Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων"

Transcript

1 Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων Ποίημα Γεωργίου Μηλίτση, Διδασκάλου (2006). Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ καὶ τὰ ἑξῆς: Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῷ Νεομάρτυρι Χριστοῦ Ἰωάννῃ, εὐσεβοφρόνως οἱ πιστοὶ δεῦτε πάντες, ἐν κατανύξει κράξωμεν ἐκ βάθους ψυχῆς ῥῦσαι τοὺς προστρέχοντας, λοιμικῆς ἀσθενείας, πάσης περιστάσεως καὶ ποικίλων κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου θαυμαστέ, Ἰωαννίνων προστάτα ἀκοίμητε. Δόξα. Ἀπολυτίκιον. Ἦχος γ. Θείας πίστεως. Νέον καύχημα, Ἰωαννίνων, καὶ κραταίωμα, τῶν Ὀρθοδόξων, ἀνεδείχθης Ἰωάννη τρισένδοξε, σὺ γὰρ ἐν Πόλει ἐνήθλησας, καὶ μαρτυρίου τὴν χλαῖναν κατέκτησας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξε ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Εἶτα ὁ Ν (50) Ψαλμὸς (χύμα) καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς: Ἰωάννη, Χριστῷ σύναψον νοῦν μου Γεώργιος. ᾨδὴ α. Ὑγρὰν διοδεύσας. Ἰάσεις ποικίλας θαυματουργέ, ταχὺ ἀπελαύνεις, καὶ δαιμόνων ἐπιβουλάς, διό σοι προσέρχονται ἀσμένως, Ὀρθοδόξων τὰ πλήθη τρισένδοξε. ᾨδάς σοι προσάγωμεν ἀθλητά, καὶ σοῦ ἐξαιτοῦμεν, προστασίαν καὶ ἀῤῥωγήν, ἥν τάχος παράσχου Ἰωάννη, τοῖς Ὀρθοδόξοις πιστοῖς τρισμακάριστε. [1]

2 Ἀρχὴν μετανοίας θαυματουργέ, λιταῖς σου παράσχου, τῷ ποθοῦντι διακαῶς, ἰδεῖν Ἰωάννῃ Νεομάρτυς, τοῦ Παραδείσου τὰ κάλλη, θεόζηλε. Νεότητα Μῆτερ τοῦ Λυτρωτοῦ, προστάτευσον τάχος, ἐκ κινδύνων καὶ ἐθισμῶν, καὶ ἐκ χειρῶν ἀνθρώπων δολίων, σὺ διαφύλαξον Κόρη Πανύμνητε. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Νῦν προστρέχω ὁ τάλας, ἱκετικῶς ἔνδοξε, καὶ σὴν βοήθειαν αἰτοῦμαι, ἀξιομίμητε, ἥν τῷ ἀθλίῳ ταχύ, σὺ Ἰωάννη παράσχου, ἵνα μὴ ἀπόλωμαι, ὦ πανευφρόσυνε. Ἡ ἁγία σου κάρα, ἐν Βαρλαὰμ Ἅγιε, λιμὴν ἀνεδείχθη ἐσχάτως, καὶ καταφύγιον, τῶν ἀσθενούντων σοφέ, καὶ τῶν θελόντων σωθῆναι, διὸ οἱ Ὀρθόδοξοι, πίστει προσέρχονται. Χριστομάρτυς σὲ πόθῳ, ἱκετικῶς δέομαι, ἐκ τῆς μοχθηρίας ἱκέτην, τάχος διάσωσον, ἵνα ὑμνῶ τὸν Θεόν, καὶ ποιητὴν τῶν ἁπάντων, Ἰωάννη ἔνδοξε, Ἡπείρου κλέϊσμα. Ῥᾳθυμίας κατέστην, ἐργάτης ὁ ἄθλιος, διὸ πρὸς σὲ καταφεύγω, καὶ πόθῳ δέομαι, σπεῦσον ταχὺ Μαριάμ, καὶ σῶσον Κόρη ἱκέτην, καὶ Υἱόν σου Ἄχραντε, σὺ ἐξευμένισον. Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Νεομαρτύρων τὸ κλέος καὶ δόξα. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Τὰ ἄνω ζητῶν. Πρεσβείαν τὴν σήν, ποθοῦμεν ἀξιάγαστε, διὸ τῶν πιστῶν, τὰ πλήθη εἰς σὲ σπεύδουσι, καὶ θερμῶς βοῶσί σε, [2]

3 Ἰωάννη σκέπασον ἅπαντας, καὶ ἐκ τροχαίου φύλαξον ἡμᾶς, Βαρλαὰμ καὶ Ἡπείρου τὸ καύχημα. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ἰατρὸν ὀνομάζομεν, σὲ ὦ Ἰωάννη, Ἠπείρου καύχημα, καὶ δεόμεθα ἱκέται σου, ἐκ παντοίων νόσων διαφύλαξον. Σωφροσύνην παράσχου μοι, καὶ ταπείνωσιν Ἰωάννη ἔνδοξε, καὶ τὸν νοῦν μου ἀποκάθαρον, ἐκ τῶν φαύλων σκέψεων, θεόφιλε. Τὴν ψυχήν μου διάσωσον, ἐκ τῶν παθῶν Ἰωάννη μακάριε, καὶ τὸ σῶμά μου προστάτευσον, ἐκ ποικίλων νόσων ἀκατάβλητε. Παρθένε θεόνυμφε, τὸν Υἱόν Σου σκέπε καὶ διαφύλαττε, καὶ τὸ στόμα μου διάνοιξον, τοῦ δοξάζειν σε Θεοκοινώνητε. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Σὲ παρακαλῶ, Ἰωάννη παμμακάριστε, τοὺς Ὀρθοδόξους ἐκ πλάνης θαυμαστέ, καὶ ἐκ κινδύνων, ταχὺ λιταῖς σου φύλαξον. Ὕμνους καὶ ᾠδάς, σοι προσφέρομεν Ὀρθόδοξοι, καὶ σοὶ προσπίπτομεν θαυματουργέ, ἐκ τῶν ποικίλων, παθῶν ἡμᾶς ἐλευθέρωσον. Νέος ἀθλητής, ἀνεδείχθης Μάρτυς ἔνδοξε, καὶ Ὀρθοδόξων πιστῶν καταφυγή, ὦ Ἰωάννη, Ἡπείρου δόξα καὶ σέμνωμα. Ἄχραντε θερμῶς, ἱκετεύω Σε ὁ ἄθλιος, ἐκ τῶν παγίδων ἀρχαικάκου ἐχθροῦ, τὸν Σὸν ἱκέτην, ἀπαύστως Μαριάμ, προστάτευσον. ᾨδὴ στ. Τὴν δέησιν ἐκχεῶ. Ψυχήν μου σοῦ, Ἰωάννη δέομαι, ὁ ἀνάξιος διάσωσον τάχος, ἐκ τῶν χειρῶν, τοῦ ἀλάστορος Μάρτυς, καὶ ἐκ [3]

4 ποικίλων παγίδων τοῦ ὄφεως, καὶ ῥῦσαί με διαπαντός, ἐκ ποικίλων παθῶν, ἀξιάγαστε. Ὁ τάλας σέ, ἱκετεύω ἔνδοξε, καὶ αἰτῶ τὴν σὴν θερμὴν μεσιτείαν, πάντας ἡμᾶς τοὺς προσπίπτοντας πίστει, πρὸ τῆς ἁγίας σου κάρας διάσωσον, ἐκ πάντων τῶν διαβολῶν, ἅς κακότροποι Μάρτυς ὑφαίνουσι. Νῦν πάντες, ἱκετικῶς προσφεύγομεν, καὶ δεόμεθα θερμῶς Ἰωάννη, ἐκ τοῦ καρκίνου διάσωσον πάντας, καὶ ἐξ ἐχθρῶν ἀοράτων προστάτευσον, καὶ φύλαξον ἐκ συμφορῶν, τοὺς ἱκέτας σου Μάρτυς τρισένδοξε. Νευρώσεις σύ, ἀπελαύνεις Ἄχραντε, καὶ τὰς νόσους θεραπεύεις σῶν δούλων, καὶ ταῖς ψυχαῖς ἱκετῶν σου παρέχεις, ἀκαταπαύστως βοήθειαν ἔνδοξε, σοῦ δέομαι ὁ δυσμενής, τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον. Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Νεομαρτύρων τὸ κλέος καὶ δόξα. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν. Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β. Προστασία. Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσίτης πρὸς τὸν Λυτρωτὴν ἀμετάθετος, μὴ παρίδῃς ἁμαρτωλῶν ἱκέτιδας φωνάς, ἀλλὰ πρόφθασον θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι, δέχου ἡμῶν πρεσβείας, καὶ σπεῦσον εἰς ἱκεσίαν, τῶν Ὀρθοδόξων ἰσχυρόν, Ἰωάννη καταφύγιον. Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριο, καὶ προσέσχε μοι. [4]

5 Εὐαγγέλιον (Ματθ. Ι καὶ ΙΑ 1). Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς ὅστις δ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχᾶσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. Δόξα. Ταῖς τοῦ Ἰωάννου πρεσβείαις, Ἐλεῆμον... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον... Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς... Μὴ ἐγκαταλείπῃς με, ὦ τοῦ Χριστοῦ Νεομάρτυς, τὸν πρὸς σὲ προστρέχοντα, καὶ καθικετεύοντα ἀξιάγαστε, θλῖψις γὰρ ἔχοιμε, φέρειν οὐ δύναμαι, ἀρχαικάκου τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ καταφύγιον Πάντιμε, πάντοθεν εἰμὶ δέσμιος, ἐκ ποικίλων παθῶν ὁ τρισάθλιος, μάκαρ Ἰωάννη θησαύρισμα καὶ δόξα Βαρλαάμ, μὴ παραβλέπῃς τὴν δέησιν, τοῦ ἀχρείου δούλου σου. ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας, Οὐρανῶν Κυβερνήτην, Ἰωάννη θεόφρων σφοδρῶς ἠγάπησας, διὸ καὶ τὴν ζωήν σου, ὡς ἄκακον ἀρνίον, Αὐτῷ προσενήνοχας, ὦ Νεομάρτυς Χριστοῦ, προστάτευσον ἱκέτας. Ὑπηρέτης κατέστην, τῆς σαρκὸς Ἰωάννη θεοκοινώνητε, διό σοι καταφεύγω, ὁ τάλας καὶ ἀχρεῖος, καὶ μετὰ πόθου δέομαι, βοήθησόν μοι ταχύ, ἵνα μὴ ἀπολλοῦμαι. [5]

6 Νικητὴς ἀνεδείχθης, τῶν παθῶν Ἰωάννη ἀξιοθαύμαστε, καὶ τοὺς υἱοὺς τῆς Ἀγαρ, οὐδόλως ἐφοβήθης, διὸ πάντες κραυγάζομεν ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Μὴ παρίδῃς ἱκέτας, Θεοδόξαστε κόρη πιστῶν τὸ καύχημα, ἀλλὰ ταῖς Σαῖς εὐχαῖς Σου, ἐκ νόσου τοῦ καρκίνου, πάντας Μῆτερ διάσωσον, ἵνα ὑμνῶμεν ἀεί, τὸν Λόγον Θεοτόκε. ᾨδὴ η. Τὸν Βασιλέα. Οὐρανοδρόμε, τὸν Βασιλέα καὶ Κτίστην, καθικέτευε δεόμεθα πάντες, ὅπως ῥυσθῶμεν, πυρὸς τοῦ αἰωνίου. Ὕμνους προσάγουν, ἐν κατανύξει βαθείᾳ, πρὸς σὲ τοῦ Βαρλαὰμ οἱ Πατέρες, καὶ προσκυνοῦσι, τὴν κάρα σου φωσφόρε. Τὴν τῆς Ἠπείρου, σὺ καθηγίασας Μάρτυς, καὶ κατέστης αὐτῆς ὁ προστάτης, διὸ Ἰωάννη, δοξάζομέν σε πάντες. Ἑλλήνων Κόρη, καταφυγὴ ἀνεδείχθης, καὶ ἀκοίμητος πάντων προστάτης, διὸ Θεοτόκε, ἀπαύστως Σὲ ὑμνοῦμεν. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Μάρτυς Ἰωάννη, μὴ ἐγκαταλείπης, τοὺς Ὀρθοδόξους εἰς χεῖρας τοῦ ὄφεως, ἀλλὰ παράσχου ἡμῖν, ἀνώδυνα τὰ τέλη. Ῥαπίσματα ἐδέχθης, Μάρτυς Ἰωάννη, καὶ μαρτυρίου τὴν χλαῖναν κατέκτησας, διὸ σὲ πάντες ἐν πίστει, μάκαρ δοξάζουσι. Γαλήνην σὺ παράσχου, ἐμοὶ τῷ ἀχρείῳ, καὶ τῆς πικρὰς τυραννίδος τοῦ ὄφεως, τὸν σὸν ἱκέτην θεόφρον, τάχος ἀπάλλαξον. [6]

7 Ἱλέωσαι Υἱόν Σου, Κεχαριτωμένη, τὸν ἐπ ἐμοὶ ὀργισθέντα δικαίως Ἁγνή, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, τάχος μὲ λύτρωσε. Καὶ εὐθὺς τὰ Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε ὦ Νεομάρτυς, τὸν ἀειμακάριστον καὶ θεοδόξαστον, τὸν προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν διὰ ἀγάπην τοῦ Ἰησοῦ, μαρτυρίου χλαῖναν, ἐνδυθέντα περιχαρῶς, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ ἐν Παραδείσου, Χριστὸν τὸν ζωοδότην, καὶ πάντων Κύριον. Χαίροις τῆς Ἠπείρου θεῖος βλαστός, καὶ Ἰωαννίνων, ἀντιλήπτωρ καὶ βοηθός. Χαίροις Ἰωάννη, τῶν Ὀρθοδόξων δόξα, καὶ τῶν πιστῶν τὸ κλέος, ἀξιοτίμητε. Ἐκτενῶς ἱκέτευε τὸν Θεόν, ὑπὲρ τῆς Ἑλλάδος, εἰρηναίαν αὐτὴν τηρεῖν, καὶ λυτροῦσθαι πάντων, δεινῶν τε καὶ κινδύνων, ὦ Ἰωάννη κλέος, δόξα καὶ καύχημα. Χαίρουσιν Πατέρες τοῦ Βαρλαάμ, ἔχοντες ἐν μέσῳ, σοῦ τὴν κάραν θαυματουργέ, ἥτις ἀπελαύνει, δαιμόνων ἐπιθέσεις, καὶ τοῖς πιστοῖς παρέχει, ῥώμην καὶ δύναμιν. Μάνδραν τὴν τιμῶσάν σε εὐλαβῶς, φύλαττε ἀπαύστως, ἀπὸ πάσης ἐπιβουλῆς, μάκαρ Ἰωάννη, σὺν τῷ Νεκταρίῳ, καὶ θείῳ Θεοφάνῃ, Χριστὸν πρεσβεύοντες. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος γ. Θείας πίστεως. Νέον καύχημα, Ἰωαννίνων, καὶ κραταίωμα, τῶν Ὀρθοδόξων, ἀνεδείχθης Ἰωάννη τρισένδοξε, σὺ γὰρ ἐν Πόλει ἐνήθλησας, καὶ μαρτυρίου τὴν χλαῖναν κατέκτησας, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. [7]

8 Τῶν πιστῶν ἀσπαζομένων τὴν εἰκόνα τοῦ Νεομάρτυρος ψάλλομεν τὰ ἑξῆς. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Χαῖρε Ἰωάννη θαυμαστέ, χαῖρε τῆς Ἠπείρου τὸ κλέος, καὶ Βαρλαὰμ θησαυρέ, ἄλλον γὰρ οὐκ ἔχομεν πρεσβευτὴν πρὸς Θεόν, οἱ ποθοῦντες Παράδεισον, ἀλλὰ δειλιῶντες, ὡς κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν, Μάρτυς τοῦ Χριστοῦ ἀθληφόρε, ὅθεν σοι προσπίπτομεν πόθῳ, πάντες οἱ Ὀρθόδοξοι ἀτίμητε. Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων. [8]

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε

Διαβάστε περισσότερα

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. [1] ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας,

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ (+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας

Διαβάστε περισσότερα

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Παναγία Παραμυθία Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν αμαρτωλοί και ταπεινοί και προσπέσωμεν,

Διαβάστε περισσότερα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία

Διαβάστε περισσότερα

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007 ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι

Διαβάστε περισσότερα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο. «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ Εὐλογήσαντος του ιερέως, το Κύριε εισάκουσον, μεθ ο το Θεός Κύριος ως συνήθως και τα εξής: ηχος δ. Ο υψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου. ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου. Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος

Διαβάστε περισσότερα

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ

Διαβάστε περισσότερα

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον Παρακλητικός Κανών εις τον Απόστολον Παύλον Γερασίμου Μοναχού Μικραγιαννανίτου. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Ως των Αγίων

Διαβάστε περισσότερα

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν Ποίημα Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου Βαλληνδρᾶ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ εἶτα τά Τροπάρια. Ἦχος δ.

Διαβάστε περισσότερα

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα. Παρακλητικός Κανόνας στην Παναγία Υανερωμένη (Ροδόπης) Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω ταυρώ. Ως θησαυρόν της προς ημάς ευνοίας,

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ. ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. την Θεοτόκο οι πιστοί, ας προστρέξουμε, αμαρτωλοί και ταπεινοί, ας προσπέσουμε, μετανιωμένοι κράζοντας βαθιά απ την ψυχή. Βοήθησέ μας Δέσποινα,

Διαβάστε περισσότερα

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα. ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ Ἦχος πλ. δ. Ταπεινή δέησις για την Ενορία-Εκκλησία Ωδή α. Υγράν διοδεύσας. Σα πάθη που φώλιασαν στην ψυχή, φλόγες της καμίνου, μέρα νύχτα με τυραννούν, Παρθένε μητέρα του Θεού μας, απαλλαγή

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.

Διαβάστε περισσότερα

Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς

Διαβάστε περισσότερα

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν

Διαβάστε περισσότερα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε Εἰσάκουσον, μεθ ὅ τό Θεὸς Κύριος, ὡς συνήθως. Εἶτα τά παρόντα Τροπάρια. Ἦχος δ'. Ὁ ὑψωθεὶς

Διαβάστε περισσότερα

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν 01/03/2019 Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν / Επικαιρότητα Η Εκκλησία μας, κατά την 1η Μαρτίου εκάστου έτους και πρώτη ημέρα της εποχής της Ανοίξεως, τιμά τη μνήμη δύο γυναικών Μαρτύρων

Διαβάστε περισσότερα

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,

Διαβάστε περισσότερα

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Παναγία Παντάνασσα Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν αμαρτωλοί και ταπεινοί και προσπέσωμεν,

Διαβάστε περισσότερα

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Αι ιστορικαί χειροτονίαι  των Γ.ΟΧ. υπό  του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948 188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ σελίδα 1 ἀπὸ 9 Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε, εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ 2 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

Διαβάστε περισσότερα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ «ΠΑΡΑΜΥΘΙΑΝ» Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Διαβάστε περισσότερα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 16 Δεκεμβρίου. Κυριακὴ τῶν Ἁγίων Προπατόρων καὶ μνήμη τοῦ ἁγίου Προφήτου Ἀγγαίου καὶ τοῦ ἁγίου Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Ϟ. Σημείωσις: Ἡ ἀκολουθία τοῦ ἁγίου Προφήτου

Διαβάστε περισσότερα

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι Ποίημα Αρχιμ. Νικοδήμου Γ. Αεράκη, Ιεροκήρυκος. (τιμάται 26 Νοεμβρίου) Ευλογήσαντος του ιερέως, το «Κύριε, εισάκουσον», μεθ ό το «Θεός Κύριος»,

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ (Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν

Διαβάστε περισσότερα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων Κυριακὴ 14 Ἀπριλίου. Κυριακὴ Δ τῶν Νηστειῶν. Τῇ αὐτῇ Κυριακῇ ψάλλεται ἡ ἀκολουθία τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰώαννου τοῦ συγγραφέως τῆς Κλίμακος. Μνήμη τῶν ἁγίων ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα Ἀριστάρχου, Πούδη

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ Ευλογήσαντος του Ιερέως. Ψαλμός ρμβ (142) Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνην σου. Και μη εισέλθεις

Διαβάστε περισσότερα

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β. Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β. Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν

Διαβάστε περισσότερα

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν. Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν. (τιμάται 8 Αυγούστου) Ποιημα Γερασιμου Μοναχου Μικραγιαννανιτου. Ευλογήσαντος του ιερέως το Κύριε εισάκουσον..

Διαβάστε περισσότερα

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου. Ωδή α. Ηχος β. Εν βυθώ κατέστρωσε.

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου. Ωδή α. Ηχος β. Εν βυθώ κατέστρωσε. ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου. Ωδή α. Ηχος β. Εν βυθώ κατέστρωσε. Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε, τα της ψυχής μου θεράπευσον τραύματα,

Διαβάστε περισσότερα

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ. ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ. ΣΟΥΡΛΑΝΤΖΗ Στοιχειοθεσία και επιμέλεια εκδόσεως από χειρόγραφο Άρχοντος Δημητρίου Γ. Σουρλαντζή Θεσσαλονίκης 1963:

Διαβάστε περισσότερα

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ 1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

Διαβάστε περισσότερα

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β. Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς

Διαβάστε περισσότερα

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα

Η αγάπη του λαού την ονόμασε Γιάτρισσα 24/05/2019 Η αγάπη του λαού την ονόμασε Γιάτρισσα / Ιερές Μονές Η Μητέρα του Χριστού, η Παναγία φέρει πολλά ονόματα. Της έχουν δοθεί τιμητικώς διάφορα προσωνύμια, με δογματικό και πνευματικό περιεχόμενο.

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίημα Θεοστηρίκτου μοναχοῦ οἱ δὲ Θεοφάνους) Ὁ Μικρὸς Παρακλητικὸς

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ [1] ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου Ευλογήσαντος του Ιερέως, Ο ψαλμός 142: Κύριε, εισάκουσον

Διαβάστε περισσότερα

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ 2 4 9 10 11 ΜΑΡΤΙΟΥ ΑΓ. ΣΟΦΙΑ ΣΑΒΒΑΤΟ ΤΗΣ ΑΠΟΚΡΕΩ (ΨΥΧΟΣΑΒΒΑΤΟΝ) Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν Νικολάου Ἱερέως τοῦ Πλανᾶ Θεοδότου Ἐπισκόπου Κυρηνείας 06:0-08:45 06:0-08:0 ΤΗΣ ΑΠΟΚΡΕΩ

Διαβάστε περισσότερα

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῷ θεοφόρῳ Γερασίμῳ

Διαβάστε περισσότερα

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985. -134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Διαβάστε περισσότερα

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012 EISGCGSEIS OQHODONGS EIJOMOKOCIAS EISGCGSG Dò «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Εἰσηγητής: +Θεοφ. Ἐπίσκοπος Μεθώνης κ. Ἀμβρόσιος, Ἱστορικὸς Τέχνης Στὸ πλαίσιο τῆς Ἔκθεσης

Διαβάστε περισσότερα

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ

Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ Παράκλησις ἁγ. ΑΝΑΡΓΥΡΩΝ ΚΟΣΜΑ καί ΔΑΜΙΑΝΟΥ Ποίημα τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη, Μητροπολίτου τῆς Ἁγιωτάτης Μητροπόλεως Ρόδου. Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὅ

Διαβάστε περισσότερα

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις

Διαβάστε περισσότερα

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὁ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῆς

Διαβάστε περισσότερα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάϊος 4//2017 Παράκληση 18:00 1//2017 Θ. Λειτουργία 06:00 / 2-26//2017 ΑΓΡΥΠΝΙΑ 21:00 Ἰούνιος: 1/6/2017 Παράκληση 18:00 / 9-10/6/2017

Διαβάστε περισσότερα

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α Εἴδησις: Ἰστέον ὅτι ἀπὸ τῇ κϟ τοῦ αὐτοῦ μηνὸς επἀρχόμεθα λέγειν ἐν τοῖς ἀποδείπνοις τοὺς

Διαβάστε περισσότερα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος 2/3/2017 Παράκληση, 18:00 3/3,10/3,17/3,24/3 Χαιρετισμοί, 19:15 31/3/2017 Ἀκάθιστος 19:15 Ὕμνος Ἀπρίλιος: 6/4/2017 Παράκληση,

Διαβάστε περισσότερα

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ Ψαλμός ρμβ (142) ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίημα τοῦ Βασιλέως Θεοδώρου Δούκα, τοῦ Λασκάρεως) Ὁ Μέγας Παρακλητικὸς

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Διαβάστε περισσότερα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν

Διαβάστε περισσότερα

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Υμηττού Καθεδρικός Ιερός Ναός Αγίας Τριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, 161 31 Βύρωνας, Τηλ. 210 7660 859 - fax: 213 0291680 www.agiatriadavyrona.gr Email:

Διαβάστε περισσότερα

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ

Διαβάστε περισσότερα

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)

Διαβάστε περισσότερα

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ. Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ. Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα

Διαβάστε περισσότερα

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

Iohannes Damascenus - De theologia

Iohannes Damascenus - De theologia This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών

Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών (Εορτάζοντες την 9ην Κυριακήν από το Πάσχα) (Ποιηθείς υπό αρχιμ. Φιλοθέου Ζερβάκου) Μετά το, Κύριε εισάκουσον, και το, Θεός Κύριος ψάλλομεν τα παρόντα τροπάρια:

Διαβάστε περισσότερα

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ

ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν.

Διαβάστε περισσότερα

Κυριακή 19 Μαΐου 2019.

Κυριακή 19 Μαΐου 2019. 14 Κυριακή 19 Μαΐου 2019. Κυριακή τοῦ παραλύτου Ἰω. 5, 1 15. «... μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται» (Ἰω. 5, 14).

Διαβάστε περισσότερα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Ἐπ. Καθηγητὴς Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Τµῆµα Θεολογίας - Θεολογικὴ Σχολὴ Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήµιο Ἀθηνῶν Γ Οἰκουµενικὴ

Διαβάστε περισσότερα

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια

Διαβάστε περισσότερα

Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ. Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν,

Διαβάστε περισσότερα

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι [1] ΙΑΝΟΥΑΡΙΟΣ 2. ΝΕΙΛΟΣ ΟΣΙΟΣ ΓΗΡΟΜΕΡΙΤΗΣ ΠΑΡΑΚΛΗΣΙΣ. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΝΕΙΛΟΥ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ ΚΤΙΤΟΡΟΣ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΓΗΡΟΜΕΡΙΟΥ Εὐλογήσαντος τοῦ ἱερέως, ἀρχόμεθα τοῦ Ψαλμοῦ

Διαβάστε περισσότερα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου

Διαβάστε περισσότερα

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ. Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ. Σημείωσις: Τὴν ἐν τῇ παρούσῃ Κυριακῇ ἀκολουθίαν τῶν ἁγίων μαρτύρων Εὐτροπίου,

Διαβάστε περισσότερα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Ενότητα 5: Ἡ περὶ Λόγου διδασκαλία: Λουκιανὸς ὁ ἀποσυνάγωγος Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Λέκτορας Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήμιο

Διαβάστε περισσότερα

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου Ο Άγιος Αθανάσιος γεννήθηκε στην Καρύταινα της Γορτυνίας περί το 1640 μ.χ. (κατά άλλους στην Κέρκυρα το 1664 μ.χ.) και

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. 1 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. Ψαλμὸς ΡΜΒ (142) Κύριε, εἰσάκουσoν τῆς προσευχῆς

Διαβάστε περισσότερα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ Τελουµένου Ἁγιασµοῦ εὐτρεπίζεται µικρὰ τράπεζα καὶ τίθεται ἐπ' αὐτῆς τὸ ἱερὸν Εὐαγγέλιον, ξύλινος ἀργυρόδετος Σταυρός, θυµιατήριον (κατζίον), δοχεῖον µεθ' ὕδατος καθαροῦ,

Διαβάστε περισσότερα

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ Ὁ ἱερεύς. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Προεστώς. Ἀμήν. Ψαλμὸς ρμβ (142). Κύριε, εἰσάκουσον τῆς

Διαβάστε περισσότερα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 6 Ἀπριλίου. Κυριακὴ Ε τῶν Νηστειῶν. Ἐν ταύτῃ τῇ Κυριακῇ ψάλλεται ἡ ἀκολουθία τῆς ὁσίας μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Εὐτυχίου, Πατριάρχου Κωνσταντινουπόλεως.

Διαβάστε περισσότερα

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε

Διαβάστε περισσότερα

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β

Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β Φροντιστηριακὸ Μάθημα Ἁγιογραφίας Β Στὴν Ἱερὰ Μονή μας, τῶν Ἁγίων Μαρτύρων Κυπριανοῦ καὶ Ἰουστίνης, στὴν Φυλὴ Ἀττικῆς, μὲ τὴν Χάρι τοῦ Θεοῦ, τὴν εὐχὴ τοῦ ἀσθενοῦντος Σεβασμιωτάτου Πνευματικοῦ Πατρός μας,

Διαβάστε περισσότερα

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ιάταξη της θείας Λειτουργίας 1. Όταν ο λαός συναχθεί, ο ιερέας με τους βοηθούς του προχωρεί προς το ιερό, ενώ ψάλλεται το εισοδικό άσμα. Όταν φτάσει στο ιερό, κάνει υπόκλιση

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε, εἰσάκουσον τῆς

Διαβάστε περισσότερα

Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΓΙΟΣ ἐφραιμ

Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΓΙΟΣ ἐφραιμ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΓΙΟΣ ἐφραιμ Ἦχος α Τῆς ἐρήμου πολίτης Ἐν ὄρει τῶν Ἀμῶμων ὥσπερ ἥλιος ἐλάμψας καί μαρτυρικῶς, Θεοφόρε, πρός Θεόν ἐξεδήμησας, βαρβάρων ὑποστάς ἐπιδρομάς, Ἐφραίμ Μεγαλομάρτυς τοῦ

Διαβάστε περισσότερα

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Κυ ρι ε ε λε η σον Ἦχος Πα Α µην Π α σα πνο η αι νε σα τω τον Κυ ρι ον Ἕτερον. Π α σα πνο η αι νε σα α τω τον Κυ υ ρι ι ον 1 ΙΩΑΝΝΟΥ Α. ΝΕΓΡΗ

Διαβάστε περισσότερα

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν.

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν. Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον την «ΦΟΒΕΡΑΝ ΠΡΟΣΤΑΣΙΑΝ» Ψαλμός ρμβ (142) Και ευθύς. Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου (δ ) Ήχος δ. Ο υψωθείς εν τω

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου ΣΤΑΣΙΣ Α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε, Ἱερέων τερπνῶν, καὶ Μαρτύρων καλλονὴ, ὦ Γεώργιε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς. Μακαρίζομέν σε, Ἐκκλησίας Χριστοῦ,

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ

Διαβάστε περισσότερα

Παράκλησις Ἁγίου ΙΩΣΗΦ τοῦ Μνήστορος, μ. Μελάνης

Παράκλησις Ἁγίου ΙΩΣΗΦ τοῦ Μνήστορος, μ. Μελάνης [1] Παράκλησις Ἁγίου ΙΩΣΗΦ τοῦ Μνήστορος, μ. Μελάνης καί δευτερευόντως εἰς τούς συνωνυμοῦντας αὐτῷ Ἁγίους1 Ποίημα Μελάνης Μοναχῆς Ἱερᾶς Μονῆς Κοιμήσεως Θεοτόκου Μπούρα Μεγαλοπόλεως Εὐλογήσαντος τοῦ Ἱερέως

Διαβάστε περισσότερα

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι

οι οι οι οι οι οι οι οι οι οι οι οι οι τα α α α α α α α α α α α α Χε Δ βι ι ι ι ι ι ιµ µυ Ν ι ι ι ι ι ι ι ι ι ι ι ι ι χι ΧΕΡΟΥΙΚΟ ΛΕΙΤΟΥΡΙΚΑ ΚΟΙΩΙΚΟ ΗΧΟΣ Λ. ΧΕΡΟΥΙΚΟ Θ. ΦΩΚΑΕΩΣ) ΗΧΟΣ Λ. Ἦχος η N Οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι οι τ Χ ρο ο ο ο χ ρο βι ι ι ι ι ι ιµ µ µ στι ι κω ως ι κο νι ι ι

Διαβάστε περισσότερα

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία''

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία'' Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία'' "Με την ευχή η Παναγία η Φοβερά Προστασία να συμπορεύεται και να κατευθύνει τα βήματα σου." H ΠΑΝΑΓΙΑ η ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ είναι η θαυματουργή

Διαβάστε περισσότερα