In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ.

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ."

Transcript

1 In sancta et magna parasceve ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ ὁ σταυ ρός ἅπαξ μὲν παγεὶς, ἀεὶ δαίμονας τρέπει. Ποῦ γὰρ εἴδωλα, καὶ ζώων ματαίων οἱ φόνοι; ποῦ ναοὶ, καὶ δυσσεβείας πῦρ; Ἐσβέσθη, πάντα δι' ἓν ἅγιον αἷμα πέπτωκε. Καὶ ἔστι σταυρὸς πολυδύναμος δύνα μις, βέλος ἀόρατον, φάρμακον ἄϋλον, πηγὴ λυσί πονος, ἐπονείδιστος δόξα ὥστε κἂν μυρία ἕτερα λέγω περὶ Χριστοῦ, κἂν μυρία θαύματα διηγούμενος καταπλήξω τὸν ἀκροατὴν, οὐχ οὕτως ἐπ' ἐκείνοις, ὡς ἐπὶ σταυρῷ σεμνύνομαι. Οἷόν τι λέγω Ἐκ παρ θένου προῆλθεν Ἰησοῦς μέγα τὸ θαῦμα γάμον ὑπερβῆναι, καὶ φύσιν καινοτομῆσαι ἀλλ' εἰ μὴ σταυρὸς ἦν, οὐκ ἂν ἐσώθη τοῖς ἔργοις ἡ πρώτη τοῦ παραδείσου Παρθένος νυνὶ δὲ ἐν τῷ τοῦ σταυροῦ καιρῷ πρώτη σώζεται γυνὴ, τὸ παλαιὸν κακὸν νέοις χαρίσμασι θεραπεύουσα. Ἀνέστη γὰρ νεκρὸς ἐν τῇ Γαλιλαίᾳ, ἀλλὰ πάλιν ἀπέθανεν ἐγὼ δὲ διὰ σταυροῦ ἀναστὰς, οὐκέτι δύναμαι πρὸς θάνατον πεσεῖν. Ἔπλευσεν Ἰησοῦς τὴν θάλασσαν, Θεὸς ἐν σκάφῃ τὸ ξύλον ἐφήμερον ἔδωκε τὴν ὠφέλειαν ἐγὼ δὲ ἔλα βον ξύλον αἰώνιον, ἀγαθὸν, ᾧ κεχρημένος ἀντὶ πηδα λίου, τὰ πνευματικὰ τῆς πονηρίας ἀπωθοῦμαι κύ ματα. Ἐτράφησαν πεντακισχίλιοι ὑφ' ἑνὶ τῷ τοῦ σταυροῦ συνθήματι. Ποῦ οὖν τῆς τροφῆς τὰ λείψανα; πῶς ὁ μὴ παρὼν, τὰ τῶν παρόντων λείψανα λάβω; ώδεκα γὰρ ἦσαν περισσεύσαντες κλασμάτων κό φινοι σύμμετρος χάρις. Ἐσταυρώθη Χριστὸς, καὶ ἀεὶ τρεφόμεθα καὶ κορεννύμενοι, πάλιν ζητοῦμεν, καὶ πλέον τὸ λειπόμενον ἀζήμιος γὰρ ἡ χάρις. Ἐπαινείσθω ἡμέρα φωτὸς γεννητικὴ, δι' ἣν αἱ λοιπαὶ ἡμέραι πρὸς εὐφροσύνην ἐκλήθησαν. Πῶς; Ἄκουε Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς ἀνθρωπίνης κατέσχε πηδάλια, ζώων ἁπάντων ἡγεμο νεύων σήμερον ἐντολὰς ἔλαβεν αὐτεξουσίους, σήμερον ἐξέπεσε τοῦ παραδείσου, σήμερον πάλιν εἰσήχθη. Ὢ πολυτρόπου ἡμέρας! ὢ πολυπενθοῦς καὶ ἀπενθοῦς! ὢ πρωῒ μὲν λυπήσασα, ἑσπέρας δὲ εὐφράνασα! μᾶλλον δὲ ὢ πόσα θεραπεύσασα! Σκυθρωπῶς ὑμῖν ὁμολογῶ, τοῖς παλαιοῖς ἐντυγχάνων πάθεσιν, ἀκούων τὸν Ἀδὰμ τῆς πατρῴας ἑστίας ἐκπεσόντα, ἄνθρωπον παρα δείσου πολίτην ἄνευ γεωπονίας τρεφόμενον, ἄνευ ὄμβρου τρυφῶντα, μηδὲν ἱδρώτων ἢ δικέλλης ἢ πό νου ἢ μόχθου πρὸς ζωὴν δεόμενον, ἀειθαλέσι δέν δρεσιν ἀγαλλόμενον, ἀπὸ ἀνθέων εἰς ἄνθη μεταβαί νοντα, ἀπὸ καρπῶν εἰς καρποὺς μετιόντα, ταῖς ἐπι θυμίαις ἀκολουθοῦσαν τὴν χρείαν ἔχοντα, οὐκ ἔχοντα δὲ διὰ κάλλους τῶν ὁρωμένων τίνι πρότερον τὰς χεῖρας ὑποβάλλει ἐδάκρυσα πολλάκις τὴν τοσαύτην μακαριότητα, αὐτὸν ἰδὼν ἐκπεσόντα κοινὸν γὰρ ἦν τὸ πάθος, καὶ τοῦ ἡμετέρου γένους ἁπτόμενον. Ἐπειδὴ δὲ τοῖς Εὐαγγελίοις ἐνέτυχον, καὶ ἐλαβόμην ταύτης τῆς ἡμέρας (ἕκτη γὰρ ἦν κἀκείνη, καὶ αὕτη), ἀπώλεσά τε τὴν λύπην, καὶ λευχειμονῶ τῷ λόγῳ, καὶ λέγω ἐμαυτῷ καὶ ὑμῖν Ἀπέδρα ὀδύνη, λύπη, στεναγμός τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Ὥσπερ γὰρ ἰατρῶν παῖδες τὰς ὀφιώδεις πληγὰς ἰῶνται, ἐξ αὐτῶν ἐκχέοντες τὰ ἀλεξίκακα φάρμακα, καὶ σκευάσαντες, ταῖς ἀφορμαῖς τοῦ πά θους τὸ πάθος πολεμοῦντες οὕτως ὁ Σωτὴρ πάσαις ταῖς κακῶν ἀφορμαῖς πρὸς ἀγαθὸν συνεχρήσατο, τὸ πικρὸν γλυκὺ καταστήσας, τὸ χολῶδες εἰς θεραπείαν 1

2 μεταβαλὼν, τὸ τοῦ θανάτου κέντρον κατ' αὐτοῦ πε ριστρέψας, τὴν τοῦ ξύλου βλάβην εἰς σωτηρίαν με τατιθεὶς, ἡμέραν λαβὼν τὸν κόσμον πτήσασαν, καὶ ἡμέραν ἀντιδιδοὺς τὸν κόσμον εὐφράνασαν. Ἐμοὶ μὴ πεισθῇς, ἀλλὰ τοῖς σοῖς ὀφθαλμοῖς βλέπε τὴν παροῦσαν ἐκκλησίαν, καὶ πέπαυσο πρὸς ἡμᾶς ἐρί ζων. Ἡμέρα σταυροῦ, καὶ πάντες ἀγαλλόμεθα, καὶ νηστεύομεν ἀπὸ κακῶν, καὶ καθαρεύομεν ἅπαντα, τὰ ἔσω, τὰ ἔξω. Οὗτος ὁ τῆς ἑορτῆς λόγος, οὗτος ὁ τῆς εὐφροσύνης τρόπος. Μικρὰ λέγω τῆς τοῦ σταυ ροῦ δυνάμεως θαύματα βλέψον πρὸς τὸν κύκλον τῆς οἰκουμένης, πόσαι κῶμαι, πόσαι πόλεις, πόσοι τόποι, πόσα ἔθνη, πόσαι νῆσοι, πόσοι ποταμοὶ, πόσοι αἰγιαλοὶ, πόσα γένη καὶ φυλαὶ, καὶ βαρβάρων γλῶσ σαι οὗτοι πάντες διὰ σταυρὸν ἀσιτοῦσι, τῇ ἐκείνου δυνάμει τὰ πάθη σταυρώσαντες καὶ λύεται νὺξ πολλοῖς, καὶ οὐ λύεται τῆς νηστείας ὁ πόνος. Καὶ νῦν τί συνήλθομεν πάντες ἀκοῦσαί τι περὶ σταυροῦ, καὶ πληροῦμεν ἐκκλησίαν, καὶ ἀλλήλους ὠθοῦμεν, ἱδροῦντες, πονοῦντες, ἐπὶ μὲν δικαστῶν πολλάκις ἀξιούμενοι προεδρίας, ἐπὶ δὲ Ἰησοῦ ἡδέως ἑστῶτες; Ὅτι καὶ Ἰησοῦς ἔστη δι' ἡμᾶς, ἵνα στήσῃ κακίας ῥεύματα. Τί οὖν ἐπράχθη σήμερον; μὴ γὰρ ἁπλῶς ἡμᾶς παραδράμῃ τῆς ἡμέρας ταύτης τὰ θαύματα. Φέγγος ἦν λοιπὸν, καὶ αὐτὸ τὸ περίορθρον, καὶ εἰσ άγεται δεδεσμένος τὰς χεῖρας εἰς τὸ πραιτώριον Πι λάτου. Χεῖρας ποίας; Τυφλῶν ἰατικὰς, χωλῶν θερα πευτικάς. Καὶ δάκτυλοι δεσμοῖς ἐνηλοῦντο βλέφαρα πλάσαντες, καὶ ὁ θεραπευτὴς τῆς φύσεως κατείχετο μὴ τὸ οἰκεῖον πληρῶσαι τῆς τέχνης ἔργον. Ταῦτα Κυρίῳ ἀνταποδέδοται. Ἐδέθη ὁ δεσμεύων νεφέλαις ὕδατα, ὁ λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁ αἰχμα λώτοις ἄφεσιν χαριζόμενος ἐδέθη ὁ Λάζαρον λύσας τῶν τοῦ θανάτου δεσμῶν ἤχθη εἰς τὸ πραιτώριον ὁ μυρίοις ἀγγέλοις δορυφορούμενος. Παρέστη τῷ Πι λάτῳ ὁ τὸν οὐρανὸν θρόνον ἔχων καὶ ἠνείχετο ἑλκό μενος ὁ δημιουργὸς παρὰ τῶν δημιουργημάτων, ὁ πλάστης ὑπὸ τοῦ πλάσματος, ὁ ποιητὴς ὑπὸ τοῦ ποιηθέντος. Τί οὖν ἐπὶ τούτοις; τί γίνεται; Καὶ αὐτοὶ, φησὶν, οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα. Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζον ται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται, φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι, προβάτῳ τὸ πρόβατον λύοντες. Ἀνέμεινε τοίνυν κρι τήριον ὁ πάσης τῆς οἰκουμένης κριτής ἀνέμεινε μάρτυρας, ὁ τῶν ψυχῶν μάρτυς πλάσας, καὶ κρι νόμενος καὶ ἄνθρωποι μὲν ἐκάθηντο δικάζοντες, Θεὸς δὲ εἱστήκει, καὶ ἑστὼς ἐσιώπα, παρὰ τὰ πρό θυρα τῶν ἀνθρώπων ἑστὼς, ὁ τῶν οὐρανίων πυλῶν εσπότης. Ἠρώτησεν ὁ Πιλᾶτος, τάχα Ἰουδαίων φιλανθρωπότερος. Τί λέγω τάχα; είξει τὰ πεπρα γμένα τὴν ἀλήθειαν Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου; τίς ἔχει Θεὸν αἰτιάσασθαι; ἀναγκάζομαι γὰρ τὰ Πιλάτου φθέγξασθαι. Ἰησοῦς γὰρ σιωπᾷ, οὐ λόγων ἀπορῶν ὁ Λόγος, ἀλλὰ μὴ τῇ ἀποκρίσει λύσῃ τοῦ σταυροῦ τὸν στέφανον. Καὶ κτημάτων ἐπεθύμησεν ὁ ἀκτήμων; οἴκων ἀλλοτρίων, ὁ μηδέποτε ἔχων ποῦ τὴν κεφαλὴν κλῖναι; χρημά των, ὁ καὶ τοὺς οἰκείους μαθητὰς ἄχρι τῆς ζώνης γυμνώσας; Ὄνον οὐκ ἔχων, ἀλλότριον ἐκτήσατο, ἵνα τοὺς ὑμετέρους παῖδας εὐλογήσῃ. Εἴπατε πρόφασιν, πλάσατε, δικαίως ἀνέλετε. Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Μεγάλη πραγμάτων ἀπόδειξις, ἀόριστος ἀπόφασις εἰπὲ τὴν κακίαν, καὶ μὴ περι πλάνα τὸν ἀκροατήν. Λέγει αὐτοῖς ὁ Πιλᾶτος Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε. Εὐγνώμων δικαστὴς ἀπέθετο τὸ βάρος κατὰ τῆς τῶν Ἰουδαίων κεφαλῆς ὑμεῖς λάβετε τῆς κακίας κοινω νόν. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι Ἡμῖν οὐκ ἔξεστιν ἀνελεῖν οὐδένα. Πῶς οὖν ἀνείλετε Ἡσαΐαν, πῶς Ζαχαρίαν, πῶς ἕκαστον τῶν προφητῶν; Ἀλλ' οὐκ ἔστιν ὑμῖν ἀνελεῖν, οὐ διὰ τὸ μὴ βούλεσθαι, ἀλλὰ διὰ τὸ μὴ δύνασθαι ἤδη γὰρ ἦσαν τῆς τοιαύτης ἐξουσίας παρὰ Ῥωμαίων ἀφῃρημένοι. 2

3 Λέλυται τοίνυν ὁ νόμος ἤδη, ἐν μὲν πράγμασιν ἀργῶν, ἐν δὲ μέ λανι κείμενος ἔλυσε δὲ αὐτὸν ὁ δεδεμένος Ἰησοῦς. Ὁ δὲ Πιλᾶτος Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Οὐ σὺ μόνον, ὦ Πιλᾶτε, ἀλλ' οὐδὲ Ἰουδαῖοι, ἀλλ' οὐδὲ τυφλοὶ, ἀλλ' οὐδὲ νεκροὶ, οὐδὲ ἥλιος, οὐδὲ σελήνη, οὐδὲ ὁ κόσμος, οὐδὲ οἱ δίκαιοι πάντες προ φῆται καὶ μάρτυρες, οὐδὲ ὁ λέγων προφήτης Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάντες Πιλάτῳ συντρέχουσι δι καίαν φέροντες ψῆφον μόνοι μάχονται Ἰουδαῖοι, κραυγῇ δικαζόμενοι, καὶ θορύβῳ τὴν ἀλήθειαν ἐπι σκιάζειν φιλονεικοῦντες, καὶ τὸ τοῦ Ἡσαΐου βεβαιοῦν τες Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐν ὅσῳ ταῦτα ἐπράττετο, καὶ ὁ Πιλᾶτος οὔτε λέγειν οὔτε ἀκούειν ἠδύνατο διὰ τὴν σύμμικτον ταραχὴν, καὶ στάσις ἐμελετᾶτο. Ἔπεμψε πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ, καλὴ βοηθὸς, ἱέμενον ἄνδρα κατέχουσα, Μη δὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, λέγουσα εἰ μὲν δύνασαι, σῶσον αὐτόν εἰ δὲ οὐ δύνασαι, σαυτὸν διάσωσον μονονουχὶ λέγουσα τὸ τοῦ αυῒδ λόγιον, Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν σου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν σου. Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ πολλὰ γὰρ ἔπαθον κατ' ὄναρ δι' αὐτόν. Ἄλλος Ἰωσὴφ, διὰ τῶν ἐνυπνίων τὴν ἀλήθειαν ὁρῶσα, ταῖς Ἰουδαίων κραυγαῖς ἀντι μαρτυροῦσα ἔπρεπε γὰρ αὐτοὺς ὑπὸ γυναικῶν ἡτ τᾶσθαι. Ἐνίκησεν αὐτοὺς Ῥαὰβ ἡ πόρνη, ἐνίκησεν αὐτοὺς ἡ αἱμοῤῥοοῦσα, ἐνίκησεν ἡ Χαναναία καὶ νῦν πάλιν γυνὴ κατ' αὐτῶν. Στενοῦνται ἀπεκρί θησαν αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν. Ποῖον νόμον; ποίαις λέξεσι βεβαιούμενον; τάχα ταῖς σή μερον ἀναγνωσθείσαις; Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐ τὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνα τον. Ταύτας εὑρίσκω χρησίμους ἐκείνοις τὰς συλ λαβάς ἀλλαχοῦ δὲ οὐδαμῶς Ἰησοῦν δικαίως σφατ τόμενον. Εἰσῆλθεν ὁ Πιλᾶτος εἰς τὸ πραιτώριον, ἐν διδοὺς τὸν Ἰουδαίων θυμὸν, σβέσαι φιλονεικῶν ἄσβε στον φλόγα. Εἰσῆλθε, καὶ ἐξῆλθε μᾶλλον τὸ πῦρ ἐξῆψεν. Ἐξῆλθε γὰρ ἔχων τὸν Ἰησοῦν ἐστεφανωμένον, ἀβούλητον Ἰουδαίοις θαῦμα, δεικνὺς τὸν πολέ μιον αὐτοῖς ἤδη στεφανωθέντα, ἤδη νενικηκότα, ἤδη βασιλικὸν σχῆμα περιβεβλημένον. Τὸ μὲν γὰρ ἦν γενόμενον ἐφ' ὕβρει, αἴνιγμα δὲ ἦν τῆς κατὰ φύσιν βασιλείας. Ὡς δὲ εἶδον αὐτὸν, ὃν πολλάκις εἶδον, ὃν οὐδέποτε εἶδον, ὃν ἀεὶ βλέποντες ὑφάπτονται, τῷ οἰ κείῳ δαπανώμενοι πυρὶ (θελήσουσι γὰρ, εἰ ἐγένοντο πυρίκαυστοι), ἐπῆραν αὐτῶν τὴν Σοδομιτικὴν κραυ γὴν, ἐπῆραν καὶ ἐπήρθησαν Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸν βασιλέα ὑμῶν θέλετε σταυρώσω; Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, φασίν. Ἄρνησις χωρὶς διωγμοῦ, ἀθεΐα μετὰ τὰ Αἰγύπτου κακά Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ συνάγοντές σε ἐκ γῆς Αἰγύπτου. Οὐκ ἔχετε βασιλέα, εἰ μὴ Καίσαρα; Τίς οὖν ὡδήγησεν ὑμᾶς ἐπὶ τῆς ἐρήμου; ἢ τίς ἔθρεψε; τίνα ἐπιβοᾶται Μωϋσῆς, λέγων Κύριος βασιλεύων τὸν αἰῶνα, καὶ ἐπ' αἰῶνα, καὶ ἔτι; Οὐκοῦν, ἐπείπερ ἠρνήσασθε τὸν ἑαυτῶν βασιλέα, μείνατε λοιπὸν ἀβασίλευτοι, ζυγὸν δουλείας αἰώνιον ἕλκοντες. Ταῦτα μέχρι ὥρας ἐπράχθη. Ἴδωμεν δὲ καὶ τὸ λειπόμενον μέρος τῆς ἡμέρας πᾶσα γάρ ἐστιν ἁγία. Ἔλαβον αὐτὸν ἐστεφανωμένον τίσιν; Ἀκάνθαις, τοῖς Ἰουδαίων δώροις. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας ἐῤῥαπίσθη, ἐτυπτήθη, μάστιγας ἔλαβεν ἀλλὰ μηδὲν ἐπαισχυνθείς. Στῆθι μετὰ Ἡσαΐου, καὶ βλέπε Θεὸν τοῖς ἐκείνου βλεφάροις. Τί οὖν ἐκεῖνός φησι; Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐκ εἶχε κάλλος, οὐδὲ εἶδος, ὁ παντὸς κάλλους τεχνίτης ἐθρήνει γὰρ τῶν Ἰουδαίων τὰ κακὰ, ἄνθρωπος, ἐν πληγῇ 3

4 ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν. Ἄνθρωπος, οὐ Θεός ἄνθρωπος γὰρ ἦν, καὶ οὐ Θεὸς, ὁ πληττόμενος. Τίς οὖν οὗτος ὁ πολύπονος καὶ πολυώδυνος καὶ ὑπὸ πάντων βαλλόμενος; μήπου καὶ δικαίως ἃ πάσχει πάθῃ; Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Ἐγὼ οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. Ἀλλὰ μὴ αἰσχύνου τοῖς ἐπονειδίστοις ἀγαθοῖς. Τοσαῦτα γὰρ παθὼν, ἔμεινεν ἀπαθής ἐτρώθη, ἐνεπτύσθη, τὰ αἴσχιστα ὑπέμεινε, καὶ ὁ αὐτὸς μένει ἔντιμος, ἔνδοξος, τῶν πεπληγμένων ὥς τις, φησὶν αὐτὸς ὁ Ἡσαΐας Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν. Οὐκοῦν καὶ αὐτὸς καὶ ἡμεῖς τραυματίαι κείμεθα. Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Νεκρὸς νεκρῶν ἰατρός τραυματίας πολυπόνων ἀνθρώπων ἀντιφάρμακον. Ἀλλ' ἕως πότε τὴν ἡμετέραν ἄδειαν περιπλανᾷς, ὦ ἄνθρωπε; εἰπὲ σαφέστερον τὸ ζητούμενον. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος. Χρηστὸν πρόβατον κακοῖς μαγείροις ἐκδοθέν εἰ σφάττετε, ὦ Ἰουδαῖοι, μὴ κείρετε εἰ δὲ κείρετε, φείσασθε προβάτου χρηστὰ καρποφοροῦντος. Ἤγοντο δὲ καὶ ἄλλοι μετ' αὐτοῦ κακοῦργοι δύο. Περιήκει γὰρ ἡμῖν ὁ λόγος εἰς τὴν ἑνδεκάτην ὥραν τῆς ἡμέρας, ἵνα μηδεὶς τὴν ἑαυτοῦ ζωὴν ἀπαγορεύσῃ. Καὶ ἐβουλόμην μὲν ὑπερβῆναι τὴν ἱστορίαν, διὰ τὸ πολλάκις αὐτὴν εἰρῆσθαι, ὁρῶ δὲ λῃστὴν ἀεί με βιαζόμενον. Καὶ οὐ μέγα καὶ γὰρ παραδείσου θύρας ἐβιάσατο, τὴν τέχνην εἰς σωτηρίαν μεταβαλών. Εἱστήκει ἐπὶ τοῦ σταυροῦ ἀμνὸς, καὶ δύο λύκοι ἀλλ' ὁ μὲν ἔμεινεν ἐπὶ τῆς γῆς γνώμη ὁ δὲ ἤδη μετεβάλλετο, Μνήσθητί μου, λέγων, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὢ τῆς δυνάμεως Ἰησοῦ! ὁ λῃστὴς ἤδη προφήτης ἀπὸ σταυροῦ κηρύσσων Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Τί γὰρ ὁρᾷς βασιλέως, ὦ λῃστά; Ῥάπισμα, ἔμπτυσμα, ἥλους καὶ ξύλον, καὶ τὰ Ἰουδαίων σκώμματα, καὶ ἤδη τὴν λόγχην τῶν στρατιωτῶν γυμνουμένην. Ἀλλ' οὐχ ὁρῶ, φησὶ, τὰ φαινόμενα ἀγγέλους περιεστῶτας ὁρῶ, ἥλιον φεύγοντα, καταπέτασμα ῥηγνύμενον, τὴν γῆν τρέμουσαν, νεκροὺς ἤδη φεύγειν μελετῶντας Ἰησοῦς πάντας δεχόμενος, ὁ καὶ τοῖς περὶ τὴν ἑνδεκάτην ὥραν ἐλθοῦσιν ἐργάταις δοὺς τὸ αὐτὸ δηνάριον Ἀμὴν λέγω σοι (λάβε καὶ σὺ τὸ ἀμὴν, ὦ λῃστὰ, ὁ σήμερον λῃστὴς), σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐγώ σε ἐκβαλὼν, εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κλείσας, ὁ ῥομφαίᾳ πυρίνῃ τειχίσας ἂν γὰρ ἐγὼ μὴ εἰσάγω, μένουσιν αἱ θύραι κεκλεισμέναι. εῦρο, ὦ λῃστὰ, τὸν διάβολον λῃστεύσας, καὶ κατ' αὐτοῦ στεφανωθείς ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσεκύνησας, τὰ μὲν πάλαι ῥίψας ὅπλα, τὰ δὲ τῆς πίστεως ἀναλαβών. Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων πηγῶν, αἵματος καὶ ὕδατος προχυθέντος, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τίσιν ἄφεσις; Ἕλλησιν, Ἰουδαίοις, ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς ἅπαξ γὰρ εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται. Μὴ γὰρ ἐπὶ τῶν πολεμίων μόνον, Ἄφες, εἶπε καθ' ἕκαστον ἔτος λέγει, καὶ ἀεὶ λέγει, καὶ ὁ βουλόμενος λαμβάνει. Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον Πιλάτου τί λέγοντες; Οἴδαμεν ὅτι ὁ πλάνος ἐκεῖνος εἶπεν ἔτι ζῶν Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ὅλως οἶδας; ὅλως μέμνησαι ὅτι ἐγήγερται; Ἀσφαλίζου τὸν τάφον ἐμοὶ γὰρ ἀσφαλίζῃ φρούρησον νεκρὸν, μὴ φύγη. Ἔχετε φησὶ, κουστωδίαν, ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε ἀποκλείετε ὡς οἴδατε, ὡς οἴδατε σκευάσατε, ὡς οἴδατε φρουρήσατε εἰ μὴ ἐφυλάξατε, ἐμοὶ προφάσεως λόγον καταλιμπάνετε. Νυνὶ δὲ ὑμῖν αὐτοῖς παραδίδωμι, ὅτε μὲν ἔζη παρ' ὑμῶν κατασχεθέντα, ὅτε δὲ ἀνῃρέθη, πάντας ὑμᾶς λαθόντα. Μείνωμεν τοίνυν νήφοντες, ἵνα τὸν βαθὺν ὕπνον 4

5 τῶν Ἰουδαίων ἴδωμεν, καὶ ταῖς ἐπουρανίαις στρατιαῖς συνεορτάσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 5

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ ΕΓΑΛΗ ΑΡΑΣΚΕΥΗ ΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩ ΕΓΑΛΩ ΒΑΣΙΛΙΚΩ ΩΡΩ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΕΓΑΛΗΣ ΑΡΑΣΚΕΥΗΣ ΩΡΑ ΡΩΤΗ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης: Ἀμήν. Ἱερεύς:

Διαβάστε περισσότερα

De sanctis martyribus

De sanctis martyribus De sanctis martyribus Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι, ἐλέχθη ἡ ὁμιλία ἐν τῇ πόλει εἰς μάρτυρας, καὶ περὶ κατανύξεως καὶ ἐλεημοσύνης. 50.645 αʹ. Χθὲς μαρτύρων ἡμέρα, ἀλλὰ

Διαβάστε περισσότερα

Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ.

Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ. Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ. 52.427 αʹ. Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα,

Διαβάστε περισσότερα

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15) ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) ΠΑΡΑΚΛΗΤΙΚΗ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 Ορθροσ Σαββατου (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) Γεωργιος Καραγιαννακησ Πρωτοψαλτης Καθηγητησ Βυζαντινησ Μουσικησ Ορθρος Σαββατου (Αλληλουια)

Διαβάστε περισσότερα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου Ἦχος πλ. β. Ἑωθινὸν Α. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι

Διαβάστε περισσότερα

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διαβάστε περισσότερα

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Ε Σ Π Ε Ρ Α Σ (Σημαίνει ταχύτερον διὰ τὴν τῆς γονυκλισίας Ἀκολουθίαν) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Διαβάστε περισσότερα

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι ΕΣΠΕΡΙΝΟΣ ΤΩΝ ΚΥΡΙΑΚΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ (Ἀπὸ τῆς Κυριακῆς τῆς Τυρινῆς μέχρι τῆς Ε Κυριακῆς τῶν νηστειῶν). Διατεταγμένη ἀκολουθία τῶν κατανυκτικῶν ἑσπερινῶν περιέχουσα ἅπαντα τὰ ὑπὸ τοῦ

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ)

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) 109 ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) Τη Μεγάλη Τετάρτη ενθυμούμεθα την αμαρτωλή γυναίκα, που άλειψε με μύρο τα πόδια του Κυρίου (Ματθ. 26,6-16). Το γεγονός αυτό έγινε λίγο πριν από το Πάθος

Διαβάστε περισσότερα

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. 20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 1 Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... καὶ ψάλλομεν τετράκις

Διαβάστε περισσότερα

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν,

Διαβάστε περισσότερα

Contra Latinos. Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν.

Contra Latinos. Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν. Contra Latinos Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν. 1.1 Ἄνδρες Ῥωμαῖοι, οἱ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι,ἐβουλόμην μὲν καλεῖν

Διαβάστε περισσότερα

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ 31-05-2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Μνήµη τοῦ Ἁγίου Μάρτυρος Ἑρµείου. Τῶ Σαββάτω ἑσπέρας Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

Διαβάστε περισσότερα

-020-0050,_Philo_Judaeus,_Quod_Omnis_Probus_Liber_Sit,_GR

-020-0050,_Philo_Judaeus,_Quod_Omnis_Probus_Liber_Sit,_GR -020-0050,_Philo_Judaeus,_Quod_Omnis_Probus_Liber_Sit,_GR (ed. L. Cohn and S. Reiter, post R. Khazarzar) Philonis Alexandrini opera quae supersunt, vol. 6. Berlin: Reimer, 1915 (repr. De Gruyter, 1962),

Διαβάστε περισσότερα

ΣΟΦΟΚΛΕΟΥΣ ΤΡΑΓΩΔΙΑΙ 1. ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ 2. ΑΝΤΙΓΟΝΗ

ΣΟΦΟΚΛΕΟΥΣ ΤΡΑΓΩΔΙΑΙ 1. ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ 2. ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΕΟΥΣ ΤΡΑΓΩΔΙΑΙ 1. ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ 2. ΑΝΤΙΓΟΝΗ ΕΙΣΑΓΩΓΗ 1. ΤΟ ΔΡΑΜΑ Τὸ δρᾶμα εἶναι καθόλου δημιούργημα τοῦ Ἑλληνικοῦ πνεύματος, Εγεννήθη δὲ καὶ ἀνεπτύχθη ἐν Ἀττικῇ ὀλίγον κατ ὀλίγον ἐκ τῶν προς

Διαβάστε περισσότερα

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ.

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ. 20-07-2014 ΕΣΕΡΙΟΣ 20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως Ἦχος ι Β Ει ει εις πο ο ολ λα α α α Μ α α α α α α Μ α α α α ε ε ε ε ε ε ε ε ε ε τη η η

Διαβάστε περισσότερα

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΚΑΘΙΣΜΑ ΠΡΩΤΟΝ ΨΑΛΜΟΣ 1ος Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ

Διαβάστε περισσότερα

Isocrate Sulla pace. [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν

Isocrate Sulla pace. [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν Isocrate Sulla pace [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν ἄλλων, οὐκ εἰδέναι δὲ τὰς πράξεις τὰς ἐπὶ ταῦτα φερούσας, ἀλλὰ ταῖς δόξαις διαφέρειν ἀλλήλων οἱ μὲν

Διαβάστε περισσότερα

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ 17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (16/7/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

{ΣΩ.} Εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.

{ΣΩ.} Εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ. 530.a.1 530.a.2 530.a.3 530.a.4 530.a.5 530.a.6 530.a.7 530.a.8 530.b.1 530.b.2 530.b.3 530.b.4 530.b.5 530.b.6 530.b.7 530.b.8 530.b.9 530.b.10 530.c.1 530.c.2 530.c.3 530.c.4 530.c.5 530.c.6 530.c.7

Διαβάστε περισσότερα

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε ὁ σὸς ἅγιος ναός,

Διαβάστε περισσότερα

ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ

ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ ΙΩΑΝΝΗ Ε 39-11- -12- ΠΕΡΙΕΧΟΜΕΝΑ ΘΕΜΑΤΑ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΕΥΡΕΤΗΡΙΟ ΘΕΜΑΤΩΝ...

Διαβάστε περισσότερα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα ΙΕΡΑΤΙΚΗ ΣΧΟΛΗ «ΑΠΟΣΤΟΛΟΣ ΒΑΡΝΑΒΑΣ» ΠΑΡΑΣΚΕΥΑ ΑΓΑΘΩΝΟΣ ΟΙΚΟΝΟΜΟΥ ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Β Ἀνωτέρα ΛΕΥΚΩΣΙΑ ΕΙΣΑΓΩΓΗ Ἡ ὀρθόδοξη Ἐκκλησία τῆς ἀνατολῆς

Διαβάστε περισσότερα

23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ

23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

Διαβάστε περισσότερα

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ ΕΓΑΣ ΕΣΕΡΙΝΟΣ ΤΗΣ ΑΓΑΗΣ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΣΧΑ Από τῆς ευτέρας µέχρι τοῦ Σαββάτου τῆς ιακαινησίµου, ὡς καί τῇ ἡµέρᾳ τῆς Αποδόσεως, ἀντί τῆς πρό τοῦ Εσπερινοῦ Θ Ωρας, τῶν Ωρῶν τοῦ Αποδείπνου καί

Διαβάστε περισσότερα

α α ας και στο ος α νε να α τω

α α ας και στο ος α νε να α τω 02-05-2015 Ἀπόδοσις τῆς Ἑορτῆς τῶν υροφόρων. Ἡ ἀνακοµιδὴ τῶν λειψάνων Ἀθανασίου τοῦ εγάλου πατριάρχου Ἀλεξανδρείας. Ἦχος Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. α

Διαβάστε περισσότερα

All Creation Trembled

All Creation Trembled All Creation Trembled Orthodox Hymns of the Passion Service Greek and English liturgical texts and other media available at www.hchc.edu/allcreationtrembled Ἑλληνικὰ καὶ ἀγγλικὰ λειτουργικὰ κείμενα καὶ

Διαβάστε περισσότερα

ει εις πο ο ολ λα α α α ε τη η η η Δε ε ε ε ε ε ε ε ε σπο ο τα α α α

ει εις πο ο ολ λα α α α ε τη η η η Δε ε ε ε ε ε ε ε ε σπο ο τα α α α ΕΕΜΒΡΙΟΣ ΙΒ ΕΣΕΡΙΟΣ 12 εκεµβρίου Σπυρίδωνος Τριµυθοῦντος τοῦ θαυµατουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπου Ζιχνῶν ( 1333). Εἰς τὸν Ἐσπερινόν. Β Ει Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως Ἦχος ι ει εις πο ο ολ λα

Διαβάστε περισσότερα