Iohannes Chrysostomus - In principium Actorum

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "0345-0407 - Iohannes Chrysostomus - In principium Actorum"

Transcript

1 Iohannes Chrysostomus - In principium Actorum This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia, the Director of the Center, has expressly authorized to post it into our site. Cooperatorum Veritatis Societas thanks the prof. Pantelia, the Center, and the University of California, Irvine, of having granted the opportunity to make publicly available this text of high quality, serial number ' '. Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances. Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas. In principium Actorum [00001] ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ µὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραµµα τοῦ βωµοῦ, καὶ εἰς τοὺς νεοφωτίστους. [00002] αʹ. [00003] Τί τοῦτο; [00004] ὅσον προΐασιν ἡµῖν αἱ ἑορταὶ, τοσοῦτον καὶ αἱ συνάξεις ἐλάττους γίνονται. [00005] Ἀλλὰ µὴ ῥᾳθυµῶµεν ἡµεῖς οἱ παρόντες [00006] ἐλάττους µὲν γίνονται τῷ πλήθει, οὐκ ἐλάττους δὲ τῇ προθυµίᾳ [00007] ἐλάττους τῷ ἀριθµῷ, οὐκ ἐλάττους δὲ τῷ πόθῳ. [00008] Ἐλάττους γίνονται, ἵνα οἱ δόκιµοι φανεροὶ γένωνται ἐν ὑµῖν, καὶ µάθωµεν, τίνες µὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυµίᾳ θείων λογίων παραγίνονται δι' ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυµίᾳ ἀκροάσεως πνευµατικῆς. [00009] Πᾶσα ἡ πόλις ἦν ἐνταῦθα τῇ προτέρᾳ κυριακῇ, µεστοὶ οἱ περίβολοι, καὶ κύµατα ἀπιόντα καὶ ἐπανιόντα ἐµιµεῖτο τὸ πλῆθος [00010] ἀλλ' ἐµοὶ τῶν κυµάτων ἐκείνων ποθεινοτέρα ἡ ὑµετέρα γαλήνη, ἐµοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιµιωτέρα ὑµῶν ἡ ἡσυχία. [00011] Τότε τὰ σώµατα ἦν ἀριθµεῖν παρόντα, νῦν τὰ φρονήµατα εὐλαβείας γέµοντα. [00012] Εἴ τις τὴν σύναξιν ταύτην τὴν ὀλιγάνθρωπον καὶ τὸ πλέον ἐκ πενήτων συνεστηκυῖαν, κἀκείνην τὴν σύναξιν τὴν πολυάνθρωπον καὶ τὸ πλεῖον ἀπὸ πλουσίων συγκεκροτηµένην, εἴ τις ἀµφοτέρας τὰς συνάξεις ταύτας ὥσπερ ἐν ζυγῷ καὶ σταθµῷ θελήσει σταθµῆσαι, εὕρῃ ἂν ταύτην καθέλκουσαν. [00013] Εἰ γὰρ ἐλάττους τῷ ἀριθµῷ, ἀλλὰ τιµιώτεροί ἐστε τῇ ἐπιθυµίᾳ. [00014] Οὕτω καὶ ἐπὶ τῶν σταθµητῶν γίνεται [00015] ἐὰν δέκα τις στατῆρας χρυσίου λαβὼν εἰς µίαν κατάθηται πλάστιγγα, εἶτα εἰς τὴν ἑτέραν πλάστιγγα χαλκοὺς ἑκατὸν, οἱ µὲν ἑκατὸν χαλκοὶ πρὸς ἑαυτοὺς καθέλκουσι τὴν τρυτάνην [00016] οἱ δὲ δέκα χρυσοὶ τῇ τῆς φύσεως ὑπεροχῇ µειζόνως ἀνθέλκουσι, βαρύτεροι καὶ τιµιώτεροι ὄντες κατὰ τὸν τῆς οὐσίας λόγον. [00017] Ὥστε ἔστιν ὀλίγους ὄντας τῷ ἀριθµῷ, τῶν πολλῶν εἶναι τιµιωτέρους καὶ ἀναγκαιοτέρους. [00018] Ἀλλὰ τί ὑµῖν τὰ παραδείγµατα ἀπὸ τῶν ἐν τῇ συνηθείᾳ φέρω πραγµάτων, δέον αὐτὴν τοῦ Θεοῦ τὴν ψῆφον περὶ τούτων παραγαγεῖν ἀποφαινοµένην; [00019] Τί οὖν αὕτη φησί; [00020] Κρείσσων εἷς ποιῶν τὸ θέληµα τοῦ Κυρίου, ἢ µυρίοι παράνοµοι. [00021] Ἔστι γὰρ, ἔστι πολλάκις ἄνθρωπος εἷς µυρίων ἀντάξιος. [00022] Καὶ τί λέγω, ἔστιν εἷς ἄνθρωπος µυρίων ἀντάξιος µόνος; [00023] ἀλλὰ καὶ τῆς οἰκουµένης ἀναγκαιότερος καὶ τιµιώτερος. [00024] Καὶ τούτου τὴν µαρτυρίαν ἀπὸ τῶν Παύλου ῥηµάτων ποιήσοµαι. [00025] Ἀνθρώπων γὰρ µνησθεὶς πενήτων, ἐλαυνοµένων, θλιβοµένων, κακουχουµένων, οὕτω φησί [00026] Περιῆλθον ἐν µηλωταῖς, ἐν αἰγείοις δέρµασιν, ὑστερούµενοι, θλιβόµενοι, κακουχούµενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσµος. [00027] Τί λέγεις; 1/96

2 [00028] τῶν ὑστερουµένων, τῶν κακουχουµένων, τῶν οὐκ ἐχόντων πατρίδα οὐκ ἦν ἄξιος ὁ [ ] κόσµος; [00029] Οὐχ ὁρᾷς πόσους πόσοις ἀντέστησας; [00030] Ὁρῶ µὲν, φησὶ, καὶ διὰ τοῦτο εἶπον ὅτι οὐκ ἦν ὁ κόσµος ἄξιος αὐτῶν [00031] ἐγὼ γὰρ τῶν νοµισµάτων τούτων τὴν φύσιν οἶδα σαφῶς. [00032] Καὶ γῆν, καὶ θάλατταν, καὶ βασιλεῖς, καὶ ἐπάρχους, καὶ πᾶσαν ἁπλῶς τῶν ἀνθρώπων τὴν φύσιν τιθεὶς, καὶ δύο ἢ τρεῖς πένητας τούτοις ἀντιστήσας, θαῤῥῶν ἂν εἴποιµι, ὅτι οὗτοι µᾶλλον κατάγουσιν οἱ πένητες. [00033] Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ' εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήµ. [00034] Ἐν πενίᾳ διῆγον [00035] ἀλλ' ἐπλούτουν κατὰ τὴν εὐσέβειαν. [00036] Ἀνθρώπων ἦσαν ἐχθροί [00037] ἀλλὰ τῷ Θεῷ φίλοι. [00038] Καὶ τίνες εἰσὶν οὗτοι; [00039] Ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, καὶ οἱ κατ' ἐκείνους ἅπαντες. [00040] Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐδὲ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς, ἀλλ' ὅτι τὸ στόµα Ἠλίου τὸν οὐρανὸν ἔκλεισε καὶ ἀνέῳξε, καὶ ἡ µηλωτὴ αὐτοῦ τὸν Ἰορδάνην ἀπέστρεψε. [00041] Καὶ ταῦτα ἐννοῶν χαίρω, καὶ ἀλγῶ [00042] χαίρω µὲν δι' ὑµᾶς τοὺς παρόντας, ἀλγῶ δὲ δι' ἐκείνους τοὺς µὴ παρόντας [00043] ἀλγῶ σφόδρα, καὶ ὀδυνῶµαι, καὶ συντέτριµµαι τὴν καρδίαν. [00044] Τίς γὰρ καὶ τῶν σφόδρα ἀναλγήτων οὐκ ἂν ἀλγήσειε τὰ τοῦ διαβόλου πλείονος ἀπολαύοντα σπουδῆς ὁρῶν; [00045] Καίτοι εἰ καὶ ἴσης ἀπήλαυσεν, οὐδεµία ἡµῖν ἦν ἡ συγγνώµη, οὐδὲ ἀπολογία ὅταν δὲ καὶ πλεονεκτῇ, τίς ἡµῖν ἐλλείπεται λόγος; [00046] Θέατρα καθ' ἑκάστην καλεῖ τὴν ἡµέραν, καὶ οὐδεὶς ὁ ὀκνῶν, οὐδεὶς ὁ ἀναδυόµενος, οὐδεὶς ἀσχολίαν προβάλλεται πραγµάτων [00047] ἀλλ' ὥσπερ εὔζωνοι καὶ λελυµένοι φροντίδος ἁπάσης, οὕτω τρέχουσιν ἅπαντες [00048] οὐχ ὁ γέρων τὴν πολιὰν αἰδεῖται, οὐχ ὁ νέος ὑφορᾶται τὴν φλόγα τῆς φύσεως καὶ τῆς ἐπιθυµίας, οὐχ ὁ πλούσιος τὸ ἀξίωµα τὸ ἑαυτοῦ καταισχύνειν ἡγεῖται. [00049] Ἀλλ' ἐὰν µὲν εἰς ἐκκλησίαν ἀπαντῆσαι δέῃ, καθάπερ ἐξ ὑπεροχῆς τινος καὶ ἀξιώµατος καταβαίνων, οὕτω ναρκᾷ καὶ ὀκνεῖ, καὶ µετὰ ταῦτα φυσᾶται, ὥσπερ τι τῷ Θεῷ χαρισάµενος [00050] εἰς δὲ θέατρον σπεύδων, ἔνθα ἀσελγῆ θεάµατα καὶ ἀκούσµατα, οὐ νοµίζει καταισχῦναι ἑαυτὸν, οὐ τὸν πλοῦτον, οὐδὲ τὴν εὐγένειαν. [00051] Ἐβουλόµην εἰδέναι, ποῦ νῦν εἰσιν οἱ κατὰ τὴν ἡµέραν ἐκείνην ἡµῖν ἐνοχλήσαντες [00052] ἐνόχλησις γὰρ ἦν αὐτῶν ἡ παρουσία [00053] ἐβουλόµην εἰδέναι τί πράττουσι, τί τῶν παρόντων αὐτοὺς ἀναγκαιότερον ἀπεσχόλησεν. [00054] Ἀλλ' ἀσχολία οὐδεµία, τῦφος δὲ µόνος. [00055] Καὶ τί γένοιτ' ἂν µανικώτερον; [00056] Τίνος γὰρ ἕνεκεν, ἄνθρωπε, µεγαλοφρονεῖς, καὶ νοµίζεις ἡµῖν χαρίζεσθαι, ἐὰν παραγενόµενος ἐνταῦθα προσέχῃς, καὶ ἀκούσῃς τὰ πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς; [00057] τίνος ἕνεκεν, εἰπέ µοι, καὶ διὰ τί ἀλαζονεύῃ; [00058] διὰ τὸν πλοῦτον; [00059] διὰ τὰ ἱµάτια τὰ σηρικά; [00060] Εἶτα οὐκ ἐννοεῖς, ὅτι σκωλήκων εἰσὶν ἐκεῖνα νήµατα, καὶ βαρβάρων ἀνθρώπων εὑρέµατα; [00061] [51.69] ὅτι πόρναι ἐκείνοις κέχρηνται, καὶ µαλακοὶ, καὶ τυµβωρύχοι, καὶ λῃσταί; 2/96

3 [00062] Ἐπίγνωθι τὸν δίκαιον πλοῦτον, καὶ κατάβηθί ποτε ἀπὸ τοῦ φυσήµατος ἐκείνου τοῦ ὑψηλοῦ καὶ κενοῦ [00063] διάσκεψαι τῆς φύσεως τὸ εὐτελές. [00064] Γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. [00065] Τοιαύτῃ φύσει µεγαλοφρονεῖς, εἰπέ µοι; [00066] Καὶ τί τούτου γένοιτ' ἂν καταγελαστότερον; [00067] Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώπων; [00068] Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων µὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχµάλωτος εἶ καὶ δοῦλος; [00069] Ὥσπερ ἄν τις οἴκοι µὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύµατα λαµβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐµβάλλων µέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ [00070] οὕτω τύπτει σε κενοδοξία, τραύµατά σοι ἐπάγει ἡ ἀσέλγεια, πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ µέγα φρονεῖς ὅτι τῶν ὁµοφύλων ἄρχεις; [00071] Εἴθε ἐκείνων ἦρχες, ἐκείνων ἦς ἰσότιµος. [00072] βʹ. [00073] Οὐ τῶν πλουτούντων κατηγορῶν ταῦτα λέγω, ἀλλὰ τῶν κακῶς τῷ πλούτῳ κεχρηµένων. [00074] Οὐ γὰρ ὁ πλοῦτος κακὸν, ἐὰν εἰς δέον βουλώµεθα αὐτῷ χρήσασθαι, ἀλλ' ἡ ἀπόνοια, καὶ ἡ ἀλαζονεία. [00075] Εἰ κακὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πάντες ηὐξάµεθα εἰς κόλπους Ἀβραὰµ ἀπελθεῖν τοῦ ἔχοντος τριακοσίους δέκα καὶ ὀκτὼ οἰκέτας οἰκογενεῖς. [00076] Οὐ τοίνυν ὁ πλοῦτος κακὸν, ἀλλ' ἡ παράνοµος αὐτοῦ χρῆσις κακόν. [00077] Καὶ ὥσπερ πρῴην περὶ µέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτίσµα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, µετ' εὐχαριστίας λαµβανόµενον), οὕτω καὶ νῦν οὐ τῶν πλουτούντων κατηγορῶ, οὐδὲ τὰ χρήµατα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρηµάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωµένην. [00078] ιὰ τοῦτο χρήµατα λέγεται, ἵνα ἡµεῖς αὐτοῖς χρησώµεθα, καὶ µὴ ἐκεῖνα ἡµῖν [00079] διὰ τοῦτο κτήµατα λέγεται, ἵνα ἡµεῖς αὐτὰ κτησώµεθα, καὶ µὴ ἐκεῖνα ἡµᾶς. [00080] Τί οὖν τὸν δοῦλον ἔχεις δεσπότην; [00081] τί ἀντέστρεψας τὴν τάξιν; [00082] Ἀλλ' ἐβουλόµην µαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν. [00083] Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πράγµατα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐµπεπλησµένα. [00084] Ἐνταῦθα εἰ παρῆς, ἄνθρωπε, ἐν γαλήνῃ ἦς καὶ ἐν λιµένι [00085] οὐκ οἰκονόµος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπίτροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγµάτων βιωτικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν [00086] ἀλλ' ἐν ἡσυχίᾳ διάγων ἀπήλαυες θείων ἀκροάσεων. [00087] Οὐδαµοῦ κύµατα ἐνταῦθα, οὐδαµοῦ ταραχή [00088] ἀλλ' εὐλογία, καὶ εὐχαὶ, καὶ ὁµιλία πνευµατικὴ, καὶ µετάστασις εἰς τὸν οὐρανόν [00089] καὶ ἐντεῦθεν ἤδη τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν λαβὼν ἀπῄεις. [00090] Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν µετήγαγες, καὶ τὸν λιµένα καταλιπὼν, ταραχὴν ἀντικαταλλάττῃ γαλήνης; [00091] Τὸ µὴ παραγενέσθαι πένητας τοὺς τότε παρόντας, δεινὸν µὲν, ἀλλ' οὐδὲ οὕτω δεινὸν, ὡς τὸ µὴ παραγενέσθαι πλουσίους. [00092] Τίνος ἕνεκεν; [00093] Ὅτι οἱ µὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθηµερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούµενοι τὸν βίον [00094] παιδοτροφίας ἐπιµελοῦνται, γυναικὸς προεστήκασι, κἂν µὴ κάµωσι, τὰ τῆς ζωῆς αὐτοῖς οἰχήσεται. [00095] Ταῦτα λέγω, οὐχὶ ἀπολογίαν ὑπὲρ ἐκείνων συντιθεὶς, ἀλλὰ δεικνὺς πῶς µείζονος κατηγορίας οἱ πλουτοῦντές εἰσιν ἄξιοι. [00096] Ὅσον πλείονος ἀπολαύουσιν ἀδείας, τοσοῦτον καὶ κατακρίσεως, ὅτι οὐδενὶ τούτων κατέχονται. 3/96

4 [00097] [51.70] Οὐχ ὁρᾶτε τοὺς Ἰουδαίους, τοὺς θεοµάχους, τοὺς ἀντιπίπτοντας τῷ ἁγίῳ Πνεύµατι, τοὺς σκληροτραχήλους; [00098] Τούτων οἱ µὴ παραγενόµενοι πάντων χείρους εἰσίν. [00099] Ἐκείνοις ἐὰν εἴπωσιν οἱ ἱερεῖς ἑπτὰ ἡµέρας ἀργῆσαι, καὶ δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα, οὐκ ἀντιλέγουσι [00100] καίτοι τί τῆς ἀργίας ἐκείνης χαλεπώτερον; [00101] Τὰς θύρας ἀποκλείουσι, καὶ οὔτε πῦρ καίουσιν, οὐχ ὕδωρ φέρουσιν, οὐκ ἄλλο τι πρὸς τὴν χρείαν τὴν τοιαύτην µεταχειρίζειν ἐφίενται [00102] ἀλλ' ἔστιν ἅλυσις αὐτοῖς ἡ ἀργία, καὶ οὐδὲ οὕτως ἀντιλέγουσιν. [00103] Ἐγὼ δὲ οὐδὲν τοιοῦτον λέγω, ὅτι Ἑπτὰ ἡµέρας ἄργησον, οὐδὲ δέκα ἡµέρας [00104] ἀλλὰ δύο µοι δάνεισον ὥρας τῆς ἡµέρας, καὶ τὰς λοιπὰς αὐτὸς ἔχε [00105] καὶ οὐδὲ τοῦτό µοι τὸ µέτρον εἰσφέρεις. [00106] Μᾶλλον δὲ µὴ ἐµοὶ δανείσῃς τὰς δύο ὥρας, ἀλλ' ἑαυτῷ [00107] ἵνα παράκλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πεπληρωµένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευµατικὰ ἀκαταγώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ. [00108] Τί ἡδύτερον, εἰπέ µοι, τῆς ἐνταῦθα διαγωγῆς; [00109] Εἰ γὰρ διηµερεύειν ἐνταῦθα ἐχρῆν, τί σεµνότερον; [00110] τί ἀσφαλέστερον, ὅπου ἀδελφοὶ τοσοῦτοι, ὅπου τὸ Πνεῦµα τὸ ἅγιον, ὅπου Ἰησοῦς µέσος, καὶ ὁ τούτου Πατήρ; [00111] Ποίαν ἑτέραν ζητεῖς συναγωγὴν τοιαύτην; [00112] ποῖον ἕτερον βουλευτήριον; [00113] ποίαν σύνοδον; [00114] Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις [00115] καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς; [00116] Καὶ ποίαν ἔχεις συγγνώµην; [00117] Ταῦτα οὐχ ἵνα ὑµεῖς ἀκούσητε εἶπον [00118] οὐ γὰρ χρείαν ἔχετε τῶν φαρµάκων τούτων ὑµεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάµενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες [00119] ἀλλ' εἶπον ταῦτα πρὸς ὑµᾶς, ἵνα ἀκούσωσιν οἱ µὴ παρόντες δι' ὑµῶν. [00120] Μὴ εἴπητε, ὅτι κατηγόρησα τῶν µὴ παραγενοµένων ἁπλῶς, ἀλλ' ὅλον ἄνωθεν αὐτοῖς διηγήσασθε τὸν λόγον. [00121] Ἀναµνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναµνήσατε αὐτοὺς τῶν βιωτικῶν πραγµάτων [00122] εἴπατε πόσῳ βελτίων ἡ ἐνταῦθα σύναξις, εἴπατε πόσην σπουδὴν περὶ τὰ τοῦ κόσµου πράγµατα ἐπιδείκνυνται, εἴπατε πόσος µισθὸς ἕπεται τοῖς ἐνταῦθα συλλεγοµένοις. [00123] Ἂν γὰρ µόνον εἴπητε, ὅτι κατηγόρησα, τὸν µὲν θυµὸν ἠγείρατε, καὶ τραῦµα εἰργάσασθε, τὸ δὲ φάρµακον οὐκ ἐπεθήκατε [00124] ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ' ὡς φίλος ὀδυνώµενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύµατα φίλων, ἢ ἑκούσια φιλήµατα ἐχθρῶν, δέξονται µετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν [00125] οὐ γὰρ τοῖς ῥήµασιν, ἀλλὰ τῇ γνώµῃ τοῦ λέγοντος προσέξουσιν. [00126] Οὕτω θεραπεύετε τοὺς ἀδελφοὺς τοὺς ὑµετέρους. [00127] Ἡµεῖς τῆς σωτηρίας ὑπεύθυνοι τῶν παρόντων ὑµῶν, ὑµεῖς τῆς τῶν ἀπολειφθέντων. [00128] Οὐ δυνά [51.71] µεθα αὐτοῖς συγγενέσθαι δι' ἑαυτῶν [00129] συγγενώµεθα αὐτοῖς δι' ὑµῶν, καὶ τῆς ὑµετέρας διδασκαλίας [00130] γέφυρά τις ἡµῖν γενέσθω πρὸς ἐκείνους ἡ ὑµετέρα ἀγάπη [00131] ποιήσατε τοὺς ὑµετέρους λόγους διὰ τῆς ὑµετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρόασιν. 4/96

5 [00132] Τάχα αὐτάρκως εἴρηται ἕνεκεν τῶν ἀπολειφθέντων τὰ εἰρηµένα, καὶ οὐδὲν δεῖ πλέον προσθεῖναι. [00133] Ἐνῆν µὲν γὰρ πλείονα εἰπεῖν, ἀλλ' ἵνα µὴ τὸν καιρὸν ἅπαντα εἰς τοῦτο καταδαπανήσωµεν κατηγοροῦντες, ὑµᾶς δὲ µηδὲν ὠφελοῦντες παραγενοµένους αὐτοὺς, φέρε τι καὶ ὑµῖν παραθῶµεν ξένον ὄψον καὶ καινόν [00134] ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευµατικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑµετέραν ἀκρόασιν. [00135] γʹ. [00136] ιελέχθηµεν ὑµῖν ἀπὸ τῶν ἀποστολικῶν ῥηµάτων ἐν ταῖς ἔµπροσθεν ἡµέραις, καὶ ἀπὸ τῶν εὐαγγελικῶν, ὅτε περὶ τοῦ Ἰούδα διελεγόµεθα [00137] διελέχθηµεν ὑµῖν καὶ ἀπὸ προφητικῶν [00138] σήµερον βουλόµεθα ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων εἰπεῖν. [00139] ιὰ τοῦτο εἶπον τὸ ὄψον ξένον, καὶ οὐ ξένον. [00140] Οὐ ξένον µὲν, ὅτι τῆς ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑµῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν. [00141] Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριµόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται [00142] καὶ γίνεται τοῖς µὲν ἡ γνῶσις, τοῖς δὲ ἡ ἄγνοια ῥᾳθυµίας ὑπόθεσις. [00143] Ἵν' οὖν καὶ οἱ ἀγνοοῦντες µάθωσι, καὶ οἱ νοµίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοηµάτων ἔχει, ἀναγκαῖον ἀµφοτέρων διορθώσασθαι τὴν ῥᾳθυµίαν τήµερον. [00144] εῖ δὲ πρότερον µαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν. [00145] Αὕτη γὰρ ἀρίστης ἐρεύνης ἀκολουθία, πρότερον τὸν γράψαντα ἰδεῖν, εἰ ἄνθρωπός ἐστιν, ἣὁ Θεός [00146] κἂν µὲν ἄνθρωπος, παρακρουσώµεθα [00147] Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς [00148] ἂν δὲ Θεὸς, δεξώµεθα [00149] ἄνωθεν γάρ ἐστι τὸ διδασκαλεῖον τὸ ἡµέτερον [00150] καὶ γὰρ τοιοῦτον τὸ ἀξίωµα τοῦ θεάτρου τούτου, µηδὲν παρὰ ἀνθρώπων µανθάνειν, ἀλλὰ παρὰ Θεοῦ δι' ἀνθρώπων. [00151] εῖ τοίνυν ἐξετάσαι, τίς ὁ γράψας, καὶ πότε ἔγραψε, καὶ περὶ τίνων, καὶ τίνος ἕνεκεν τῇ ἑορτῇ ταύτῃ νενοµοθέτηται αὐτὸ ἀναγινώσκεσθαι. [00152] Τάχα γὰρ οὐκ ἀκούετε διὰ παντὸς τοῦ ἔτους ἀναγινωσκοµένου τοῦ βιβλίου. [00153] Καὶ γὰρ καὶ τοῦτο χρήσιµον [00154] καὶ µετὰ τοῦτο ζητῆσαι χρὴ, τίνος ἕνεκεν ταύτην ἔχει τὴν ἐπιγραφὴν, Πράξεις ἀποστόλων. [00155] Οὐδὲ γὰρ τὰς ἐπιγραφὰς ἁπλῶς παριέναι χρὴ, οὐδὲ εὐθέως εἰς τὴν ἀρχὴν ἐµβαλεῖν τῆς συγγραφῆς, ἀλλὰ πρότερον ὁρᾷν τὴν προσηγορίαν τοῦ βιβλίου. [00156] Καθάπερ γὰρ ἐφ' ἡµῶν ἡ κεφαλὴ γνωριµώτερον ποιεῖ τὸ λοιπὸν σῶµα, καὶ ἡ ὄψις ἄνωθεν ἐπικειµένη φανερὸν αὐτὸ ἐργάζεται, οὕτω καὶ ἡ ἐπιγραφὴ ἄνωθεν πρὸ τῆς ὑφῆς ἐπικειµένη ἐπὶ τοῦ µετώπου καταφανέστερον ἡµῖν ποιεῖ τὸ λοιπὸν τῆς γραφῆς. [00157] Οὐχ ὁρᾶτε καὶ ἐπὶ τῶν εἰκόνων τοῦτο τῶν βασιλικῶν, ὅτι ἄνω κεῖται µὲν ἡ εἰκὼν, καὶ τὸν βασιλέα ἔχει ἐγγεγραµµένον [00158] κάτω δὲ ἐν τῇ χοίνικι ἐπιγέγραπται τοῦ βασιλέως τὰ τρόπαια, ἡ νίκη, τὰ κατορθώµατα; [00159] Οὕτω δὴ καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν. [00160] Γέγραπται µὲν ἡ εἰκὼν ἡ βασιλικὴ ἄνωθεν [00161] κάτωθεν δὲ ἐπιγέγραπται ἡ νίκη, τὰ τρόπαια, τὰ κατορθώµατα. [00162] Οὕτω καὶ ἐπιστολὴν ὅταν δεξώµεθα, ποιοῦµεν [00163] οὐκ εὐθέως διαλύοµεν τὸν δε [51.72] σµὸν, οὐδὲ εὐθέως τὰ ἐγκείµενα ἔνδοθεν ἀναγινώσκοµεν [00164] ἀλλὰ πρότερον τὴν ἔξωθεν ἐπιγραφὴν ἐπερχόµεθα, καὶ ἐξ ἐκείνης µανθάνοµεν καὶ τὸν πέµψαντα, καὶ τὸν ὀφείλοντα ὑποδέξασθαι. [00165] Καὶ πῶς οὖν οὐκ ἄτοπον ἐν µὲν τοῖς βιωτικοῖς τοσαύτῃ κεχρῆσθαι σπουδῇ, καὶ µὴ θορυβεῖσθαι, µηδὲ ταράττεσθαι, ἀλλὰ κατὰ τάξιν ἕκαστον ἐπιέναι [00166] ἐνταῦθα δὲ ἀσχάλλειν, καὶ εὐθέως ἐπιπηδᾷν τῇ ἀρχῇ; 5/96

6 [00167] Βούλεσθε µαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχύς; [00168] ὅση δύναµις; [00169] ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἀρχαῖς τῶν Γραφῶν; [00170] Ἀκούσατε, ἵνα µὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων Βιβλίων. [00171] Εἰσῆλθεν εἰς τὰς Ἀθήνας ὁ Παῦλός ποτε [00172] ἐν αὐτῷ τῷ βιβλίῳ γέγραπται ἡ ἱστορία αὕτη [00173] εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωµὸν εἰδώλων [00174] εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, Ἀγνώστῳ Θεῷ [00175] καὶ οὐ παρέδραµεν, ἀλλ' ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωµοῦ τὸν βωµὸν καθεῖλε. [00176] Παῦλος ὁ ἅγιος, ὁ Πνεύµατος χάριν ἔχων, οὐ παρέδραµε βωµοῦ ἐπίγραµµα, καὶ σὺ ἐπιγραφὴν Γραφῶν παρατρέχεις; [00177] ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι εἰδωλολάτραι, καὶ σὺ ἅπερ ἔγραψε τὸ Πνεῦµα τὸ ἅγιον οὐ νοµίζεις εἶναι ἀναγκαῖα; [00178] καὶ ποίαν ἔχεις συγγνώµην; [00179] Ἀλλὰ γὰρ ἴδωµεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράµµατός ἐστιν. [00180] Ὅταν οὖν ἴδῃς ἐπίγραµµα βωµῷ ἐγκεχαραγµένον τοσαύτην παρασχὸν τὴν ἰσχὺν, µαθήσῃ ὅτι πολλῷ µᾶλλον τὰ ἐπιγράµµατα τῶν θείων Γραφῶν τοῦτο ποιῆσαι δυνήσεται. [00181] Εἰσῆλθεν εἰς τὴν πόλιν ὁ Παῦλος, εὗρε βωµὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. [00182] Τί ἔδει ποιῆσαι; [00183] Ἕλληνες πάντες ἦσαν, ἀσεβεῖς πάντες. [00184] Τί οὖν ἐχρῆν ποιῆσαι; [00185] Ἀπὸ Εὐαγγελίων διαλεχθῆναι; [00186] Ἀλλὰ κατεγέλων. [00187] Ἀλλ' ἀπὸ προφητικῶν, καὶ τοῦ νόµου γραµµάτων; [00188] Ἀλλ' οὐκ ἐπίστευον. [00189] Τί οὖν ἐποίησεν; [00190] Ἐπὶ τὸν βωµὸν ἔδραµε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεµίων αὐτοὺς ἐχειρώσατο. [00191] Καὶ τοῦτό ἐστιν, ὃ λέγει [00192] Ἐγενόµην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόµοις ὡς ἄνοµος. [00193] Εἶδε τὸν βωµὸν, εἶδε τὸ ἐπίγραµµα, ἀνέστη τῷ Πνεύµατι. [00194] Τοιαύτη γὰρ ἡ τοῦ Πνεύµατος χάρις [00195] πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχοµένους αὐτήν [00196] τοιαῦτα ἡµῶν τὰ ὅπλα τὰ πνευµατικά. [00197] Αἰχµαλωτίζοντες γὰρ, φησὶ, πᾶν νόηµα πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. [00198] Εἶδε τοίνυν τὸν βωµὸν, καὶ οὐκ ἐδειλίασεν [00199] ἀλλὰ µετέστησε τὸν βωµὸν πρὸς ἑαυτόν [00200] µᾶλλον δὲ τὰ γράµµατα ἀφεὶς, µετέθηκεν αὐτοῦ τὰ νοήµατα [00201] καὶ καθάπερ ἐν πολέµῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεµίων γενναῖον, εἶτα λαβόµενος ἀπὸ τῆς κόµης τοῦ στρατιώτου, πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν µεταστήσειε, καὶ παρασκευάσειεν ὑπὲρ αὐτοῦ πολεµεῖν 6/96

7 [00202] οὕτω καὶ ὁ Παῦλος ἐποίησε, καθάπερ ἐν παρατάξει πολεµίων τὸ ἐπίγραµµα εὑρὼν ἐν τῷ βωµῷ γεγραµµένον, πρὸς τὴν ἑαυτοῦ τάξιν µετέστησεν, ἵνα µετὰ Παύλου τοῖς Ἀθηναίοις πολεµῇ, ἀλλ' οὐ µετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ [00203] ξίφος γὰρ ἦν τῶν Ἀθηναίων, µάχαιρα ἦν τῶν πολεµίων τὸ ἐπίγραµµα ἐκεῖνο, ἀλλ' αὕτη ἡ µάχαιρα τῶν πολεµίων τὴν κεφαλὴν ἐξέτεµεν. [00204] Οὐκ ἦν οὕτω θαυµαστὸν, εἰ τοῖς οἰκείοις αὐτοῦ ὅπλοις ἐχειρώσατο [00205] τοῦτο γὰρ κατὰ λόγον συµβαίνει [00206] τὸ γὰρ καινὸν καὶ παράδοξον, ὅταν τὰ τῶν πολεµίων ὅπλα, ταῦτα µηχανήµατα τοῖς πολεµίοις προσάγηται [00207] ὅταν τὸ ξίφος, ὃ καθ' ἡµῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν. [00208] δʹ. [00209] Τοιαύτη γὰρ ἡ τοῦ Πνεύµατος δύναµις. [00210] Οὕτω καὶ ὁ αυῒδ ἐποίησέ ποτε [00211] ἐξῆλθε γυµνὸς τῶν ὅπλων, ἵνα φανῇ γυµνὴ ἡ τοῦ Θεοῦ χάρις. [00212] Μηδὲν γὰρ, φησὶν, ἀνθρώπινον ἔστω, ὅταν Θεὸς ὑπὲρ ἡµῶν πολεµῇ. [00213] Ἐξῆλθε τοίνυν γυµνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πύργον ἐκεῖνον. [00214] Εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραµὼν ἥρπασε τὴν µάχαιραν τοῦ Γολιὰθ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεµε τὴν τοῦ βαρβάρου [00215] οὕτω καὶ Παῦλος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράµµατος τούτου. [00216] Καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναµιν ὑµῖν τοῦ ἐπιγράµµατος ἐρῶ. [00217] Εὗρε τοίνυν ὁ Παῦλος ἐν Ἀθήναις βωµὸν, ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ Θεῷ. [00218] Τίς δὲ ἦν ὁ ἀγνοούµενος, ἀλλ' ἢὁ Χριστός; [00219] Εἶδες πῶς ἐξῃχµαλώτισε τὸ ἐπίγραµµα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ' ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ; [00220] Τί οὖν; [00221] Οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο, φησίν; [00222] Εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυµαστόν [00223] ἀλλὰ τοῦτό ἐστι τὸ θαυµαστὸν, ὅτι ἐκεῖνοι µὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ µεταβαλεῖν. [00224] Πρότερον ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκεν οἱ Ἀθηναῖοι ἔγραψαν, Ἀγνώστῳ Θεῷ. [00225] Τίνος οὖν ἕνεκεν ἔγραψαν; [00226] Πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, µᾶλλον δὲ πολλοὺς δαίµονας [00227] Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιµόνια. [00228] Εἶχον καὶ ἐπιχωρίους, καὶ ξένους. [00229] Ὁρᾶτε ὅσος ὁ κατάγελως. [00230] Εἰ γὰρ Θεός ἐστιν, οὐκ ἔστι ξένος [00231] τῆς γὰρ οἰκουµένης ἁπάσης εσπότης ἐστί. [00232] Τούτων τοίνυν τοὺς µὲν παρὰ πατέρων εἶχον δεξάµενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων [00233] καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔµπειροι, καὶ ταύτας ἂν ὑµῖν ἀνέγνων τὰς ἱστορίας πάσας. [00234] Ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ µικρὸν εἰσηνέχθησαν αὐτοῖς, οἱ µὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς ἑαυτῶν, συνελθόντες εἶπον πρὸς ἀλλήλους [00235] ὅτι Ὥσπερ τούτους ἠγνοοῦµεν, φασὶν, ἔπειτα ὕστερον αὐτοὺς ἐδεξάµεθα καὶ ἐγνωρίσαµεν, οὕτω συµβαίνει καὶ ἄλλον εἶναι ἀγνοούµενον, καὶ ὄντα µὲν Θεὸν, οὐ γνωριζόµενον δὲ ὑφ' ἡµῶν 7/96

8 [00236] καὶ διὰ τοῦτο λανθάνει ἀµελούµενος, καὶ µηδὲ θεραπευόµενος. [00237] Τί οὖν ἵνα γένηται; [00238] Ἔστησαν βωµὸν, καὶ ἔγραψαν, Ἀγνώστῳ Θεῷ, τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράµµατος [00239] ὅτι Καὶ εἴ τίς ἐστι θεὸς ἕτερος οὐδέπω γνωρισθεὶς ἡµῖν, κἀκεῖνον θεραπεύσωµεν. [00240] Ὅρα ὑπερβολὴν δεισιδαιµονίας. [00241] ιὰ τοῦτο ὁ Παῦλος ἀρχόµενος ἔφη, Κατὰ πάντα ὡς δεισιδαιµονεστέρους ὑµᾶς ὁρῶ [00242] οὐ γὰρ τοὺς γνωρίµους ὑµῖν δαίµονας θεραπεύετε µόνον, ἀλλὰ καὶ τοὺς οὐδέπω γνωρισθέντας ὑµῖν. [00243] Ἐκεῖνοι µὲν διὰ τοῦτο ἐπέγραψαν, Ἀγνώστῳ Θεῷ, ὁ δὲ Παῦλος ἡρµήνευσεν. [00244] Οἱ µὲν γὰρ τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸ µετέστησεν ἐπὶ τὸν Χριστὸν, αἰχµαλωτίσας τὸ νόηµα, καὶ µεθ' ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ [00245] Ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑµεῖς, τοῦτον ἐγὼ καταγγέλλω, φησίν [00246] ἄγνωστος γὰρ Θεὸς οὐδεὶς ἄλλος ἐστὶν ἢ ὁ Χριστός. [00247] Καὶ ὅρα σύνεσιν πνευµατικήν. [00248] Ἔµελλον αὐτῷ µετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγµατα εἰς τὰς ἀκοὰς ἡµῶν, ὅτι καινοτοµεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσµεν. [00249] Βουλόµενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτοµίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ' ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίµησαν, ἐπήγαγε καὶ εἶπεν [00250] ὅτι Ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑµῖν. [00251] Ὑµεῖς µε προελάβετε, φησίν [00252] ἔφθασεν ὑµῶν ἡ θεραπεία τὸ ἐµὸν [51.74] κήρυγµα. [00253] Μὴ τοίνυν ἐγκαλεῖτε, ὅτι ξένον εἰσφέρω θεόν [00254] τοῦτον γὰρ καταγγέλλω, ὃν ὑµεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ µὲν αὐτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅµως. [00255] Οὐ γὰρ τοιοῦτος βωµὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωµὸς ἔµψυχος καὶ πνευµατικός [00256] ἀλλ' ἀπὸ τούτου ὑµᾶς καὶ πρὸς ἐκεῖνον ἀναγαγεῖν δύναµαι. [00257] Οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον [00258] ἀλλ' ἀπέστησαν ἀπὸ τῆς σωµατικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευµατικὴν οἱ πιστεύσαντες ἅπαντες. [00259] Εἶδες σοφίαν Παύλου; [00260] εἶδες σύνεσιν; [00261] εἶδες πῶς αὐτοὺς ἐχειρώσατο, οὐκ ἀπὸ Εὐαγγελίων, οὐκ ἀπὸ προφητικῶν, ἀλλὰ ἀπὸ ἐπιγράµµατος; [00262] Μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων λογίων [00263] ἂν µὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑρίσκεις τι χρήσιµον [00264] ἂν δὲ ῥᾴθυµος καὶ ἀναπεπτωκὼς, οὐδὲ ἀπὸ τῶν θείων Γραφῶν ἔσται σοί τι πλέον. [00265] Ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, πανταχόθεν κερδαίνει [00266] οὕτω καὶ ὁ µὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. [00267] Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπιχείρηµα, ὅπερ ἄλλος µὲν µεθ' ἑτέρας ἐφθέγξατο διανοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν µετέθηκε τῶν εἰρηµένων τὴν δύναµιν; [00268] Οὐκοῦν προσέχετε ἀκριβῶς, ἵνα µάθητε, ὅτι κἀκεῖνος ᾐχµαλώτισε τὸ νόηµα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ [00269] ἵνα µάθητε, ὅτι εἰ τὰ ἀλλότρια αἰχµαλωτίζειν δυνάµεθα, πολλῷ µᾶλλον ἐν τοῖς οἰκείοις ἐµπορευσόµεθα καὶ κερδανοῦµεν. [00270] Ὁ Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου 8/96

9 [00271] καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας [00272] κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωµα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας. [00273] Ἔµπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ µόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως [00274] τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιµῆς. [00275] Ἀρχιερεὺς τοίνυν ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ὁ Καϊάφας, καθώπλιζε κατὰ τοῦ Χριστοῦ τοὺς Ἰουδαίους, καὶ ἔλεγεν [00276] ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν µὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόµενος. [00277] Τοιοῦτον γὰρ ὁ φθόνος [00278] τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀµοιβάς. [00279] Ὅθεν καὶ τὴν αἰτίαν διδάσκων τῆς ἐπιβουλῆς, ἔλεγε [00280] Συµφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ µὴ ὅλον τὸ ἔθνος ἀπόληται. [00281] Τούτου τοῦ ῥήµατος ἡ δύναµις ὅρα πῶς µεθ' ἡµῶν ἐγένετο [00282] ἵνα µάθῃς ὅτι τὸ µὲν ῥῆµα ἦν τοῦ ἱερέως, τὸ δὲ νόηµα ἠδυνήθη γενέσθαι πνευµατικόν. [00283] Συµφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ µὴ ὅλον τὸ ἔθνος ἀπόληται. [00284] Τοῦτο δὲ οὐκ ἔλεγεν ἀφ' ἑαυτοῦ, φησὶν, ἀλλ' ὅτι ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν, ὅτι δεῖ τὸν Χριστὸν ἀποθανεῖν, οὐ µόνον ὑπὲρ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ ἔθνους [00285] διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Συµφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ µὴ ὅλον τὸ ἔθνος ἀπόληται. [00286] Εἶδες δύναµιν Θεοῦ, πῶς τὴν γλῶτταν τῶν ἐχθρῶν ἀναγκάζει τὰ ὑπὲρ τῆς ἀληθείας λέγειν; [00287] εʹ. [00288] Ἵνα µὲν οὖν µὴ παρατρέχωµεν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, ἀρκούντως ταῦτα εἴρηται. [00289] ἐὰν µνηµονεύητε [00290] ἐβουλόµην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν. [00291] Ἀλλὰ τέως ταῦτα κατέχωµεν [00292] ἐκεῖνα δὲ εἰς τὴν ἐπιοῦσαν, ἐὰν ὁ Θεὸς θέλῃ, ἀποδώσοµεν. [00293] Βούλοµαι γὰρ λοιπὸν [51.75] πρὸς τοὺς νεοφωτίστους ἀγαγεῖν τὸν λόγον. [00294] Νεοφωτίστους δὲ λέγω, οὐχὶ τοὺς πρὸ δύο καὶ τριῶν, οὐδὲ πρὸ δέκα ἡµερῶν φωτισθέντας µόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἐνιαυτοῦ, καὶ τοὺς πρὸ πλείονος χρόνου [00295] καὶ γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν. [00296] Εἰ γὰρ πολλὴν σπουδὴν ἐπιδεικνύµεθα περὶ τὴν ἑαυτῶν ψυχὴν, ἔξεστι καὶ µετὰ δέκα ἔτη εἶναι νεοφωτίστους, ἐὰν τὴν νεότητα τὴν ἀπὸ τοῦ φωτίσµατος ἐγγινοµένην ἡµῖν διασώσωµεν. [00297] Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον, ἀλλ' ὁ βίος ὁ καθαρός [00298] ἐγχωρεῖ γὰρ καὶ µετὰ δύο ἡµέρας ἀπολέσαι τὸ ἀξίωµα τῆς προσηγορίας τὸν µὴ προσέχοντα. [00299] Καὶ τούτου παράδειγµα ὑµῖν ἐρῶ, πῶς νεοφώτιστος εὐθέως ἀπώλεσε µετὰ δύο ἡµέρας καὶ τὴν χάριν τοῦ νεοφωτίστου καὶ τὴν τιµήν. [00300] Λέγω δὲ τὸ παράδειγµα, ἵνα ἰδόντες τὸ πτῶµα, ἀσφαλίσησθε τὴν ἑαυτῶν σωτηρίαν. [00301] Οὐ γὰρ ἀπὸ τῶν ἑστώτων ὑµᾶς µόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπεσκελισµένων διορθοῦσθαι χρὴ καὶ θεραπεύειν. [00302] Σίµων ὁ µάγος µετεβάλετο, φησὶ, καὶ βαπτισθεὶς προσκαρτερῶν ἦν τῷ Φιλίππῳ, θεωρῶν τὰ σηµεῖα [00303] ἀλλὰ µετ' ὀλίγας ἡµέρας εὐθέως ἐπανῆλθεν ἐπὶ τὴν ἑαυτοῦ κακίαν, καὶ διὰ χρηµάτων ἐβούλετο τὴν σωτηρίαν πρίασθαι. [00304] Τί οὖν φησι τῷ νεοφωτίστῳ ὁ Πέτρος; [00305] Εἰς χολὴν πικρίας καὶ σύνδεσµον ἀδικίας ὁρῶ σε ὄντα 9/96

10 [00306] διὸ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ κακία αὕτη. [00307] Οὔπω ἐνέβη εἰς τοὺς ἀγῶνας, καὶ εὐθέως ἔπεσεν εἰς πτῶµα ἀσύγγνωστον. [00308] Ὥσπερ οὖν ἔστι µετὰ δύο ἡµέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ µετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ µέχρι τῆς ἐσχάτης ἡµέρας ἔστιν ἔχειν καὶ λαµπρὸν τοῦτο καὶ σεµνὸν ὄνοµά τε καὶ πρᾶγµα. [00309] Καὶ τούτου µάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάµψας µειζόνως. [00310] Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ' ἑκατέρας προαιρέσεως ἡµεῖς ἐσµεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ µεῖναι νέους ἐν ἡµῖν ἐστι κείµενον. [00311] Ἐπὶ µὲν γὰρ τοῦ σώµατος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγµατεύηται, καὶ µὴ κατατρίβῃ τὸ σῶµα, κἂν ποιῇ µένειν ἔνδον, κἂν µὴ κατατείνῃ τοῖς πόνοις αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόµον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας [00312] ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως [00313] ἀλλ' ἂν µὴ κατατρίβῃς αὐτὴν, µηδὲ κατατείνῃς πόνοις βιωτικοῖς καὶ κοσµικαῖς φροντίσι, µένει διαπαντὸς ἀκραιφνῆ τὴν νεότητα διατηροῦσα. [00314] Οὐχ ὁρᾶτε τούτους τοὺς ἀστέρας τοὺς ἐν τοῖς οὐρανοῖς; [00315] Ἑξακισχίλια λοιπὸν ἡµῖν ἔτη φαίνουσι, καὶ οὐδεὶς αὐτῶν ἀµαυρότερος γέγονεν. [00316] Εἰ δὲ ἔνθα φύσις, οὕτως ἔµεινεν ἀκµαῖον τὸ φῶς [00317] ἔνθα προαίρεσις, οὐ πολλῷ µᾶλλον µενεῖ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔλαµψε; [00318] Μᾶλλον δὲ, ἐὰν ἐθέλωµεν, οὐ τοιοῦτον µόνον µενεῖ, ἀλλὰ καὶ λαµπρότερον ἔσται, ὡς καὶ πρὸς αὐτὰς ἁµιλλᾶσθαι τὰς ἡλιακὰς ἀκτῖνας. [00319] Βούλει µαθεῖν πῶς ἔξεστι καὶ µετὰ χρόνον εἶναι νεοφωτίστους; [00320] Ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς ἀνθρώπους πρὸ πολλοῦ τοῦ χρόνου πεφωτισµένους [00321] Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσµῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχηµα ἐµοί. [00322] Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱµάτιον, ἠλείψασθε τὸ µύρον τὸ πνευµατικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε [00323] µηδεὶς λοιπὸν ἐπὶ τὴν δουλείαν ἐπανερχέσθω τὴν προτέραν. [00324] Πόλεµός ἐστι τὰ πράγµατα καὶ ἀγών. [00325] [51.76] Οὐδεὶς ἀγωνίζεται δοῦλος, οὐδεὶς στρατεύεται οἰκέτης [00326] ἀλλ' ἐὰν ἁλῷ δοῦλος ὢν, µετὰ τιµωρίας ἐκβάλλεται τοῦ τῶν στρατιωτῶν καταλόγου. [00327] Οὐκ ἐπὶ τῆς στρατείας δὲ ταύτης, ἀλλὰ καὶ ἐπὶ τῶν Ὀλυµπιακῶν ἀγώνων τὸ αὐτὸ τοῦτο ἔθος κρατεῖ. [00328] Μετὰ γὰρ τὰς τριάκοντα ἡµέρας τὰς ἐνταῦθα ἀναγαγόντες αὐτοὺς εἰς τὸ προάστειον περιάγουσι, καὶ τοῦ θεάτρου καθηµένου παντὸς, βοᾷ ὁ κήρυξ, Μή τις τούτου κατηγορεῖ; [00329] ὥστε αὐτὸν ἀποσκευασάµενον τῆς δουλείας τὴν ὑποψίαν, οὕτως εἰς τοὺς ἀγῶνας ἐµβῆναι. [00330] Εἰ δὲ ὁ διάβολος οὐ δέχεται δούλους εἰς τοὺς ἀγῶνας τοὺς ἑαυτοῦ, πῶς σὺ τολµᾷς δοῦλος γενόµενος τῆς ἁµαρτίας εἰς τοὺς ἀγῶνας ἐµβῆναι τοῦ Χριστοῦ; [00331] Ἐκεῖ µὲν ὁ κήρυξ λέγει, Μή τις τούτου κατήγορος; [00332] ἐνταῦθα δὲ ὁ Χριστὸς οὐχ οὕτω λέγει [00333] ἀλλὰ κἂν ἅπαντες αὐτοῦ κατηγορήσωσι πρὸ τοῦ βαπτίσµατος, λέγει, Ἐγὼ δέξοµαι αὐτὸν, καὶ ἀποσκευάσοµαι τῆς δουλείας, καὶ ποιήσας ἐλεύθερον εἰς τοὺς ἀγῶνας εἰσάξω. [00334] Εἶδες φιλανθρωπίαν ἀγωνοθέτου; [00335] Οὐ ζητεῖ τὰ πρότερα, ἀλλὰ τῶν µετὰ ταῦτα εὐθύνας ἀπαιτεῖ. [00336] Ὅτε δοῦλος ἦς, µυρίους εἶχες κατηγόρους, τὸ συνειδὸς, τὰ ἁµαρτήµατα, τοὺς δαίµονας ἅπαντας. [00337] Οὐδείς µε, φησὶν, ἐκείνων ἐκίνησε κατὰ σοῦ, οὐδὲ ἐνόµισά σε ἀνάξιον τῶν ἀγώνων τῶν ἐµῶν, ἀλλ' ἐδεξάµην εἰς τὰ παλαίσµατα, οὐκ ἀπὸ τῆς ἀξίας τῆς σῆς, ἀλλ' ἀπὸ τῆς ἐµῆς φιλανθρωπίας. [00338] Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν [00339] µὴ ἀδήλως, µηδὲ ἁπλῶς, µηδὲ εἰκῆ. 10/96

11 [00340] Ἄκουσον τί ἐποίησεν ὁ Παῦλος [00341] Εὐθέως ἀπὸ τῶν ναµάτων ἀναβὰς, αὐτίκα ἀπὸ τοῦ βαπτίσµατος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ [00342] καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. [00343] Ἀλλ' οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; [00344] Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαµπρότητος τῶν πράξεων. [00345] Λαµψάτω γὰρ, φησὶ, τὸ φῶς ὑµῶν ἔµπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑµῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. [00346] Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; [00347] Ποίησον αὐτοὺς συγχυθῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς µεταβολῆς. [00348] Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠµεληµένον, τὸν διεφθαρµένον, ἀθρόον µεταβεβληµένον, καὶ µετὰ τῆς µεταβολῆς τῆς κατὰ τὴν χάριν, µεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύµενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι; [00349] Συγκεχυµένων γὰρ ταῦτα τὰ ῥήµατα, ἀµφιβάλλειν περὶ τοῦ γνωρίµου, διαστασιάζειν πρὸς ἑαυτοὺς, τῷ οἰκείῳ συνειδότι µὴ πιστεύειν, µηδὲ τοῖς ἑαυτῶν ὀφθαλµοῖς. [00350] Ἀπέβαλεν ἐκεῖνος τὴν σωµατικὴν πήρωσιν, ἀπέβαλες σὺ τὴν ψυχικὴν πήρωσιν [00351] ἀνέβλεψεν ἐκεῖνος εἰς τὸν ἥλιον τοῦτον, ἀνάβλεψον σὺ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης. [00352] Ἐπέγνως τὸν εσπότην [00353] ἄξια τοίνυν πρᾶξον τῆς ἐπιγνώσεως [00354] ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ µεθ' οὗ τῷ Πατρὶ δόξα, τιµὴ, κράτος, ἅµα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύµατι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. [00355] Ἀµήν. [00356] Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενοµένης, εἰς τὴν [00357] ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιµώτερος βίος [00358] ἐνάρετος σηµείων καὶ θαυµάτων, καὶ κατὰ τί διαφέρει πολιτεία [00359] σηµείων. [00360] αʹ. [00361] ιὰ χρόνου πρὸς τὴν µητέρα ἡµῶν ἐπανήλθοµεν πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην ἅπασιν ἐκκλησίαν, πρὸς τὴν µητέρα ἡµῶν καὶ τῶν ἐκκλησιῶν ἁπασῶν. [00362] Μήτηρ µὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα µόνον ἐστὶν, ἀλλ' ὅτι καὶ ὑπὸ ἀποστολικῶν ἐθεµελιώθη χειρῶν [00363] διὰ τοῦτο πολλάκις καὶ κατασκαφεῖσα διὰ τὸ ὄνοµα τοῦ Χριστοῦ, πάλιν ὠρθώθη διὰ τῆς δυνάµεως τοῦ Χριστοῦ. [00364] Οὐ γὰρ αἱ ἀποστολικαὶ µόνον αὐτὴν ἐθεµελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦ εσπότου τῶν ἀποστόλων ἡ ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισµοῦ τρόπῳ. [00365] Οὐ γὰρ ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόµησε τὸν περίβολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο [00366] ἀλλ' ἐφθέγξατο δύο ῥήµατα ψιλὰ µόνον, καὶ ταῦτα ἤρκεσεν ἀντὶ τείχους αὐτῇ, καὶ πύργου, καὶ τάφρου, καὶ ἀσφαλείας ἁπάσης. [00367] Καὶ τίνα ἐστὶ τὰ ῥήµατα ταῦτα, ἃ τοσαύτην ἔχει τὴν ἰσχύν; [00368] Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδοµήσω µου τὴν Ἐκκλησίαν [00369] καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. [00370] Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια, τοῦτο λιµὴν καὶ καταφυγή. [00371] Σὺ δέ µοι σκόπει κἀντεῦθεν τοῦ τείχους τὸ ἀῤῥαγές. [00372] Οὐ γὰρ εἶπεν, ὅτι ἀνθρώπων ἐπιβουλαὶ οὐ κατισχύσουσιν αὐτῆς µόνον, ἀλλ' ὅτι οὐδ' αὐταὶ αἱ µηχαναὶ τοῦ ᾅδου 11/96

12 [00373] Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. [00374] Οὐκ εἶπεν, Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ' ὅτι Οὐ κατισχύσουσιν αὐτῆς [00375] προσβαλοῦσι µὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. [00376] Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; [00377] τάχα γὰρ ἀσαφὲς τὸ εἰρηµένον. [00378] Μάθωµεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόµεθα τί ἐστι πύλη ᾅδου. [00379] Πύλη πόλεώς ἐστιν εἴσοδος ἡ εἰς τὴν πόλιν [00380] οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. [00381] Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν [00382] Ἂν τοιοῦτοι κίνδυνοι καταῤῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡµᾶς τὸν ᾅδην, ἀπερίτρεπτος ἡ Ἐκκλησία µένει. [00383] Ἠδύνατο µὲν γὰρ µὴ ἀφεῖναι πεῖραν αὐτὴν λαβεῖν τῶν δεινῶν [00384] τίνος οὖν ἕνεκεν ἀφῆκεν; [00385] Ὅτι πολλῷ µεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασµοὺς τὸ συγχωρήσαντα τοὺς πειρασµοὺς ἐλθεῖν, µηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν. [00386] ιὰ τοῦτο ἀφῆκε πάντας ἐπελθεῖν τοὺς πειρασµοὺς, ἵνα δοκιµωτέραν αὐτὴν ἐργάσηται [00387] Ἡ γὰρ θλίψις ὑποµονὴν κατεργάζεται, ἡ δὲ ὑποµονὴ δοκιµήν. [00388] Καὶ ἵνα τὴν δύναµιν τὴν ἑαυτοῦ µετὰ πλείονος ἐπιδείξηται περιουσίας, ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου ἐξαρπάζει αὐτήν. [00389] ιὰ τοῦτο καὶ τὸ κλυδώνιον εἴασε γενέσθαι, καὶ βαπτισθῆναι τὸ σκάφος οὐκ εἴασεν. [00390] Οὕτω καὶ κυβερνήτην θαυµάζοµεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ' ὅταν κατὰ πρύµναν ἱσταµένου τοῦ πνεύµατος διασώσῃ τὸ σκάφος [00391] ἀλλ' ὅταν τῆς θαλάσσης στασιαζούσης, καὶ τῶν κυµάτων ἀγριουµένων, καὶ τοῦ χειµῶνος [51.78] καταῤῥηγνυµένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέµων ἀντιστήσας φορὰν, ἐκ µέσου τοῦ χειµῶνος ἐξαρπάσῃ τὸ πλοῖον. [00392] Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. [00393] Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουµένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ' ἐξήρπασε τῆς ζάλης [00394] οὐ κατέστειλε τὴν θάλασσαν, ἀλλ' ἠσφαλίσατο τὴν ναῦν [00395] καὶ διανισταµένων τῶν πανταχοῦ δήµων, καθάπερ κυµάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευµάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέµων, καὶ πάντοθεν ἐγειροµένου τοῦ χειµῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην ἐποίει [00396] καὶ τὸ δὴ θαυµαστὸν, ὅτι οὐ µόνον ὁ χειµὼν οὐ κατέκλυσε τὴν ναῦν, ἀλλ' ὅτι καὶ τὸν χειµῶνα ἡ ναῦς κατέλυσεν. [00397] Οἱ γὰρ διωγµοὶ οἱ συνεχεῖς οὐ µόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθησαν ὑπὸ τῆς Ἐκκλησίας. [00398] Πῶς καὶ τίνα τρόπον, καὶ πόθεν; [00399] Ἀπὸ τῆς ἀποφάσεως ταύτης τῆς λεγούσης, Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. [00400] Πόσα ἔκαµον Ἕλληνες, ὥστε τὸ ῥῆµα τοῦτο καθελεῖν, ὥστε ἄκυρον ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν καταλῦσαι; [00401] Θεοῦ γὰρ ἡ ἀπόφασις ἦν. [00402] Καὶ καθάπερ πύργον ἐξ ἀδαµαντίνων λίθων συγκείµενον, σιδήρῳ συνδεδεµένον ἀκριβῶς, οἱ πολέµιοι πανταχόθεν βάλλοντες, οὔτε τὴν οἰκοδοµὴν χαυνοῦσιν, οὔτε τὴν ἁρµονίαν παραλύουσιν, ἀλλ' ἀπέρχονται τὸν µὲν πύργον µηδὲν καταβλάψαντες, µηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ ἑαυτῶν καταλύσαντες δύναµιν [00403] οὕτω δὴ καὶ τὸ ῥῆµα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν µέσῃ τῇ οἰκουµένῃ µετὰ ἀσφαλείας τετειχισµένον, οἱ Ἕλληνες πανταχόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον. [00404] Τί γὰρ οὐκ ἐµηχανήσαντο κατὰ τῆς ἀποφάσεως ταύτης; [00405] Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆµοι διηγείροντο, πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιµωρίας εἶδος ἐπενοεῖτο [00406] οὐδεὶς παρελιµπάνετο κολάσεως τρόπος 12/96

13 [00407] πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρηµνοὶ, καὶ καταποντισµοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάµινος, καὶ πάντα ὅσα ὤφθη πώποτε βασανιστήρια εἰς µέσον ἐφέροντο [00408] ἀπειλῶν ὄγκος ἄφατος, τιµῶν ὑποσχέσεις ἄφατοι, ὥστε ἐκείνῳ µὲν φοβῆσαι τῷ τρόπῳ, τούτῳ δὲ ἐκλῦσαι καὶ δελεάσαι. [00409] Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιµπάνετο εἶδος. [00410] Καὶ γὰρ πατέρες παῖδας παρέδωκαν, καὶ παῖδες πατέρας ἠγνόησαν [00411] µητέρες ὠδίνων ἐπελάθοντο [00412] καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόµοι. [00413] Ἀλλ' ὅµως οἱ θεµέλιοι τῆς Ἐκκλησίας οὐδὲ οὕτως ἐσαλεύθησαν [00414] ἀλλὰ διὰ τῆς συγγενείας αὐτῆς ὁ πόλεµος ἤρετο καὶ τῶν τει [51.79] χῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆµα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. [00415] Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆµα ἦν, ἀλλ' ὅτι ῥῆµα Θεοῦ. [00416] Καὶ γὰρ τὸν οὐρανὸν ῥήµατι ἐστερέωσεν ὁ Θεὸς, καὶ 9 [00417] τὴν γῆν ῥήµατι ἐθεµελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ διαῤῥεούσης ποιήσας φέρεσθαι [00418] καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχουσαν κύµατα, ἀσθενεῖ τειχίῳ τῇ ψάµµῳ πανταχόθεν ἐτείχισε διὰ ῥήµατος. [00419] Ὁ τοίνυν διὰ ῥήµατος τὸν οὐρανὸν στερεώσας, τὴν γῆν θεµελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυµάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιµιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήµατος τούτου πάλιν ἐτείχισεν; [00420] βʹ. [00421] Ἀλλ' ἐπειδὴ οὕτως ἡ οἰκοδοµὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωµεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεµελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδοµήν. [00422] Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. [00423] ιὰ τί; [00424] Παλαιὸν εὗρον θεµέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. [00425] Καθάπερ οὖν ἄνθρωπος µέλλων οἰκίαν µεγίστην οἰκοδοµεῖν, ἐπειδὰν εὕρῃ θεµέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναµοχλεύει τὸν θεµέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ' ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδοµήν [00426] οὕτω καὶ οἱ ἀπόστολοι µέλλοντες τὸ µέγα τοῦτο οἰκοδόµηµα οἰκοδοµεῖν, τὴν πανταχοῦ τῆς οἰκουµένης Ἐκκλησίαν ἱδρυµένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεµέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεµόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδοµὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν µένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. [00427] Καὶ ἵνα µάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεµέλιον, ἀλλ' ἐπάνω αὐτοῦ ᾠκοδόµησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος Παύλου λέγοντος ἡµῖν τῆς οἰκοδοµῆς τὴν ἀκρίβειαν [00428] αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. [00429] Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεµέλιον τέθεικα. [00430] Ἀλλ' ἴδωµεν πῶς αὐτὸν τέθεικε τὸν θεµέλιον. [00431] Ἐπάνω, φησὶν, ἑτέρου θεµελίου παλαιοῦ, τοῦ τῶν προφητῶν. [00432] Πόθεν τοῦτο δῆλον; [00433] Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συµπολῖται τῶν ἁγίων, ἐποικοδοµηθέντες ἐπὶ τῷ θεµελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. [00434] Εἶδες θεµέλιον καὶ θεµέλιον, τὸν µὲν τῶν προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείµενον. [00435] Καὶ τὸ δὴ θαυµαστὸν, οὐκ εὐθέως µετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς µεταξὺ παρεγένετο χρόνος. [00436] Τί δήποτε; [00437] Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόµων τοῦτο ποιοῦσιν [00438] ἐπειδὰν καταβάλλωνται θεµέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδοµὴν, ἵνα µὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεµελίου ἡ ἐργασία, ἀδυνατήσῃ 13/96

14 τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος. [00439] ιὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι καὶ τῶν τοίχων τὸ βάρος. [00440] Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν [00441] ἀφεὶς παγῆναι τὸν θεµέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκοδοµὴν, ὅτε παγέντα τὰ δόγµατα τὰ ἱερὰ, ὥστε [51.80] δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεµελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσοντας. [00442] ιὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδοµηθέντες ἐπὶ τῷ θεµελίῳ τῶν προφητῶν, ἀλλ' Ἐποικοδοµηθέντες, ἐπάνω οἰκοδοµηθέντες. [00443] Ἀλλ' ἴδωµεν πῶς ᾠκοδοµήθησαν. [00444] Πόθεν οὖν εἰσόµεθα; [00445] Πόθεν δὲ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔµπροσθεν ὑµῖν ἡµέραις διελέχθηµεν; [00446] Τάχα γάρ τι καὶ µικρὸν ἐκεῖθεν ὑµῖν ὀφείλοµεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήµερον. [00447] Τί οὖν ἐστι τὸ χρέος; [00448] Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρµηνεῦσαι σπουδάσωµεν. [00449] Οὐ γὰρ ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νοµίζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. [00450] Τίς οὖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου; [00451] Πράξεις ἀποστόλων. [00452] Οὐ δοκεῖ σαφὲς εἶναι; [00453] οὐ δοκεῖ γνώριµον, καὶ δῆλον ἅπασιν; [00454] Ἀλλ' ἂν παρακολουθῆτε τοῖς λεγοµένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης. [00455] ιὰ τί γὰρ οὐκ εἶπε, Θαύµατα ἀποστόλων; [00456] διὰ τί οὐκ ἐπέγραψε, Σηµεῖα ἀποστόλων, ἢ υνάµεις καὶ τέρατα ἀποστόλων [00457] ἀλλὰ Πράξεις ἀποστόλων; [00458] Οὐ γὰρ τὸ αὐτό ἐστι πράξεις καὶ σηµεῖα, οὐ τὸ αὐτὸ πράξεις καὶ θαύµατα [00459] οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάµεις [00460] ἀλλὰ πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων. [00461] Πρᾶξις µὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωµα, θαῦµα δὲ θείας δωρεᾶς χάρισµα. [00462] Εἶδες ὅσον τὸ µέσον πράξεως καὶ θαύµατος; [00463] Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσµα, θαῦµά ἐστι θείας φιλοτιµίας ἐπίδειξις [00464] πρᾶξίς ἐστιν ἐκ τῆς ἡµετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦµά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίµια λαµβάνον, καὶ τὸ µὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώµης. [00465] Πρᾶξις ἐξ ἀµφοτέρων ὑφαίνεται, καὶ ἐξ ἡµετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος [00466] τὸ δὲ θαῦµα γυµνὴν ἐπιδείκνυται τὴν ἄνωθεν χάριν, οὐδὲν τῶν ἡµετέρων ἱδρώτων δεόµενον. [00467] Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, µέτριον, ὀργῆς κρατεῖν, ἐπιθυµίας καταγωνίζεσθαι, ἐλεηµοσύνας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν [00468] τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡµέτερος. [00469] Θαῦµά ἐστι δαίµονας ἀπελαύνειν, τυφλωθέντας ὀφθαλµοὺς ἀνοίγειν, λεπρῶν τὰ σώµατα καθαίρειν, διαλελυµένα µέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυµατουργεῖν. [00470] Εἶδες πόσον τὸ µέσον πράξεων καὶ θαυµάτων, πολιτείας καὶ σηµείων, τῆς ἡµετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος; [00471] γʹ. 14/96

15 [00472] Βούλει καὶ ἑτέραν σοι δείξω διαφοράν; [00473] ιὰ γὰρ ὑµᾶς σήµερον ἅπαντα τὸν λόγον τοῦτον ἐκίνησα, ὥστε µαθεῖν τὸ θαῦµα καὶ τὸ σηµεῖον. [00474] Τὸ θαῦµα µεῖζον µέν ἐστι, καὶ φρικωδέστερον, καὶ τὴν ἡµετέραν ὑπερβαῖνον φύσιν [00475] ἡ δὲ πρᾶξις καὶ ἡ πολιτεία ἔλαττον µὲν τῶν σηµείων, χρησιµώτερον δὲ καὶ κερδαλεώτερον [00476] πόνων γάρ ἐστιν ἀµοιβὴ καὶ σπουδῆς µισθός. [00477] Καὶ ἵνα µάθῃς ὅτι ἡ πρᾶξις τοῦ σηµείου κερδαλεωτέρα καὶ χρησιµωτέρα, πρᾶξις µὲν ἀγαθὴ καὶ χωρὶς σηµείων εἰς τὸν οὐρανὸν τοὺς κατωρθωκότας εἰσήγαγε, θαῦµα δὲ καὶ σηµεῖα χωρὶς πολιτείας οὐκ ἴσχυσε πρὸς τὰ πρόθυρα χειραγωγῆσαι ἐκεῖνα. [00478] Καὶ πῶς, ἐγὼ δείξω [00479] ὑµεῖς δὲ παρατηρεῖτε πῶς τὴν προεδρίαν αἱ [51.81] πράξεις ἔχουσι κατὰ τὴν τῶν µισθῶν ἀµοιβήν [00480] πῶς τὰ µὲν σηµεῖα καθ' ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦντας, ἡ δὲ πρᾶξις καθ' ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτηµένων. [00481] Πολλοὶ ἐροῦσί µοι, φησὶν ὁ Χριστὸς, ἐν ἐκείνῃ τῇ ἡµέρᾳ [00482] Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόµατι προεφητεύσαµεν; [00483] τοῦτο σηµεῖον καὶ θαῦµα [00484] Οὐ τῷ σῷ ὀνόµατι δαιµόνια πολλὰ ἐξεβάλοµεν, καὶ δυνάµεις πολλὰς ἐποιήσαµεν; [00485] Ὁρᾷς πανταχοῦ σηµεῖα καὶ θαύµατα [00486] ἴδωµεν τί φησιν ὁ Θεός. [00487] Ἐπειδὴ γυµνὰ τὰ θαύµατα, καὶ οὐδαµοῦ πολιτεία, Πορεύεσθε, φησὶν, ἀπ' ἐµοῦ, οὐκ οἶδα ὑµᾶς, οἱ ἐργαζόµενοι τὴν ἀνοµίαν. [00488] Εἰ οὐκ οἶδας αὐτοὺς, πῶς οἶδας αὐτοὺς, εἰ ἐργάζονται τὴν ἀνοµίαν; [00489] Ἵνα µάθῃς, ὅτι τὸ, Οὐκ οἶδα ὑµᾶς, οὐκ ἀγνοίας ἐστὶν, ἀλλὰ µίσους καὶ ἀποστροφῆς. [00490] Οὐκ οἶδα ὑµᾶς. [00491] Τίνος ἕνεκεν, εἰπέ µοι; [00492] Οὐ τῷ σῷ ὀνόµατι δαιµόνια ἐξεβάλοµεν; [00493] ιὰ τοῦτο γὰρ ὑµᾶς µισῶ καὶ ἀποστρέφοµαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης ἀπολαύσαντες τιµῆς ἐµείνατε ἐπὶ τῆς αὐτῆς κακίας. [00494] Πορεύεσθε ἀπ' ἐµοῦ, οὐκ οἶδα ὑµᾶς. [00495] Τί οὖν; [00496] Τὸ παλαιὸν ἀνάξιοι ἐλάµβανον χαρίσµατα, καὶ διεφθαρµένοι τὸν βίον σηµεῖα ἐπεδείκνυντο, καὶ θείας ἀπήλαυον δωρεᾶς, τῆς πολιτείας οὐκ ἐπιµελούµενοι τῆς ἀρίστης; [00497] Ἀπήλαυον διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν. [00498] Ἔδει γὰρ πανταχοῦ σπαρῆναι τῆς εὐσεβείας τὸν λόγον, ἐπειδὴ ἀρχὴ καὶ προοίµια τῆς πίστεως ἦν. [00499] Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς ἄρτι παρακατατιθέµενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιµελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε µὴ ὑπὸ ἀνέµων ἀνασπασθῆναι, µήτε ὑπὸ θρεµµάτων ἀδικηθῆναι, µήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης [00500] ἐπειδὰν δὲ παγὲν καὶ πρὸς ὕψος ἀναδραµὸν ἴδῃ, περιαιρεῖ τὰ τειχία [00501] ἀρκεῖ γὰρ αὐτὸ τὸ δένδρον πρὸς τὸ µηδὲν τοιοῦτον παθεῖν [00502] οὕτω καὶ ἐπὶ τῆς πίστεως γέγονεν. [00503] Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφάτως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολλῆς ἐπιµελείας ἠξιοῦτο πάντοθεν [00504] ἐπειδὴ δὲ ἐπάγη καὶ ἐῤῥιζώθη καὶ πρὸς ὕψος ἀνέδραµεν, ἐπειδὴ πᾶσαν τὴν οἰκουµένην ἐπλήρωσε, καὶ περιῆρε τὰ τειχία, καὶ τὰ ἀσφαλίσµατα λοιπὸν ἀνεῖλεν ὁ Χριστός. [00505] ιὰ τοῦτο παρὰ µὲν τὴν ἀρχὴν καὶ ἀναξίοις χαρίσµατα ἐδίδοτο 15/96

16 [00506] χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας [00507] νῦν δὲ οὐδὲ ἀξίοις δίδοται [00508] ἡ γὰρ ἰσχὺς τῆς πίστεως οὐκέτι ταύτης δεῖται τῆς συµµαχίας. [00509] Καὶ ἵνα µάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σηµεῖα ἐποίησαν, καὶ ἀναξίοις ἀνθρώποις χαρίσµατα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρηµένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁµολογεῖται, ὅτι σηµεῖα ἐποίει, ὅτι δαίµονας ἐξέβαλλεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν [00510] ἀλλ' ὅµως ἐξέπεσε τῆς βασιλείας τῶν οὐρανῶν. [00511] Οὐ γὰρ ἴσχυσεν αὐτὸν [51.82] σῶσαι τὰ σηµεῖα, ἐπειδὴ λῃστὴς, καὶ κλέπτης, καὶ τοῦ εσπότου προδότης ἐγένετο. [00512] Ὅτι µὲν τὰ σηµεῖα οὐκ ἰσχύει σῶσαι χωρὶς πολιτείας ἀρίστης καὶ βίου καθαροῦ καὶ διηκριβωµένου, ἀπὸ τούτων ἀποδέδεικται [00513] ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν σηµείων παραµυθίαν, οὐδὲ σύµµαχον λαβοῦσα ἐκείνην, ἀλλ' αὕτη καθ' ἑαυτὴν φανεῖσα, ἴσχυσε µετὰ παῤῥησίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος [00514] εῦτε, οἱ εὐλογηµένοι τοῦ Πατρός µου, κληρονοµήσατε τὴν ἡτοιµασµένην ὑµῖν βασιλείαν ἀπὸ καταβολῆς κόσµου. [00515] ιὰ τί; [00516] ὅτι νεκροὺς ἤγειραν; [00517] ὅτι λεπροὺς ἐκάθηραν; [00518] ὅτι δαίµονας ἤλασαν; [00519] Οὐχί [00520] ἀλλὰ διὰ τί; [00521] Πεινῶντα εἴδετέ µε, φησὶ, καὶ ἐθρέψατε [00522] διψῶντα, καὶ ἐποτίσατέ µε [00523] γυµνὸν, καὶ περιεβάλετέ µε [00524] ξένον, καὶ συνηγάγετε. [00525] Οὐδαµοῦ θαύµατα, ἀλλὰ πανταχοῦ πολιτεία. [00526] Ὥσπερ οὖν ἐκεῖ πανταχοῦ θαύµατα, καὶ εὐθέως κόλασις, ἐπειδὴ γυµνὰ τὰ θαύµατα τῆς πολιτείας [00527] οὕτω καὶ ἐνταῦθα πανταχοῦ πολιτεία, καὶ οὐδαµοῦ θαύµατα, καὶ εὐθέως ἡ σωτηρία [00528] ἐπειδὴ ἰσχύει καθ' ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτηµένους αὐτήν. [00529] ιὰ τοῦτο καὶ ὁ µακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυµάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον, Πράξεις ἀποστόλων, οὐ θαύµατα ἀποστόλων [00530] καίτοι καὶ θαύµατα πεποιήκασιν. [00531] Ἀλλ' ἐκεῖνα µὲν καιρῷ γέγονε, καὶ παρῆλθε [00532] ταῦτα δὲ διὰ παντὸς τοῦ χρόνου πάντας ἐπιδείκνυσθαι χρὴ τοὺς σώζεσθαι µέλλοντας. [00533] Ἐπεὶ οὖν οὐ πρὸς τὰ σηµεῖα, ἀλλὰ πρὸς τὰς πράξεις τῶν ἀποστόλων ὁ ζῆλος ἡµῖν, διὰ τοῦτο οὕτως τὸ βιβλίον ἐπέγραψεν. [00534] Ἵνα γὰρ µὴ λέγῃς, µᾶλλον δὲ ἵνα µὴ λέγωσιν οἱ ῥᾴθυµοι, ἐπειδὰν αὐτοὺς παρακαλοῦµεν πρὸς τὴν µίµησιν τῶν ἀποστόλων, καὶ λέγοµεν [00535] Μίµησαι Πέτρον, ζήλωσον Παῦλον, γενοῦ κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον [00536] ἵνα µὴ λέγωσιν, Οὐ δυνάµεθα, οὐδὲ ἰσχύοµεν, ἐκεῖνοι γὰρ νεκροὺς ἀνέστησαν, λεπροὺς ἐκάθηραν, ἐπιστοµίζων ἡµῶν τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίµωσο [00537] οὐ θαύµατα, ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν. [00538] Ζήλωσον τοίνυν τὴν πολιτείαν τῶν ἀποστόλων, καὶ οὐδὲν ἔλαττον ἕξεις τῶν ἀποστόλων. [00539] Οὐ γὰρ τὰ σηµεῖα ἀποστόλους ἐποίησεν, ἀλλ' ὁ βίος ὁ καθαρός. 16/96

17 [00540] Καὶ ὅτι τοῦτό ἐστι τὸ γνώρισµα τῆς ἀποστολικῆς εἰκόνος, καὶ τοῦ χαρακτῆρος τῶν µαθητῶν, ἄκουσον τοῦ Χριστοῦ τοῦτο δηλοῦντος τὸ σηµεῖον. [00541] Χαρακτηρίζων γὰρ τῶν µαθητῶν τὰς εἰκόνας, καὶ δεικνὺς τί ποτέ ἐστιν ἀποστολῆς γνώρισµα, οὕτως εἶπεν [00542] Ἐν τούτῳ γνώσονται πάντες, ὅτι µαθηταί µου ἐστέ. [00543] Ἐν τούτῳ, ποίῳ; [00544] ἐν τῷ θαύµατα ποιεῖν; [00545] ἐν τῷ νεκροὺς ἐγείρειν; [00546] Οὐχὶ, φησίν [00547] ἀλλ' ἐν τίνι; [00548] Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐµοὶ µαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. [00549] Ἡ δὲ ἀγάπη οὐχὶ θαυµάτων, ἀλλὰ πολιτείας ἐστί. [00550] Πλήρωµα γὰρ νόµου ἡ ἀγάπη. [00551] Εἶδες τὸ γνώρισµα τῶν µαθητῶν; [00552] εἶδες τὴν εἰκόνα τῆς ἀποστολῆς; [00553] εἶδες τὴν µορφήν; [00554] εἶδες τὸν τύπον; [00555] µηδὲν πλέον ζήτει [00556] ὁ γὰρ εσπότης ἀπεφήνατο, ὅτι ἀγάπη χαρακτηρίζει τοὺς µαθητάς. [00557] Ἂν τοίνυν ἔχῃς ἀγάπην, ἀπόστολος γέγονας, καὶ τῶν ἀποστόλων πρῶτος. [00558] δʹ. [00559] Βούλει ἑτέρωθεν τοῦτο µαθεῖν; [00560] Πρὸς Πέτρον εἰπὼν ὁ Χριστὸς, Πέτρε, φιλεῖς µε πλέον τούτων; [00561] φησί. [00562] Τούτου δὲ ἴσον οὐδὲν εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν, ἀλλ' ὅταν φανῶµεν τὸν Χριστὸν φιλοῦντες, ὡς φιλεῖν δεῖ. [00563] Καὶ τὸ γνώρισµα εἶπε. [00564] Τί ποτ' οὖν ἐστι τοῦτο; [00565] καὶ τί ποιοῦντες δυνάµεθα φιλεῖν πλέον τῶν ἀποστόλων; [00566] ἆρα τοὺς νεκροὺς ἐγείροντες; [00567] ἢ ἄλλα τινὰ θαύµατα ἐπιδεικνύµενοι; [00568] Οὐδαµῶς [00569] ἀλλὰ τί ποιοῦντες; [00570] Αὐτοῦ τοῦ φιλουµένου Χριστοῦ ἀκούσωµεν. [00571] Εἰ γὰρ φιλεῖς µε, φησὶ, πλέον τούτων, ποίµαινε τὰ πρόβατά µου. [00572] Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιµεῖ. [00573] Τὸ γὰρ κηδεµονικὸν, τὸ συµπαθητικὸν, τὸ προστατικὸν, τὸ µὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν ποιµαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας ἐστὶν, οὐχὶ θαυµάτων, οὐδὲ σηµείων. [00574] Ἀλλ' ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύµατα τοιοῦτοι γεγόνασιν. 17/96

18 [00575] Οὐχὶ διὰ τὰ θαύµατα, ἀλλὰ διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν µάλιστα ἔλαµψαν. [00576] ιὰ τοῦτό φησιν αὐτοῖς [00577] Λαµψάτω τὸ φῶς ὑµῶν ἔµπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδωσιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύµατα, ἀλλὰ τὰ καλὰ ἔργα ὑµῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς. [00578] Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν διαλάµπουσαν, τὸν βίον τὸν ἐνάρετον θαυµαζόµενον; [00579] Βούλει σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν ἀποστόλων, καὶ πολιτείαν ἐπιδειξάµενον µεγίστην, καὶ θαύµατα ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀµφότερα παράλληλα κείµενα, καὶ τὸ θαῦµα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς πολιτείας µᾶλλον, ἢ ἀπὸ τῶν σηµείων τιµηθέντα; [00580] Ἄκουε τῆς ἱστορίας ταύτης [00581] Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. [00582] Μὴ παραδράµῃς ἁπλῶς τὸ διήγηµα, ἀλλ' εὐθέως ἐπίστα τῷ προοιµίῳ, καὶ µάθε πόση ἦν ἡ ἀγάπη καὶ ἡ συµφωνία καὶ ἡ ὁµόνοια, καὶ πῶς πανταχοῦ οὗτοι ἐκοινώνουν ἀλλήλοις, καὶ συνδεδεµένοι τῷ δεσµῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον, καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι µετὰ ἀλλήλων ἐφαίνοντο. [00583] Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν, τῆς παρ' ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ' ἀλλήλων συµµαχίας διωρθοῦντο, πόσῳ µᾶλλον ἡµεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόµεθα βοηθείας; [00584] Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούµενος, ὡς πόλις ὀχυρά [00585] καὶ πάλιν [00586] Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; [00587] Πέτρος καὶ Ἰωάννης ἦσαν, καὶ τὸν Ἰησοῦν εἶχον µέσον [00588] Ὅπου γὰρ ἂν ὦσι συνηγµένοι δύο ἢ τρεῖς, φησὶν, ἐν τῷ ὀνόµατί µου, ἐγὼ ἐκεῖ εἰµι ἐν µέσῳ αὐτῶν. [00589] Εἶδες πόσον ἐστὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι; [00590] Οὐχ ἁπλῶς δὲ ἦσαν ἐπὶ τὸ αὐτὸ, ἐπὶ καὶ νῦν ἐπὶ τὸ αὐτὸ πάντες ἐσµέν [00591] ἀλλ' ἐπὶ τὸ αὐτὸ εἶναι χρὴ τῷ συνδέσµῳ τῆς ἀγάπης, τῇ διαθέσει τῆς προαιρέσεως [00592] καὶ ὥσπερ τὰ σώµατα ἡµῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ τὸ αὐτὸ, οὕτω καὶ τὰς καρδίας συσφίγγεσθαι χρή. [00593] Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερόν. [00594] Ἐσχίσθη τὸ καταπέτασµα, ἠρηµώθη τὰ Ἅγια τῶν ἁγίων, ἀνῃρέθη ἡ ἐν ἑνὶ τόπῳ προσκύνησις. [00595] Ὁ Παῦλος βοᾷ λέγων [00596] Ἐν παντὶ τόπῳ ἐπαίρετε ὁσίους χεῖρας. [00597] Τί τοίνυν τρέχουσιν αὐτοὶ εἰς τὸ ἱερὸν προσεύξασθαι; [00598] πάλιν ἐπὶ τὴν Ἰουδαϊκὴν ἦλθον ἀσθένειαν; [00599] Μὴ γένοιτο! ἀλλὰ συγκαταβαίνουσι τοῖς ἀσθενεστέροις, ἐκεῖνο πληροῦντες τὸ ῥῆµα Παύλου, τὸ λέγον [00600] Ἑγενόµην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. [00601] Συγκαταβαίνουσι τοῖς ἀσθενέσιν, ἵνα µὴ µείνωσιν ἀσθενεῖς [51.84] ἐκεῖνοι. [00602] Ἄλλως δὲ καὶ ἐκεῖ συνήγετο πᾶσα ἡ πόλις. [00603] Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς κόλπους τῶν ποταµῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε µετ' εὐκολίας ἐπιτυχεῖν τῆς θήρας [00604] οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευµατικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώσαντες, µετ' εὐκολίας τύχωσι τῆς ἄγρας. [00605] Τοῦτο δὲ ἐποίουν µιµούµενοι τὸν διδάσκαλον. [00606] Καὶ γὰρ ὁ Χριστός φησι [00607] Καθ' ἡµέραν µεθ' ὑµῶν ἤµην ἐν τῷ ἱερῷ. [00608] ιὰ τί ἐν τῷ ἱερῷ; 18/96

19 [00609] Ἵνα τοὺς ἐκ τοῦ ἱεροῦ λάβῃ. [00610] Οὕτω καὶ οὗτοι ἀπήρχοντο µὲν ὡς προσευξόµενοι, διδασκαλίαν δὲ ἔµελλον κατασπείρειν ἐκεῖ. [00611] Εἰς τὸ ἱερὸν προσεύξασθαι περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. [00612] Οὐδὲ ἡ ὥρα αὐτοῖς ἁπλῶς παρατετήρηται. [00613] Καὶ γὰρ εἶπον ὑµῖν πολλάκις περὶ τῆς ὥρας ταύτης, ὅτι ἐν αὐτῇ παράδεισος ἀνεῴγη, καὶ ὁ λῃστὴς εἰσῆλθεν, ἐν αὐτῇ ἡ κατάρα ἀνῃρέθη, ἐν αὐτῇ ἡ θυσία τῆς οἰκουµένης προσηνέχθη, ἐν αὐτῇ τὸ σκότος ἐλύθη, ἐν αὐτῇ τὸ φῶς ἔλαµψε, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητόν. [00614] Περὶ ὥραν ἐννάτην. [00615] Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ µέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερµένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον. [00616] Εἰ δὲ ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω ἐκτενοῦς, εὐχῆς οὕτω διηκριβωµένης, οἱ τοσαύτην ἔχοντες παῤῥησίαν, οἱ µηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, τί ποιήσοµεν ἡµεῖς, µυρίων γέµοντες τραυµάτων, οὐκ ἐπιτιθέντες δὲ τῆς εὐχῆς τὸ φάρµακον; [00617] Μέγα ὅπλον εὐχή. [00618] Βούλει µαθεῖν πῶς µέγα ὅπλον ἡ εὐχή; [00619] Προστασίας πενήτων παρέδραµον οἱ ἀπόστολοι, ἵνα πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι. [00620] Καταστήσατε γὰρ, φησὶν, ἐξ ὑµῶν ἄνδρας µαρτυρουµένους ἑπτά [00621] ἡµεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσοµεν. [00622] εʹ. [00623] Ἀλλ', ὅπερ ἔλεγον (µὴ γὰρ ἐκπέσωµεν τῆς ὑποθέσεως, ὅτι ὁ µὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦµα ἐποίησε, καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται µᾶλλον), ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι [00624] καὶ ἰδοὺ χωλὸς ἐκ κοιλίας µητρὸς αὐτοῦ, βασταζόµενος ἐκεῖ πρὸς τὴν θύραν τοῦ ἱεροῦ. [00625] Ἀπ' αὐτῶν τῶν ὠδίνων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ µεῖζον ἰατρικῆς τέχνης τὸ νόσηµα, ἵνα µειζόνως ἐπιδειχθῇ ἡ τοῦ Θεοῦ χάρις. [00626] Οὗτος οὖν ὁ χωλὸς ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ [00627] καὶ ἰδὼν αὐτοὺς εἰσιόντας, προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεηµοσύνην παρ' αὐτῶν λαβεῖν. [00628] Τί οὖν ὁ Πέτρος; [00629] Βλέψον εἰς ἡµᾶς, φησίν. [00630] Ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτηµοσύνης [00631] οὐ χρεία λόγων, οὐδὲ ἀποδείξεως, οὐδὲ ἀποκρίσεως, οὐδὲ διδασκαλίας [00632] ὁ στολισµός σοι δείκνυσι τὸν ἀκτήµονα. [00633] Τοῦτο οὖν ὅλον τὸ κατόρθωµα τῆς ἀποστολῆς, ἵνα ταῦτα λέγῃς πρὸς τὸν πένητα, ἵνα µὴ διορθώσῃ τὴν πενίαν µόνον, ἵνα εἴπῃς, Ὄψει µείζονα πλοῦτον. [00634] Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐκ ἔχω [00635] ὃ δὲ ἔχω, τοῦτό σοι δίδωµι [00636] ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. [00637] Εἶδες πενίαν καὶ πλοῦτον; [00638] πενίαν µὲν χρηµά [51.85] των, πλοῦτον δὲ χαρισµάτων. [00639] Οὐκ ἔλυσε πενίαν χρηµάτων, ἀλλὰ διώρθωσε πενίαν φύσεως. [00640] Ὅρα τὴν ἐπιείκειαν Πέτρου [00641] Βλέψον εἰς ἡµᾶς. [00642] Οὐχ ὕβρισεν, οὐκ ἐλοιδορήσατο, ὃ πολλάκις ποιοῦµεν ἡµεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡµῖν, εὐθύνας ἐγκαλοῦντες αὐτοῖς, ὅτι καθεύδουσι. 19/96

20 [00643] Μὴ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε; [00644] Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν διορθοῦσθαι [00645] οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατέστησε συµφορᾶς [00646] οὐχ ἵνα ὀνειδίζῃς νωθείαν, ἀλλ' ἵνα χεῖρα ὀρέγῃς τοῖς κειµένοις [00647] οὐχ ἵνα κακίζῃς τρόπον, ἀλλ' ἵνα λύσῃς λιµόν. [00648] Ἡµεῖς δὲ τοὐναντίον ποιοῦµεν [00649] ἀφέντες παραµυθήσασθαι τοὺς προσιόντας τῇ δόσει τῶν χρηµάτων, καὶ προσεπιτρίβοµεν αὐτῶν τὰ τραύµατα ταῖς τῶν ἐγκληµάτων ἐπαγωγαῖς. [00650] Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι, καὶ µετ' ἐπιεικείας διαλέγεται [00651] Κλῖνον γὰρ, φησὶ, πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά. [00652] Ἀργύριον καὶ χρυσίον οὐκ ἔχω [00653] ὃ δὲ ἔχω, τοῦτό σοι δίδωµι [00654] ἐν τῷ ὀνόµατι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περιπάτει. [00655] ύο ἐνταῦθά ἐστι, πολιτεία καὶ θαῦµα. [00656] Πολιτεία, τὸ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι [00657] πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηΐνων πραγµάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπεριδεῖν τῆς παρούσης µαταιότητος [00658] θαῦµα δὲ τὸ ἐγεῖραι τὸν χωλὸν, τὸ διορθῶσαι τὰ µέλη τὰ πεπηρωµένα. [00659] Ἰδοὺ τοίνυν καὶ πολιτεία καὶ θαῦµα. [00660] Ἴδωµεν οὖν πόθεν ὁ Πέτρος καυχᾶται. [00661] Τί εἶπεν; [00662] Ὅτι θαύµατα ἐποίησε; [00663] καίτοι θαύµατα ἦν πεποιηκὼς τότε [00664] ἀλλ' οὐκ εἶπε τοῦτο [00665] ἀλλὰ τί; [00666] Ἰδοὺ ἡµεῖς ἀφήκαµεν πάντα, καὶ ἠκολουθήσαµέν σοι. [00667] Εἶδες τὴν πολιτείαν καὶ τὸ θαῦµα, καὶ τὴν πολιτείαν στεφανουµένην; [00668] Τί οὖν ὁ Χριστός; [00669] Τοῦτον ἀπεδέξατο καὶ ἐπῄνεσε. [00670] Λέγω γὰρ ὑµῖν, φησὶν, ὅτι ὑµεῖς οἱ ἀφέντες οἰκίας, καὶ τὰ λοιπά. [00671] Οὐκ εἶπεν, Οἱ ἀναστήσαντες νεκροὺς, ἀλλ' Ὑµεῖς οἱ ἀφέντες τὰ ὑπάρχοντα ὑµῶν, καθήσεσθε ἐπὶ δώδεκα θρόνους [00672] καὶ πᾶς ὅστις ἀφῆκε τὰ ὑπάρχοντα αὐτῷ πάντα, ταύτης ἀπολαύσεται τῆς τιµῆς. [00673] Οὐ δύνασαι ἀναστῆσαι χωλὸν, καθάπερ ὁ Πέτρος; [00674] Ἀλλὰ δύνασαι εἰπεῖν, ὡς ἐκεῖνος [00675] Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει µοι. [00676] Κἂν τοῦτο εἴπῃς, ἐγγὺς ἐγένου τοῦ Πέτρου [00677] µᾶλλον δὲ οὐδὲ ἂν εἴπῃς, ἀλλ' ἐὰν ποιήσῃς. [00678] Οὐ δύνασαι ξηρὰν διορθῶσαι χεῖρα; 20/96

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Cirillus Alexandrinus - De synagogae defectu

Cirillus Alexandrinus - De synagogae defectu This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Iohannes Damascenus - De theologia

Iohannes Damascenus - De theologia This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Origenes - Adnotationes in Judices

Origenes - Adnotationes in Judices This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Gregorius Nyssenus - De deitate filii et spiritus sancti

Gregorius Nyssenus - De deitate filii et spiritus sancti This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Iohannes Damascenus - De azymis

Iohannes Damascenus - De azymis This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1

Athanasius Alexandrinus - Magnus - Homilia de passione et cruce domin1 This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - De trinitate

Athanasius Alexandrinus - Magnus - De trinitate 0295-0373 - Athanasius Alexandrinus - Magnus - De trinitate This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and

Διαβάστε περισσότερα

Origenes - Adnotationes in Numeros

Origenes - Adnotationes in Numeros 0185-0254 - Origenes - Adnotationes in Numeros This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant

Διαβάστε περισσότερα

Iohannes Chrysostomus - Interpretatio orationis Pater noster

Iohannes Chrysostomus - Interpretatio orationis Pater noster 0345-0407 - Iohannes Chrysostomus - Interpretatio orationis Pater noster This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized

Διαβάστε περισσότερα

Cyrillus Hierosolymitanus - Suppositarum Cyrilli et Julii pontificis epistularum compend

Cyrillus Hierosolymitanus - Suppositarum Cyrilli et Julii pontificis epistularum compend This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)

Διαβάστε περισσότερα

0345-0407 - Iohannes Chrysostomus - In publicanum et pharisaeum [2]

0345-0407 - Iohannes Chrysostomus - In publicanum et pharisaeum [2] 0345-0407 - Iohannes Chrysostomus - In publicanum et pharisaeum [2] This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι

Διαβάστε περισσότερα

Origenes - Fragmentum ex commentariis in Osee

Origenes - Fragmentum ex commentariis in Osee 0185-0254 - Origenes - Fragmentum ex commentariis in Osee This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4) 53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,

Διαβάστε περισσότερα

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ

Διαβάστε περισσότερα

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.

Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, 54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΔΕΥΤΕΡΑ 2 ΙΟΥΝΙΟΥ 2014 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: ΤΡΕΙΣ (3) Διδαγμένο

Διαβάστε περισσότερα

Gregorius Nyssenus - Sermo in illud Hic est filius meus dilectus

Gregorius Nyssenus - Sermo in illud Hic est filius meus dilectus 0330-0395 - Gregorius Nyssenus - Sermo in illud Hic est filius meus dilectus This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which

Διαβάστε περισσότερα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης

44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης 44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΕΞΕΤΑΣΕΩΝ Β ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Κείµενο ιδαγµένο: ηµοσθένους, Υπέρ τῆς Ῥοδίων ἐλευθερίας, (18-20) 18 Ὥστ ἔγωγ οὐκ ἄν ὀκνήσαιµ

Διαβάστε περισσότερα

1 1 παυλος και σιλουανος και τιμοθεος

1 1 παυλος και σιλουανος και τιμοθεος 2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν

Διαβάστε περισσότερα

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2

Διαβάστε περισσότερα

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους

Διαβάστε περισσότερα

0330-0395 - Gregorius Nyssenus - De opificio hominis

0330-0395 - Gregorius Nyssenus - De opificio hominis 0330-0395 - Gregorius Nyssenus - De opificio hominis This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the

Διαβάστε περισσότερα

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης.

Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης. Αρχαία Ελληνικά Ενότητα 6. Λύσεις ασκήσεων 1. Συμπλήρωσε τις προτάσεις επιλέγοντας τη σωστή λέξη από το εξωτερικό πλαίσιο. 1) Πρίαμος ἢ Μενέλαος ἄρχει Σπάρτης; 2) Οὐχ ὁρῶ τὸ ἐμὸν ἀργύριον. Κλέπτης εἶ,

Διαβάστε περισσότερα

Iohannes Damascenus - Contra Severianos

Iohannes Damascenus - Contra Severianos 0675-0749 - Iohannes Damascenus - Contra Severianos This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)

1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ

Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ

Διαβάστε περισσότερα

0800-0900 - Georgius Monachus - Chronicon breve [Tomus 2]

0800-0900 - Georgius Monachus - Chronicon breve [Tomus 2] 0800-0900 - Georgius Monachus - Chronicon breve [Tomus 2] This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 5 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω ουσιαστικά σε μια από τις κατηγορίες που δίνονται στην παρένθεση (παρώνυμα, εθνικά, πατρωνυμικά): σκαπανεύς, Ἀβδηρίτης, Ἀτρείδης, Θηβαῖος, δεσμώτης, Κυψελίδης,

Διαβάστε περισσότερα

Διδαγμένο κείμενο. Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διδαγμένο κείμενο. Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12) Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ γὰρ εἶναι δοκοῦντος ἀγαθοῦ χάριν

Διαβάστε περισσότερα

AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ

AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ ΟΜΑΔΑ Α : AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ Ἀθηναῖοι, ὡς καὶ οἱ ἑτέρας πόλεις κατοικοῦντες, πολλὰ ἐν τῷ βίῳ ἐπιτηδεύουσι, ἵνα τὰ ἀναγκαῖα πορίζωνται: Ναυσικύδης ναύκληρος ὢν περὶ τὴν τοῦ

Διαβάστε περισσότερα

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ

Διαβάστε περισσότερα

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο

Διαβάστε περισσότερα

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο. «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε

Διαβάστε περισσότερα

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο

Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο Υπουργείο Παιδείας και Πολιτισμού Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου Δειγματικό Εξεταστικό Δοκίμιο Α Τετράμηνο Το δειγματικό δοκίμιο αξιολόγησης που ακολουθεί βασίζεται στον γενικό τύπο διαγωνίσματος που

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4)

ιδαγμένο κείμενο Αριστοτέλους, Ηθικά Νικομάχεια (Β1, 1-3 και Β6, 1-4) ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ & ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΑΔΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΚΑΙ Δ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 - ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ

Διαβάστε περισσότερα

Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή

Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καί τό κοινόν τῆς πόλεως ἐπιστάντες ἔροιντο Εἰπέ μοι,

Διαβάστε περισσότερα

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ Η φιλοσοφική σκέψη Στοχάζεται.. Θαλής ο Μιλήσιος: «Κάλλιστος ὁ κόσμος. Ποίημα γάρ Θεοῦ ἐστι». Αναξαγόρας: «Νοῦς τις ἐστί ὁ τά πάντα διακοσμήσας». Πλάτων : «Ὁ κόσμος εἰκών τοῦ νοητοῦ

Διαβάστε περισσότερα

Οι Άγιοι της Θεσσαλονίκης.

Οι Άγιοι της Θεσσαλονίκης. ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ. Ενότητα 2: Το αποστολικό υπόβαθρο της Εκκλησίας της και οι Άγιοι της Αποστολικής περιόδου Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό

Διαβάστε περισσότερα

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ ΚΕΦΑΛΑΙΟ Α ἤ 01ο (01-52) 01-05 Ὁ Λόγος εἶναι Θεὸς καὶ ημιουργὸς τῶν πάντων Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ τὸ Θεὸ Πατέρα καὶ ἦταν Θεὸς ὁ Λόγος. Αὐτὸς ἦταν στὴν ἀρχὴ μαζὶ μὲ τὸ Θεὸ Πατέρα.

Διαβάστε περισσότερα

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ Α] Να εντοπίσετε το Ρήμα, το Υποκείμενο και το Κατηγορούμενο ή το Αντικείμενο/α: 1. Ὁ σοφὸς ἐστι εὐδαίμων. 2. Βουκεφάλας ὑπὸ καύματος καματηρὸς ἐγένετο. 3. Ὁ ἵππος μέλας

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - De corpore et anima

Athanasius Alexandrinus - Magnus - De corpore et anima 0295-0373 - Athanasius Alexandrinus - Magnus - De corpore et anima This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized

Διαβάστε περισσότερα

Iohannes Chrysostomus - In sanctum Stephanum iii

Iohannes Chrysostomus - In sanctum Stephanum iii 0345-0407 - Iohannes Chrysostomus - In sanctum Stephanum iii This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,

Διαβάστε περισσότερα

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ

ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΜΕΡΟΣ Α ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να αποδοθεί το κείμενο στη νέα ελληνική. (Μονάδες:

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Εἶτα δεῖ καὶ ἐκείνων μεμνῆσθαι, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Εἶτα δεῖ καὶ ἐκείνων μεμνῆσθαι, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΜΑΘΗΜΑ / ΤΑΞΗ : Β ΛΥΚΕΙΟΥ ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ ΗΜΕΡΟΜΗΝΙΑ: 29 /11 /2015 ΕΠΙΜΕΛΕΙΑ ΔΙΑΓΩΝΙΣΜΑΤΟΣ: Μακρή Γεωργία, Κοντομηνά Κική ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Εἶτα δεῖ καὶ

Διαβάστε περισσότερα

Η απρόσωπη σύνταξη στα ν.ε. Απρόσωπα ρήματα είναι : α) τα ρήματα που σχηματίζονται μόνο στο γ' ενικό πρόσωπο: πρέπει, πρόκειται, επείγει κ.ά.

Η απρόσωπη σύνταξη στα ν.ε. Απρόσωπα ρήματα είναι : α) τα ρήματα που σχηματίζονται μόνο στο γ' ενικό πρόσωπο: πρέπει, πρόκειται, επείγει κ.ά. Η απρόσωπη σύνταξη στα ν.ε. Συντακτικό Αρχαίας Ελληνικής Γλώσσας Προτού μιλήσουμε για την απρόσωπη σύνταξη στα αρχαία ελληνικά (α.ε.), ας την δούμε πρώτα στα νέα ελληνικά (ν.ε.). Υπάρχουν άραγε απρόσωπα

Διαβάστε περισσότερα

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).

1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C). ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Λυσίου Ὑπὲρ Μαντιθέου ( 6-8)

ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Λυσίου Ὑπὲρ Μαντιθέου ( 6-8) ΔΙΑΓΩΝΙΣΜΑ ΕΚΠ. ΕΤΟΥΣ 2017-2018 ΜΑΘΗΜΑ / ΤΑΞΗ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΟΠ Β Λ ΗΜΕΡΟΜΗΝΙΑ: 03-12-2017 ΕΠΙΜΕΛΕΙΑ ΔΙΑΓΩΝΙΣΜΑΤΟΣ: ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Λυσίου Ὑπὲρ Μαντιθέου ( 6-8) [6] ἔπειτα δὲ ἐκ μὲν τοῦ

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )

Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 Α Διδαγμένο κείμενο Αριστοτέλης, Πολιτικά, επιλογή από 1274b32

Διαβάστε περισσότερα

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ

2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ 2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που

Διαβάστε περισσότερα

Origenes - Fragmenta ex commentariis in Ezechielem

Origenes - Fragmenta ex commentariis in Ezechielem 0185-0254 - Origenes - Fragmenta ex commentariis in Ezechielem This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους Ηθικά Νικομάχεια Β 1, 1-4

ιδαγμένο κείμενο Αριστοτέλους Ηθικά Νικομάχεια Β 1, 1-4 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 25 ΜΑÏΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους

Διαβάστε περισσότερα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ ΕΝΟΣΗΣΑ 2 1. Να συμπληρώσετε τα κενά με τα παραθετικά των επιθέτων και των επιρρημάτων που βρίσκονται στην παρένθεση. - Τὸ σῴζειν τἀγαθὰ τοῦ κτήσασθαι (χαλεπόν, συγκρ.). - Τῶν ἀνδρῶν ἐπολέμησαν αἱ γυναῖκες

Διαβάστε περισσότερα

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )

Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς

Διαβάστε περισσότερα

Το αντικείμενο [τα βασικά]

Το αντικείμενο [τα βασικά] Το αντικείμενο [τα βασικά] Στην ενότητα αυτή θα ασχοληθούμε με το αντικείμενο στα αρχαία ελληνικά. Παράλληλα θα δίνονται παραδείγματα και στα Νέα Ελληνικά (ΝΕ) Τι είναι το αντικείμενο; Αντικείμενο είναι

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ. Μήνας Ἀπρίλιος 15 Ἀπριλίου 2018. Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ. Ἰωάν. 20, 19 31. Κυριακή τοῦ Ἀντίπασχα σήμερα καί ἐδῶ καί μία ἑβδομάδα εἰσήλθαμε στήν πιό χαρούμενη περίοδο τοῦ ἔτους, στήν περίοδο τοῦ Πεντηκοσταρίου.

Διαβάστε περισσότερα

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011

ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ www.scooltime.gr www.schooitime.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 4 ΣΕΛΙ ΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ

Διαβάστε περισσότερα

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ

ΟΜΟΣΠΟΝΔΙΑ ΕΚΠΑΙΔΕΥΤΙΚΩΝ ΦΡΟΝΤΙΣΤΩΝ ΕΛΛΑΔΟΣ (Ο.Ε.Φ.Ε.) ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ ΕΠΑΝΑΛΗΠΤΙΚΑ ΘΕΜΑΤΑ 2018 Β ΦΑΣΗ ΑΡΧΑΙΑ ΤΑΞΗ: Γ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΣ: ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ Ημερομηνία: Σάββατο 21 Απριλίου 2018 Διάρκεια Εξέτασης: 3 ώρες ΕΚΦΩΝΗΣΕΙΣ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΟΛΙΤΙΚΑ (Α1. 1, Γ1

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν

Διαβάστε περισσότερα

Eusebius Caesariensis - Fragmenta in Danielem

Eusebius Caesariensis - Fragmenta in Danielem 0265-0339 - Eusebius Caesariensis - Fragmenta in Danielem This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4

ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 1 ΙΟΥΝΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους

Διαβάστε περισσότερα

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Αι ιστορικαί χειροτονίαι  των Γ.ΟΧ. υπό  του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948 188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι

Διαβάστε περισσότερα

Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους:

Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: ΤΡΟΠΟΙ ΣΥΝΔΕΣΗΣ ΠΡΟΤΑΣΕΩΝ Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: με το ασύνδετο σχήμα παρατακτικά / κατά παράταξη υποτακτικά / καθ' υπόταξη ΑΣΥΝΔΕΤΟ

Διαβάστε περισσότερα

Αγιολογία - Εορτολογία

Αγιολογία - Εορτολογία ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ενότητα 7: Οι Άγιοι και η τιµή τους. Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons.

Διαβάστε περισσότερα

ΔΙΑΓΩΝΙΣΜΑ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ

ΔΙΑΓΩΝΙΣΜΑ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ ΘΕΜΑΤΑ Ἰσοκράτους Ἐπιστολή Τιμοθέῳ 1-3 Περί μέν τῆς οἰκειότητος τῆς ὑπαρχούσης ἡμῖν πρός ἀλλήλους οἶμαί σε πολλῶν ἀκηκοέναι, συγχαίρω δέ

Διαβάστε περισσότερα

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μήνας Μάρτιος 4 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν). Μάρκ. 2, 1-12 «...ἰδών δέ ὁ Ἰησοῦς τήν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ τέκνον, ἀφέωνταί σοι αἱ

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Refutatio hypocriseos Meletii et Eusebii

Athanasius Alexandrinus - Magnus - Refutatio hypocriseos Meletii et Eusebii 0295-0373 - Athanasius Alexandrinus - Magnus - Refutatio hypocriseos Meletii et Eusebii This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine,

Διαβάστε περισσότερα

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C

ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 324A C ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ - ΕΣΠΕΡΙΝΩΝ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΝΙΟΥ 2011 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ

Διαβάστε περισσότερα

1. Να τονίσετε τις λέξεις και να δικαιολογήσετε την επιλογή σας, αναφέροντας τον αντίστοιχο κανόνα τονισμού

1. Να τονίσετε τις λέξεις και να δικαιολογήσετε την επιλογή σας, αναφέροντας τον αντίστοιχο κανόνα τονισμού ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ Β ΛΥΚΕΙΟΥ (Κατεύθυνση) Λύνοντας τις παρακάτω ασκήσεις, θα μπορέσετε να ξαναθυμηθείτε τη γραμματική που μάθατε τα προηγούμενα χρόνια. Μπορείτε να ανατρέχετε στο βιβλίο της γραμματικής

Διαβάστε περισσότερα

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 «Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα

Διαβάστε περισσότερα

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13 ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,

Διαβάστε περισσότερα

Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας

Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας Καρίων προς Πλούτο: «κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ οἷς

Διαβάστε περισσότερα

Κυριακή 23 Ἰουνίου 2019.

Κυριακή 23 Ἰουνίου 2019. 39 Κυριακή 23 Ἰουνίου 2019. Κυριακή τῶν Ἁγίων Πάντων Μτθ. 10, 32 33, 37 38, καί 19, 27 30. «ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι τί ἄρα ἔσται ἡμῖν;» (Μτθ. 19,

Διαβάστε περισσότερα

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (321 Β6-322Α). Η κλοπή της φωτιάς

ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. 1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (321 Β6-322Α). Η κλοπή της φωτιάς ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΡΙΤΗ 11 ΣΕΠΤΕΜΒΡΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ

Διαβάστε περισσότερα

ΓΡΑΠΣΗ ΕΞΕΣΑΗ ΣΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ B ΛΤΚΕΙΟΤ ΟΜΑΔΑ ΠΡΟΑΝΑΣΟΛΙΜΟΤ ΑΝΘΡΩΠΙΣΙΚΩΝ ΠΟΤΔΩΝ AΔΙΔΑΚΣΟ ΚΕΙΜΕΝΟ

ΓΡΑΠΣΗ ΕΞΕΣΑΗ ΣΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ B ΛΤΚΕΙΟΤ ΟΜΑΔΑ ΠΡΟΑΝΑΣΟΛΙΜΟΤ ΑΝΘΡΩΠΙΣΙΚΩΝ ΠΟΤΔΩΝ AΔΙΔΑΚΣΟ ΚΕΙΜΕΝΟ ΓΡΑΠΣΗ ΕΞΕΣΑΗ ΣΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ B ΛΤΚΕΙΟΤ ΟΜΑΔΑ ΠΡΟΑΝΑΣΟΛΙΜΟΤ ΑΝΘΡΩΠΙΣΙΚΩΝ ΠΟΤΔΩΝ AΔΙΔΑΚΣΟ ΚΕΙΜΕΝΟ Ονοματεπώνυμο: Σμήμα: Ημερ/νία: 15/1/2017 ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ, Το απόζπαζμα ζτεηίζεηαι με ηην εκζηραηεία

Διαβάστε περισσότερα

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς

ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα

Διαβάστε περισσότερα

ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b)

ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) Εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν

Διαβάστε περισσότερα

Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές

Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές Η Επιρρηματική Μετοχή Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές σχέσεις, δηλ. το χρόνο, την αιτία, το σκοπό, την υπόθεση, την εναντίωση

Διαβάστε περισσότερα