ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς"

Transcript

1 Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρός τῶν Ἀγαθῶν καὶ Ζωῆς Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡµῶν. Ἀµήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς (ἐκ γ') Δόξα... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡµῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα... Καὶ νῦν... Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήμερον, καὶ ἄφες ἡµῖν τὰ ὀφειλήματα ἡµῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ εἰσενέγκῃς ἡµᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Κύριε, ἐλέησον (12) Δόξα... Καὶ νῦν... Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡµῶν. Ν' Ψαλμὸς

2 Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ µέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ µόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ µήτηρ μου ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου µὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ῥῦσαί με ἐξ αἱµάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς

3 «Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται». Κύριε Θεέ μου, ἐξόδιον ὕμνον, καὶ ἐπιτάφιον, ᾠδὴν σοι ᾄσομαι, τῷ τῇ ταφῇ σου ζωῆς μοι, τὰς εἰσόδους διανοίξαντι, καὶ θανάτῳ θάνατον, καὶ ᾍδην θανατώσαντι. Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν τάφῳ, τὰ ὑπερκόσμια, καὶ ὑποχθόνια, κατανοοῦντα Σωτήρ μου, ἐδονεῖτο τῇ νεκρώσει σου ὑπὲρ νοῦν ὠράθης γάρ, νεκρὸς ζωαρχικώτατος. Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, καταπεφοίτηκας, ἐν κατωτάτοις τῆς γῆς ἀπὸ γὰρ σοῦ οὐκ ἐκρύβη, ἡ ὑπόστασίς μου ἡ ἐν Ἀδάμ, καὶ ταφεὶς φθαρέντα με, καινοποιεῖς, Φιλάνθρωπε. «Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆς ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ Νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν. Ἐνδόξως γάρ δεδόξασται». ᾨδὴ γ' Ὁ Εἱρμὸς «Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα». Σύμβολα τῆς ταφῆς σου, παρέδειξας τὰς ὁράσεις πληθύνας, νῦν δὲ τὰ κρύφιά σου, θεανδρικῶς διετράνωσας, καὶ τοῖς ἐν ᾍδῃ Δέσποτα, οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε, κραυγάζουσιν.

4 Ἥπλωσας τὰς παλάμας, καὶ ἥνωσας τὰ τὸ πρὶν διεστῶτα, καταστολῇ δὲ Σῶτερ, τῇ ἐν σινδόνι καὶ μνήματι, πεπεδημένους ἔλυσας. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε, κραυγάζοντας. Μνήματι καὶ σφραγῖσιν, ἀχώρητε συνεσχέθης βουλήσει καὶ γὰρ τὴν δύναμίν σου, ταὶς ἐνεργείαις ἐγνώρισας, θεουργικῶς τοῖς μέλπουσιν, οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε φιλάνθρωπε. «Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ Κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα». Κάθισμα Ἦχος α' Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, Γυναιξὶ τὴν Ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ µόνῳ Θεῷ ἡµῶν. Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ ᾨδὴ δ' Ὁ Εἱρμὸς «Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺµ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς παντοδύναμος». Ἑβδόμην σήμερον ἡγίασας, ἣν εὐλόγησας πρίν, καταπαύσει τῶν ἔργων παράγεις γὰρ τὰ σύμπαντα, καὶ καινοποιεῖς, σαββατίζων Σωτήρ μου, καὶ ἀνακτώμενος. Ῥωμαλαιότητι τοῦ κρείττονος, ἐκνικήσαντός σου, τῆς σαρκὸς ἡ ψυχή σου, διῄρηται σπαράττουσα ἄμφω γὰρ δεσμούς, τοῦ θανάτου καὶ ᾍδου, Λόγε τῷ κράτει σου.

5 Ὁ ᾍδης Λόγε συναντήσας σοι, ἐπικράνθη, βροτὸν ὁρῶν τεθεωμένον, κατάστικτον τοῖς µώλωψι, καὶ πανσθενουργόν, τῷ φρικτῷ τῆς μορφῆς δέ, διαπεφώνηκεν. «Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακοὺµ ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς παντοδύναμος». ᾨδὴ ε' Ὁ Εἱρμὸς «Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡµᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται». Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ πλαστουργὸς χοϊκὸς χρηματίσας, καὶ σινδὼν καὶ τάφος ὑπεμφαίνουσι, τὸ συνόν σοι Λόγε μυστήριον ὁ εὐσχήμων γὰρ βουλευτής, τήν τοῦ σὲ φύσαντος βουλὴν σχηματίζει, ἐν σοὶ μεγαλοπρεπῶς καινοποιοῦντός με. Διὰ θανάτου τὸ θνητόν, διὰ ταφῆς τὸ φθαρτὸν μεταβάλλεις ἀφθαρτίζεις γὰρ θεοπρεπέστατα, ἀπαθανατίζων τὸ πρόσλημμα ἡ γὰρ σάρξ σου διαφθορὰν οὐκ εἶδε Δέσποτα, οὐδὲ ἡ ψυχή σου εἰς ᾍδου, ξενοπρεπῶς ἐγκαταλέλειπται. Ἐξ ἀλοχεύτου προελθών, καὶ λογχευθεὶς τὴν πλευρὰν Πλαστουργέ μου, ἐξ αὐτῆς εἰργάσω τὴν ἀνάπλασιν, τὴν τῆς Εὔας Ἀδὰμ γενόμενος, ἀφυπνώσας ὑπερφυῶς, ὕπνον φυσίζωον, καὶ ζωὴν ἐγείρας ἐξ ὕπνου, καὶ τῆς φθορᾶς ὡς παντοδύναμος. «Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡµᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ ἐν τῇ γῇ ἀγαλλιάσονται». ᾨδὴ ς' Ὁ Εἱρμὸς

6 «Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στερνοις κητῴοις Ἰωνᾶς σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ. Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε». Ἀνῃρέθης, ἀλλ' οὐ διῃρέθης, Λόγε ἧς μετέσχες σαρκός εἰ γὰρ καὶ λέλυταί σου, ὁ ναὸς ἐν τῷ καιρῷ τοῦ πάθους ἀλλὰ καὶ οὕτω μία ἦν ὑπόστασις, τῆς Θεότητος καὶ τῆς σαρκός σου ἐν ἀμφοτέροις γάρ, εἷς ὑπάρχεις Υἱός, Λόγος τοῦ Θεοῦ, Θεὸς καὶ ἄνθρωπος. Βροτοκτόνον, ἀλλ' οὐ θεοκτόνον, ἔφυ τὸ πταῖσμα τοῦ Ἀδάµ εἰ γὰρ καὶ πέπονθέ σου, τῆς σαρκὸς ἡ χοϊκὴ οὐσία, ἀλλ' ἡ Θεότης ἀπαθὴς διέμεινε, τὸ φθαρτὸν δέ σου πρὸς ἀφθαρσίαν μετεστοιχείωσας, καὶ ἀφθάρτου ζωῆς, ἔδειξας πηγὴν ἐξ ἀναστάσεως. Βασιλεύει, ἀλλ' οὐκ αἰωνίζει, ᾍδης τοῦ γένους τῶν βροτῶν σὺ γὰρ τεθεὶς ἐν τάφῳ, Κραταιέ ζωαρχικῇ παλάµῃ, τὰ τοῦ θανάτου, κλεῖθρα διεσπάραξας, καὶ ἐκήρυξας τοῖς ἀπ' αἰῶνος ἐκεῖ καθεύδουσι λύτρωσιν ἀψευδῆ, Σῶτερ γεγονὼς νεκρῶν πρωτότοκος. «Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου, τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε». Κοντάκιον Ἦχος β' Τὴν ἄβυσσον ὁ κλείσας, νεκρὸς ὁρᾶται, καὶ σμύρνῃ καὶ σινδόνι ἐνειλημμένος, ἐν μνημείῳ κατατίθεται, ὡς θνητὸς ὁ ἀθάνατος. Γυναῖκες δὲ αὐτὸν ἦλθον μυρίσαι, κλαίουσαι πικρῶς καὶ ἐκβοῶσαι Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ, Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος. Ὁ Οἶκος Ὁ συνέχων τὰ πάντα ἐπὶ σταυροῦ ἀνυψώθη, καὶ θρηνεῖ πᾶσα ἡ Κτίσις, τοῦτον βλέπουσα κρεμάμενον γυμνὸν ἐπὶ τοῦ ξύλου, ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε, καὶ τὸ

7 φέγγος οἱ ἀστέρες ἀπεβάλλοντο, ἡ γῆ δὲ σὺν πολλῷ τῷ φόβῳ συνεκλονεῖτο, ἡ θάλασσα ἔφυγε, καὶ αἱ πέτραι διερρήγνυντο, μνημεῖα δὲ πολλὰ ἠνεῴχθησαν, καὶ σώματα ἡγέρθησαν ἁγίων Ἀνδρῶν. ᾍδης κάτω στενάζει, καὶ Ἰουδαῖοι σκέπτονται συκοφαντῆσαι Χριστοῦ τὴν Ἀνάστασιν, τὰ δὲ Γύναια κράζουσι Τοῦτο Σάββατόν ἐστι τὸ ὑπερευλογημένον, ἐν ᾧ Χριστὸς ἀφυπνώσας, ἀναστήσεται τριήμερος. ᾨδὴ ζ' Ὁ Εἱρμὸς «Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡµῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ». Τετρωται ᾍδης, ἐν τῇ καρδίᾳ δεξάμενος τὸν τρωθέντα λόγχῃ τὴν πλευράν, καὶ σθένει πυρὶ θείῳ δαπανώμενος, εἰς σωτηρίαν ἡµῶν τῶν μελῳδούντων Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ. Ὄλβιος τάφος! ἐν ἑαυτῷ γὰρ δεξάμενος, ὡς ὑπνοῦντα τὸν Δημιουργόν, ζωῆς θησαυρός, θεῖος ἀναδέδεικται, εἰς σωτηρίαν ἡµῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ. Νόµῳ θανόντων, τὴν ἐν τῷ τάφῳ κατάθεσιν, ἡ τῶν ὅλων δέχεται ζωή, καὶ τοῦτον πηγήν, δείκνυσιν ἐγέρσεως, εἰς σωτηρίαν ἡµῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεός εὐλογητὸς εἶ. Μία ὑπῆρχεν, ἡ ἐν τῷ ᾍδῃ ἀχώριστος, καὶ ἐν τάφῳ, καὶ ἐν τῇ Ἐδέμ, Θεότης Χριστοῦ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡµῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ.

8 «Ἄφραστον θαῦμα! Ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡµῶν τῶν μελῳδούντων. Λυτρωτά, ὁ Θεὸς εὐλογητὸς εἶ». ᾨδὴ η' Ὁ Εἱρμὸς «Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν. Ἀδὰμ γὰρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾍδου ταμείων, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον «Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ᾨδὴ θ' Ὁ Εἱρμὸς

9 «Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας». Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὀδύνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, ἄναρχε Υἱέ, νῦν δέ σε Θεέ μου, ἄπνουν ὁρῶσα νεκρόν, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι δεινῶς ἀλλ' ἀνάστηθι, ὅπως μεγαλυνθήσωμαι. Γῆ με καλύπτει ἑκόντα, ἀλλα φρίττουσιν ᾍδου, οἱ πυλωροί, ἠμφιεσμένον, βλέποντες στολήν, ἠμαγμένην Μῆτερ, τῆς ἐκδικήσεως τοὺς ἐχθροὺς ἐν Σταυρῷ γάρ, πατάξας ὡς Θεός, ἀναστήσομαι αὖθις καὶ μεγαλύνω σε. Ἀγαλλιάσθω ἡ Κτίσις, εὐφραινέσθωσαν πάντες οἱ γηγενεῖς ὁ γὰρ ἐχθρὸς ἐσκύλευται ᾍδης, μετὰ µύρων Γυναῖκες προσυπαντάτωσαν, τὸν Ἀδὰμ σὺν τῇ Εὔα, λυτροῦμαι παγγενῆ, καὶ τῇ τρίτῃ ἡµέρᾳ ἐξαναστήσομαι. «Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας». Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἀπολυτίκιον Ἦχος β' Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡµῶν δόξα σοι.

10 Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ µέγα ἐλεός σου, δεόµεθά σου, ἐπάκουσον καὶ ἐλέησον. Χορὸς Κύριε, ἐλέησον (γ'). Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡµῶν,, καὶ πάσης τῆς ἐν Χριστῷ ἡµῶν ἀδελφότητος. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡµῶν, Κύριε, δόξα Σοι. Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡµῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡµῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶµ καὶ Ἄννης, (ἡµέρας), καὶ πάντων σου τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡµᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡµῶν, ἐλέησον καὶ σῶσον ἡµᾶς. Ἀµήν. ΕΩΘΙΝΟΝ Ζ' Ἦχος βαρὺς Ἰδοὺ σκοτία καὶ πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῑς φρεσίν; ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ

11 τούτου Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, ἀνυμνοῦµέν σε τὸν ζωοδότην Χριστόν. Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν. Ἦχος πλ. β' Τὴν ἀνάστασίν σου, Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡµᾶς τοὺς ἐπὶ γῆς καταξίωσον ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

The Service before the Resurrection on Saturday Evening. Ἡ Πανηχὶς πρὸ τῆς Ἀναστάσεως τῷ Σαββάτῳ τὸ Βράδυ

The Service before the Resurrection on Saturday Evening. Ἡ Πανηχὶς πρὸ τῆς Ἀναστάσεως τῷ Σαββάτῳ τὸ Βράδυ Ἡ Πανηχὶς πρὸ τῆς Ἀναστάσεως τῷ Σαββάτῳ τὸ Βράδυ (Ὁ Λαὸς ἐγείρεται) ΙΕΡΕΥΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀμήν.) Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) ΠΑΡΑΚΛΗΤΙΚΗ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 Ορθροσ Σαββατου (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) Γεωργιος Καραγιαννακησ Πρωτοψαλτης Καθηγητησ Βυζαντινησ Μουσικησ Ορθρος Σαββατου (Αλληλουια)

Διαβάστε περισσότερα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου Ἦχος πλ. β. Ἑωθινὸν Α. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι

Διαβάστε περισσότερα

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Ε Σ Π Ε Ρ Α Σ (Σημαίνει ταχύτερον διὰ τὴν τῆς γονυκλισίας Ἀκολουθίαν) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Διαβάστε περισσότερα

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι ΕΣΠΕΡΙΝΟΣ ΤΩΝ ΚΥΡΙΑΚΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ (Ἀπὸ τῆς Κυριακῆς τῆς Τυρινῆς μέχρι τῆς Ε Κυριακῆς τῶν νηστειῶν). Διατεταγμένη ἀκολουθία τῶν κατανυκτικῶν ἑσπερινῶν περιέχουσα ἅπαντα τὰ ὑπὸ τοῦ

Διαβάστε περισσότερα

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ 31-05-2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Μνήµη τοῦ Ἁγίου Μάρτυρος Ἑρµείου. Τῶ Σαββάτω ἑσπέρας Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

Διαβάστε περισσότερα

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διαβάστε περισσότερα

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ 17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (16/7/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ ΕΓΑΛΗ ΑΡΑΣΚΕΥΗ ΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩ ΕΓΑΛΩ ΒΑΣΙΛΙΚΩ ΩΡΩ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΕΓΑΛΗΣ ΑΡΑΣΚΕΥΗΣ ΩΡΑ ΡΩΤΗ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης: Ἀμήν. Ἱερεύς:

Διαβάστε περισσότερα

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. 20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 1 Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... καὶ ψάλλομεν τετράκις

Διαβάστε περισσότερα

23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ

23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

Διαβάστε περισσότερα

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε ὁ σὸς ἅγιος ναός,

Διαβάστε περισσότερα

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Δείτε την απόδοση Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ καθ ᾧ ἑορτάζομεν τὴν θεόσωμον ταφὴν καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ο ΟΡΘΡΟΣ (Τελεῖται συνήθως τῇ Μ. Παρασκευῇ ἑσπέρας ἐνιαχοῦ ὅμως τελεῖται

Διαβάστε περισσότερα

α α ας και στο ος α νε να α τω

α α ας και στο ος α νε να α τω 02-05-2015 Ἀπόδοσις τῆς Ἑορτῆς τῶν υροφόρων. Ἡ ἀνακοµιδὴ τῶν λειψάνων Ἀθανασίου τοῦ εγάλου πατριάρχου Ἀλεξανδρείας. Ἦχος Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. α

Διαβάστε περισσότερα

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ -69- Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰη - σοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶ σον ἡμᾶς. Ἀμήν. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι, Ἁγία Τριάς, δόξα Σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε,

Διαβάστε περισσότερα

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ.

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ. 20-07-2014 ΕΣΕΡΙΟΣ 20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως Ἦχος ι Β Ει ει εις πο ο ολ λα α α α Μ α α α α α α Μ α α α α ε ε ε ε ε ε ε ε ε ε τη η η

Διαβάστε περισσότερα

ει εις πο ο ολ λα α α α ε τη η η η Δε ε ε ε ε ε ε ε ε σπο ο τα α α α

ει εις πο ο ολ λα α α α ε τη η η η Δε ε ε ε ε ε ε ε ε σπο ο τα α α α ΕΕΜΒΡΙΟΣ ΙΒ ΕΣΕΡΙΟΣ 12 εκεµβρίου Σπυρίδωνος Τριµυθοῦντος τοῦ θαυµατουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπου Ζιχνῶν ( 1333). Εἰς τὸν Ἐσπερινόν. Β Ει Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως Ἦχος ι ει εις πο ο ολ λα

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ)

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) 109 ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) Τη Μεγάλη Τετάρτη ενθυμούμεθα την αμαρτωλή γυναίκα, που άλειψε με μύρο τα πόδια του Κυρίου (Ματθ. 26,6-16). Το γεγονός αυτό έγινε λίγο πριν από το Πάθος

Διαβάστε περισσότερα

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΚΑΘΙΣΜΑ ΠΡΩΤΟΝ ΨΑΛΜΟΣ 1ος Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ

Διαβάστε περισσότερα

KUTSAL VE MUHTEŞEM PASKALYA PAZARΙ ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ

KUTSAL VE MUHTEŞEM PASKALYA PAZARΙ ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ 1 ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ Μετά τὴν ἀκολουθιάν τοῦ Μεσονυκτικού ὁ Ἱερεύς ἱστάμενος πρό τῆς Ὡραίας Πύλης καί βλέπων πρός δυσμάς, κρατῶν τρίκηρον ἀνημμένον ἐκ τῆς ἀκοιμήτου κανδήλας, προσκαλεῖ

Διαβάστε περισσότερα

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ

ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΠΑΣΧΑ ΕΓΑΣ ΕΣΕΡΙΝΟΣ ΤΗΣ ΑΓΑΗΣ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΣΧΑ Από τῆς ευτέρας µέχρι τοῦ Σαββάτου τῆς ιακαινησίµου, ὡς καί τῇ ἡµέρᾳ τῆς Αποδόσεως, ἀντί τῆς πρό τοῦ Εσπερινοῦ Θ Ωρας, τῶν Ωρῶν τοῦ Αποδείπνου καί

Διαβάστε περισσότερα

In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ.

In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ. In sancta et magna parasceve ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ. 50.811 Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ

Διαβάστε περισσότερα

PREGHIERE LITURGICHE. greco- italiano. nti. (Sabato precedente il Carnevale) VESPRO e MATTUTINO. del

PREGHIERE LITURGICHE. greco- italiano. nti. (Sabato precedente il Carnevale) VESPRO e MATTUTINO. del PREGHIERE LITURGICHE Patriarcato Ecumenico - Sacra Arcidiocesi Ortodossa di Italia e Malta Chiesa Greco- Ortodossa della Natività di San Giovanni Battista- Torino e Vicariato arcivescovile della Campania-

Διαβάστε περισσότερα

ΚΑΙ Τ ΒΑΣΙΛΕΙ ΤΩΝ ΑΙΩΝΩΝ ΑΦΘΑΡΤ ΑΟΡΑΤ ΜΟΝ ΣΟΦ ΘΕ ΤΙΜΗ ΚΑΙ ΟΞΑ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ

ΚΑΙ Τ ΒΑΣΙΛΕΙ ΤΩΝ ΑΙΩΝΩΝ ΑΦΘΑΡΤ ΑΟΡΑΤ ΜΟΝ ΣΟΦ ΘΕ ΤΙΜΗ ΚΑΙ ΟΞΑ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΠΡΟΘΕΩΡΙΑ ΤΟΥ ΤΥΠΙΚΟΥ ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΕΓΑΛΗΣ ΕΚΚΛΗΣΙΑΣ Γ ε ω ρ γ ι ο υ Β ι ο λ α κ η ΚΑΙ Τ ΒΑΣΙΛΕΙ ΤΩΝ ΑΙΩΝΩΝ ΑΦΘΑΡΤ ΑΟΡΑΤ ΜΟΝ ΣΟΦ ΘΕ ΤΙΜΗ ΚΑΙ ΟΞΑ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ. ΑΜΗΝ. ΠΙΝΑΞ ΤΩΝ ΠΕΡΙΕΧΟΜΕΝΩΝ

Διαβάστε περισσότερα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα ΙΕΡΑΤΙΚΗ ΣΧΟΛΗ «ΑΠΟΣΤΟΛΟΣ ΒΑΡΝΑΒΑΣ» ΠΑΡΑΣΚΕΥΑ ΑΓΑΘΩΝΟΣ ΟΙΚΟΝΟΜΟΥ ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Β Ἀνωτέρα ΛΕΥΚΩΣΙΑ ΕΙΣΑΓΩΓΗ Ἡ ὀρθόδοξη Ἐκκλησία τῆς ἀνατολῆς

Διαβάστε περισσότερα

All Creation Trembled

All Creation Trembled All Creation Trembled Orthodox Hymns of the Passion Service Greek and English liturgical texts and other media available at www.hchc.edu/allcreationtrembled Ἑλληνικὰ καὶ ἀγγλικὰ λειτουργικὰ κείμενα καὶ

Διαβάστε περισσότερα

Ἦχος πλ.β Ἑωθινόν στ. ευ λο γη µε ε νος ο ερ χο µε νος εν ο

Ἦχος πλ.β Ἑωθινόν στ. ευ λο γη µε ε νος ο ερ χο µε νος εν ο 08-03-2015 Β ΚΥΡΙΑΚΗ ΤΩ ΗΣΤΕΙΩ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΑΛΑΑ ΑΡΧΙΕΙΣΚΟΟΥ ΘΕΣΣΑΛΟΙΚΗΣ νήµη τοῦ Ὁσίου ατρὸς ἡµῶν Θεοφυλάκτου, Ἐπισκόπου ικοµηδείας. Ἦχος πλ.β Ἑωθινόν στ Ἦχος Βου Θε ος Κυ ρι ος και ε πε Β φα νεν

Διαβάστε περισσότερα

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15) ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως

Διαβάστε περισσότερα

15-02-2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ Μνήµη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίµου. Ἦχος γ Ἑωθινόν γ

15-02-2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ Μνήµη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίµου. Ἦχος γ Ἑωθινόν γ 15-02-2015 ΗΧΟΣ ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΟΚΡΕΩ 15-02-2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΟΚΡΕΩ νήµη τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίµου. Ἦχος γ Ἑωθινόν γ Ἦχος α Θε ος Κυ ρι ος και ε πε φα νεν η µιν ευ λο γη µε νος ο ερ χο µε νος εν ο νο µα

Διαβάστε περισσότερα