ad graecam linguam exercendam a magistris E. Calderón M. Díaz A. Martín J. Urrea A. Zamora collecta

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "ad graecam linguam exercendam a magistris E. Calderón M. Díaz A. Martín J. Urrea A. Zamora collecta"

Transcript

1 ad graecam linguam exercendam a magistris E. Calderón M. Díaz A. Martín J. Urrea A. Zamora collecta Murciae anno MMIX 1

2 Proemio: la cólera de Aquiles. μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε, πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί τε πᾶσι, Διὸς δ' ἐτελείετο βουλή. (Ilíada I 1-5) Súplica del anciano Crises a Apolo. ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὃ γεραιὸς Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. (Ilíada Ι 33-42) Agamenón habla con Néstor sobre el comportamiento de Aquiles. τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν. (Ilíada I ) Patroclo entrega a Briseida a los aqueos. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, ἐκ δ' ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δ' ἄγειν τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν αὐτὰρ Ἀχιλλεὺς δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπ' ἀπείρονα πόντον (Ilíada I ) La madre de Aquiles escucha el llanto de su hijo. ὣς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ' ὀμίχλη, καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος, χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε 2

3 τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. (Ilíada I ) Zeus, para honrar a Aquiles, decide enviar un sueño engañoso a Agamenón. ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι, Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος, ἀλλ' ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, πέμψαι ἐπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον (Ilíada II 1-6) Combate entre Paris y Menelao. οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο δεινὸν δερκόμενοι θάμβος δ' ἔχεν εἰσορόωντας Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. (Ilíada III ) Los dioses celebran una asamblea mientras contemplan Troya. οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη νέκταρ ἐοινοχόει τοὶ δὲ χρυσέοις δεπάεσσι δειδέχατ' ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. (Ilíada IV 1-8) Odiseo habla con Agamenón sobre el comportamiento de los aqueos. τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ' Ἀχαιοὶ Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; (Ilíada IV ) Zeus habla a Afrodita de su oficio como diosa del amor. ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα, ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο, ταῦτα δ' Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. (Ilíada V ) Ayante alcanza mortalmente a Acamante. 3

4 Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο υἱὸν Ἐϋσσώρου Ἀκάμαντ' ἠΰν τε μέγαν τε. τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω αἰχμὴ χαλκείη τὸν δὲ σκότος ὄσσε κάλυψεν. (Ilíada VI 5-11) Héctor anima a los suyos a entrar en combate. ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι κασιγνήτῳ ἀπίθησεν. αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν Ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. (Ilíada VI ) El carácter efímero de la vida. Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίγνεται ὥρη ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ' ἀπολήγει. εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν, Σίσυφος Αἰολίδης ὃ δ' ἄρα Γλαῦκον τέκεθ' υἱόν, αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην (Ilíada VI ) Diomedes habla con Glauco sobre la antigua amistad de sus dos familias. ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην ξείνισ' ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ' ἐρύξας οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοῖσι. (Ilíada VI ) 4

5 Héctor es recibido por las esposas e hijas de los troyanos junto a las Puertas Esceas. Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, ἀμφ' ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε καὶ πόσιας ὃ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει. (Ilíada VI ) Palabras de Andrómaca a Héctor antes de que éste marche a la batalla. Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης ἀλλ' ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ, μὴ παῖδ' ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα λαὸν δὲ στῆσον παρ' ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος. (Ilíada VI ) Héctor habla a su mujer (Andrómaca). τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι ἀλλὰ μάλ' αἰνῶς αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο (Ilíada VI ) Atenea desciende del Olimpo en dirección a Troya. τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, βῆ ῥα κατ' Οὐλύμποιο καρήνων ἀΐξασα Ἴλιον εἰς ἱερήν τῇ δ' ἀντίος ὄρνυτ' Ἀπόλλων. (Ilíada VII 17-20) A la llegada de la aurora, Zeus convoca la asamblea de los dioses en la cima del Olimpo. ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν, Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ὑπὸ πάντες ἄκουον κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. (Ilíada VIII 1-6) Zeus vuelve con su carro al Olimpo. Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους Οὔλυμπον δὲ δίωκε, θεῶν δ' ἐξίκετο θώκους. τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, ἅρματα δ' ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς ἕζετο, τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' Ὄλυμπος. (Ilíada VIII ) 5

6 Lágrimas de Agamenón. ἷζον δ' εἰν ἀγορῇ τετιηότες ἂν δ' Ἀγαμέμνων ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ ὣς ὃ βαρὺ στενάχων ἔπε' Ἀργείοισι μετηύδα (Ilíada IX 13-16) Origen divino del poder de Agamenón. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. (Ilíada IX 95-99) Se levanta la Aurora, mientras Zeus siembra la Discordia. Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. (Ilíada XI 1-4) Agamenón se apresta para el combate. Ἀτρεΐδης δ' ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκόν. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. (Ilíada XI 15-20) Néstor y Macaón huyen del combate, mientras Aquiles observa la acción desde las naves. Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. αἶψα δ' ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός ὃ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή. (Ilíada XI ) Néstor relata a Patroclo la mala situación del ejército aqueo. τίπτε τὰρ ὧδ' Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν οἳ γὰρ ἄριστοι 6

7 ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης. (Ilíada XI ) Patroclo, médico improvisado. ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν νίζ' ὕδατι λιαρῷ, ἐπὶ δ' ἤπια φάρμακα πάσσε ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος κεῖσθαι ὃ δ' ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. (Ilíada XI ) Posidón y sus caballos marinos. ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ ἔδμεναι ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας ἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν νοστήσαντα ἄνακτα ὃ δ' ἐς στρατὸν ᾤχετ' Ἀχαιῶν. (Ilíada XIII 32-38) Zeus y Posidón toman partido por uno u otro bando. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην κυδαίνων Ἀχιλῆα πόδας ταχύν οὐδέ τι πάμπαν ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. (Ilíada XIII ) Complicidad entre Posidón y Hera. πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ' ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ' ἐκάλυψα Ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. ὣς εἰπὼν ὃ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων, τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν Ἀργεῖοι καὶ δ' αὖτε μεθίεμεν Ἕκτορι νίκην Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; (Ilíada XIV ) 7

8 Posidón cuenta cómo se repartió el mundo con Zeus y Hades. τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα Ζεὺς καὶ ἐγώ, τρίτατος δ' Ἀΐδης ἐνέροισιν ἀνάσσων. τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμῆς ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ παλλομένων, Ἀΐδης δ' ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι (Ilíada XV ) Palabras tranquilizadoras de Patroclo a Aquiles. τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν μὴ νεμέσα τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δ' Ὀδυσεὺς δουρικλυτὸς ἠδ' Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκε' ἀκειόμενοι σὺ δ' ἀμήχανος ἔπλευ, Ἀχιλλεῦ. (Ilíada XVI 20-29) Descripción de las armas que se enfunda Patroclo. ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο. ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δ' ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει. (Ilíada XVI ) Ayante intenta alancear a Héctor. Αἴας δ' ὃ μέγας αἰὲν ἐφ' Ἕκτορι χαλκοκορυστῇ ἵετ' ἀκοντίσσαι ὃ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. (Ilíada XVI ) Hay que recuperar a Patroclo muerto. Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν γυμνόν ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ. 8

9 ὣς ἔφατ', Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα, ἕλχ' ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον (Ilíada XVII ) Aquiles se cubre de ceniza en señal de duelo por la muerte de su amigo Patroclo. ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη. αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. (Ilíada XVIII 22-27) Agamenón devuelve a Briseida bajo el juramento de no haberla tocado. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ' ὑπὸ γαῖαν ἀνθρώπους τίνυνται, ὅτις κ' ἐπίορκον ὀμόσσῃ, μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ' ἐπένεικα, οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου. ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. εἰ δέ τι τῶνδ' ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν πολλὰ μάλ', ὅσσα διδοῦσιν ὅτίς σφ' ἀλίτηται ὀμόσσας. (Ilíada XIX ) Enfrentamiento entre Eneas y Aquiles. Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει νευστάζων κόρυθι βριαρῇ ἀτὰρ ἀσπίδα θοῦριν πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος. Πηλεΐδης δ' ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν. (Ilíada XX ) Héctor, al ver a su hermano Polidoro moribundo, se enfrenta a Aquiles. Ἕκτωρ δ' ὡς ἐνόησε κασίγνητον Πολύδωρον ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ' ἀχλύς οὐδ' ἄρ' ἔτ' ἔτλη δηρὸν ἑκὰς στρωφᾶσθ', ἀλλ' ἀντίος ἦλθ' Ἀχιλῆϊ. (Ilíada XX ) Palabras de Héctor a Aquiles. τὸν δ' οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς 9

10 ἠμὲν κερτομίας ἠδ' αἴσυλα μυθήσασθαι. οἶδα δ' ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων. ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν. (Ilíada XX ) Príamo suplica a Héctor que no se enfrente con Aquiles. ᾤμωξεν δ' ὃ γέρων, κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει λισσόμενος φίλον υἱόν ὃ δὲ προπάροιθε πυλάων ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι τὸν δ' ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς (Ilíada XXII 33-37) Combate entre Héctor y Aquiles. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ ἕζετο γὰρ προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος, ἐν γαίῃ δ' ἐπάγη ἀνὰ δ' ἥρπασε Παλλὰς Ἀθήνη, ἂψ δ' Ἀχιλῆϊ δίδου, λάθε δ' Ἕκτορα ποιμένα λαῶν. Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα ἤμβροτες, οὐδ' ἄρα πώ τι θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, ὄφρά σ' ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι. (Ilíada XXII ) El alma de Patroclo se aparece a Aquiles y le pide que lo entierre. εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ. (Ilíada XXIII 69-74) Funerales de Héctor. πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος αὐτὰρ ἔπειτα ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ' ἕταροί τε μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. (Ilíada XXIV ) 10

ΟΜΗΡΟΥ ΙΛΙΑΣ. (ed. D. B. Monro and T. W. Allen. Oxford, 1920) Μετάφραση: Ν. Καζαντζάκη - Ἰ. Θ. Κακριδῆ

ΟΜΗΡΟΥ ΙΛΙΑΣ. (ed. D. B. Monro and T. W. Allen. Oxford, 1920) Μετάφραση: Ν. Καζαντζάκη - Ἰ. Θ. Κακριδῆ ΟΜΗΡΟΥ ΙΛΙΑΣ (ed. D. B. Monro and T. W. Allen. Oxford, 1920) Μετάφραση: Ν. Καζαντζάκη - Ἰ. Θ. Κακριδῆ http://www.phys.uoa.gr/~nektar/arts/tributes/omhros/il.htm 1. -Α- 2. -Β- 3. -Γ- 4. - - 5. -Ε- 6. -Ζ-

Διαβάστε περισσότερα

δεῖ τοῦτο ποιεῖν αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις, ἀπεσκέδασεν δέ οἱ αὐγάς, ὥς φησιν Ἐμπεδοκλῆς (B 42),

δεῖ τοῦτο ποιεῖν αὐτή τε γὰρ ἄδηλός ἐστι τηνικαῦτα κἀκεῖνον ἀπέκρυψε καὶ ἠφάνισε πολλάκις, ἀπεσκέδασεν δέ οἱ αὐγάς, ὥς φησιν Ἐμπεδοκλῆς (B 42), Euripides Trag., Fragmenta Fragment 1009, line 1 μῶν φόνον τιν' εἰργάσω; γλαυκῶπίς τε στρέφεται μήνη ἤπειρον εἰς ἄπειρον ἐκβάλλων πόδα τί χρέος ἔβα δῶμα; Plutarchus Biogr., Phil., Marcius Coriolanus Chapter

Διαβάστε περισσότερα

ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ (ΟΛΟ ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ Η ΝΕΟ-ΕΛΛΗΝΙΚΗ ΜΕΤΑΦΡΑΣΗ)

ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ (ΟΛΟ ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ Η ΝΕΟ-ΕΛΛΗΝΙΚΗ ΜΕΤΑΦΡΑΣΗ) ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ (ΟΛΟ ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ Η ΝΕΟ-ΕΛΛΗΝΙΚΗ ΜΕΤΑΦΡΑΣΗ) 2 Ομήρου Οδυσσειάς Μετάφραση Ν. Καζαντζάκη - Ι. Κακριδή 1938 ( Όγδοη και τελική μορφή) 3 Περιεχόμενα 1. - α - 2. - β - 3. - γ - 4. -

Διαβάστε περισσότερα

LITERATURA GREGA I módulo #2: questão homérica, poesia oral; metro, epítetos, fórmulas, clichês. epítetos

LITERATURA GREGA I módulo #2: questão homérica, poesia oral; metro, epítetos, fórmulas, clichês. epítetos LITERATURA GREGA I módulo #2: questão homérica, poesia oral; metro, epítetos, fórmulas, clichês epítetos Agamêmnon poderoso τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων (1.130 1.285) ἦ γάρ μ' Ἀτρεΐδης

Διαβάστε περισσότερα

1. ΕΠΟΣ ΟΜΗΡΟΣ ΕΙΣΑΓΩΓΗ Η ΙΛΙΑ Α

1. ΕΠΟΣ ΟΜΗΡΟΣ ΕΙΣΑΓΩΓΗ Η ΙΛΙΑ Α Περιοδικό RAM, Μάιος 2005 Αρχαία Ελληνική Γραμματεία 1 1. ΕΠΟΣ 2. ΛΥΡΙΚΗ ΠΟΙΗΣΗ 3. ΧΡΟΝΟΛΟΓΙΟΟ 4. ΧΑΡΤΕΣ 5. ΒΙΒΛΙΟΓΡΑΦΙΑ Επιμέλεια ύλης: Μαρία Αλεξίου, Άννα Βλαχοδήμου, Βαγγέλης ρακόπουλος, Μάγδα Τικοπούλου

Διαβάστε περισσότερα

Bijlage VWO. Grieks. tijdvak 1. Tekstboekje. VW-1011-a-12-1-b

Bijlage VWO. Grieks. tijdvak 1. Tekstboekje. VW-1011-a-12-1-b Bijlage VWO 2012 tijdvak 1 Grieks Tekstboekje VW-1011-a-12-1-b Tekst 1 Odysseus is aangekomen op het eiland van de Phaeaken. 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118

Διαβάστε περισσότερα

Z ELEGII THEOGNISA. Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός, Katedra Języka i Cywilizacji Greckiej UMK Materiały dydaktyczne

Z ELEGII THEOGNISA. Σοὶ δ' ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός, Katedra Języka i Cywilizacji Greckiej UMK Materiały dydaktyczne 1 Z ELEGII THEOGNISA Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο λήσομαι ἀρχόμενος οὐδ' ἀποπαυόμενος, ἀλλ' αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν ἀείσω σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου. 5 Φοῖβε ἄναξ,

Διαβάστε περισσότερα

παῖδα φίλον Κρείοντος ἀμύμονος, Αἵμονα δῖον αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν

παῖδα φίλον Κρείοντος ἀμύμονος, Αἵμονα δῖον αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν 1 ΠΡΩΙΜΟΣ ΕΠΙΚΟΣ ΚΥΚΛΟΣ 1/ ἀλλ ἔτι κάλλιστόν τε καὶ ἱμεροέστατον ἄλλων παῖδα φίλον Κρείοντος ἀμύμονος, Αἵμονα δῖον [κατεσπάραξε ἡ Σφίγξ] Οἰδιπόδεια, Fr. 1 Bernabè 2/ αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης

Διαβάστε περισσότερα

ὣς δ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι. τὸν δ ἄρα δεῦρ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.

ὣς δ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι. τὸν δ ἄρα δεῦρ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. Od.5.121 Od.5.122 Od.5.123 Od.5.124 Od.5.125 Od.5.126 Od.5.127 Od.5.128 Od.5.129 Od.5.130 Od.5.131 Od.5.132 Od.5.133 Od.5.134 Od.5.135 Od.5.136 Od.5.137 Od.5.138 Od.5.139 Od.5.140 Od.5.141 Od.5.142 Od.5.143

Διαβάστε περισσότερα

Índice de textos TEXTOS DE GRIEGO

Índice de textos TEXTOS DE GRIEGO Índice de textos SELECCIÓN DE TEXTOS DE P.A.U. CURSO 2011-12...2 LA ÉPICA... 2 Texto 1: Homero, Ilíada I, 1-5... 2 Texto 2: La manzana de la discordia...2 Texto 3: Aquiles permite a Patroclo luchar con

Διαβάστε περισσότερα

Uniones de Zeus. Ártemis y Apolo

Uniones de Zeus. Ártemis y Apolo El principio del mundo Οὐρανὸς πρῶτος τοῦ παντὸς ἐδυνάστευσε κόσµου. γήµας δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας, Βριάρεων Γύην Κόττον, οἳ µεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάµει καθειστήκεσαν,

Διαβάστε περισσότερα

University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures

University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures University of Waterloo Wilfrid Laurier University Joint MA Program in Ancient Mediterranean Cultures Reading examination in Greek for Graduate Students Date: Name: I.D.: Answers must be legibly written

Διαβάστε περισσότερα

KALLIMACOU EPIGRAMMATA. Τίμων (ο ὐ γὰρ ἔτ' ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; τ ὸ σκότος ὑμέων γὰρ πλείονες εἰν Ἀΐδ ῃ.

KALLIMACOU EPIGRAMMATA. Τίμων (ο ὐ γὰρ ἔτ' ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν; τ ὸ σκότος ὑμέων γὰρ πλείονες εἰν Ἀΐδ ῃ. KALLIMACOU EPIGRAMMATA Εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν ἐμνήσθην δ' ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχ ῃ κατεδύσαμεν. ἀλλ ὰ σ ὺ μέν που, ξεῖν' Ἁλικαρνησε ῦ, τετράπαλαι σποδιή, 5 α ἱ

Διαβάστε περισσότερα

La justice divine ; le cas de Polycrate

La justice divine ; le cas de Polycrate La justice divine ; le cas de Polycrate Homère, Odyssée 1.28-43 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, τόν ῥ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν Ὀρέστης τοῦ ὅ

Διαβάστε περισσότερα

ΠΕΡΙΕΧΟΜΕΝΑ ΕΙΣΑΓΩΓΗ 13 ΑΠΟΣΠΑΣΜΑΤΑ - ΜΕΤΑΦΡΑΣΗ 18 ΣΗΜΕΙΩΣΕΙΣ 28 ΛΕΞΙΛΟΓΙΟ 32

ΠΕΡΙΕΧΟΜΕΝΑ ΕΙΣΑΓΩΓΗ 13 ΑΠΟΣΠΑΣΜΑΤΑ - ΜΕΤΑΦΡΑΣΗ 18 ΣΗΜΕΙΩΣΕΙΣ 28 ΛΕΞΙΛΟΓΙΟ 32 ΠΕΡΙΕΧΟΜΕΝΑ ΕΙΣΑΓΩΓΗ 13 ΑΠΟΣΠΑΣΜΑΤΑ - ΜΕΤΑΦΡΑΣΗ 18 ΣΗΜΕΙΩΣΕΙΣ 28 ΛΕΞΙΛΟΓΙΟ 32 ΕΙΣΑΓΩΓΗ Όπως είναι γνωστό, ο Παρµενίδης έζησε στην Ελαία περίπου το 540-470 π.χ. λίγο µετά τον Ηράκλειτο (κάποιοι τον θέλουν

Διαβάστε περισσότερα

Ενότητα 9 Διόνυσος, Ἀπόλλων καὶ Ποσειδῶν ἐν Ἀττικῇ

Ενότητα 9 Διόνυσος, Ἀπόλλων καὶ Ποσειδῶν ἐν Ἀττικῇ Ενότητα 9 Διόνυσος, Ἀπόλλων καὶ Ποσειδῶν ἐν Ἀττικῇ Στην ενότητα επαναλαμβάνονται πολλά από τα φαινόμενα που έχουν ήδη παρουσιαστεί και μπορεί να λειτουργήσει επαναληπτικά. Το κείμενο είναι εύκολο στην

Διαβάστε περισσότερα

nós, dizem, vêm os males. Não consideram que eles padecem aflições causadas por desmandos próprios, contrariando Moros 2. Contra Moros, Egisto

nós, dizem, vêm os males. Não consideram que eles padecem aflições causadas por desmandos próprios, contrariando Moros 2. Contra Moros, Egisto ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν: πολλῶν δ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, πολλὰ δ ὅ γ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, ἀρνύμενος ἥν

Διαβάστε περισσότερα

TEXTOS DE SELECTIVIDAD DE JENOFONTE 1.Ciro, con el pretexto de expulsar a los Pisidas de la zona, reúne a sus tropas Επεὶ δ ἐδόκει ἤδη πορεύεσθαι

TEXTOS DE SELECTIVIDAD DE JENOFONTE 1.Ciro, con el pretexto de expulsar a los Pisidas de la zona, reúne a sus tropas Επεὶ δ ἐδόκει ἤδη πορεύεσθαι TEXTOS DE SELECTIVIDAD DE JENOFONTE 1.Ciro, con el pretexto de expulsar a los Pisidas de la zona, reúne a sus tropas Επεὶ δ ἐδόκει ἤδη πορεύεσθαι αὐτῷ ἄνω, τὴν μὲν πρόφασιν ἐποιεῖτο ὡς Πισίδας βουλόμενος

Διαβάστε περισσότερα

Solón. Fragmenta; ed. M.L. West, Iambi et elegi Graeci. fr. 1: αὐτὸς κῆρυξ ἦλθον ἀφ ἱμερτῆς Σαλαμῖνος, κόσμον ἐπέων ὠιδὴν ἀντ ἀγορῆς θέμενος.

Solón. Fragmenta; ed. M.L. West, Iambi et elegi Graeci. fr. 1: αὐτὸς κῆρυξ ἦλθον ἀφ ἱμερτῆς Σαλαμῖνος, κόσμον ἐπέων ὠιδὴν ἀντ ἀγορῆς θέμενος. 1 Solón Fragmenta; ed. M.L. West, Iambi et elegi Graeci fr. 1: αὐτὸς κῆρυξ ἦλθον ἀφ ἱμερτῆς Σαλαμῖνος, κόσμον ἐπέων ὠιδὴν ἀντ ἀγορῆς θέμενος. fr. 2: εἴην δὴ τότ ἐγὼ Φολεγάνδριος ἢ Σικινήτης ἀντί γ Αθηναίου

Διαβάστε περισσότερα

Τό Ἀρχαίο κείμενο & η Μετάφραση

Τό Ἀρχαίο κείμενο & η Μετάφραση Ο Ρ Φ Ι Κ Ο Ι Υ Μ Ν Ο Ι Τό Ἀρχαίο κείμενο & η Μετάφραση Οι Ορφικοί Ύμνοι τραγουδούνταν ή απαγγέλονταν κατά την διάρκεια των Ορφικών Μυστηρίων των αρχαίων Ελλήνων. Η λατρεία τους ήταν γνωστή μόνο στους

Διαβάστε περισσότερα

9. EL AORISTO. EL GENITIVO ABSOLUTO

9. EL AORISTO. EL GENITIVO ABSOLUTO 9. EL AORISTO. EL GENITIVO ABSOLUTO Lectura Lee en voz alta y traduce: 1 ο Ζεύς Την δικαιοσύνην έπεμψε τοις άνθρώποις. 2. Έδοξέ μοι ουτος είναι σοφός. 3 f 0 θεός τόνδε τόν κδσμον κατεσκεύασεν. 4 Οι Αθηναίοι

Διαβάστε περισσότερα

A new fragment of Euripides Cresphontes

A new fragment of Euripides Cresphontes A new fragment of Euripides Cresphontes by Tom Keeline Tom Keeline Cresphontes Editorial preface: A remarkable late 9 th -century anthology of Athenian tragedy has recently emerged from the dusty shelves

Διαβάστε περισσότερα

TEXTO 1 Operaciones militares

TEXTO 1 Operaciones militares TEXTO 1 Operaciones militares Mientras Alcibíades se dirige desde Samos a Caria para reunir dinero, Trasibulo marcha contra Tracia y somete Tasos. Ἀλκιβιάδης δὲ βουλόμενος μετὰ τῶν στρατιωτῶν ἀποπλεῖν

Διαβάστε περισσότερα

ΘΟΥΚΙ Ι ΗΣ ΙΣΤΟΡΙΑ Β. Ο επιτάφιος λόγος του Περικλή

ΘΟΥΚΙ Ι ΗΣ ΙΣΤΟΡΙΑ Β. Ο επιτάφιος λόγος του Περικλή ΘΟΥΚΙ Ι ΗΣ ΙΣΤΟΡΙΑ Β Ο επιτάφιος λόγος του Περικλή 34. Τον ίδιο χειµώνα οι Αθηναίοι, ακολουθώντας την πατροπαράδοτη συνήθεια, τέλεσαν δηµόσια την ταφή εκείνων που πρώτοι σκοτώθηκαν σε αυτόν τον πόλεµο.

Διαβάστε περισσότερα

www.prooptikh.com φ σει ἡμῖν ἐγγ νεται

www.prooptikh.com φ σει ἡμῖν ἐγγ νεται ΕΝΟΤΗΤΑ 1 KΕΙ ΕΝΟ Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ θικῆς, ἡ μὲν διανοητικὴ ἔχει καὶ τὴν γ νεσιν καὶ τὴν αὔξησιν, τὸ πλεῖον ἐκ διδασκαλ ας δι περ ἐμπειρ ας δεῖται καὶ χρ νου, ἡ δ θικὴ

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ. Τονισθεὶς συμφώνως πρὸς καταγραφὰς καὶ ἐκτελέσεις τῆς παραδόσεως τῆς Μ.Χ.Ε. ὑπὸ Βασιλείου Μαυραγκάνου

ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ. Τονισθεὶς συμφώνως πρὸς καταγραφὰς καὶ ἐκτελέσεις τῆς παραδόσεως τῆς Μ.Χ.Ε. ὑπὸ Βασιλείου Μαυραγκάνου ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ Τονισθεὶς συμφώνως πρὸς καταγραφὰς καὶ ἐκτελέσεις τῆς παραδόσεως τῆς Μ.Χ.Ε. ὑπὸ Βασιλείου Μαυραγκάνου ΒΕΡΟΙΑ 201 Βασίλειος Κ. Μαυράγκανος 28 ης Ὀκτωβρίου 8, 59 100

Διαβάστε περισσότερα

ἐπικτήτου ἐγχειρίδιον γνωμολόγιον ἐπικτήτου τό καλούμενον

ἐπικτήτου ἐγχειρίδιον γνωμολόγιον ἐπικτήτου τό καλούμενον ἐπικτήτου ἐγχειρίδιον γνωμολόγιον ἐπικτήτου τό καλούμενον ἐπικτήτου ἐγχειρίδιον γνωμολόγιον ἐπικτήτου τό καλούμενον αʹ 1. Τῶν ὄντων τὰ μέν ἐστιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. ἐφ' ἡμῖν μὲν ὑπόληψις, ὁρμή,

Διαβάστε περισσότερα

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ

Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ -69- Η ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ ΩΡΑΣ Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰη - σοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶ σον ἡμᾶς. Ἀμήν. Δόξα Σοι, ὁ Θεὸς ἡμῶν, δόξα Σοι, Ἁγία Τριάς, δόξα Σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε,

Διαβάστε περισσότερα

ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ. Μετάφραση, προλεγόµενα: Αρ. Καµπάνης

ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ. Μετάφραση, προλεγόµενα: Αρ. Καµπάνης ΕΠΙΚΤΗΤΟΥ ΕΓΧΕΙΡΙΔΙΟΝ Μετάφραση, προλεγόµενα: Αρ. Καµπάνης Το Εγχειρίδιον δεν είνε γραµµένον από τον ίδιον τον Επίκτητον. Όπως ο Σωκράτης, όπως ο Ιησούς, και ο Επίκτητος δεν αφήκε σύγγραµµα κανένα. Αι

Διαβάστε περισσότερα