροὶ παμφαεῖς ὅθεν καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 3 Μηναίο, τη ΛΑ του μηνός Ιανουαρίου.

3 Ἦχος γ. Τοὺς ἐμψυχωτὰς Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ καλλινίκους τῆς πίστεως μάρτυρας τιμήσωμεν, Κῦρον καὶ Ἰωάννην, εὐλαβῶς ἀνακράζοντες ὁπλῖται Κυρίου γενναιότατοι, ἀσθενούντων ἀναρφωσις καὶ ἴασις, τοὺς ὑμῶν τὴν ἁγίαν μνήμην γεραίροντας ἰθύνατε πρὸς θέωσιν καὶ ζωὴν τὴν αἰώνιον. Ἦχος δ. Τὴν φιλόχριστον καὶ οὑ φιλόχρυσον ξυνωρίδα, τὴν φιλάνθρωπος δαπανήσασαν τὸν βίον, Κῦρον καὶ Ἰωάννην, ὡς ἰατρῶν ἀκρότητας φαιδρῶς ὑμνήσωμεν οὗτοι γὰρ τὸν θρῆνον τοῦ λαοῦ εἰς χαρὰν μεταβαλόντες καὶ φάρμακα παυσίπονα οὐράνια πιστοῖς δόντες ἀθλητικῶς ἐν σταδίῳ τὸν ἀγῶνα ἐτέλεσαν καὶ νῦν τῷ δοτῆρι τῶν ἀγαθῶν συνόντες καὶ χαρᾶς ἀνεκλαλήτου μετέχοντες, Χριστῷ πρεσβεύουσιν ὑπὲρ ὑγιείας τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν. Ὁ αὐτός. Ἀξιεπαίνοις ᾄσμασι, πιστοὶ μεγαλύνωμεν, Κῦρον καὶ Ἰωάννην, τοὺς ἐν πνεύματι ὁμαίμονας, καὶ κατὰ σάρκα ἀδελφόφρονας, σὺν αὐτοῖς καὶ τὴν γενναίαν Ἀθανασίαν ἐγκωμιάζοντες, καὶ τὰ βλαστήματα αὐτῆς, Θεοδότην Εὐδοξίαν καὶ Θεοκτίστην, τὰς ἀθληφόρους καὶ καλλιπαρθένους, αἰτοῦντας Χριστόν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος πλ. α. Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε. Ἦχος πλ. δ' Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι τοῦ Μαρτυρίου οἰκειοῦται τῷ Χριστῷ, ὁ δέ, στρατιωτικοῖς ἐνδιαπρέψας καταλόγοις, ταῖς οὐρανίαις στρατολογίαις συγκαταριθμεῖται. Διὸ ἰάσεις νέμουσι τοῖς ἐν πίστει τελοῦσι τὴν μνήμην αὐτῶν, πρεσβεύοντες ὑπὲρ τῶν

4 ψυχῶν ἡμῶν. Δόξα. Ἦχος δ. Τοὺς νοητοὺς πολυτίμους μαργαρίτας τῆς πίστεως, Κῦρον καὶ Ἰωάννην, τοὺς ἀναργύρως νόσους ἰωμένους, εὐσεβόφρονες πάντες, καταστέψωμεν ᾄσμασιν, οὗτοι γὰρ θυσίαν λογικὴν ἑαυτοὺς προσενεγκόντες Κυρίῳ πιστῶν καταφυγὴ γεγόνασι σωτηρίας καὶ ἰατρεῖον ἀδάπανον νοσούντων ἀνιάτως διὸ αὐτῶν ἀξιόχρεως τὴν μνήμην ἑορτάζοντες καὶ τὰ κατορθώματα μέλποντες τὰς πρὸς Κύριον τὸν Θεὸν ἡμῶν θερμὰς πρεσβείας ἐξαιτούμεθα. Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου... 4 Εις τόν Στίχον Εἰς τὸν Στίχον. Στιχηρὰ Ἀπόστιχα. Ἦχος πλ. α. Χαίροις, ἀσκητικῶν. Χαίροις, ἡ τῶν μαρτύρων δυάς, ἡ ἀναργύρως ἰωμένη τοὺς πάσχοντας, διώκουσα ἀσθενείας, λοιμώδεις καὶ χαλεπάς, καὶ τὰς ἀλγηδόνας θεραπεύουσα, αὐτῇ τῶν ἑκάστοτε, προστρεχόντων ἐκ πίστεως, καὶ ἐκβοώντων Κῦρε πνευματοφόρητε, ἀκεσώδυνον κόσμου θεραπευτήριον, καὶ Ἰωάννη ἔνθεε, ἀνδρείας ἐκτύπωμα, καὶ λαμπηδὼν εὐσεβείας, καὶ ψυχικῆς ὡραιότητος, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. 4 Ποίημα Χαραλάμπους Μπούσια.

5 Χαίροις, ἡ τῶν μαρτύρων δυάς, τρισμάκαρ Κῦρε, ἰατρὲ πνευματέμφορε, καὶ πάνσεπτε Ἰωάννη, οἱ τὸν ἀγῶνα καλῶς, τῆς ὁμολογίας ἐνθαῤῥύναντες, τελέσαι τὴν πάναγνον, θυγατέρων ὁμήγυριν, Ἀθανασίας, τὰ λαμπρὰ ἐκβλαστήματα, τῆς ἀλκίφρονος, καὶ στεῤῥᾶς καλλιμάρτυρος ὅθεν κλεινοὶ Ἀνάργυροι, ὑμῶν τὴν ὑπέρφωτον, καὶ πανσεβάσμιον μνήμην ἐπιτελοῦντες κραυγάζομεν Χριστὸν δυσωπεῖτε ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Χαίροις, ἡ τῶν μαρτύρων δυάς, τῶν θαυμασίων ἀστραπαῖς διαλάμψασα, ἐν πάσῃ τῇ Ἐκκλησίᾳ, καὶ ἀσθενείας πιστῶν, χάριτι τῇ θείᾳ θεραπεύσασα σεπτὲ Κῦρε βλάστημα, τῆς μεγάλης τῶν Πόλεων, Ἀλεξανδρείας, ἰατρὲ θεοπρόβλητε, τὸ τριβώνιον, ὁ προκρίνας ἀσκήσεως, πολυτελοῦς ἐνδύματος, ἡδίστης βιώσεως, καὶ Ἰωάννη Κυρίου, τῆς στρατιᾶς ἐγκαλλώπισμα, καὶ γόνε Ἐδέσσης, πέμψαι πᾶσι δυσωπεῖτε, Χριστὸν ὑγίειαν. 5 Δόξα... Ήχος β' Ανατολίου Δεύτε τών Πιστών ο σύλλογος σήμερον, ύμνοις στέψωμεν, Κύρον σύν τώ Ιωάννη, τούς αροτήρας τής χάριτος, καί δοτήρας τών αιτούντων αφθονωτάτους, ποικιλοτρόπως γάρ πάσιν, ανεδείχθησαν ιατροί παμφαείς, όθεν καί πρεσβεύουσιν, υπέρ τών ψυχών ημών. Καί νύν... Θεοτοκίον Ότε, εκ τού ξύλου σε Σκέπη, καί αντίληψις ημών, τών Χριστιανών σύ υπάρχεις, καί προσφυγή κραταιά, Μήτηρ τού Θεού ημών, αλλά καί νύν ώς αεί, τή αγρύπνω δεήσει σου, μή παύση πρεσβεύειν, σώζεσθαι τούς δούλους σου εκ περιστάσεως, πάσης, σέ γάρ έχομεν σκέπην, θείαν μετά τόν Θεόν πάντες, οι Χριστιανοί καί καταφύγιον 6. Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἰατρῶν ξυνωρίδα τὴν θεοπρόβλητον, Κῦρον τὸν πάνυν ἀνδρεῖον, καὶ Ἰωάννην στεῤῥόν, ὡς Μαρτύρων ἀμαρύγματα τιμήσωμεν, καὶ θαυμασίων 5 Ποίημα Χαραλάμπους Μπούσια. 6 Μηναίο, τη ΛΑ του μηνός Ιανουαρίου.

6 αὐτουργούς, ἰωμένους τῶν πιστῶν, τὰς νόσους τὰς δυσιάτους, τῇ τοῦ Θεοῦ συνεργείᾳ, λιτὰς αὐτῶν ἀπεκδεχόμενοι 7. Δόξα...Και νυν... Χαίρε πύλη Κυρίου η αδιόδευτος, τρεχόντων εις σέ, χαίρε αχείμαστε λιμήν, καί απειρόγαμε, η τεκούσα εν σαρκί, τόν Ποιητήν σου καί Θεόν, τών πρεσβεύουσα μή ελλείπης, υπέρ τών ανυμνούντων, καί προσκυνούντων τόν τόκον σου. ΕΝ ΤΩ ΟΡΘΡΩ Μετὰ τὴν α Στιχολογίαν Κάθισμα. Ἦχος α. Τὸν τάφον Σου, Σωτήρ. Προστᾶται ταχινοί, ἀνιάτως νοσούντων, καὶ ἄγρυπνοι φρουροί, εὐσεβούντων ἁπάντων, ὑπάρχετε Ἅγιοι, Ἰωάννη μακάριε καὶ πανένδοξε, πνευματοφόρητε Κῦρε Ὅθεν σήμερον ὑμῶν τὴν πάνσεπτον μνήμην ἀσμένως γεραίρομεν. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὑμνοῦμέν σε ἀεί, ἀγεώργητε χώρα, τοῦ πάντων Ποιητοῦ, ζῶντος ὕδατος κρήνη, βροτῶν παραμύθιον, καὶ χαρᾶς κόσμου πρόξενε, παναμώμητε ὑπεραγία Παρθένε, τὰ συστήματα τῶν Ὀρθοδόξων ἁπάντων εὐήχοις μελίσμασι. Μετὰ τὴν β Στιχολογίαν Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Φωστῆρες τρισμέγιστοι θεοειδῶν ἀρετῶν, τὰ πάθη ἰώμενοι τὰ ζοφερὰ τῶν βροτῶν, τοῦ Πνεύματος χάριτι, Κῦρε σημειοφόρε καὶ σεπτὲ Ἰωάννη, σκέπετε οὐρανόθεν τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ ἄθλους τοὺς ἀρίστους ὑμῶν ὕμνοις γεραίροντας. 7 Ποίημα Χαραλάμπους Μπούσια.

7 Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Θεὸν πανοικτίρμονα καὶ Λυτρωτὴν τοῦ παντός, τεκοῦσα πανύμνητε, ὑπερφυῶς Μαριάμ, τοὺς δούλους σου οἴκτειρον, καὶ πρὸς τῆς μετανοίας χειραγώγησον τρίβους, πάντας τοὺς ἀνυμνοῦντας τὸν σὸν πάνσεπτον Τόκον, καὶ πόθῳ εἰς αἰῶνας Ἁγνή, σὲ μεγαλύνοντας. Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Δυάδα πάνσεμνον, ἀνευφημήσωμεν, τὴν διαλάμψασαν, βολαῖς ἰάσεων, καὶ θεραπεύουσαν δεινά, νοσήματα τῶν μερόπων, τοῦ Σταυροῦ τῇ χάριτι, Κῦρον τὸν πνευματέμφορον, καὶ τὸν γενναιόφρονα, Ἰωάννην ὡς πίστεως, φανοὺς τηλαυγεστάτους βοῶντες Χαῖρε, δυὰς κλεινῶν μαρτύρων. Δόξα. Τὸ αὐτό. Καὶ νῦν, Θεοτοκίον. Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, Ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὔρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι Χαῖρε ἡ Κεχαριτωμένη 8. Ωδή α' Ήχος β' Δεύτε λαοί Κράτος εχθρού, τή κραταιά διαλύσαντε, τού Παρακλήτου χάριτι, θεομακάριστοι, κραταιώσατε πάντας, κατά τών τυραννούντων παθών δεόμεθα, Αθλητικώς, τόν δυσμενή διωλέσατε, χάριν Σοφοί δεξάμενοι, πάθη ανίατα, θεραπεύειν, διό μου, τά πάθη τής καρδίας νύν ιατρεύσατε. Λόγοις υμάς, τούς επί γής μακαρίζοντας, παθών αλόγων ρύσασθε, ταίς προσευχαίς υμών, Κύρε καί Ιωάννη, τού προανάρχου Λόγου θείοι θεράποντες. Θεοτοκίον Ως τά ημών, υπερβολή αγαθότητος, οικειουμένη Πάναγνε, θεοχαρίτωτε, αμαυρώσεως πάσης, καί ζάλης καί κινδύνων πάντας διάσωσον. 8 Ποίημα Χαραλάμπους Μπούσια.

8 Ωδή γ' Στερέωσον ημάς Νομίμως τώ Χριστώ ως στρατευσάμενοι, ανόμους ησχύνατε Αθλοφόροι, αλλ' αιτούμαι Παμμακάριστοι, αιωνίου αισχύνης με λυτρώσασθε. Δοτήρες αγαθών, σωτήρες πάντοτε, τών πίστει πρός υμάς καταφευγόντων, τήν ψυχήν μου διασώσατε, καί τού σώματος πάθη θεραπεύσατε. Οδούς τάς πρός ζωήν φερούσας Άγιοι, οδεύειν σθενώσατέ με καί πάσης, τών εχθρών αποπλανήσεως, προσευχαίς υμών θείαις εκλυτρώσασθε. Θεοτοκίον Τάς νόσους τών βροτών τόν αφαιρούμενον, τεκούσα πανύμνητε Παναγία, τής ψυχής μου τά συντρίμματα, καί σαρκός τά νοσήματα θεράπευσον. Ο Ειρμός «Στερέωσον ημάς εν σοί Κυριε, ο ξύλω νεκρώσας τήν αμαρτίαν, καί τόν φόβον σου εμφύτευσον, εις τάς καρδίας ημών τών υμνούντων σε». Κάθισμα Ήχος δ' Ο υψωθείς εν τώ Σταυρώ Τάς χαμαιζήλους ηδονάς συμπατούντες, πρός μαρτυρίου αθληταί θείον ύψος, περιφανώς επήρθητε εν χάριτι, Κύρε Ιωάννη τε, οικουμένης φωστήρες, όθεν ικετεύομεν, σκοτασμού αμαρτίας, καί νοσημάτων ρύσασθε ημάς, τόν επί πάντων Θεόν ικετεύοντες. Θεοτοκίον Τών ακαθάρτων λογισμών μου τά πλήθη, καί τών ατόπων εννοιών τάς νιφάδας, τίς εξειπείν δυνήσεται Πανάμωμε; τάς επαναστάσεις δέ, τών ασάρκων εχθρών μου, τίς εκδιηγήσεται, καί τήν τούτων κακίαν, Αλλά τή σή πρεσβεία αγαθή, τούτων μοι πάντων, τήν λύτρωσιν δώρησαι. Η Σταυροθεοτοκίον Τόν εξ ανάρχου τού Πατρός γεννηθέντα, η επ' εσχάτων σε σαρκί τετοκυία, επί Σταυρού κρεμάμενον ορώσά σε Χριστέ, Οίμοι! ποθεινότατε, Ιησού ανεβόα, πώς ο δοξαζόμενος, ως Θεός υπ' Αγγέλων, υπό ανόμων νύν βροτών Υιέ, θέλων σταυρούσαι; Υμνώ σε μακρόθυμε. Ωδη δ' Υμνώ σε, ακοή γάρ Κύριε Ηλίου, νοητού λαμπρότησιν, αυγαζόμενοι Αθλοφόροι τού σκότους τόν άρχοντα ωλέσατε, εξ ού τής βλάβης ημάς, δυσωπούμεν εκλυτρώσασθε,

9 φωταγωγούντες πάντων τά νοήματα. Ρoμφαίαι, ασεβείς σαφώς συγκόπτουσαι, εγνωρίσθητε Αθλοφοροι, συντρίψαντες χάριτι, τάς τού εχθρού δεινάς ρομφαίας, διό τών βελών ατρώτους ρύσασθε, τών εναντίων πάντων προσευχαίς υμών. Εκ πλήθους, χαλεπών συμπτώσεων, νοσημάτων εις πλήθος ήλθον, καί δέομαι Άγιοι, υμών τού πλήθους τού ελέους τυχείν, διά τάχους τής ιάσεως, διό τής προσευχής μου επακούσατε. Θεοτοκίον Συνήθως, εφ' ημάς τά πλούσια, σού ελέη Παρθένε ράνον, νοσήματα παύουσα, καί πάθη λύουσα ποικίλα ψυχών, τών εν πίστει προσιόντων σοι, τή τών καλών αιτία πολυϋμνητε. Ωδή ε' Ο τού φωτός χορηγός Τοίς σπαραγμοίς τών μελών, κατασπαράξαντες εχθρών άνοιαν, θεοειδείς Μάρτυρες Κυρίου, τήν σπαραττομένην υπό τής κακίας, ψυχήν μου ιάσασθε. Ω μακαρία δυάς, ιερονίκων Αθλητών αίτησαι, αμαρτιών πολλών ημίν λύσιν, καί τών ασθενειών, ίασιν τελείαν, πιστώς δυσωπούμέν σε. Νόσω συνέχομαι, αμαρτημάτων χαλεπων Άγιοι, καί τής σαρκός χειμάζομαι πόνοις, εξ ών ρύσασθέ με, τόν αγαθοδότην Χριστόν ικετεύοντες. Θεοτοκίον Κύματα πράϋνον, τής παναθλίας μου ψυχής δέομαι, καί τής σαρκός παύσον τάς οδύνας, η μόνη τεκούσα, άνευθεν ωδίνων Θεόν σωμοτούμενον. Ωδή ς' Εν αβύσσω πταισμάτων Αρραγείς Εκκλησίας θεμέλιοι, πάσαις μεθοδείαις εχθρού σαλευόμενον, τό τής ψυχής μου οίκημα, ταίς υμών ικεσίαις στηρίξατε. Καί ψυχών καί σωμάτων θεράποντες, θείοι χρηματίζοντες, Μάρτυρες ένδοξοι, τάς τής ψυχής καί σώματος, ασθενείας ημών θεραπεύσατε. Ως λιμένι τώ οίκω προσέδραμον, Μάρτυρες υμών τω αγίω καί δέομαι, τρικυμιών με ρύσασθε, ασθενείας καί θλίψεως Άγιοι. Θεοτοκίον

10 Νοερών ανωτέρα Δυνάμεων, πάσης με κακίας τού πλάνου ανώτερον, ταίς σαίς πρεσβείαις ποίησον, ευχαρίστως αεί σε δοξάζοντα. Ο Ειρμός «Εν αβύσσω πταισμάτων κυκλούμενος, τήν ανεξιχνίαστον τής ευσπλαγχνίας σου, επικαλούμαι άβυσσον, Εκ φθοράς ο Θεός με ανάγαγε». Κοντάκιον Ήχος γ' Η Παρθένος Εκ τής θείας χάριτος, τήν δωρεάν τών θαυμάτων, ειληφότες, Άγιοι, θαυματουργείτε εν κόσμω, άπαντα, ημών τά πάθη τή χειρουργία, τέμνετε, τή αοράτω Κύρε θεόφρον, σύν τώ θείω Ιωάννη, υμείς γάρ θείοι, ιατροί υπάρχετε. Ο Οίκος Εαυτούς τώ Θεώ αναθέμενοι Άγιοι, πάσανπείραν δεινών δι' αυτόν υπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναίοι, καί μετά τέλος πάσι πηγαζετε τά θεία χαρίσματα, τοίς εν ποικίλαις νόσοις υπάρχουσι, καί υπό πολλών εταζομένοις κακών, ών είς καί πρώτός ειμι ο τάλας, τό σώμα γάρ καί τήν ψυχήν υπό τραυμάτων χαλεπών οδυνώμαι, καί πίστει βοώ, ιάσασθέ με, υμείς γάρ θείοι ιατροί υπάρχετε. Σ υ ν α ξ ά ρ ι ο ν Tή ΚΗ' τού αυτού μηνός, Μνήμη τής ευρέσεως τών τιμίων Λειψάνων τών Αγίων καί θαυματουργών Αναργύρων, Κύρου καί Ιωάννου. Στίχοι Οστά φανέντα Μαρτύρων Αναργύρων, Βλύζουσι κρουνούς θαυμάτων αναργύρως. Εικάδι ογδοάτη Κύρος φάνη ηδ' ομόαθλος. Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Παππίου. Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν. 9 Εἰς τοὺς Αἰνούς. Ήχος δ' Ως γενναίον εν Μάρτυσι Τήν δυάδα τιμήσωμεν, τών Μαρτύρων εν άσμασι, τής Τριάδος έχουσαν τήν λαμπρότητα, τούς θεμελίους τής Πίστεως, τά άνθη τά πνέοντα, τήν οσμήν τήν αληθή, τής Θεού επιγνώσεως, Κύρον άπαντες, καί σύν τούτω 9 Μηναίο, τη ΚΗ του μηνός Ιουνίου.

11 τόν μέγαν Ιωάννην, ως πρεσβεύοντας απαύστως, υπέρ ημών τόν Φιλάνθρωπον. (Δίς) Ιατροί ανεδείχθητε, ασθενούντων Μακάριοι, καί φωστήρες άδυτοι διά Πίστεως, ομολογίας συνήγοροι, Μαρτύρων συμμέτοχοι, τούς στεφάνους αληθώς, τούς τής νίκης δεξάμενοι, Κύρε ένδοξε, καί σοφέ Ιωάννη ασι γήτως, δυσωπείτε τόν Σωτήρα, υπέρ ημών Παμμακάριστοι. Συγχορεύουσι σήμερον, αι Χριστού καλλιπάρθενοι, τοίς δυσί θεόφροσι θείοις Μάρτυσι, καί τής αυτών ως μετέχουσαι, δόξης καί λαμ πρότητος, τόν κρατύναντα αυτάς, σύν αυτοίς μεγαλύνουσι, καί πρεσβεύουσιν, εκ φθοράς καί κινδύνων λυτρωθήναι, τούς εν πίστει εκτελούντας, τήν αεισέβαστον μνήμην αυτών 10. Δόξα. Ἦχος πλ. α. Πανένδοξοι Ἀνάργυροι, Κῦρε καὶ Ἰωάννη, τίς ἐπαξίως ὑμνήσει ὑμῶν τὴν στεῤῥὰν ἐνστασιν καὶ λαμπρὰν ἄθλησιν; οὐδὲν γὰρ προεκρίνατε τῆς του Χριστοῦ ἀγάπης, ἀλλ ὁμοφρόνως τὸν ὑπὲρ Αὐτοῦ ἀναδέξασθε θάνατον μεταβάντες οὖν πρὸς τὴν ἄλυπον ζωὴν καὶ μαρτυρικῶν ἀξιωθέντες βραβείων Χριστῷ πρεσβεύετε ὑπὲρ τῶν ψυχῶν ἡμῶν 11. Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομεν σέ, Θεοτόκε Παρθένε,.. 10 Μηναίο, τη ΛΑ του μηνός Ιανουαρίου 11 Ποίημα Χαραλάμπους Μπούσια.

12

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ. Ψαλλομένη τῇ 12ῃ τοῦ μηνὸς Ἰουλίου. Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ. Ψαλλομένη τῇ 12ῃ τοῦ μηνὸς Ἰουλίου. Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ψαλλομένη τῇ 12ῃ τοῦ μηνὸς Ἰουλίου Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης Ἰωήλ Ἐν τῷ Μικρῷ Ἑσπερινῷ Ἱστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟ & ΕΙΡΗΝΗ (ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) Εὐλογητός ὁ Θεός Ἀμήν.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟ & ΕΙΡΗΝΗ (ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) Εὐλογητός ὁ Θεός Ἀμήν. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΟΥΣ ΑΓΙΟΥΣ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟ & ΕΙΡΗΝΗ (ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) Εὐλογητός ὁ Θεός Ἀμήν. Ψαλμός ΡΜΒ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΕΝ ΥΨΕΝΗι. Οὗ ἡ Μνήμη τῇ ΙΒ Φεβρουαρίου. Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΕΝ ΥΨΕΝΗι. Οὗ ἡ Μνήμη τῇ ΙΒ Φεβρουαρίου. Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΕΝ ΥΨΕΝΗι Οὗ ἡ Μνήμη τῇ ΙΒ Φεβρουαρίου Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν στίχ. δ καὶ ψάλλομεν τὰ κάτωθι

Διαβάστε περισσότερα

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ Ψαλλομένη ὑπὸ ἑπτὰ Ἱερέων, ἐν Ἐκκκλησίᾳ ἢ ἐν Οἴκῳ. Συναχθέντων τῶν ἑπτὰ Πρεσβυτέρων προτίθεται ἐν μέσῳ τετράπους καὶ ἐπάνω αὐτοῦ ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἢ τῆς Δεσποίνης

Διαβάστε περισσότερα

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ητοι οι «ΧΑΙΡΕΤΙΣΜΟΙ» ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Ο Ιερεύς Ευλογητός ο Θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων.

Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ητοι οι «ΧΑΙΡΕΤΙΣΜΟΙ» ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ. Ο Ιερεύς Ευλογητός ο Θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων. Ο ΑΚΑΘΙΣΤΟΣ ΥΜΝΟΣ ητοι οι «ΧΑΙΡΕΤΙΣΜΟΙ» ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Ο Ιερεύς Ευλογητός ο Θεός ημών πάντοτε νυν και αει και εις τους αιώνας των αιώνων. Ο χορός Αμήν. Ο Ιερεύς Δόξα σοι, ο Θεός ημών, δόξα

Διαβάστε περισσότερα

ΕΣΠΕΡΙΝΟΣ. Ήχος πλ. α' Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΕΣΠΕΡΙΝΟΣ. Ήχος πλ. α' Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος. top ΩΡΟΛΟΓΙΟΝ ΕΣΠΕΡΙΝΟΣ ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ - ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ ΜΕΣΟΝΥΚΤΙΚΟΣ Καθ' ημέραν - Σαββάτου - Κυριακής ΟΡΘΡΟΣ Καθημερινά - Κυριακή - Τεσσαρακοστή ΤΥΠΙΚΩΝ ΛΕΙΤΟΥΡΓΙΕΣ Χρυσοστόμου - Βασιλείου - Προηγιασμένη

Διαβάστε περισσότερα

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ Ευλογημένη η Βασιλεία του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων. Εν ειρήνη του Κυρίου δεηθώμεν. : Κύριε ελέησον.

Διαβάστε περισσότερα

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΕΙΡΑΙΩΣ ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΟΓΔΟΗΣ (Η ) ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ τῆς ἐν Κωνσταντινουπόλει κατὰ τὰ ἔτη ἀπὸ Χριστοῦ 879-880 συγκληθείσης ΦΕΒΡΟΥΑΡΙΟΣ 2014 ᾼΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ

Διαβάστε περισσότερα

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν 1. ΠΕΜΠΤΗ. Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ καὶ μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου, ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας.

Διαβάστε περισσότερα

ΕΣΠΕΡΙΝΟΣ. Ήχος πλ. α' Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΕΣΠΕΡΙΝΟΣ. Ήχος πλ. α' Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος. ΕΣΠΕΡΙΝΟΣ ο Ιερεύς: Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. ο Αναγνώστης: Αμήν. Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ. Δεύτε, προσκυνήσωμεν και

Διαβάστε περισσότερα

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύ ριε Ἰη - σοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶ σον ἡμᾶς. Ἀμήν. Μετανοίας γ' (3). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Διαβάστε περισσότερα

Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ. Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν,

Διαβάστε περισσότερα

αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. ΟΡΘΡΟΣ ΕΝ ΤΑΙΣ ΚΥΡΙΑΚΑΙΣ Ιερεύς Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αναγνώστης Αμήν. Ιερεύς Δόξα σοί ο Θεός, δόξα σοί. Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της

Διαβάστε περισσότερα

Ὡς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ

Ὡς τοῦ Χριστοῦ Μεγαλομάρτυρα παμμέγιστον, καὶ Χαιοεςηρςήοιξι Οἴκξι εἰπ ςὸμ Ἅγιξμ ἔμδξνξμ Μεγαλξμάοςσοα Γεώογιξμ ςὸμ Τοξπαιξτόοξμ Ἐκ χειρογράφου δημοσιευθέμτος εἰς τὸ ἔργομ «Ὑμμογραφικὰ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου», ἐπιμελείᾳ

Διαβάστε περισσότερα

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Δείτε την απόδοση Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ καθ ᾧ ἑορτάζομεν τὴν θεόσωμον ταφὴν καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ο ΟΡΘΡΟΣ (Τελεῖται συνήθως τῇ Μ. Παρασκευῇ ἑσπέρας ἐνιαχοῦ ὅμως τελεῖται

Διαβάστε περισσότερα

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. 20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 1 Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... καὶ ψάλλομεν τετράκις

Διαβάστε περισσότερα

ΚΑΙ ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ

ΚΑΙ ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ Γ. Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΑΙ ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ Το Μυστήριο της Θείας Ευχαριστίας, που τελείται μέσα στην ακολουθία που ονομάζεται Θεία Λειτουργία, είναι η σπουδαιότερη και τελειότερη λατρευτική

Διαβάστε περισσότερα

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ -69- Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰη - σοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶ σον ἡμᾶς. Ἀμήν. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι, Ἁγία Τριάς, δόξα Σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε,

Διαβάστε περισσότερα

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν

Διαβάστε περισσότερα

Χαιρετισμοί εις τον Πανάγιο Τάφο

Χαιρετισμοί εις τον Πανάγιο Τάφο Χαιρετισμοί εις τον Πανάγιο Τάφο Κοντάκιον. Ήχος πλ. δ. Τώ ζωοδόχω και σεπτώ Κυρίου μνήματι, νύν παρεστώτες ευλαβεία οι ανάξιοι, συν Αγγέλοις προσαγάγωμεν θείους ύμνους, ίν ως έχον αγιότητα ασύγκριτον,

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ)

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) 109 ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) Τη Μεγάλη Τετάρτη ενθυμούμεθα την αμαρτωλή γυναίκα, που άλειψε με μύρο τα πόδια του Κυρίου (Ματθ. 26,6-16). Το γεγονός αυτό έγινε λίγο πριν από το Πάθος

Διαβάστε περισσότερα

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ

Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ Τυπικὴ διάταξις τῆς ἀκολουθίας τοῦ Ἀποδείπνου ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ Α. Εἰς τὰς Κυριακὰς τῆς Μεγάλης Τεσσαρακοστής (ἕκτος τῆς Κυριακῆς τῶν Βαΐων) Μετὰ τὸν εὐλογητόν, τὸ Βασιλεῦ οὐράνιε Τρισάγιον,

Διαβάστε περισσότερα

The holy glorious and all-praiseworthy Apostle Philip Τοῦ Ἁγίου ἐνδόξου καί πανευφήµου Ἀποστόλου Φιλίππου November 14

The holy glorious and all-praiseworthy Apostle Philip Τοῦ Ἁγίου ἐνδόξου καί πανευφήµου Ἀποστόλου Φιλίππου November 14 The holy glorious and all-praiseworthy Apostle Philip Τοῦ Ἁγίου ἐνδόξου καί πανευφήµου Ἀποστόλου Φιλίππου November 14 Philip was born in Bethsaida beside the Sea of Galilee, as were Peter and Andrew. Instructed

Διαβάστε περισσότερα

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ 17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (16/7/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε ὁ σὸς ἅγιος ναός,

Διαβάστε περισσότερα

Δείτε το πρωτότυπο Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Δέσποτα εὐλόγησε. Ἱερεὺς

Δείτε το πρωτότυπο Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Δέσποτα εὐλόγησε. Ἱερεὺς Δείτε το πρωτότυπο Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ Δέσποτα εὐλόγησε. Μεγάλη ἡ δόξα τῆς βασιλείας τοῦ Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ πάντα κα ΕΙΡΗΝΙΚΑ Μὲ εἰρήνη ἂς παρακαλέσουμε τὸν

Διαβάστε περισσότερα

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ ΕΓΑΣ ΕΣΕΡΙΝΟΣ ΤΗΣ ΑΓΑΗΣ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΣΧΑ Από τῆς ευτέρας µέχρι τοῦ Σαββάτου τῆς ιακαινησίµου, ὡς καί τῇ ἡµέρᾳ τῆς Αποδόσεως, ἀντί τῆς πρό τοῦ Εσπερινοῦ Θ Ωρας, τῶν Ωρῶν τοῦ Αποδείπνου καί

Διαβάστε περισσότερα

Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος στή βυζαντινή Λειτουργία καί Ὑμνογραφία τοῦ πρωτοπρ. Κωνσταντίνου Καραϊσαρίδη

Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος στή βυζαντινή Λειτουργία καί Ὑμνογραφία τοῦ πρωτοπρ. Κωνσταντίνου Καραϊσαρίδη Ἡ Μεταμόρφωση τοῦ Σωτῆρος στή βυζαντινή Λειτουργία καί Ὑμνογραφία τοῦ πρωτοπρ. Κωνσταντίνου Καραϊσαρίδη (Εἰσήγηση στό Διεθνές Λειτουργικό Συνέδριο μέ θέμα: «Il Cristo trasfigurato nella tradizione spirituale

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) ΠΑΡΑΚΛΗΤΙΚΗ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 Ορθροσ Σαββατου (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) Γεωργιος Καραγιαννακησ Πρωτοψαλτης Καθηγητησ Βυζαντινησ Μουσικησ Ορθρος Σαββατου (Αλληλουια)

Διαβάστε περισσότερα