Giuseppe Guarino - CORSO DI GRECO BIBLICO. La prima epistola dell apostolo Giovanni. Testo Maggioritario. Edito da Robinson Pierpont (1995)

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Giuseppe Guarino - CORSO DI GRECO BIBLICO. La prima epistola dell apostolo Giovanni. Testo Maggioritario. Edito da Robinson Pierpont (1995)"

Transcript

1 La prima epistola dell apostolo Giovanni Testo Maggioritario Edito da Robinson Pierpont (1) 1:1 Ὃ ἦν ἀπ ἀρχῆς, ὃ ἀκηκόαµεν, ὃ ἑωράκαµεν τοῖς ὀφθαλµοῖς ἡµῶν, ὃ ἐθεασάµεθα, καὶ αἱ χεῖρες ἡµῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαµεν, καὶ µαρτυροῦµεν, καὶ ἀπαγγέλλοµεν ὑµῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡµῖν. Ὃ ἑωράκαµεν καὶ ἀκηκόαµεν, ἀπαγγέλλοµεν ὑµῖν, ἵνα καὶ ὑµεῖς κοινωνίαν ἔχητε µεθ ἡµῶν καὶ ἡ κοινωνία δὲ ἡ ἡµετέρα µετὰ τοῦ πατρὸς καὶ µετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ χριστοῦ καὶ ταῦτα γράφοµεν ὑµῖν, ἵνα ἡ χαρὰ ἡµῶν ᾖ πεπληρωµένη. Καὶ ἔστιν αὕτη ἡ ἀγγελία ἣν ἀκηκόαµεν ἀπ αὐτοῦ καὶ ἀναγγέλλοµεν ὑµῖν, ὅτι ὁ θεὸς φῶς ἐστίν, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεµία. Ἐὰν εἴπωµεν ὅτι κοινωνίαν ἔχοµεν µετ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶµεν, ψευδόµεθα, καὶ οὐ ποιοῦµεν τὴν ἀλήθειαν ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶµεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχοµεν µετ ἀλλήλων, καὶ τὸ αἷµα Ἰησοῦ χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡµᾶς ἀπὸ πάσης ἁµαρτίας. Ἐὰν εἴπωµεν ὅτι ἁµαρτίαν οὐκ ἔχοµεν, ἑαυτοὺς πλανῶµεν, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡµῖν. Ἐὰν ὁµολογῶµεν τὰς ἁµαρτίας ἡµῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡµῖν τὰς ἁµαρτίας, καὶ καθαρίσῃ ἡµᾶς ἀπὸ πάσης ἀδικίας. Ἐὰν εἴπωµεν ὅτι οὐχ ἡµαρτήκαµεν, ψεύστην ποιοῦµεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡµῖν. :1 Τεκνία µου, ταῦτα γράφω ὑµῖν, ἵνα µὴ ἁµάρτητε. Καὶ ἐάν τις ἁµάρτῃ, παράκλητον ἔχοµεν πρὸς τὸν πατέρα, Ἰησοῦν χριστὸν δίκαιον καὶ αὐτὸς ἱλασµός ἐστιν περὶ τῶν ἁµαρτιῶν ἡµῶν οὐ περὶ τῶν ἡµετέρων δὲ µόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσµου.

2 Καὶ ἐν τούτῳ γινώσκοµεν ὅτι ἐγνώκαµεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶµεν. Ὁ λέγων, Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ µὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν ὃς δ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. Ἐν τούτῳ γινώσκοµεν ὅτι ἐν αὐτῷ ἐσµέν ὁ λέγων ἐν αὐτῷ µένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησεν, καὶ αὐτὸς οὕτως περιπατεῖν. Ἀδελφοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑµῖν, ἀλλ ἐντολὴν παλαιάν, ἣν εἴχετε ἀπ ἀρχῆς ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε ἀπ ἀρχῆς. Πάλιν ἐντολὴν καινὴν γράφω ὑµῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑµῖν ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ µισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ µένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. Ὁ δὲ µισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστίν, καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλµοὺς αὐτοῦ. Γράφω ὑµῖν, τεκνία, ὅτι ἀφέωνται ὑµῖν αἱ ἁµαρτίαι διὰ τὸ ὄνοµα αὐτοῦ. Γράφω ὑµῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ ἀρχῆς. Γράφω ὑµῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. Γράφω ὑµῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα. Ἔγραψα ὑµῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ ἀρχῆς. Ἔγραψα ὑµῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑµῖν µένει, καὶ νενικήκατε τὸν πονηρόν. 1 Μὴ ἀγαπᾶτε τὸν κόσµον, µηδὲ τὰ ἐν τῷ κόσµῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσµον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ. 1 Ὅτι πᾶν τὸ ἐν τῷ κόσµῳ, ἡ ἐπιθυµία τῆς σαρκός, καὶ ἡ ἐπιθυµία τῶν ὀφθαλµῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλ ἐκ τοῦ κόσµου ἐστίν. 1 Καὶ ὁ κόσµος παράγεται, καὶ ἡ ἐπιθυµία αὐτοῦ ὁ δὲ ποιῶν τὸ θέληµα τοῦ θεοῦ µένει εἰς τὸν αἰῶνα. 1 Παιδία, ἐσχάτη ὥρα ἐστίν καὶ καθὼς ἠκούσατε ὅτι ὁ ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν ὅθεν γινώσκοµεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 1 Ἐξ ἡµῶν ἐξῆλθον, ἀλλ οὐκ ἦσαν ἐξ ἡµῶν εἰ γὰρ ἦσαν ἐξ ἡµῶν, µεµενήκεισαν ἂν µεθ ἡµῶν ἀλλ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡµῶν. 0 Καὶ ὑµεῖς χρίσµα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντα. 1 Οὐκ ἔγραψα ὑµῖν, ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. Τίς ἐστιν ὁ ψεύστης, εἰ µὴ ὁ ἀρνούµενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούµενος τὸν πατέρα καὶ τὸν υἱόν. Πᾶς ὁ ἀρνούµενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει.

3 Ὑµεῖς οὖν ὃ ἠκούσατε ἀπ ἀρχῆς, ἐν ὑµῖν µενέτω. Ἐὰν ἐν ὑµῖν µείνῃ ὃ ἀπ ἀρχῆς ἠκούσατε, καὶ ὑµεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ µενεῖτε. Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡµῖν, τὴν ζωὴν τὴν αἰώνιον. Ταῦτα ἔγραψα ὑµῖν περὶ τῶν πλανώντων ὑµᾶς. Καὶ ὑµεῖς, τὸ χρίσµα ὃ ἐλάβετε ἀπ αὐτοῦ ἐν ὑµῖν µένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑµᾶς ἀλλ ὡς τὸ αὐτὸ χρίσµα διδάσκει ὑµᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν, καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑµᾶς, µενεῖτε ἐν αὐτῷ. Καὶ νῦν, τεκνία, µένετε ἐν αὐτῷ ἵνα ὅταν φανερωθῇ, ἔχωµεν παρρησίαν, καὶ µὴ αἰσχυνθῶµεν ἀπ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. Ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται. :1 Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡµῖν ὁ πατήρ, ἵνα τέκνα θεοῦ κληθῶµεν. ιὰ τοῦτο ὁ κόσµος οὐ γινώσκει ὑµᾶς, ὅτι οὐκ ἔγνω αὐτόν. Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσµέν, καὶ οὔπω ἐφανερώθη τί ἐσόµεθα οἴδαµεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅµοιοι αὐτῷ ἐσόµεθα, ὅτι ὀψόµεθα αὐτὸν καθώς ἐστιν. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν. Πᾶς ὁ ποιῶν τὴν ἁµαρτίαν, καὶ τὴν ἀνοµίαν ποιεῖ καὶ ἡ ἁµαρτία ἐστὶν ἡ ἀνοµία. Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁµαρτίας ἡµῶν ἄρῃ καὶ ἁµαρτία ἐν αὐτῷ οὐκ ἔστιν. Πᾶς ὁ ἐν αὐτῷ µένων οὐχ ἁµαρτάνει πᾶς ὁ ἁµαρτάνων οὐχ ἑώρακεν αὐτόν, οὐδὲ ἔγνωκεν αὐτόν. Τεκνία, µηδεὶς πλανάτω ὑµᾶς ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν ὁ ποιῶν τὴν ἁµαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ ἀρχῆς ὁ διάβολος ἁµαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Πᾶς ὁ γεγεννηµένος ἐκ τοῦ θεοῦ ἁµαρτίαν οὐ ποιεῖ, ὅτι σπέρµα αὐτοῦ ἐν αὐτῷ µένει καὶ οὐ δύναται ἁµαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται. Ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου πᾶς ὁ µὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ µὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ ἀρχῆς, ἵνα ἀγαπῶµεν ἀλλήλους οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. Μὴ θαυµάζετε, ἀδελφοί µου, εἰ µισεῖ ὑµᾶς ὁ κόσµος

4 ἡµεῖς οἴδαµεν ὅτι µεταβεβήκαµεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶµεν τοὺς ἀδελφούς. Ὁ µὴ ἀγαπῶν τὸν ἀδελφόν, µένει ἐν τῷ θανάτῳ. 1 Πᾶς ὁ µισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ µένουσαν. 1 Ἐν τούτῳ ἐγνώκαµεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡµῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν καὶ ἡµεῖς ὀφείλοµεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι. 1 Ὃς δ ἂν ἔχῃ τὸν βίον τοῦ κόσµου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ µένει ἐν αὐτῷ; 1 Τεκνία µου, µὴ ἀγαπῶµεν λόγῳ µηδὲ τῇ γλώσσῃ, ἀλλ ἐν ἔργῳ καὶ ἀληθείᾳ. 1 Καὶ ἐν τούτῳ γινώσκοµεν ὅτι ἐκ τῆς ἀληθείας ἐσµέν, καὶ ἔµπροσθεν αὐτοῦ πείσοµεν τὰς καρδίας ἡµῶν, 0 ὅτι ἐὰν καταγινώσκῃ ἡµῶν ἡ καρδία, ὅτι µείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡµῶν, καὶ γινώσκει πάντα. 1 Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡµῶν µὴ καταγινώσκῃ ἡµῶν, παρρησίαν ἔχοµεν πρὸς τὸν θεόν, καὶ ὃ ἐὰν αἰτῶµεν, λαµβάνοµεν παρ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦµεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦµεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωµεν τῷ ὀνόµατι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ χριστοῦ, καὶ ἀγαπῶµεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολήν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ µένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκοµεν ὅτι µένει ἐν ἡµῖν, ἐκ τοῦ πνεύµατος οὗ ἡµῖν ἔδωκεν. :1 Ἀγαπητοί, µὴ παντὶ πνεύµατι πιστεύετε, ἀλλὰ δοκιµάζετε τὰ πνεύµατα, εἰ ἐκ τοῦ θεοῦ ἐστιν ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσµον. Ἐν τούτῳ γινώσκεται τὸ πνεῦµα τοῦ θεοῦ πᾶν πνεῦµα ὃ ὁµολογεῖ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστίν καὶ πᾶν πνεῦµα ὃ µὴ ὁµολογεῖ Ἰησοῦν χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ θεοῦ οὐκ ἔστιν καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσµῳ ἐστὶν ἤδη. Ὑµεῖς ἐκ τοῦ θεοῦ ἐστέ, τεκνία, καὶ νενικήκατε αὐτούς ὅτι µείζων ἐστὶν ὁ ἐν ὑµῖν ἢ ὁ ἐν τῷ κόσµῳ. Αὐτοὶ ἐκ τοῦ κόσµου εἰσίν διὰ τοῦτο ἐκ τοῦ κόσµου λαλοῦσιν, καὶ ὁ κόσµος αὐτῶν ἀκούει. Ἡµεῖς ἐκ τοῦ θεοῦ ἐσµεν ὁ γινώσκων τὸν θεόν, ἀκούει ἡµῶν ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, οὐκ ἀκούει ἡµῶν. Ἐκ τούτου γινώσκοµεν τὸ πνεῦµα τῆς ἀληθείας καὶ τὸ πνεῦµα τῆς πλάνης. 1

5 Ἀγαπητοί, ἀγαπῶµεν ἀλλήλους ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν θεόν. Ὁ µὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν ὅτι ὁ θεὸς ἀγάπη ἐστίν. Ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡµῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν µονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσµον, ἵνα ζήσωµεν δι αὐτοῦ. Ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡµεῖς ἠγαπήσαµεν τὸν θεόν, ἀλλ ὅτι αὐτὸς ἠγάπησεν ἡµᾶς, καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασµὸν περὶ τῶν ἁµαρτιῶν ἡµῶν. Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡµᾶς, καὶ ἡµεῖς ὀφείλοµεν ἀλλήλους ἀγαπᾷν. Θεὸν οὐδεὶς πώποτε τεθέαται ἐὰν ἀγαπῶµεν ἀλλήλους, ὁ θεὸς ἐν ἡµῖν µένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωµένη ἐστὶν ἐν ἡµῖν. Ἐν τούτῳ γινώσκοµεν ὅτι ἐν αὐτῷ µένοµεν καὶ αὐτὸς ἐν ἡµῖν, ὅτι ἐκ τοῦ πνεύµατος αὐτοῦ δέδωκεν ἡµῖν. Καὶ ἡµεῖς τεθεάµεθα καὶ µαρτυροῦµεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσµου. 1 Ὃς ἂν ὁµολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ µένει, καὶ αὐτὸς ἐν τῷ θεῷ. 1 Καὶ ἡµεῖς ἐγνώκαµεν καὶ πεπιστεύκαµεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡµῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ µένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ θεῷ µένει, καὶ ὁ θεὸς ἐν αὐτῷ µένει. 1 Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη µεθ ἡµῶν, ἵνα παρρησίαν ἔχωµεν ἐν τῇ ἡµέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡµεῖς ἐσµεν ἐν τῷ κόσµῳ τούτῳ. 1 Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει ὁ δὲ φοβούµενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. 1 Ἡµεῖς ἀγαπῶµεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡµᾶς. 0 Ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ µισῇ, ψεύστης ἐστίν ὁ γὰρ µὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν πῶς δύναται ἀγαπᾷν; 1 Καὶ ταύτην τὴν ἐντολὴν ἔχοµεν ἀπ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεόν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. :1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστός, ἐκ τοῦ θεοῦ γεγέννηται καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννηµένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκοµεν ὅτι ἀγαπῶµεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶµεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶµεν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶµεν καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. 1

6 Ὅτι πᾶν τὸ γεγεννηµένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσµον καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσµον, ἡ πίστις ἡµῶν. Τίς ἐστιν ὁ νικῶν τὸν κόσµον, εἰ µὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι ὕδατος καὶ αἵµατος, Ἰησοῦς χριστός οὐκ ἐν τῷ ὕδατι µόνον, ἀλλ ἐν τῷ ὕδατι καὶ τῷ αἵµατι. Καὶ τὸ πνεῦµά ἐστιν τὸ µαρτυροῦν, ὅτι τὸ πνεῦµά ἐστιν ἡ ἀλήθεια. Ὅτι τρεῖς εἰσιν οἱ µαρτυροῦντες, τὸ πνεῦµα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷµα καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν µαρτυρίαν τῶν ἀνθρώπων λαµβάνοµεν, ἡ µαρτυρία τοῦ θεοῦ µείζων ἐστίν ὅτι αὕτη ἐστὶν ἡ µαρτυρία τοῦ θεοῦ, ἣν µεµαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν µαρτυρίαν ἐν αὐτῷ ὁ µὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν µαρτυρίαν, ἣν µεµαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ. Καὶ αὕτη ἐστὶν ἡ µαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡµῖν ὁ θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. Ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν ὁ µὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει. Ταῦτα ἔγραψα ὑµῖν τοῖς πιστεύουσιν εἰς τὸ ὄνοµα τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα εἰδῆτε ὅτι ζωὴν αἰώνιον ἔχετε, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνοµα τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχοµεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώµεθα κατὰ τὸ θέληµα αὐτοῦ, ἀκούει ἡµῶν 1 καὶ ἐὰν οἴδαµεν ὅτι ἀκούει ἡµῶν, ὃ ἐὰν αἰτώµεθα, οἴδαµεν ὅτι ἔχοµεν τὰ αἰτήµατα ἃ ᾐτήκαµεν παρ αὐτοῦ. 1 Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁµαρτάνοντα ἁµαρτίαν µὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν τοῖς ἁµαρτάνουσιν µὴ πρὸς θάνατον. Ἔστιν ἁµαρτία πρὸς θάνατον οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ. 1 Πᾶσα ἀδικία ἁµαρτία ἐστίν καὶ ἔστιν ἁµαρτία οὐ πρὸς θάνατον. 1 Οἴδαµεν ὅτι πᾶς ὁ γεγεννηµένος ἐκ τοῦ θεοῦ οὐχ ἁµαρτάνει ἀλλ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ἑαυτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. 1 Οἴδαµεν ὅτι ἐκ τοῦ θεοῦ ἐσµεν, καὶ ὁ κόσµος ὅλος ἐν τῷ πονηρῷ κεῖται. 0 Οἴδαµεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡµῖν διάνοιαν ἵνα γινώσκωµεν τὸν ἀληθινόν καὶ ἐσµὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς θεός, καὶ ζωὴ αἰώνιος. 1 Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων. Ἀµήν. 1

The First Epistle of John. From the Greek New Testament. (based on Novum Testamentum Graece, the 26 th Edition, Nestle Aland)

The First Epistle of John. From the Greek New Testament. (based on Novum Testamentum Graece, the 26 th Edition, Nestle Aland) ΙΩΑΝΝΟΥ Α The First Epistle of John From the Greek New Testament (based on Novum Testamentum Graece, the 26 th Edition, Nestle Aland) Pronouns and other references to God are capitalized in the following

Διαβάστε περισσότερα

ΙΩΑΝΝΟΥ Α. ἔστιν NIV RP ] οὐκ ἔστιν ἐν αὐτῷ WH Treg 7 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ NIV ] RP

ΙΩΑΝΝΟΥ Α. ἔστιν NIV RP ] οὐκ ἔστιν ἐν αὐτῷ WH Treg 7 Ἰησοῦ WH Treg NIV ] + Χριστοῦ NIV ] RP ΙΩΑΝΝΟΥ Α 1:1 Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς 2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ

Διαβάστε περισσότερα

ΙΩΑΝΝΟΥ Ά ΙΩΑΝΝΟΥ Ά 1:1 1 ΙΩΑΝΝΟΥ Ά 2:1

ΙΩΑΝΝΟΥ Ά ΙΩΑΝΝΟΥ Ά 1:1 1 ΙΩΑΝΝΟΥ Ά 2:1 ΙΩΑΝΝΟΥ Ά 1:1 1 ΙΩΑΝΝΟΥ Ά 2:1 ΙΩΑΝΝΟΥ Ά 1 Ὃ ἦν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς 2 καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν

Διαβάστε περισσότερα

LESSON TWENTY SIX: THIRD DECLENSION ADJECTIVES. Memorization of Vocabulary 26. Also includes words from 1 John 3:

LESSON TWENTY SIX: THIRD DECLENSION ADJECTIVES. Memorization of Vocabulary 26. Also includes words from 1 John 3: LESSON TWENTY SIX: THIRD DECLENSION ADJECTIVES Memorization of Vocabulary 26. Also includes words from 1 John 3:1-11-24 ἀνθρωποκτος ἀγγελια αἰτεω ἀλληλους ἀρεστος βιος γλωσσα ἐθηκεν ἐµπροσθεν ἐνωπιον θανατος

Διαβάστε περισσότερα

1 1 ο ην απ αρχης ο ακηκοαμεν ο

1 1 ο ην απ αρχης ο ακηκοαμεν ο 1 Yahya 1 1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης 2 και η ζωη εφανερωθη και εωρακαμεν και μαρτυρουμεν και απαγγελλομεν

Διαβάστε περισσότερα

Epître de Saint Jean (1)

Epître de Saint Jean (1) Epître de Saint Jean (1) Chapitre 1 1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης 2 και η ζωη εφανερωθη και εωρακαμεν και

Διαβάστε περισσότερα

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.

Διαβάστε περισσότερα

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by

Greek New Testament. Fourth Revised Edition. Former Editions edited by ! Greek New Testament Fourth Revised Edition Former Editions edited by Kurt Aland, Matthew Black, Carlo M. Martini Bruce M. Metzger, and Allen Wikgren Fourth Revised Edition edited by Barbara Aland, Kurt

Διαβάστε περισσότερα

GREEK NEW TESTAMENT 1. JOHN

GREEK NEW TESTAMENT 1. JOHN GREEK NEW TESTAMENT 1. JOHN 1:1 ο ην απ αρχησ ο ακηκοαμεν ο εωρακαμεν τοισ οφθαλμοισ ημων ο εθε ασαμεθα και αι χειρεσ ημων εψηλαφησαν περι του λογου τησ ζωησ 1:2 και η ζωη εφανερωθη και εωρακαμεν και μαρτυρουμεν

Διαβάστε περισσότερα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering

Διαβάστε περισσότερα

than (used in comparison see under comparison of adjectives)

than (used in comparison see under comparison of adjectives) LESSON TWELVE: PRONOUNS Memorization of Vocabulary twelve αὐτος ἤ οὗτος ἐκεινος ἐµαυτον ὅς, ἥ, ὅ- µειζων he/she/it than (used in comparison see under comparison of adjectives) this that (demonstrative

Διαβάστε περισσότερα

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr

Διαβάστε περισσότερα

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15)

ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ. (Β Κορ. δ 6 15) ΑΓΙΟΓΡΑΦΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΚΥΡΙΑΚΗ 25 05 2014 ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ (Β Κορ. δ 6 15) Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπών ἐκ σκότους φῶς λάμψαι ὃ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως

Διαβάστε περισσότερα

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων

Διαβάστε περισσότερα

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ αγ. Ἰουστίνου Πόποβιτς Σχόλιο στήν Ἀποστολική Περικοπή ΚΕΦΑΛΑΙΟΝ Α στίχ. 1-7 Ο ἦν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,

Διαβάστε περισσότερα

The First Epistle of John

The First Epistle of John 1 The First Epistle of John The Greek Text of the Robinson-Pierpont ( RP ) 2005 edition; with critical footnotes combining the data from Novum Testamentum Graecum Editio Critica Major, Catholic Letters,

Διαβάστε περισσότερα

LESSON THIRTEEN: PRONOUNS CONTINUED

LESSON THIRTEEN: PRONOUNS CONTINUED LESSON THIRTEEN: PRONOUNS CONTINUED Memorization of Vocabulary thirteen ἐγω ἐµος ἡµετερος θρησκεια καιρος ὀνοµα ὀφθαλµος σος ὑµετερος συ τίς τις ὅστις ἀλληλους I my our religion fitting time name eye your

Διαβάστε περισσότερα

The First Epistle of John

The First Epistle of John 1 The First Epistle of John The Greek Text of the Nestle-Aland Novum Testamentum Graece 28th Edition ( NA28 ) combined with the Robinson-Pierpont ( RP ) 2005 edition; The agreement thereof in black text;

Διαβάστε περισσότερα

Memorization of vocabulary 24 (includes words from 1 John 2:18-29)

Memorization of vocabulary 24 (includes words from 1 John 2:18-29) LESSON TWENTY FOUR : ΜΙ VERBS CONTINUED ἱστηµι and others Memorization of vocabulary 24 (includes words from 1 John 2:18-29) 1. ἐσχατος - last (ἐσχατος [mas], ἐσχατη [fem], ἐσχατον [neuter]) 2. ὣρα - hour

Διαβάστε περισσότερα

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης;

Πῶς σὺ Ιουδαῖος ὢν παρ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης; Johannesevangelium 4,1-42 4,1 Ως οὖν ἔγνω ὁ Ιησοῦς ὅτι ἤκουσαν οἱ φαρισαῖοι ὅτι Ιησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ιωάννης 4,2 καίτοιγε Ιησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ οἱ μαθηταὶ αὐτοῦ. 4,3 ἀφῆκεν

Διαβάστε περισσότερα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ

Διαβάστε περισσότερα

Κ Υ Ρ Ι Α Κ Η Τ Ο Υ Α Ν Τ Ι Π Α Σ Χ Α (Τ Ο Υ Θ Ω Μ Α) ωάννης ε αγγελιστής, µαθητής τ ς γάπης ρχιµ. ανιήλ Γ. εράκη

Κ Υ Ρ Ι Α Κ Η Τ Ο Υ Α Ν Τ Ι Π Α Σ Χ Α (Τ Ο Υ Θ Ω Μ Α) ωάννης ε αγγελιστής, µαθητής τ ς γάπης ρχιµ. ανιήλ Γ. εράκη ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ Κ Υ Ρ Ι Α Κ Η Τ Ο Υ Α Ν Τ Ι Π Α Σ Χ Α (Τ Ο Υ Θ Ω Μ Α) ωάννης ε αγγελιστής, µαθητής τ ς γάπης ρχιµ. ανιήλ Γ. εράκη

Διαβάστε περισσότερα

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς

Διαβάστε περισσότερα

1 John 5. LGNT - September 6, 2019 Page 1. Book Chapter Verse. Word # 1 John Greek. # of words. Numeric value. Interlinear English.

1 John 5. LGNT - September 6, 2019 Page 1. Book Chapter Verse. Word # 1 John Greek. # of words. Numeric value. Interlinear English. Book Chapter Verse Interlinear English Word # 1 John Greek # of letters # of words Numeric value 230501 everyone 01709 ΠΑΣ 3 281 230501 01710 Ο 1 70 230501 believing 01711 ΠΙΣΤΕΥΩΝ 8 1845 230501 that 01712

Διαβάστε περισσότερα

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται Τὸ πρῶτον κεφαλαῖον ὁ Δημοσθένης ἐστὶ ἀνήρ. ὁ Ἰφιμεδεία ἐστὶ γυνή. ὁ Στέφανός ἐστι παῖς. ὁ Φίλιππός ἐστι παῖς. ἡ

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

The First Epistle of John

The First Epistle of John 1 The First Epistle of John The Greek Text of the Nestle-Aland Novum Testamentum Graece 28th Edition ( NA28 ) combined with the Robinson-Pierpont ( RP ) 2005 edition; The agreement thereof in black text;

Διαβάστε περισσότερα

The First Epistle of John

The First Epistle of John 1 The First Epistle of John The Greek Text of the Robinson-Pierpont ( RP ) 2005 edition; with critical footnotes combining the data from Novum Testamentum Graecum Editio Critica Major, Catholic Letters,

Διαβάστε περισσότερα

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ 1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.

Διαβάστε περισσότερα

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament

Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament Corrections to the Antoniades Patriarchal Greek Text of the New Testament There are six corrections made by Antoniades in the 1912 edition of the Patriarchal Greek New Testament. One is the correction

Διαβάστε περισσότερα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

I am. Present indicative

I am. Present indicative εἰμί eimi Present indicative εἰμί εἶ ἐστί(ν) ἐσμέν ἐστέ εἰσί(ν) John 3:28 εἰμὶ ἐγὼ ὁ χριστός eimi ego ho christos John 3:28 εἰμὶ ἐγὼ ὁ χριστός eimi ego ho christos the Christ John 1:19 Σὺτίςεἶ; Su tis

Διαβάστε περισσότερα

Α ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ. Ὅ ἧν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς

Α ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ. Ὅ ἧν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς Α ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α ΙΩΑΝΝΟΥ 1 Α Ιω. 1,1 Α Ιω. 1,1 Α Ιω. 1,2 Α Ιω. 1,2 Α Ιω. 1,3 Α Ιω. 1,3 Α Ιω. 1,4 Α Ιω. 1,4 Α Ιω. 1,5 Ὅ ἧν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ

Διαβάστε περισσότερα

Α Ιω. 1,1 Ὅ ἧν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς

Α Ιω. 1,1 Ὅ ἧν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς Επιστροφή Α ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α ΙΩΑΝΝΟΥ 1 Α Ιω. 1,1 Ὅ ἧν ἀπ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς Α Ιω. 1,1 Δια τον Υιόν

Διαβάστε περισσότερα

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου. 26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου. Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ(25/9/2012) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ

Διαβάστε περισσότερα

8 ΜΑΪΟΥ Τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, Ἀρσενίου ὁσίου τοῦ μεγάλου. Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (7/5/15)

8 ΜΑΪΟΥ Τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, Ἀρσενίου ὁσίου τοῦ μεγάλου. Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (7/5/15) 8 ΜΑΪΟΥ 2015 +Τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, Ἀρσενίου ὁσίου τοῦ μεγάλου. Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ (7/5/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Διαβάστε περισσότερα

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern VERTAALHULP BIJ 31.2 πῶς οῦν ἂν μετριώτατα σκοποίμεθα αὐτά; < --predicaat-- > compl. (obj.) πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβωμεν ὃν σὺ λέγεις περὶ τῶν δοξῶν μέν congr. cmpl. subj. bep. bij bijzinskern

Διαβάστε περισσότερα

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ)

ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΑΠΑΝΤΗΜΕΝΑ ΘΕΜΑΤΑ ΣΤΑ ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ (ΑΓΝΩΣΤΟ) ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ 1: Ἴσως οὖν εἴποιεν ἂν πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν, ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο, οὐδὲ ὁ σώφρων

Διαβάστε περισσότερα

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.

4Αυτός ήτανε η ζωή, και ήταν η ζωή αυτή το φως για τους ανθρώπους. 4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. TGV&NTPT Ο Λόγος έγινε άνθρωπος 1Απ όλα πριν υπήρχε ο Λόγος κι ο Λόγος ήτανε με τον Θεό, κι ήταν Θεός ο Λόγος. 1Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. 2Απ την αρχή ήταν

Διαβάστε περισσότερα

Spirit and Atonement in John Handout #1 Scripture Selections SBL/EGL 2012 Paper linked at

Spirit and Atonement in John Handout #1 Scripture Selections SBL/EGL 2012 Paper linked at Spirit and Atonement in John Handout #1 Scripture Selections SBL/EGL 2012 Paper linked at http://www.umass.edu/wsp/alpha/index.html#sbl Formatting: Spirit references are boxed, Atonement references are

Διαβάστε περισσότερα

1 John Note that verse 7 has a similar syntax to mark the transition to the next section.

1 John Note that verse 7 has a similar syntax to mark the transition to the next section. 1 John 2.1-6 1 παράκλητος, ὁ = helper, intercessor Τεκνία µου, ταῦτα γράφω ὑµῖν ἵνα µὴ ἁµάρτητε. καὶ ἐάν τις ἁµάρτῃ, παράκλητον ἔχοµεν πρὸς τὸν πατέρα Ἰησοῦν Χριστὸν δίκαιον (My little children, I am writing

Διαβάστε περισσότερα

Σῌ ΣΡΙΣῌ ΕΠΕΡΑ (7/5/19)

Σῌ ΣΡΙΣῌ ΕΠΕΡΑ (7/5/19) 8 ΜΑΪΟΥ 2019. Σῌ ΣΡΙΣῌ ΕΠΕΡΑ (7/5/19) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. Καὶ ψάλλεται τό «Χριστός ἀνέστη...», τρίς, ἅπαξ ἀπό τοῦ Ιεροῦ Βήματος

Διαβάστε περισσότερα

Iohannes Damascenus - De theologia

Iohannes Damascenus - De theologia This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

SAMPLE. The Structures of 1 3 John. The Structure of 3 John. The Brothers Have Testified to Your Love before the Church (1:1 8)

SAMPLE. The Structures of 1 3 John. The Structure of 3 John. The Brothers Have Testified to Your Love before the Church (1:1 8) 1 Introduction Following the plausible views of a few others, I will treat the three letters of John as a unified epistolary package. 1 Accordingly, I will consider 3 John as a letter recommending Demetrius

Διαβάστε περισσότερα

Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μ ένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μ ένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μ ένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μ ένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μ ένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ Κ αὶ ἡμ εῖς ἐγνώκαμ εν καὶ πεπιστεύκαμ εν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμ ῖν. Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μ ένων ἐν τῇ ἀγάπῃ

Διαβάστε περισσότερα

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18

Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους, Ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας, 17-18 ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2001 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΕΙΜΕΝΑ Κείμενο διδαγμένο από το πρωτότυπο Δημοσθένους,

Διαβάστε περισσότερα

Chapter 26: Exercises

Chapter 26: Exercises Chapter 26: Exercises I. Understanding the chapter: 1) Explain in your own words what a relative clause does. 2) Where will you find the relative pronoun in a relative clause? 3) What is meant by the term

Διαβάστε περισσότερα

1st and 2nd Person Personal Pronouns

1st and 2nd Person Personal Pronouns 1st and 2nd Person Personal Pronouns Case First Person Second Person I You () Nominative ἐγώ σύ Accusative ἐμέ or με σέ Genitive ἐμοῦ or μου σοῦ Dative ἐμοί or μοι σοί We You () Nominative ἡμεῖς ὑμεῖς

Διαβάστε περισσότερα

8 ΜΑΊΟΥ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)

8 ΜΑΊΟΥ ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ) 8 ΜΑΊΟΥ 2016 +ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ) Τὰ ἐγκαίνια τῆς τοῦ Χριστοῦ Ἀναστάσεως, ἡ ψηλάφησις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, τοῦ ἁγίου Ιωάννου τοῦ Θεολόγου ἀποστόλου καὶ εὐαγγελιστοῦ, Αρσενίου ὁσίου τοῦ μεγάλου

Διαβάστε περισσότερα

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)

Διαβάστε περισσότερα

De incarnatione et contra Arianos

De incarnatione et contra Arianos De incarnatione et contra Arianos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ ΡΕΙΑΣ, ΠΕΡΙ ΤΗΣ ΕΝΣΑΡΚΟΥ ΕΠΙΦΑΝΕΙΑΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ, ΚΑΙ ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ. Οἱ κακοτέχνως τὰς θείας Γραφὰς βουλόμενοι

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

Εισαγωγή στη Φιλοσοφία

Εισαγωγή στη Φιλοσοφία Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό

Διαβάστε περισσότερα

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Io 1:1

ΚΑΤΑ ΙΩΑΝΝΗΝ Io 1:1 - 1 - ΚΑΤΑ ΙΩΑΝΝΗΝ Io 1:1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα δι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4

Διαβάστε περισσότερα

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία Α Ενότητα 5: Ἡ περὶ Λόγου διδασκαλία: Λουκιανὸς ὁ ἀποσυνάγωγος Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος Λέκτορας Γενικῆς Ἐκκλησιαστικῆς Ἱστορίας Ἐθνικὸ καὶ Καποδιστριακὸ Πανεπιστήμιο

Διαβάστε περισσότερα

In epistulas catholicas brevis enarratio

In epistulas catholicas brevis enarratio In epistulas catholicas brevis enarratio 1 ιδύμου. Ὡς γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, οὕτω καὶ οἱ ἀπόστολοι ἐν

Διαβάστε περισσότερα

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γεγραμμένον Revision 0.03a 2014-10-25 Τὸ πρῶτον κεφαλαῖον ὁ οἶκος τοῦ Δημοθένους ὁ Δημοσθένης ἐστὶν ἀνήρ. ἡ Ἰφιμεδεία ἐστὶ

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία

Διαβάστε περισσότερα

«Να έχουμε άφθονη ελπίδα, που ξεχειλίζει και περισσεύει»

«Να έχουμε άφθονη ελπίδα, που ξεχειλίζει και περισσεύει» 26/04/2019 «Να έχουμε άφθονη ελπίδα, που ξεχειλίζει και περισσεύει» Αυτοκέφαλες Εκκλησίες / Εκκλησία της Αλβανίας Για την «απροσμέτρητη ελπίδα», που προσφέρει η Ανάσταση και «που είναι βασισμένη στη χαρμόσυνη

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται

Διαβάστε περισσότερα

8 ΜΑΪΟΤ 2017 Σῌ ΚΤΡΙΑΚῌ ΕΠΕΡΑ (7/5/17)

8 ΜΑΪΟΤ 2017 Σῌ ΚΤΡΙΑΚῌ ΕΠΕΡΑ (7/5/17) 8 ΜΑΪΟΤ 2017 +Μμήμη σξῦ Ἁγίξτ ἐμδόνξτ Ἀοξςσόλξτ καὶ Εὐαγγελιςσξῦ Ἰωάμμξτ σξῦ Θεξλόγξτ, καὶ σξῦ Ὁςίξτ Πασπὸρ ἡμῶμ Ἀπςεμίξτ σξῦ Μεγάλξτ. 1 Σῌ ΚΤΡΙΑΚῌ ΕΠΕΡΑ (7/5/17) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε,

Διαβάστε περισσότερα

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ 2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που

Διαβάστε περισσότερα

Commentarii in Joannem (in catenis)

Commentarii in Joannem (in catenis) Commentarii in Joannem (in catenis) 1 Jo 1, 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἄναρχός φησι κατὰ χρόνον, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, οἷον οὐκ ἄναρχος κατ' αἰτίαν. ὅρα πῶς ἑκατέρωθεν ὑποστηρίζει καὶ συσφίγγει τὴν

Διαβάστε περισσότερα

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007 ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν

Διαβάστε περισσότερα

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται

ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται ἡ πάλαι γλῶττα ἡ Ἑλληνικὴ, κατὰ τὸν αὐτὸμορφον τρόπον ὑπὸ Ἰακώβου τοῦ Δονάλδοῦ γέγραπται Τὸ πρῶτον κεφαλαῖον ὁ οἶκος τοῦ Δημοθένους ὁ Δημοσθένης ἐστὶν ἀνήρ. ἡ Ἰφιμεδεία ἐστὶ γυνή. ὁ Στέφανός ἐστι παῖς.

Διαβάστε περισσότερα

Cirillus Alexandrinus - De synagogae defectu

Cirillus Alexandrinus - De synagogae defectu This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.

Διαβάστε περισσότερα

Κ Υ Ρ Ι Α Κ Η Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ. Η ΠΕΡΙΣΤΕΡΑ ΚΑΙ Ο ΑΜΝΟΣ Ιερομ. Λεβ Ζιλλέ

Κ Υ Ρ Ι Α Κ Η Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ. Η ΠΕΡΙΣΤΕΡΑ ΚΑΙ Ο ΑΜΝΟΣ Ιερομ. Λεβ Ζιλλέ ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ Κ Υ Ρ Ι Α Κ Η Τ Η Σ Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ Η ΠΕΡΙΣΤΕΡΑ ΚΑΙ Ο ΑΜΝΟΣ Ιερομ. Λεβ Ζιλλέ ΧΑΡ. ΝΙΚΟΛΑΟΥ & Α. ΚΟΥΜΠΗ, ΜΑΡΚΟΠΟΥΛΟ

Διαβάστε περισσότερα

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών

ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ. Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ. ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών ΧΡΙΣΤΙΑΝΙΚΗ ΗΘΙΚΗ Ενότητα 13: ΤΟ ΝΕΟ ΗΘΟΣ ΤΟΥ ΚΑΙΝΟΥ ΑΝΘΡΩΠΟΥ ΜΑΡΙΑ Κ. ΚΑΡΑΜΠΕΛΙΑ Τμήμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

Dialogi duo contra Macedonianos. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου.

Dialogi duo contra Macedonianos. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου. Dialogi duo contra Macedonianos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Λόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ Πνευματομάχου. Ἀπεστείλαμεν τῇ σῇ συνέσει τὸ παρὸν σύνταγμα ὑπὲρ τοῦ ἀναγνόντα σε δοκιμάσαι

Διαβάστε περισσότερα

Iohannes Damascenus - De azymis

Iohannes Damascenus - De azymis This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Didymus: De trinitate

Didymus: De trinitate 1 Didymus: De trinitate More public domain documents available at http://bibletranslation.ws/ 7.1 Ἐκφεύγειν τοιγαροῦν τὸ ἔγκλημα τὸ περὶ τῆς δόξης τῶν κτιστῶν θεῶν τοὺς πιστεύοντας τῷ υἱῷ ὁ ἔννομος Παῦλος

Διαβάστε περισσότερα

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,

Διαβάστε περισσότερα

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας.

Η ελεύθερη έκφραση μέσω του τύπου. Κάνω κάτι πιο φιλελεύθερο Η πίστη και η αφοσίωση στην ιδέα της ελευθερίας. 1. (α.ε) σκέφτομαι, ενεργώ Αυτός και ζω που κατά τρόπο απελευθερώνει. ελεύθερο. 2. (ν.ε) παραβαίνω τους Αυτός ηθικούς νόμους. που κάνει κάποιον ελεύθερο. 1. Η ειλικρίνεια. 2. Η αυθάδεια. Ο δούλος που απέκτησε

Διαβάστε περισσότερα

New Testament ROMANS. Greek Exegesis

New Testament ROMANS. Greek Exegesis New Testament ROMANS Greek Exegesis Lesson 22 Romans 6:1-7 I The Introduction Romans 1:1-17 II The Doctrine of the Christian Faith Romans 1:18-11:36 Romans 1:18-3:20 The Indictment: The Doctrine of Condemnation

Διαβάστε περισσότερα

Κ Υ Ρ Ι Α Κ Η Π Ρ Ο Τ Η Σ Υ Ψ Ω Σ Ε Ω Σ. Θρησκεία νεκρών τύπων; Αρχιμ. Δανιήλ Γ. Αεράκη

Κ Υ Ρ Ι Α Κ Η Π Ρ Ο Τ Η Σ Υ Ψ Ω Σ Ε Ω Σ. Θρησκεία νεκρών τύπων; Αρχιμ. Δανιήλ Γ. Αεράκη ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ Κ Υ Ρ Ι Α Κ Η Π Ρ Ο Τ Η Σ Υ Ψ Ω Σ Ε Ω Σ Θρησκεία νεκρών τύπων; Αρχιμ. Δανιήλ Γ. Αεράκη ΧΑΡ. ΝΙΚΟΛΑΟΥ & Α. ΚΟΥΜΠΗ,

Διαβάστε περισσότερα

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q

ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q ΑΡΙΣΟΣΕΛΕΙΟ ΠΑΝΕΠΙΣΗΜΙΟ ΘΕΑΛΟΝΙΚΗ ΑΝΟΙΚΣΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΣΑ ΠΟΤΔΗ ΣΗ ΤΝΟΠΣΙΚΗ ΠΑΡΑΔΟΗ ΚΑΙ ΣΗΝ Q Ενότητα 9: Το ιδιαίτερο υλικό του Μτ και Λκ Αικατερίνθ Τςαλαμποφνθ Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

Commentarii in Romanos (cod. Athon. Laura 184 B64) Παύλου ἀποστόλου ἐπιστολαί.

Commentarii in Romanos (cod. Athon. Laura 184 B64) Παύλου ἀποστόλου ἐπιστολαί. Commentarii in Romanos (cod. Athon. Laura 184 B64) Παύλου ἀποστόλου ἐπιστολαί. Πρὸς Ῥωμαίους. 1.1 Π_α_ῦ_λ_ο_ς δ_ο_ῦ_λ_ο_ς _ _Ι_η_σ_ο_ῦ Χ_ρ_ι_σ_τ_ο_ῦ_, κ_λ_η_τ_ὸ_ς ἀ_π_ό_σ_τ_ο_λ_ο_ς ἀ_φ_ω_ 1.2 ρισμένος

Διαβάστε περισσότερα

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36

1. ιδαγµένο κείµενο από το πρωτότυπο Θουκυδίδου Ἱστοριῶν Β 36 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2002 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ (ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ) ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

BLOCK DIAGRAM OF SECOND THESSALONIANS

BLOCK DIAGRAM OF SECOND THESSALONIANS by Lorin L. Cranford BLOCK DIAGRAM OF SECOND THESSALONIANS 1.1 Παῦλος Σιλουανὸς Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν κυρίῳ Ἰησοῦ Χριστῷ, 1.2 χάρις ὑμῖν εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] κυρίου

Διαβάστε περισσότερα

8 ΜΑΪΟΥ 2014 Τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, Ἀρσενίου ὁσίου τοῦ μεγάλου. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (7/5/14)

8 ΜΑΪΟΥ 2014 Τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, Ἀρσενίου ὁσίου τοῦ μεγάλου. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (7/5/14) 8 ΜΑΪΟΥ 2014 Τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, Ἀρσενίου ὁσίου τοῦ μεγάλου. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (7/5/14) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

Διαβάστε περισσότερα

Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ. Περὶ ἐλευθερίας.

Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ. Περὶ ἐλευθερίας. Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Μαρτυρίαι ἐκ τῆς Γραφῆς, τῆς κατὰ φύσιν κοινωνίας, ἐκ τοῦ ὁμοίως εἶναι τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον

Διαβάστε περισσότερα

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα) Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα) τοῦ Παναγιώτη. Παπαδηµητρίου ρ. Ἠλεκτρ. Μηχανικοῦ, Φυσικοῦ Περιεχόµενα 1. Εἰσαγωγή...1 2.

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ (ΕΣΠΕΡΑΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ)

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ (ΕΣΠΕΡΑΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ) ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΑΧΡΑΝΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ (ΕΣΠΕΡΑΣ ΜΕΓΑΛΗΣ ΠΕΜΠΤΗΣ) Τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ

Διαβάστε περισσότερα

Refutatio confessionis Eunomii ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ

Refutatio confessionis Eunomii ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ Refutatio confessionis Eunomii ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ 1 Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου παρὰ τῶν μαθητῶν κηρυχθεῖσα

Διαβάστε περισσότερα

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

Η εκπύρωσις της γής(β Πε 3, 5-13) ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Η εκπύρωσις της γής(β Πε 3, 5-13) Ενότητα 11 : 11 ο μάθημα Αικατερίνη Γ. Τσαλαμπούνη Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογίας Άδειες

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

ΤO ΚΑΤΑ ΙΩΑΝΝΗ ΕΥΑΓΓΕΛΙΟ

ΤO ΚΑΤΑ ΙΩΑΝΝΗ ΕΥΑΓΓΕΛΙΟ ΤO ΚΑΤΑ ΙΩΑΝΝΗ ΕΥΑΓΓΕΛΙΟ ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΤΗΣ ΟΡΘΟΔΟΞΗΣ ΕΚΚΛΗΣΙΑΣ ΜΕ ΜΕΤΑΦΡΑΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ ΚΟΖΑΝΗ 2006 1 Αρχαίο κείμενο κατά την παράδοση της Ορθόδοξης Εκκλησίας από την ιστοσελίδα της Εκκλησίας της

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ [ἑσπέρας Μεγάλης Πέμπτης]

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ [ἑσπέρας Μεγάλης Πέμπτης] ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΠΑΡΑΣΚΕΥῌ [ἑσπέρας Μεγάλης Πέμπτης] Τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν,

Διαβάστε περισσότερα

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ 4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας

Διαβάστε περισσότερα

Fragmenta in Joannem

Fragmenta in Joannem Fragmenta in Joannem 1 {3Jο 1, 1}3Ὁ λόγος μίαν οἶδεν ἀρχήν, οὐ δύο, ὡς λέγουσιν οἱ Μανιχαῖοι, οὐδὲ πρώτου αἴτιον καὶ δεύτερον αἴτιον καὶ τρίτον αἴτιον, ὡς λέγουσι Πλάτων, Βασιλίδης,Μαρκίων, Ἄρειος, Εὐνόμιος

Διαβάστε περισσότερα

Τέκνα φωτὸς. Κείµενα: Μητροπολίτου Καισαριανῆς, Βύρωνος καὶ Ὑµηττοῦ ανιὴλ

Τέκνα φωτὸς. Κείµενα: Μητροπολίτου Καισαριανῆς, Βύρωνος καὶ Ὑµηττοῦ ανιὴλ Τέκνα φωτὸς Κείµενα: Μητροπολίτου Καισαριανῆς, Βύρωνος καὶ Ὑµηττοῦ ανιὴλ Στοιχειοθεσία, ιακόσµησις, Ἐπιµέλεια Ἐκδόσεως: Ἀδελφότης Ἱερᾶς Μονῆς Ἁγίου Ἰωάννου Προδρόµου Καρέα Εἰκόνα ἐξωφύλλου: Ἁγία Τριάς.

Διαβάστε περισσότερα

Θέμα: «Περὶ τοῦ προσώπου τοῦ Ἀναδόχου εἰς τὸ Μυστήριον τοῦ Βαπτίσματος».

Θέμα: «Περὶ τοῦ προσώπου τοῦ Ἀναδόχου εἰς τὸ Μυστήριον τοῦ Βαπτίσματος». ΕΓΚΥΚΛΙΟΣ ὑπ ἀριθμ. 18 Πρὸς Ἅπαντας τοὺς Ἐφημερίους τῆς καθ ἡμᾶς Ἱερᾶς Μητροπόλεως. Θέμα: «Περὶ τοῦ προσώπου τοῦ Ἀναδόχου εἰς τὸ Μυστήριον τοῦ Βαπτίσματος». Ἀγαπητοὶ Πατέρες, Ἐξ αἰτίας τοῦ ὅτι παρατηρεῖται

Διαβάστε περισσότερα

Κυριακή 23 Ἰουνίου 2019.

Κυριακή 23 Ἰουνίου 2019. 39 Κυριακή 23 Ἰουνίου 2019. Κυριακή τῶν Ἁγίων Πάντων Μτθ. 10, 32 33, 37 38, καί 19, 27 30. «ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν;» (Μτθ. 19,

Διαβάστε περισσότερα