De sanctis martyribus

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "De sanctis martyribus"

Transcript

1 De sanctis martyribus Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι, ἐλέχθη ἡ ὁμιλία ἐν τῇ πόλει εἰς μάρτυρας, καὶ περὶ κατανύξεως καὶ ἐλεημοσύνης αʹ. Χθὲς μαρτύρων ἡμέρα, ἀλλὰ καὶ σήμερον μαρτύρων ἡμέρα εἴθε καὶ ἀεὶ μαρτύρων ἡμέραν ἐπετελοῦμεν. Εἰ γὰρ οἱ περὶ τὰ θέατρα μεμηνότες, καὶ πρὸς τὴν τῶν ἵππων ἅμιλλαν κεχηνότες, οὐδέποτε λαμβάνουσι κόρον τῶν ἀτόπων θεαμάτων ἐκείνων, πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς τὰς ἑορτὰς τῶν ἁγίων. Ἐκεῖ πομπὴ διαβολικὴ, ἐνταῦθα ἑορτὴ χριστιανική ἐκεῖ δαίμονες σκιρτῶσιν. ἐνταῦθα ἄγγελοι χορεύουσιν ἐκεῖ ψυχῶν ἀπώλεια, ἐνταῦθα σωτηρία τῶν συλλεγομένων ἁπάντων. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἐκεῖνα; Ἀλλ' οὐ τοσαύτην ὅσην ταῦτα. Ποία γὰρ ἡδονὴ τρέχοντας εἰκῆ καὶ ἁπλῶς ἵππους ἰδεῖν; ἐνταῦθα δὲ οὐχὶ ἀλόγων ζεῦγος ὁρᾷς, ἀλλὰ μαρτύρων μυρία ἅρματα, καὶ τὸν Θεὸν τοῖς ἅρμασιν ἐφεστῶτα τούτοις, καὶ τὴν πρὸς τὸν οὐρανὸν ὁδὸν ἐλαύνοντα. Ὅτι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων ἅρμα εἰσὶ τοῦ Θεοῦ, ἄκουσον τοῦ προφήτου λέγοντος Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Ὅπερ γὰρ ἐδωρήσατο ταῖς ἄνω δυνάμεσι, τοῦτο ἐχαρίσατο καὶ τῇ ἡμετέρᾳ φύσει. Ἐπὶ τῶν Χερουβὶμ κάθηται, καθάπερ καὶ ὁ ψαλμός φησιν Ἐπέβη ἐπὶ τῶν χερουβὶμ, καὶ ἐπετάσθη καὶ πάλιν, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ βλέπων ἀβύσσους. Τοῦτο καὶ ἡμῖν πάλιν ἔδωκεν ἐπ' ἐκείνων κάθηται, ἐν ἡμῖν οἰκεῖ Ἐνοικήσω γὰρ καὶ ἐμπεριπατήσω ἐν ὑμῖν. Ἐκεῖνοι γεγόνασιν ἅρμα, ἡμεῖς γενώμεθα ναός. Εἶδες τῆς τιμῆς τὴν συγγένειαν; εἶδες πῶς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ κάτω; ιόπερ οὐδὲν διεστήκαμεν τῶν ἀγγέλων, ἂν θέλωμεν. Ἀλλ' ὅπερ ἔφην ἀρχόμενος, χθὲς μαρτύρων ἡμέρα, καὶ σήμερον μαρτύρων ἡμέρα, οὐχὶ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ἐν τῇ χώρᾳ μᾶλλον δὲ κἀκεῖνοι παρ' ἡμῖν. Πόλις μὲν γὰρ καὶ χώρα ἐν τοῖς βιωτικοῖς πράγμασιν ἀλλήλων διεστήκασι, κατὰ δὲ τὸν τῆς εὐσεβείας λόγον κοινωνοῦσι καὶ ἥνωνται. Μὴ γάρ μοι τὴν βάρβαρον αὐτῶν φωνὴν ἴδῃς, ἀλλὰ τὴν φιλοσοφοῦσαν αὐτῶν διάνοιαν. Τί γάρ μοι ὄφελος τῆς ὁμοφωνίας, ὅταν τὰ τῆς γνώμης ᾖ διῃρημένα; τί δέ μοι βλάβος τῆς ἑτεροφωνίας, ὅταν τὰ τῆς πίστεως ᾖ συνημμένα; Κατὰ τὸν λόγον τοῦτον οὐδὲν οὔτε χώρα πόλεως εὐτελεστέρα ἐν γὰρ τῷ κεφαλαίῳ τῶν ἀγαθῶν τὴν ἰσοτιμίαν ἔχουσι. ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς πόλεσι μὲν ἐνδιέτριβε, τὰς δὲ χώρας ἠφίει κενὰς καὶ ἐρήμους, ἀλλὰ διεπορεύετο κατὰ πόλεις καὶ κώμας, κηρύσσων τὸ εὐαγγέλιον καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τοῦτον καὶ ὁ κοινὸς ἡμῶν ποιμὴν καὶ διδάσκαλος μιμησάμενος, ἀφῆκεν ἡμᾶς καὶ πρὸς ἐκείνους ἔδραμε μᾶλλον δὲ οὐκ ἀφῆκεν ἡμᾶς πρὸς ἐκείνους ἀπελθών πρὸς γὰρ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἀπῆλθε. Καὶ καθάπερ τῆς ἑορτῆς τῶν Μακκαβαίων ἐπιτελουμένης, πᾶσα ἡ χώρα εἰς τὴν πόλιν ἐξεχύθη οὕτω τῆς ἑορτῆς τῶν ἐκεῖ μαρτύρων ἀγομένης, νῦν τὴν πόλιν ἅπασαν πρὸς ἐκείνους μεταστῆναι ἐχρῆν. ιὰ γὰρ τοῦτο οὐκ ἐν πόλεσι μόνον κατεφύτευσε μάρτυρας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τῆς χώρας αὐτῆς, ἵνα ἐκ τῆς τῶν ἑορτῶν ὑποθέσεως πρόφασιν ἔχωμεν ἀναγκαίαν τῆς πρὸς ἀλλήλους ἐπιμιξίας, καὶ πλείους ἐπὶ τῆς χώρας ἢ ἐπὶ τῆς πόλεως. Τῷ γὰρ ὑστεροῦντι τὴν περισσοτέραν τιμὴν ἔδωκεν ὁ Θεός ἀσθενέστερον γάρ ἐστιν ἐκεῖνο τὸ μέρος διὰ 1

2 τοῦτο πλείονος ἀπήλαυσε τῆς θεραπείας. Οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦντες συνεχοῦς ἀπολαύουσι διδασκαλίας, οἱ δὲ ἐν ἀγροικίᾳ ζῶντες, οὐ τοσαύτης μετέχουσιν ἀφθονίας. Τὴν πενίαν τοίνυν τῶν διδασκόντων ἐν τῇ δαψιλείᾳ τῶν μαρτύρων παραμυθούμενος ὁ Θεὸς, ᾠκονόμησε πλείους παρ' ἐκείνοις ταφῆναι μάρτυρας. Οὐκ ἀκούουσι διδασκάλων γλώττης ἐκεῖνοι διηνεκῶς, ἀλλὰ μαρτύρων φωνῆς ἀπὸ τοῦ τάφου διαλεγομένης αὐτοῖς καὶ μείζονα ἰσχὺν ἐχούσης. Καὶ ἵνα μάθητε, ὅτι μείζονα ἰσχὺν ἔχουσι μάρτυρες καὶ σιωπῶντες ἡμῶν τῶν φθεγγομένων, πολλοὶ πολλάκις διαλεγόμενοι πολλοῖς περὶ ἀρετῆς οὐδὲν ἤνυσαν ἕτεροι δὲ σιγῶντες μέγιστα κατώρθωσαν διὰ τὴν τοῦ βίου λαμπρότητα ὥστε πολλῷ πλέον οἱ μάρτυρες τοῦτο εἰργάσαντο, τὴν μὲν διὰ τῆς γλώττης οὐκ ἀφιέντες φωνὴν, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτῶν πολὺ τῆς ἀπὸ τοῦ στόματος οὖσαν ὑψηλοτέραν, δι' ἧς πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων διαλέγονται φύσιν, ταῦτα τὰ ῥήματα λέγοντες Ἐμβλέψατε εἰς ἡμᾶς, ὅσα ἐπάθομεν δεινά. Τί γὰρ ἐπάθομεν θανάτῳ καταδικασθέντες, καὶ ζωὴν εὑρόντες διηνεκῆ; Κατηξιώθημεν ἀποθέσθαι τὰ σώματα διὰ τὸν Χριστόν εἰ δὲ διὰ τὸν Χριστὸν μὴ παρεχωρήσαμεν αὐτῶν νῦν, μικρὸν ὕστερον ἐμέλλομεν καὶ ἄκοντες αὐτῶν ἀποστήσεσθαι τῆς προσκαίρου ζωῆς. Εἰ καὶ μὴ μαρτύριον παρελθὸν ἔλαβεν, ἀλλ' ὁ κοινὸς τῆς φύσεως θάνατος ἐπελθὼν κατέλυσεν αὐτά. ιὰ ταῦτα οὐ παυόμεθα εὐχαριστοῦντες τῷ Θεῷ, ὅτι κατηξίωσεν ἡμᾶς τῷ πάντως ὀφειλομένῳ θανάτῳ πρὸς σωτηρίαν τῶν ἡμετέρων ἀποχρήσασθαι ψυχῶν, καὶ τὸ κατ' ἀνάγκην ὀφειλόμενον ἐν δωρεᾶς τάξει ἔλαβε παρ' ἡμῶν, καὶ μετὰ τῆς μεγίστης τιμῆς. Ἀλλ' αἱ βάσανοι φορτικαὶ, καὶ ἐπαχθεῖς. Ἀλλ' ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἡ δὲ ἐκ τούτων ἄνεσις ἐν τοῖς ἀθανάτοις αἰῶσι μᾶλλον δὲ οὐδὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ φορτικαὶ αἱ βάσανοι τοῖς εἰς τὰ μέλλοντα βλέπουσι, καὶ πρὸς τὸν ἀγωνοθέτην κεχηνόσιν. Ἐπεὶ καὶ ὁ μακάριος Στέφανος, ἐπειδὴ τὸν Χριστὸν ἑώρα τοῖς τῆς πίστεως ὀφθαλμοῖς, διὰ τοῦτο τῶν λίθων τὰς νιφάδας οὐκ εἶδεν, ἀλλ' ἀντ' ἐκείνων τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἠρίθμει. Καὶ σὺ τοίνυν μετάστησον ἀπὸ τῶν παρόντων πρὸς τὸ μέλλον τὸ ὄμμα, καὶ οὐδὲ βραχεῖαν τῶν δεινῶν λήψῃ τὴν αἴσθησιν. βʹ. Ταῦτα καὶ πλείονα τούτων οἱ μάρτυρες λέγουσι, καὶ πείθουσι πολλῷ μᾶλλον, ἢ ἡμεῖς. Ἐγὼ μὲν γὰρ ἂν εἴπω ὅτι οὐδὲν ἔχει φορτικὸν ἡ βάσανος, οὐκ εἰμὶ ἀξιόπιστος ταῦτα λέγων λόγῳ γὰρ τὰ τοιαῦτα φιλοσοφεῖν οὐδὲν δύσκολον ὁ δὲ μάρτυς τὴν διὰ τῶν πραγμάτων φωνὴν ἀφιεὶς, οὐδένα ἔχει τὸν ἀντιλέγοντα. Καὶ καθάπερ ἐπὶ τῶν βαλανείων γίνεται ἔν δον, ὅταν ἀναζέῃ τῶν θερμῶν ὑδάτων ἡ κολυμβήθρα, καὶ μηδεὶς θαῤῥῇ καταβαίνειν, ἕως μὲν ἂν διὰ λόγων παρακαλῶσιν ἀλλήλους οἱ ἐπὶ τοῦ χείλους καθήμενοι, οὐδένα μᾶλλον πείθουσιν ἐπειδὰν δὲ εἷς τις ἐξ αὐτῶν ἢ τὴν χεῖρα καθίῃ, ἢ τὸν πόδα χαλάσας μετὰ τοῦ θαῤῥεῖν ὅλον ἐναφίῃ τὸ σῶμα, σιγῶν τῶν πολλὰ φθεγγομένων μᾶλλον ἂν ἔπεισε τοὺς ἄνω καθημένους κατατολμῆσαι τῆς κολυμβήθρας οὕτω καὶ ἐπὶ τῶν μαρτύρων καὶ γὰρ ἐνταῦθα ἀντὶ τῆς κολυμβήθρας τῶν ὑδάτων ἡ πυρὰ πρόκειται. Οἱ μὲν οὖν ἔξωθεν περιεστηκότες κἂν μυρίοις λόγοις παρακαλῶσιν, οὐ σφόδρα πείθουσιν ὅταν δὲ εἷς τις τῶν μαρτύρων μὴ τὸν πόδα, μηδὲ τὴν χεῖρα μόνον χαλάσῃ κάτω, ἀλλ' ὅλον ἐπαφῇ τὸ σῶμα, πάσης παραινέσεως καὶ συμβουλῆς δυνατωτέραν παρεχόμενος τὴν διὰ τῶν πραγμάτων πεῖραν, ἐκβάλλει τῶν περιεστηκότων τὴν ἀγωνίαν. Εἴδετε πῶς δυνατωτέρα καὶ σιγώντων ἡ φωνὴ τῶν μαρτύρων; ιὰ τοῦτο ἀφῆκεν ἡμῖν τὰ σώματα αὐτῶν ὁ Θεός διὰ τοῦτο πάλαι νικήσαντες, οὐδέπω καὶ νῦν ἀνέστησαν, ἀλλὰ τοὺς μὲν ἄθλους ὑπέμειναν πρὸ τοσούτου 2

3 χρόνου, τῆς δὲ ἀναστάσεως οὐδέπω ἐπέτυχον, οὐδέπω διὰ σὲ καὶ τὴν ὠφέλειαν τὴν σὴν, ἵνα καὶ σὺ ἐκεῖνον τὸν ἀθλητὴν ἐννοῶν πρὸς τὸν αὐτὸν δρόμον διεγερθῇς. Τούτοις μὲν γὰρ οὐδὲν βλάβος ἀπὸ τῆς ἀναβολῆς γίνεται σοὶ δὲ μέγιστον ὄφελος ἐκ τῆς ὑποθέσεως τίκτεται. Ἐκεῖνοι μὲν γὰρ μετὰ ταῦτα ἀπολήψονται, κἂν μὴ νῦν ἀπολαμβάνωσιν εἰ δὲ ἐξήρπασεν αὐτοὺς ἐκ τοῦ μέσου νῦν, πολλὴν ἂν ἡμῶν παράκλησιν καὶ παραμυθίαν ἀφείλετο μεγίστη γὰρ ὄντως παράκλησις καὶ παραμυθία ἀπὸ τῶν τάφων τῶν ἁγίων τούτων πᾶσιν ἀνθρώποις προσγίνεται. Καὶ τῶν λεγομένων ὑμεῖς μάρτυρες. Πολλάκις γοῦν ἡμῶν ἀπειλούντων, κολακευόντων, φοβούντων, προτρεπόντων, οὐ τοσαύτην ἐδέξασθε προθυμίαν εἰς εὐχὴν, οὐδὲ διηγέρθητε εἰς δὲ μαρτύριον ἀπελθόντες, οὐδενὸς συμβουλεύοντος, τὸν τάφον μόνον ἰδόντες, τῶν ἁγίων πολλὰς ἐξεχέατε δακρύων πηγὰς, καὶ διεθερμάνθητε ἐν ταῖς εὐχαῖς. Καίτοι γε ἄφωνος ὁ μάρτυς κεῖται ἐν πολλῇ τῇ σιγῇ. Τί ποτ' οὖν ἐστι τὸ κεντοῦν τὸ συνειδὸς, καὶ ποιοῦν ὥσπερ ἐκ πηγῆς ἀναβλύζειν τοὺς τῶν δακρύων κρουνούς; Αὐτὴ τοῦ μάρτυρος ἡ φαντασία, καὶ τῶν κατορθωθέντων πάντων ἡ μνήμη. Καθάπερ γὰρ οἱ πένητες, ἐπειδὰν ἴδωσι πλουτοῦντας ἑτέρους ἐν ἀξιώμασιν ὄντας, δορυφορουμένους, πολλῆς παρὰ βασιλέως τιμῆς ἀπολαύοντας, ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐν ταῖς ἑτέρων εὐπραγίαις μανθάνοντες ἀποδύρονται οὕτω δὴ καὶ ἡμεῖς, ἐπειδὰν ἀναμνησθῶμεν τῆς τῶν μαρτύρων παῤῥησίας, ἣν ἔχουσι πρὸς τὸν βασιλέα τῶν ὅλων Θεὸν, καὶ τῆς λαμπρότητος καὶ τῆς δόξης, καὶ τῶν οἰκείων ἀναμνησθῶμεν ἁμαρτημάτων ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐκ τῆς ἐκείνων εὐπορίας κατιδόντες ἀλγοῦμεν καὶ ὀδυνώμεθα, καταμανθάνοντες ὅσον αὐτῶν ἀπολιμπανόμεθα καὶ τοῦτό ἐστι τὸ ποιοῦν τὰ δάκρυα. ιὰ τοῦτο ἡμῖν τὰ σώματα ἀφῆκεν ἐνταῦθα ὁ Θεὸς, ἵν' ὅταν ὁ τῶν πραγμάτων ὄχλος καὶ φροντίδων πλῆθος βιωτικῶν σκότος πολὺ τῆς διανοίας κατασκεδάσῃ τῆς ἡμετέρας, ἢ ἐξ ἰδιωτικῶν ἢ ἐκ δημοσίων πραγμάτων πολλὰ δὲ τοιαῦτα, τὴν οἰκίαν ἀφέντες, τῆς πόλεως ἐξελθόντες, πολλὰ χαίρειν τοῖς θορύβοις τούτοις εἰπόντες, ἀναχωρήσωμεν εἰς μαρτύριον, ἀπολαύσωμεν τῆς αὔρας ἐκείνης τῆς πνευματικῆς, ἐπιλαθώμεθα τῆς πολλῆς σχολῆς, ἐντρυφήσωμεν τῇ ἡσυχίᾳ, συγγενώμεθα τοῖς ἁγίοις, παρακαλέσωμεν αὐτῶν τὸν ἀγωνοθέτην ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, πολλὰς ἱκετηρίας ἐκχέωμεν, διὰ τούτων πάντων ἀποθέμενοι τὸ βάρος τοῦ συνειδότος, μετὰ πολλῆς τῆς ψυχαγωγίας οἴκαδε πάλιν ἐπανέλθωμεν. Μαρτύρων θῆκαι οὐδὲν ἄλλο εἰσὶν, ἀλλ' ἢ λιμένες ἀσφαλεῖς, καὶ πηγαὶ ναμάτων πνευματικῶν, καὶ θησαυροὶ περιουσίας ἀνάλωτοι, μηδέποτε ἐλεγχόμενοι. Καὶ καθάπερ οἱ λιμένες ὑποδεχόμενοι τὰ πλοῖα πολλοῖς κύμασι περιαντληθέντα ἐν ἀσφαλείᾳ καθιστῶσιν, οὕτω δὴ καὶ τῶν μαρτύρων αἱ θῆκαι ὑποδεξάμεναι τὰς ἡμετέρας ψυχὰς βιωτικοῖς πράγμασι περιαντλουμένας ἐν πολλῇ καθιστῶσι γαλήνῃ καὶ ἀσφαλείᾳ καὶ ὥσπερ αἱ πηγαὶ τῶν ψυχρῶν ναμάτων τὰ πεπονηκότα καὶ καταφλεχθέντα ἀνακτῶνται σώματα, οὕτω δὴ καὶ αὗται τὰς ἀπὸ τῶν ἀτόπων παθῶν κατακαυθείσας ψυχὰς καταψύχουσι, καὶ ἐπιθυμίαν ἄτοπον, καὶ φθόνον τήκοντα, καὶ θυμὸν ζέοντα, καὶ εἴ τι τοιοῦτον ἕτερον διενοχλήσειεν, ἀπὸ τῆς ὄψεως μόνης κατασβέννυσι, καὶ θησαυρῶν δὲ ἐκ πολλῆς τῆς περιουσίας βελτίους εἰσίν. Οἱ μὲν γὰρ τῶν χρημάτων θησαυροὶ πολλοὺς παρέχουσι κινδύνους τοῖς εὑρίσκουσιν αὐτοὺς, καὶ εἰς πολλὰ μέρη διαιρεθέντες, ἐλάττους γίνονται τῇ διανομῇ ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀκίνδυνος μὲν ἡ εὕρεσις, ἀμείωτος δὲ ἡ διαίρεσις, ἀπεναντίας τοῖς αἰσθητοῖς θησαυροῖς. Ἐκεῖνοι μὲν γὰρ, ὡς ἔφθην εἰπὼν, κατακερματισθέντες ἐλάττους γίνονται οὗτοι δὲ ὅταν εἰς πολλοὺς διαιρεθῶσι, τότε μᾶλλον τὴν οἰκείαν ἐνδείκνυνται 3

4 εὐπορίαν. Τοιαύτη γὰρ τῶν πνευματικῶν πραγμάτων ἡ φύσις αὔξεται τῇ διανομῇ, καὶ πλείων γίνεται τῇ διαιρέσει. Οὐχ οὕτω λειμῶνές εἰσι τερπνοὶ, ῥόδα καὶ ἴα παρεχόμενοι τοῖς θεωμένοις, ὡς μαρτύρων τάφοι, ἀμάραντόν τινα καὶ ἀκατάλυτον ταῖς ψυχαῖς παρεχόμενοι τῶν θεωμένων τὴν ἡδονήν. γʹ. Ἁψώμεθα τοίνυν τῶν θηκῶν ἐκείνων μετὰ πίστεως, διαθερμανθῶμεν τὴν διάνοιαν, κινήσωμεν ὀδυρμούς. Πολλὰ ἡμῖν ἡμάρτηται καὶ μεγάλα ἁμαρτήματα διὰ τοῦτο πολλῆς δεόμεθα τῆς θεραπείας, σφοδρᾶς τῆς ἐξομολογήσεως. Ἔῤῥευσαν οἱ ἅγιοι μάρτυρες αἷμα, ῥευσάτωσάν σοι οἱ ὀφθαλμοὶ δάκρυα δύνανται καὶ δάκρυα πυρὰν ἁμαρτημάτων κατασβέσαι κατεξάνθησαν ἐκεῖνοι τὰς πλευρὰς, δημίους εἶδον περιεστῶτας τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῷ συνειδότι κάθισον τὸν λογισμὸν δικάζοντα ἐπὶ τοῦ θρόνου τῆς ἀδεκάστου διανοίας, παράγαγε τὰ ἡμαρτημένα σοι πάντα εἰς μέσον, φοβεροὺς ἐπίστησον τοῖς πλημμελήμασι λογισμοὺς, κόλασον τὰς ἀτόπους ἐνθυμήσεις, ἐξ ὧν τὰ ἁμαρτήματα γέγονε, μετὰ πολλῆς καταξαινέσθω τῆς σφοδρότητος. Ἐὰν οὕτω μελετήσωμεν δικάζειν ἑαυτοὺς, καὶ φευξόμεθα τὸ φοβερὸν ἐκεῖνο κριτήριον. Ὅτι γὰρ ὁ κρίνων ἑαυτὸν νῦν, καὶ τῶν ἡμαρτημένων εὐθύνας ἑαυτὸν ἀπαιτῶν ἀκριβεῖς, οὐ δώσει κατὰ τὸ μέλλον δίκην, ἄκουσον τοῦ Παύλου λέγοντος Εἰ γὰρ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ τοῦ Κυρίου. Τοῖς γὰρ ἀναξίως μετέχουσι τῶν μυστηρίων ἐγκαλῶν, οὕτως ἔλεγεν Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν ὥσπερ οἱ σταυρώσαντες, φησὶ, τὸν Ἰησοῦν, οὕτω καὶ οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες δίκην δώσουσιν. Καὶ μὴ καταγνώσωσί τινες ὑπερβολὴν τοῦ λόγου. Ἱμάτιόν ἐστι βασιλικὸν τὸ σῶμα τὸ δεσποτικόν τὴν δὲ ἁλουργίδα τὴν βασιλικὴν καὶ ὁ διαῤῥήξας καὶ ὁ χερσὶν ἀκαθάρτοις μολύνας ὁμοίως ὕβρισαν διὸ καὶ ὁμοίως κολάζονται οὕτω καὶ ἐπὶ τοῦ σώματος τοῦ Χριστοῦ γίνεται. Ἰουδαῖοι μὲν αὐτὸ διέῤῥηξαν τοῖς ἥλοις ἐπὶ τοῦ σταυροῦ, σὺ δὲ ἐν ἁμαρτήμασι ζῶν, ἀκαθάρτῳ τε γλώττῃ καὶ διανοίᾳ. ιὰ τοῦτο καὶ τὴν αὐτὴν ἐπήρτησέ σοι δίκην ὁ Παῦλος, καὶ ἐπάγει λέγων ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἶτα δεικνὺς ὅτι οἱ τὰς εὐθύνας τῶν ἁμαρτημάτων ἑαυτοὺς ἀπαιτοῦντες ἐνταῦθα, δικάζοντες αὐτῶν τοῖς πλημμελήμασι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπίπτοντες, δυνήσονται ἐξαρπάσαι τῆς μελλούσης ἑαυτοὺς ψήφου τῆς φοβερᾶς ἐκείνης καὶ ἀπαραιτήτου, προσέθηκε λέγων Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα νυνὶ δὲ κρινόμενοι ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καταξάνωμεν τοίνυν ἡμῶν τὴν διάνοιαν, σφοδρῶς ἐπιτιμῶντες τοῖς ἀκολάστοις τῶν λογισμῶν ἀποσμήξωμεν ἡμῶν τὰς κηλῖδας διὰ τῶν δακρύων μέγας τῶν ὀδυρμῶν τούτων ὁ καρπὸς, μεγάλη παράκλησις καὶ παραμυθία. Ὥσπερ γὰρ μεγάλη τοῦ γέλωτος καὶ τῆς διαχύσεως ἡ κόλασις, οὕτω καὶ ὁ διηνεκὴς ὀδυρμὸς παράκλησιν ἐμποιεῖ. Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Οὐαὶ τοῖς γελῶσιν, ὅτι αὐτοὶ κλαύσονται. ιὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μηδὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, ἐν δάκρυσι καὶ θρήνοις τὸν πάντα διέτριβε χρόνον. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ μακάριος ἐκεῖνος Τριετίαν νύκτα καὶ ἡμέραν, φησὶν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Ἐκεῖνος τριετίαν, ἡμεῖς κἂν μῆνα ἕνα ἐκεῖνος νύκτας καὶ ἡμέρας, ἐκεῖνος ὑπὲρ ἀλλοτρίων ἁμαρτημάτων, ἡμεῖς κἂν ὑπὲρ τῶν οἰκείων πλημμελημάτων ἐκεῖνος οὐδὲν ἑαυτῷ συνειδὼς, ἡμεῖς κἂν διὰ τὴν βαρεῖαν ἡμῶν συνείδησιν. Τίνος δὲ ἕνεκεν κλαίει; διὰ τί μὴ διδάσκει καὶ παραινεῖ μόνον, ἀλλὰ καὶ δάκρυα προστίθησι; 4

5 Καθάπερ πατὴρ φιλόστοργος παῖδα ἔχων μονογενῆ ἀῤῥωστίᾳ περιπεσόντα, μὴ προσιέμενον τὰ φάρμακα τῶν ἰατρῶν, ἀλλὰ διωθούμενον, παρακαθήμενος κολακεύει, φιλεῖ, περιπτύσ σεται τῇ τῆς θεραπείας ὑπερβολῇ βουλόμενος ἐπισπάσασθαι, καὶ πεῖσαι δέξασθαι τὴν ἀπὸ τῆς θεραπείας διόρθωσιν οὕτω καὶ ὁ Παῦλος τοὺς πανταχοῦ τῆς οἰκουμένης πιστοὺς, καθάπερ υἱὸν μονογενῆ φιλῶν, καὶ ὁρῶν πολλοὺς πονηρίᾳ περιπεσόντας καὶ ἀῤῥωστίαις ἀνιάτοις ψυχῆς, εἶτα εὐκόλως οὐ δεχομένους τὸν ἔλεγχον, οὐδὲ τὴν ἐκ τῆς ἐπιτιμήσεως διόρθωσιν, ἀλλ' ἀποπηδῶντας, τοῖς δάκρυσι κατεῖχεν, ἵνα ὀδυρόμενον αὐτὸν καὶ θρηνοῦντα ἰδόντες, καὶ πρὸς τὴν ὄψιν κατακλασθέντες αὐτὴν, ἀνάσχωνται τῆς ἰατρείας, καὶ τὴν ἀῤῥωστίαν ἀποθέμενοι πρὸς ὑγείαν ἐπανέλθωσι πάλιν διὰ τοῦτο νουθετῶν ἐδάκρυεν ἀεί. Εἰ δὲ τοσαύτῃ περὶ τὰ ἀλλότρια ἁμαρτήματα προνοίᾳ κέχρηται Παῦλος, πόσῃ πρὸς τὴν τῶν οἰκείων διόρθωσιν ἡμᾶς προθυμίᾳ κεχρῆσθαι δεῖ; Καὶ γὰρ πολλὴ τῆς κατὰ Θεὸν λύπης ἡ δύναμις εἰς ὠφελείας λόγον, καὶ περὶ ταύτης ὁ Ἡσαΐας διηγούμενος οὕτως ἔλεγε, μᾶλλον δὲ ὁ Θεὸς δι' Ἡσαΐα ι' ἁμαρτίας βραχύ τι ἐλύπησα αὐτόν. Οὐδὲ ἀξίαν, φησὶν, ἐπέθηκα τῆς πλημμελείας τὴν κόλασιν. Ἐν μὲν γὰρ τοῖς κατορθώμασιν ὑπερβαίνει τὰ μέτρα ταῖς ἀντιδόσεσιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἁμαρτήμασι, διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἐλέγχων πολλαχοῦ, βραχεῖαν τὴν κόλασιν ἐπάγει τῶν πεπλημμελημένων. Ὅπερ οὖν καὶ ἐνταῦθα αἰνιττόμενος ἔλεγε ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. δʹ. Ὁρᾷς πῶς καὶ ταχίστη καὶ πολλὴ τῆς μετανοίας ἡ ὠφέλεια; Ὀλίγα κολάσας αὐτὸν ὑπὲρ ἁμαρτημάτων, φησὶν, ἐπειδὴ εἶδον κατηφῆ γενόμενον καὶ στυγνὸν, καὶ αὐτὴν τὴν μικρὰν ἀνῆκα τιμωρίαν οὕτω καὶ ἕτοιμός ἐστι πρὸς τὰς ἡμετέρας καταλλαγὰς ὁ Θεὸς, καὶ πρόφασιν βραχεῖαν ἐπιζητεῖ μόνον. Παρέχωμεν τοίνυν αὐτῷ τῆς πρὸς ἡμᾶς φιλίας τὰς ἀφορμὰς, καθαρούς τε ἁμαρτημάτων ἑαυτοὺς πειρώμεθα διασώζειν, καὶ εἴποτε ὑποσκελισθείημεν, διαναστῶμεν ταχέως πενθοῦντες τὰ πεπλημμελημένα μετὰ πολλῆς τῆς ἀκριβείας, ἵνα τῆς κατὰ Θεὸν χαρᾶς ἐπιτύχωμεν. Εἰ γὰρ ἐπειδὴ ἐλυπήθη, καὶ στυγνὸς ἐπορεύθη, κατήλλαξε τὸν Θεὸν, ὁ καὶ δάκρυα προσθεὶς, καὶ μετὰ πολλῆς αὐτὸν ἐκτενείας καλῶν, τὶ οὐκ ἐργάσεται; Οἶδα ὅτι διεθερμάνθη νῦν ὑμῶν ἡ διάνοια, ἀλλ' ὅπως τὴν θερμότητα ταύτην μὴ ἐξελθόντες ἔξω καταψύξωμεν, ἀλλ' ἐν ἑαυτοῖς κατάσχωμεν, τοῦτο ποιήσωμεν. Εὔφορος ἡ χώρα τῆς ὑμετέρας διανοίας, δέχεται τὰ σπέρματα, καὶ εὐθέως δίδωσι τοὺς στάχυας, οὐ δεῖται ἀναβολῆς, οὐδὲ χρόνου ἀλλὰ φοβοῦμαι τὸν ἐχθρὸν τὸν ὑμέτερον. Ἔξω τῆς ἐκκλησίας ἕστηκεν ὁ διάβολος εἰς γὰρ τὴν ἱερὰν ταύτην μάνδραν εἰσελθεῖν οὐ τολμᾷ ἔνθα γὰρ ποίμην Χριστοῦ, λύκος οὐ φαίνεται, ἀλλ' ἔξω τὸν ποιμένα δεδοικὼς ἕστηκεν. Ἂν ἐξέλθωμεν ἐντεῦθεν, εὐθέως μὴ πρὸς συνουσίας ἀκαίρους, ἢ πρὸς λόγους ἀνονήτους, καὶ διατριβὰς ἀκερδεῖς ἑαυτοὺς ἐκδῶμεν, ἀλλ' ὡς ἔχομεν ἐν τῇ μνήμῃ τὰ εἰρημένα, τρέχωμεν οἴκαδε, καὶ καθίσας ἕκαστος μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων μελετάτω μετὰ ἀκριβείας τὰ εἰρημένα. Εἰ δὲ μὴ βούλεσθε οἴκαδε ἀναχωρεῖν, φίλους τοὺς κοινωνοὺς τῆς ἀκροάσεως ὑμῖν συλλέξαντες κατ' ἰδίαν συνεδρεύετε, καὶ τὰ παρ' ἑαυτοῦ φέρων ἕκαστος ἅπερ ἴσχυσε διατηρῆσαι, ἀπηρτισμένην ἐκ δευτέρου ποιεῖσθε τὴν διδασκαλίαν, ἵνα μὴ μάτην ἐνταῦθα συλλέγησθε. Λύχνος γάρ ἐστι τοῦ Θεοῦ τὰ προστάγματα Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος, καὶ παιδεία ὁ δὲ τὸν λύχνον ἀνάπτων, οὐχ ἵσταται ἐπὶ τῆς ἀγορᾶς, ἀλλ' οἴκαδε τρέχει, ὥστε μὴ ἀνέμων προσβολῇ κατασβέσαι τὸ πῦρ, μήτε μακρᾷ διατριβῇ ἀναλῶσαι τὴν φλόγα οὕτω 5

6 δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἀνῆψεν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον τὴν παρ' ἑαυτοῦ διδασκαλίαν ἐξελθόντες τοίνυν καὶ τῆς ἀκροάσεως γέμοντες, κἂν φίλον, κἂν συγγενῆ, κἂν οἰκεῖον, κἂν ἄλλον ὁντιναοῦν ἀπαντήσαντα ἴδωμεν, παραδράμωμεν, ἵνα μὴ διαλεγομένων ἡμῶν πρὸς ἐκεῖνον ἀνόνητα καὶ περιττὰ, κατασβεσθῇ μεταξὺ τῆς διδασκαλίας τὸ πῦρ, ἀλλ' ἀκμάζῃ ὥσπερ ἐν οἰκίᾳ τῇ διανοίᾳ, καὶ ἐφ' ὑψηλοῦ τοῦ λογισμοῦ καθάπερ ἐπὶ λυχνίας τινὸς καιόμενον ἅπαντα τὰ ἔνδον φωτίζῃ. Καὶ γὰρ ἄτοπον τὴν μὲν οἰκίαν μηδέποτε ἀνέχεσθαι ἐν ἑσπέρᾳ χωρὶς λύχνου καὶ φωτὸς ὁρᾷν, τὴν δὲ ψυχὴν ἔρημον διδασκαλίας ὁρᾷν. Ἐντεῦθεν τὰ πολλὰ τῶν ἁμαρτημάτων ἡμῖν συνίστανται, ὅτι οὐ ταχέως λύχνον ἀνάπτομεν τῇ ψυχῇ ἐντεῦθεν καθ' ἑκάστην ἡμέραν προσπταίομεν ἐντεῦθεν πολλὰ ἁπλῶς καὶ ὡς ἔτυχεν ἡμῖν ἐν τῇ διανοίᾳ κεῖται, ἐπειδὴ τὴν τῶν θείων λόγων ἀκρόασιν δεχόμενοι, πρὶν ἢ τὰ πρόθυρα ὑπερβῆναι τῆς ἐκκλησίας, εὐθέως ῥίπτομεν, καὶ τὸ φῶς κατασβέσαντες, μετὰ πολλοῦ τοῦ ζόφου βαδίζομεν. Ἀλλ' εἰ καὶ ἔμπροσθεν ταῦτα ἐγίνετο, μηκέτι γινέσθω λοιπὸν, ἀλλ' ἔχωμεν διηνεκῆ τὸν λύχνον καιόμενον ἐν τῇ διανοίᾳ, καὶ πρὸ τῆς οἰκίας τὴν ψυχὴν καλλωπίζωμεν. Αὕτη μὲν γὰρ ἐνταῦθα μένει, ἐκείνην δὲ λαμβάνοντες ἐντεῦθεν ἄπιμεν διὰ τοῦτο καὶ πλείονος αὐτὴν ἐπιμελείας ἀξιοῦν χρή. Νῦν δέ εἰσί τινες οὕτως ἀθλίως διακείμενοι, οἳ τὰς μὲν οἰκίας τὰς ἐνταῦθα καὶ χρυσοῖς ὀρόφοις, καὶ ψηφῖσι διηνθισμέναις, καὶ γραφῶν ἄνθεσι, καὶ κιόνων λαμπρότητι, καὶ τοῖς ἄλλοις κατακοσμοῦσιν ἅπασι τὴν δὲ διάνοιαν παντὸς ἐρήμου πανδοχείου παρορῶσιν εὐτελέστερον διακειμένην, βορβόρου γέμουσαν, καπνοῦ, καὶ δυσωδίας πολλῆς, ἐρημίας ἀφάτου. Τὸ δὲ αἴτιον τούτων ἁπάντων, ὅτι συνεχῶς ἡμῖν ὁ λύχνος τῆς διδασκαλίας οὐ καίεται διὰ τοῦτο τὰ μὲν ἀναγκαῖα ἠμέληται, τὰ δὲ οὐδενὸς ἄξια σπουδῆς ἀπολαύει πολλῆς. Ταῦτά μοι οὐ πρὸς πλουσίους μόνον, ἀλλὰ καὶ πρὸς πένητας εἴρηται. Καὶ γὰρ ἐκεῖνοι κατὰ δύναμιν πολλάκις τὴν ἑαυτῶν κοσμοῦντες οἰκίαν, τὴν διάνοιαν ἠμελημένην περιορῶσι διὸ κοινὴν ποιοῦμαι πρὸς ἀμφοτέρους τὴν διδασκαλίαν παραινῶν καὶ συμβουλεύων τῶν ἐν τῷ παρόντι βίῳ βραχὺν ποιουμένους λόγον, ἅπασαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευματικῶν καὶ ἀναγκαίων πραγμάτων ἐπιμέλειαν κενοῦν. Ὁ πένης ὁράτω τὴν χήραν τὴν τοὺς δύο καταβαλοῦσαν ὀβολοὺς, καὶ μὴ νομιζέτω τὴν πενίαν ἐμπόδιον εἶναι πρὸς ἐργασίαν ἐλεημοσύνης καὶ φιλανθρωπίας ὁ πλούσιος λογιζέσθω τὸν Ἰὼβ, καὶ καθάπερ ἐκεῖνος οὐχ ἑαυτῷ, ἀλλὰ τοῖς πένησιν ἐκέκτητο πάντα τὰ ὄντα, οὕτω καὶ οὗτος. ιὰ γὰρ τοῦτο γενναίως ἤνεγκε τὴν ἀφαίρεσιν αὐτῶν, ἐπειδὴ καὶ πρὸ τῆς τοῦ διαβόλου πείρας ἐμελέτησεν αὐτῶν τὴν ἀλλοτρίωσιν. Καὶ σὺ τοίνυν καταφρόνει παρόντων τῶν χρημάτων, ἵνα καὶ ἀναχωρησάντων ποτὲ, μὴ ἀλγήσῃς. Ἀνάλισκε εἰς δέον ὅταν ἔχῃς, ἵν' ὅταν ἀφαιρεθῇς, διπλοῦν ἔχῃς τὸ κέρδος, τόν τε ἐκ τῆς ἀρίστης δαπάνης ἀποκείμενόν σοι μισθὸν, καὶ τὴν ἐκ τῆς ὑπεροψίας ἐγγινομένην φιλοσοφίαν εἰς τὸν καιρὸν τῆς ἀπουσίας αὐτῶν χρησιμεύουσαν. Χρήματα γὰρ διὰ τοῦτο καλεῖται, ἵνα αὐτοῖς εἰς δέον χρώμεθα, οὐχ ἵνα κατορύττωμεν κτήματα διὰ τοῦτο λέγονται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ αὐτῶν γενώμεθα κτήματα. Κύριος εἶ χρημάτων πολλῶν, μὴ τοίνυν δούλευε τούτοις, ὧν ἐποίησέ σε δεσπότην ὁ Θεός οὐ δουλεύεις δὲ εἰς δέον αὐτὰ ἀναλίσκων, ἀλλὰ μὴ κατορύττων. Οὐδὲν οὕτως εὐρίπιστον ὡς πλοῦτος οὐδὲν οὕτως εὐμετάβλητον, ὡς εὐπορία. Ἐπεὶ οὖν ἀβέβαιος αὐτῶν ἡ κτῆσις, καὶ πτηνοῦ παντὸς ταχύτερον πολλάκις ἡμῶν ἀφίπταται, καὶ δραπέτου παντὸς ἀγνωμονέστερον ἀποπηδᾷ, τὸν χρόνον ὂν ἂν ὦμεν δεσπόται, εἰς δέον αὐτοῖς χρησώμεθα, ἵν' ἐκ τῶν ἀβεβαίων χρημάτων βέβαια ἐνστησάμενοι τὰ ἀγαθὰ, τὸν ἐν οὐρανοῖς ἀποκείμενον κληρονομήσωμεν θησαυρόν οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, 6

7 χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 7

Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ.

Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ. Sermo antequam iret in exsilium ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ. 52.427 αʹ. Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα,

Διαβάστε περισσότερα

In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ.

In sancta et magna parasceve. ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ. In sancta et magna parasceve ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ Παρασκευῇ. 50.811 Πεπλήρωται ἡμῖν λοιπὸν ὁ τῆς νηστείας ἀγὼν, ἔληξε δὲ εἰς σταυρόν ποῦ γὰρ ἐχρῆν τῆς νίκης τὸ τέλος, ἢ ἐπὶ τρόπαιον λήγειν; Τρόπαιον γὰρ

Διαβάστε περισσότερα

-020-0050,_Philo_Judaeus,_Quod_Omnis_Probus_Liber_Sit,_GR

-020-0050,_Philo_Judaeus,_Quod_Omnis_Probus_Liber_Sit,_GR -020-0050,_Philo_Judaeus,_Quod_Omnis_Probus_Liber_Sit,_GR (ed. L. Cohn and S. Reiter, post R. Khazarzar) Philonis Alexandrini opera quae supersunt, vol. 6. Berlin: Reimer, 1915 (repr. De Gruyter, 1962),

Διαβάστε περισσότερα

Contra Latinos. Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν.

Contra Latinos. Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν. Contra Latinos Τοῦ μεγάλου λογοθέτου Γεωργίου τοῦ Ἀκροπολίτου λόγος κατὰ Λατίνων, γραφεὶς αὐτῷ ὅτε ἐν τῇ δύσει κατάσχετος ἦν. 1.1 Ἄνδρες Ῥωμαῖοι, οἱ τῆς πρεσβυτέρας Ῥώμης ὁρμώμενοι,ἐβουλόμην μὲν καλεῖν

Διαβάστε περισσότερα

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι

Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι ΕΣΠΕΡΙΝΟΣ ΤΩΝ ΚΥΡΙΑΚΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ (Ἀπὸ τῆς Κυριακῆς τῆς Τυρινῆς μέχρι τῆς Ε Κυριακῆς τῶν νηστειῶν). Διατεταγμένη ἀκολουθία τῶν κατανυκτικῶν ἑσπερινῶν περιέχουσα ἅπαντα τὰ ὑπὸ τοῦ

Διαβάστε περισσότερα

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡµῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ

Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Α Κ Ο Λ Ο Υ Θ Ι Α Κ Υ Ρ Ι Α Κ Η Σ Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Ε Σ Π Ε Ρ Α Σ (Σημαίνει ταχύτερον διὰ τὴν τῆς γονυκλισίας Ἀκολουθίαν) Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Διαβάστε περισσότερα

{ΣΩ.} Εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ.

{ΣΩ.} Εἰπὲ δή μοι ἃ λέγει Νέστωρ Ἀντιλόχῳ τῷ ὑεῖ, παραινῶν εὐλαβηθῆναι περὶ τὴν καμπὴν ἐν τῇ ἱπποδρομίᾳ τῇ ἐπὶ Πατρόκλῳ. 530.a.1 530.a.2 530.a.3 530.a.4 530.a.5 530.a.6 530.a.7 530.a.8 530.b.1 530.b.2 530.b.3 530.b.4 530.b.5 530.b.6 530.b.7 530.b.8 530.b.9 530.b.10 530.c.1 530.c.2 530.c.3 530.c.4 530.c.5 530.c.6 530.c.7

Διαβάστε περισσότερα

Isocrate Sulla pace. [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν

Isocrate Sulla pace. [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν Isocrate Sulla pace [28] Εμοὶ δοκοῦσιν ἅπαντες μὲν ἐπιθυμεῖν τοῦ συμφέροντος καὶ τοῦ πλέον ἔχειν τῶν ἄλλων, οὐκ εἰδέναι δὲ τὰς πράξεις τὰς ἐπὶ ταῦτα φερούσας, ἀλλὰ ταῖς δόξαις διαφέρειν ἀλλήλων οἱ μὲν

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ

ΜΕΓΑΛΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΒΑΣΙΛΙΚΩΝ ΩΡΩΝ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΠΑΡΑΣΚΕΥΗΣ ΕΓΑΛΗ ΑΡΑΣΚΕΥΗ ΡΩΪ ΑΚΟΛΟΥΘΙΑ ΤΩ ΕΓΑΛΩ ΒΑΣΙΛΙΚΩ ΩΡΩ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΕΓΑΛΗΣ ΑΡΑΣΚΕΥΗΣ ΩΡΑ ΡΩΤΗ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης: Ἀμήν. Ἱερεύς:

Διαβάστε περισσότερα

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου Ἦχος πλ. β. Ἑωθινὸν Α. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι

Διαβάστε περισσότερα

ΣΟΦΟΚΛΕΟΥΣ ΤΡΑΓΩΔΙΑΙ 1. ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ 2. ΑΝΤΙΓΟΝΗ

ΣΟΦΟΚΛΕΟΥΣ ΤΡΑΓΩΔΙΑΙ 1. ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ 2. ΑΝΤΙΓΟΝΗ ΣΟΦΟΚΛΕΟΥΣ ΤΡΑΓΩΔΙΑΙ 1. ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ 2. ΑΝΤΙΓΟΝΗ ΕΙΣΑΓΩΓΗ 1. ΤΟ ΔΡΑΜΑ Τὸ δρᾶμα εἶναι καθόλου δημιούργημα τοῦ Ἑλληνικοῦ πνεύματος, Εγεννήθη δὲ καὶ ἀνεπτύχθη ἐν Ἀττικῇ ὀλίγον κατ ὀλίγον ἐκ τῶν προς

Διαβάστε περισσότερα

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διαβάστε περισσότερα

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15) ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως

Διαβάστε περισσότερα

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ)

ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) 109 ΜΕΓΑΛΗ ΤΡΙΤΗ ΒΡΑΔΥ (ΟΡΘΡΟΣ ΜΕΓΑΛΗΣ ΤΕΤΑΡΤΗΣ) Τη Μεγάλη Τετάρτη ενθυμούμεθα την αμαρτωλή γυναίκα, που άλειψε με μύρο τα πόδια του Κυρίου (Ματθ. 26,6-16). Το γεγονός αυτό έγινε λίγο πριν από το Πάθος

Διαβάστε περισσότερα

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ.

20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΠΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως. ει εις πο ο ολ λα α α α Μ. 20-07-2014 ΕΣΕΡΙΟΣ 20-07-2014 ΣΑΒΒΑΤΟ ΕΣΕΡΑΣ Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ἦχος πλ.α Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως Ἦχος ι Β Ει ει εις πο ο ολ λα α α α Μ α α α α α α Μ α α α α ε ε ε ε ε ε ε ε ε ε τη η η

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) ΠΑΡΑΚΛΗΤΙΚΗ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 Ορθροσ Σαββατου (ΜΕ ΑΛΛΗΛΟΥΙΑ) Γεωργιος Καραγιαννακησ Πρωτοψαλτης Καθηγητησ Βυζαντινησ Μουσικησ Ορθρος Σαββατου (Αλληλουια)

Διαβάστε περισσότερα

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς

Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς Τῌ ΚΖ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Ὅτε ὁ σὸς ἅγιος ναός,

Διαβάστε περισσότερα

ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ

ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ: Ερευνᾶτε τὰς γραφάς, διότι σεῖς νομίζετε ὅτι ἐν αὐταῖς ἔχετε ζωὴν αἰώνιον καὶ ἐκεῖναι εἶναι αἱ μαρτυροῦσαι περὶ ἐμοῦ ΙΩΑΝΝΗ Ε 39-11- -12- ΠΕΡΙΕΧΟΜΕΝΑ ΘΕΜΑΤΑ ΑΓΙΑΣ ΓΡΑΦΗΣ ΕΥΡΕΤΗΡΙΟ ΘΕΜΑΤΩΝ...

Διαβάστε περισσότερα

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9

ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΨΑΛΤΗΡΙΟΝ ΚΑΘΙΣΜΑΤΑ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 ΩΔΕΣ 1 2 3 4 5 6 7 8 9 ΚΑΘΙΣΜΑ ΠΡΩΤΟΝ ΨΑΛΜΟΣ 1ος Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ

Διαβάστε περισσότερα

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. 20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 1 Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... καὶ ψάλλομεν τετράκις

Διαβάστε περισσότερα

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ 31-05-2015 ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Μνήµη τοῦ Ἁγίου Μάρτυρος Ἑρµείου. Τῶ Σαββάτω ἑσπέρας Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

Διαβάστε περισσότερα

23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ

23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ 23-02-2015 ΚΑΤΑΝΥΚΤΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΕΣΠΕΡΑΣ ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν

Διαβάστε περισσότερα

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ 17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (16/7/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν

Διαβάστε περισσότερα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα

ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ. Β Ἀνωτέρα ΙΕΡΑΤΙΚΗ ΣΧΟΛΗ «ΑΠΟΣΤΟΛΟΣ ΒΑΡΝΑΒΑΣ» ΠΑΡΑΣΚΕΥΑ ΑΓΑΘΩΝΟΣ ΟΙΚΟΝΟΜΟΥ ΣΗΜΕΙΩΣΕΙΣ ΣΤΟ ΜΑΘΗΜΑ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ Β Ἀνωτέρα ΛΕΥΚΩΣΙΑ ΕΙΣΑΓΩΓΗ Ἡ ὀρθόδοξη Ἐκκλησία τῆς ἀνατολῆς

Διαβάστε περισσότερα

Ζάμολξις ή κατ Ηρωδιανόν Ζάμοξλις, ο Θραξ Γέτης προσωκρατικός Πυθαγόρειος Φιλόσοφος

Ζάμολξις ή κατ Ηρωδιανόν Ζάμοξλις, ο Θραξ Γέτης προσωκρατικός Πυθαγόρειος Φιλόσοφος Ζάμολξις ή κατ Ηρωδιανόν Ζάμοξλις, ο Θραξ Γέτης προσωκρατικός Πυθαγόρειος Φιλόσοφος Χαράλαμπος Χ. Σπυρίδης Καθηγητής Τμήματος Μουσικών Σπουδών Φιλοσοφικής Σχολής Εθνικού και Καποδιστριακού Πανεπιστημίου

Διαβάστε περισσότερα

Μεγάλου Βασιλείου «Εξαήμερος» εδημιούργησε

Μεγάλου Βασιλείου «Εξαήμερος» εδημιούργησε ΣΥΝΤΟΜΗ ΑΝΑΦΟΡΑ ΣΤΗΝ ΕΡΜΗΝΕΙΙΑ ΤΗΣ ΓΕΝΕΣΕΩΣ ΑΠΟ ΤΟΝ ΜΕΓΑΛΟ ΒΑΣΙΛΕΙΟ Ας δούμε πως επισημαίνονται κάποιες έννοιες στο θεόπνευστο έργο του Μεγάλου Βασιλείου «Εξαήμερος»: «Εν ἀρχῇ ἐποίησεν ὁ Θεός. Τὰ ἀπὸ χρόνου

Διαβάστε περισσότερα

Epitimia lxxiii. Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Epitimia lxxiii. Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Epitimia lxxiii Ἐπιτίμια τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. 1 Ὁ ἑκουσίως φονεύσας ἔστω ἀκοινώτητος ἔτη ʹ ποιῶν δὲ καθ' ἑκάστην ἡμέραν μετανοίας νʹ, τὸ «Κύριε ἐλέησον» σὺν τῷ «Ὁ Θεὸς, ἱλάσθητί

Διαβάστε περισσότερα

ει εις πο ο ολ λα α α α ε τη η η η Δε ε ε ε ε ε ε ε ε σπο ο τα α α α

ει εις πο ο ολ λα α α α ε τη η η η Δε ε ε ε ε ε ε ε ε σπο ο τα α α α ΕΕΜΒΡΙΟΣ ΙΒ ΕΣΕΡΙΟΣ 12 εκεµβρίου Σπυρίδωνος Τριµυθοῦντος τοῦ θαυµατουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπου Ζιχνῶν ( 1333). Εἰς τὸν Ἐσπερινόν. Β Ει Εἰς τὴν Εἴσοδον τοῦ Ἀρχιερέως Ἦχος ι ει εις πο ο ολ λα

Διαβάστε περισσότερα