Κανων Παρακλητικος. εις τον αρτιφανως εκλαψαντα Οσιον και Θεοφορον πατερα ημων. Παΐσιον τον Αγιορειτην* *
|
|
- Τίμαιος Λούλης
- 8 χρόνια πριν
- Προβολές:
Transcript
1 Κανων Παρακλητικος εις τον αρτιφανως εκλαψαντα Οσιον και Θεοφορον πατερα ημων Παΐσιον τον Αγιορειτην* * * Ἡ παροῦσα ὑμνογραφία ἀποτελεῖ προϊὸν εὐλαβείας τοῦ ὑμνογράφου πρὸς τὸν ἐν ὁσίοις Γέροντα καὶ προορίζεται διὰ προσευχητικὴ χρήση. Θὰ τεθεῖ εἰς δημοσίαν λατρείαν ἅμα τῇ ἁγιοκατατάξει τοῦ Γέροντος ἀπὸ τὴ Μητέρα Ἐκκλησία.
2 Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι. Καὶ εὐθὺς τὸ Θεὸς Κύριος ὡς ἑξῆς: Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἦχος δ. Τῇ Θεοτόκῳ ἐκτενῶς. Τῷ φρυκτωρήσαντι ἀρτίως τὰ σύμπαντα, χαρίτων θείων ταῖς ἀκτῖσι προσπέσωμεν, ἐν σκότει οἱ καθεύδοντες παθῶν ζοφερῶν, κράζοντες Παΐσιε, ἀσκητῶν ὡραιότης, Ἄθωνος ἀγλάϊσμα καὶ προπύργιον μέγα τῶν εὐσεβῶν, μὴ
3 παύσῃ ἐκτενῶς, Χριστῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε. Δόξα. Τὸ αὐτό. Καὶ νῦν.. Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν. Εἶτα ὁ Ν Ψαλμός Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
4 Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς «Παΐσιε, νέε ἀσκητά, πρέσβευε ὑπὲρ ἡμῶν.χ» ᾨδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Παΐσιε, ἄστρον νεολαμπές, Χριστοῦ Ἐκκλησίας, ἐν τῷ Ἄθῳ ἀρτιφανώς, ὁ λάμψας ἀσκήσεως βολίσιν, ὑπὲρ ἡμῶν τὸν Χριστὸν καθικέτευε. Ἀγάπης θεόδοτε θησαυρέ, Παΐσιε μάκαρ, Ἀθωνῖτα πανευκλεές, ἀγάπης πρὸς πέλας σοὺς ἱκέτας, καὶ πρὸς Θεόν δεῖξον τείχη ἀκράδαντα. Ἱκάνωσον, πάτερ, τυχεῖν ἡμᾶς, τοῦ θείου ἐλέους τοὺς τιμῶντας πανευλαβῶς, Παΐσιε, πόνους τοὺς ἀόκνους, οὕς ἔτλης ἄρτι ποθῶν τὴν τελείωσιν. Σωτῆρος τοῦ γένους τῶν χοϊκῶν ὑπέρλαμπρε Μῆτερ, πανυπέρτιμε Μαριάμ, ὁδοὺς σωτηρίας δεῖξον τάχος, τῷ σῷ οἰκέτῃ καὶ σῶσόν με δέομαι. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Ἰσαγγέλως βιώσας, ἐν τοῖς δρυμοῖς Ἄθωνος, ἄρτι καὶ μυρίσας χαρίτων, θείων σου ἅπαντας, ταῖς ἡδυπνόοις ὀδμαῖς, τὴν δυσωδίαν παθῶν μου, κάθαρον, Παΐσιε, ταῖς ἱκεσίαις σου. Εὐσυμπάθητε πάτερ, τῶν μοναστῶν σέμνωμα, ὁ πιστῶν χορείας φαιδρύνας, θείοις σου ῥήμασιν, ἀξίωσόν με τυχεῖν, τοῦ ἀμετρήτου ἐλέους, τοῦ Θεοῦ, Παΐσιε, καὶ Παντοκράτορος. Νεοπύρσευτον σέλας, τοῦ νοητοῦ, ὅσιε πάτερ, στερεώματος κόσμου πλήθη ἐφώτισας, πεζοποροῦντα σεμνῶς πρὸς Παναγούδης κελλίον, ἵνα εὐλογίας σου φέγγους πλησθήσωνται. Ἐντολῶν με τῶν θείων, τὸν σὲ πιστῶς, Δέσποινα, ἀνυμνολογοῦντα ἐργάτην, δεῖξον ἀνύστακτον, ἵνα γεέννης πυρός, ταῖς πρὸς Υἱόν σου πρεσβείαις, ταῖς σεπταῖς ῥυσθήσωμαι, Θεογεννήτρια.
5 Διάνοιξον, τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν τοῦ βλέπειν, καὶ ἀπαύστως ἐπιζητεῖν ἐν πόλῳ τὰ ἄῤῥευστα, Παΐσιε, σύσκηνε τῶν ἀγγέλων. Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος. Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Βοήθει πιστοῖς ὑψόθεν τοῖς προστρέχουσι, τῇ σῇ ἀρωγῇ ἐν κλύδωσι, Παΐσιε, καὶ πιστῶς ἀνακράζουσιν ἴσθι πάντων προστάτης καὶ πρόμαχος, τῶν σὲ τιμώντων ὕμνοις μελιχροῖς, νεότευκτον οἶκον ὡς χρηστότητος. ᾨδὴ δ. Εἰσακήκοα, Κύριε. Ἐγκρατείας καμάτοις σου, δωρεῶν ἐπλήσθης τοῦ θείου Πνεύματος, χαριτόβρυτε Παΐσιε, θλιβομένων πάντων παραμύθιον. Ἀκτησίᾳ καὶ δάκρυσιν, ἔλεος προσείλκυσας τοῦ Παντάνακτος, Οὗ εὐχαῖς σου νῦν, Παΐσιε, πέμψον καὶ ἡμῖν τὸ μέγα ἔλεος. Συμπαθείας ἀκρώρεια, ὁ μετὰ κλαιόντων ἀεὶ θλιβόμενος, κλῖνον οὖς ἡμῖν εὐήκοον τοῖς σοὶ καταφεύγουσι, Παΐσιε. Κυβερνῆτις μοι, Δέσποινα, τῷ ἐν τῷ πελάγει νῦν θαλαττεύοντι, πειρασμῶν γενοῦ καὶ θλίψεων, ζοφερῶν τοῦ βίου μου καὶ σῶσόν με. ᾨδὴ ε. Φώτισον ἡμᾶς. Ἤσχυνας ἐχθρόν, τὸν παμβέβηλον ἀγῶσί σου, θεαρέστοις ἐν ἐσχάτοις τοῖς καιροῖς, πρεσβευτὰ ἡμῶν θερμότατε, Παΐσιε. Τλήμονες βροτοί, οἱ μὴ γνῶντές σε, Παΐσιε, καὶ μηδέποτε λαβόντες σὴν εὐχήν, τὴν ἀνοίγουσαν ὁδὸν αὐτοῖς θεώσεως. Ἄγγελον φωτός, ὁ σχὼν πάτερ, ἑστιάτορα, ὁμοζήλους πολιτείας τῆς αὐτοῦ, δεῖξον πάντας τοὺς τιμῶντάς σε, Παΐσιε. Πάντα τῆς σαρκός, τὰ κινήματα ὑπόταξον, τῷ νοΐ τῶν οἰκετῶν σου, ἀγαθή, τὰς ἡμῶν αἰσθήσεις πάσας ἀσφαλίζουσα.
6 ᾨδὴ ς. Τὴν δέησιν. Ῥωννύμενοι σαῖς εὐχαῖς, Παΐσιε, πρὸς τὸν Κύριον τῆς δόξης βοῶμεν ἐγκρατευτὰ Ἀθωνῖτα, μὴ παύσῃ, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Θεάνθρωπον τὸν ἀναδείξαντα φανὸν, διοράσεως σὲ τηλαυγέστατον. Ἐπίκουρος πάσης περιστάσεως, καὶ ἀνάγκης ἄρτι τάχιστος ὤφθης, τοὺς πρόσφυγάς σου ῥυόμενος, πάτερ, ὡς συμπαθέστατος φύλαξ, Παΐσιε, οὕς περίφρούρει, ἀσκητά, ἀνυποίστων κινδύνων ἀπήμονας. Στερέωσον τὰς καρδίας, ὅσιε, εἰς τὸ θέλημα Χριστοῦ τοῦ Σωτῆρος, τῶν σὲ τιμώντων, Παΐσιε μάκαρ, ὡς στυλοβάτην νεότευκτον πίστεως, θεμέλιον ὑπακοῆς, καὶ κρηπῖδα διπλῆς ἀγαπήσεως. Βοήθησον τοὺς ἐν ὥρᾳ θλίψεων, σὲ καλοῦντας εὐλαβῶς, Θεοτόκε, καὶ εἰς χαρὰν τρέψον πάντων τὴν λύπην, εὐλογημένη, πανύμνητε Δέσποινα, τῇ ῥάβδῳ σου τῶν πρεσβειῶν, πρὸς Ὅν ἔτεκες Κτίστην καὶ Κύριον. Διάνοιξον, τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν τοῦ βλέπειν καὶ ἀπαύστως ἐπιζητεῖν ἐν πόλῳ τὰ ἄῤῥευστα, Παΐσιε, σύσκηνε τῶν ἀγγέλων. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἰμάτων σου. Νεοφανέντα τῶν πάλαι ἐφάμιλλον, πατέρων πάντες Παΐσιον ὅσιον, εὐῶδες ὀσφράδιον Ἄθωνος, ἐγκωμιάσωμεν κράζοντες πρέσβευε Χριστῷ ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου. Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Εὐαγγέλιον. Ματθ. ια, Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
7 Προσόμοιον Στίχ. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Ὅσιε Παΐσιε, τῶν ἀρετῶν μυροθήκη, ἔμπνουν στηλογράφημα, νήψεως καὶ κόσμημα, ταπεινώσεως, ἄρτι ἐφώτισας, εὐσεβῶν τὰ πλήθη, διοράσεως ἀκτῖσί σου, καὶ εὐηρέστησας τῷ Χριστῷ ἀσκήσει συντόνῳ σου διὸ καὶ χάριν εἴληφας, δυσωπεῖν ὑπὲρ τῶν τιμώντων σε, τὸν Σωτῆρα πάντων, Χριστὸν καὶ προσκυνούντων εὐλαβῶς, τὸν ἀναβλύζοντα νάματα, θαυμασίων τάφον σου. Ὁ ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... ᾨδή ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ἐραστὴς θείου κάλλους, ἐκ νεότητος πέλων, σοφὲ Παΐσιε, καὶ ζηλωτὴς ἀγγέλων, φωτολαμπῶν ὑπάρχων, ἰσαγγέλως ἐβίωσας, διδάσκων πάντας ἡμᾶς, ἀκολουθεῖν σαῖς τρίβοις. Ὑπερόπτα γηΐνων, καὶ φθαρτῶν μὴ παρίδης, τὰς ἱκεσίας μου, Παΐσιε παμμάκαρ, ἀλλὰ Χριστῷ τῷ μόνῳ, φιλανθρώπῳ προσάγαγε, Θεῷ αὐτάς ἀσκητά, ὡς ἔχων παῤῥησίαν. Ἐποπτεύων μὴ παύσῃ, οὐρανόθεν τοὺς πίστει, σοὶ καταφεύγοντας, καὶ θείαν ἀρωγήν σου, ταχὺ προσδεχομένους, θεοφόρε Παΐσιε, χειραγωγὶ πρὸς ζωήν, ἀγήρω σῶν προσφύγων. Ὑπερύμνητε Κόρη, Παϊσίου πρεσβείαις, τοῦ ὡραΐσαντος, τὸν σὸν λειμῶνα ἄρτι, ἀσκήσεσι συντόνοις, καὶ πιστοὺς κατευφράναντος, αὐτοῦ χαρίτων ὀδμαῖς, ἐλέησον τὸν κόσμον. ᾨδὴ η. Τὸν Βασιλέα. Ποδηγετήσας, πιστοὺς πρὸς πόλιν τὴν ἄνω, συμβουλῶν σου Παΐσιε πλήθει, ὤφθης Παρακλήτου, χαρίτων κολυμβήθρα. Ἐλέους βρύσις, καὶ συμπαθείας χειμάῤῥους, πέλων πάτερ Παΐσιε κόσμου, ἄρδευσον καρδίας, τῶν σῶν προσφύγων χέρσους. Ῥῦσαι ἱκέτας, τούς σοὺς Παΐσιε πάτερ, κατακρίσεως πάσης καὶ σκότους, αἰωνίου λύχνε, ἀείφωτε ἀγάπης.
8 Ἡ τὸν Σωτῆρα, Χριστὸν ἀφράστως τεκοῦσα, Θεοτόκε ἁγνὴ σῶσον πάντας, μεγαλύνοντάς σε, πρεσβείαις σου ἀόκνοις. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Μεσίτην σε πρὸς Κτίστην, εὐμενῆ πλουτοῦντες, καὶ τὸν σὸν τάφον πιστῶς ἀσπαζόμενοι, βοῶμεν Χαῖρε, ὁσίων φωστήρ, Παΐσιε. Ὠδήγησας σοῖς λόγοις, τὸν λαὸν Κυρίου, πρὸς σωτηρίας σκηνώσεις, Παΐσιε, ἰθύντωρ θεῖος ἀρτίως πιστῶν γενόμενος. Νεόφωτον ὡς ἄστρον, ἀρετῆς ἐνθέου, σὲ ἀνυμνοῦντες βοῶμεν Παΐσιε, τῶν ἱκετῶν σου ἀκέστωρ γενοῦ ταχύτατος. Χαρίτων πλῆσον πάντας, θεϊκῶν τοὺς πόθῳ, σὲ μεγαλύνοντας, Μῆτερ θεόνυμφε, τοῦ Παϊσίου πρεσβείαις, Κυρία Δέσποινα. Ἄξιόν ἐστι...καὶ τὰ παρόντα Μεγαλυνάρια. Χαίροις, Ἐκκλησίας νεολαμπές, ἄστρον τὸ ἐν Ἄθῳ, ἐξαστράψαν διαγωγῇ, ἀκραιφνεῖ ἐν χρόνοις, ἡμῶν τοῖς δυσχειμέροις, Παΐσιε, ὁσίων ἔμπνουν θησαύρισμα. Ὡς οἰακοστρόφος ψυχῶν στεῤῥός, ἴθυνας πρὸς ὅρμον, ἀκλυδώνιστον ἀρετῶν, τοὺς ἐν βίου ζάλαις, πανδείνως ποντουμένους, καὶ καταφεύγοντάς σοι, πάτερ Παΐσιε. Δέχου τὰς αἰτήσεις τῶν εὐσεβῶς, νῦν ἀσπαζομένων, πνευματέμφορε ἀσκητά, τάφον σου τὸν θεῖον, καὶ προστασίαν τάχος, τὴν σὴν ἐκδεχομένων, μάκαρ Παΐσιε. Τὸν φωστῆρα πάντες τὸν φαεινόν, ἐν Ἁγίῳ Ὄρει, ἐγκρατείᾳ καὶ προσευχῇ, λάμψαντα ἀρτίως, Παΐσιον τὸν θεῖον, μελισταγέσιν ὕμνοις, πάντες τιμήσωμεν. Τῶν θαυμάτων πάντες τὸν ποταμόν, καὶ ἀγάπης κέρας, πρὸς πλησίον καὶ πρὸς Θεόν, τὸν τὰς ἀσθενείας, βαστάζοντα τῶν ἄλλων, τιμήσωμεν ἀσμένως, θεῖον Παΐσιον.
9 Στῦλον ἀδιάσειστον προσευχῆς, τεῖχος συμπαθείας, καὶ κρηπῖδα ὑπακοῆς, τὸν ἐν Ἄθῳ ἄρτι, ἐκλάμψαντα τοῖς ὕμνων, Παΐσιον παντέρπνοις, ἄνθεσι στέψωμεν. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τὸν ἐν Ὄρει Ἁγίῳ ἀρτίως λάμψαντα, ἀδιαλείπτῳ ἀσκήσει, καὶ νοερᾷ προσευχῇ, ἐπαινέσωμεν πιστοί, σεπτὸν Παΐσιον, ὅτι ὡς ῥόδον εὐανθές, κατεμύρισε ψυχάς, τοῖς λόγοις τοῖς θεοφθόγγοις καὶ νῦν τὰ κρείττονα νέμει, αὐτοῦ λιταῖς τοῖς καταφεύγουσιν. Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ ἥν ψάλλομεν τὸ ἑξῆς Ἦχος β. Ὅτε ἐκ τοῦ Ξύλου. Δεῦτε, ἀρετῆς τὸν ζηλωτήν, καὶ μοναδικῆς πολιτείας, τὸν νεαυγῆ καὶ λαμπρόν, νῦν φανὸν τιμήσωμεν, αὐτοῦ μιμούμενοι, τὴν ἀγάπην πρὸς ἅπαντας, καὶ φρόνημα θεῖον, κράζοντες Παΐσιε, Χριστὸν ἱκέτευε, πέμψαι τοῖς πιστῶς σε ὑμνοῦσιν, ὑετὸν ἐλέους πλουσίου, καὶ ψεκάδας θείας ἐπιγνώσεως. Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δίστιχον Ἀπέλασον νέφος ἐμῆς ἀθυμίας, Παΐσιε μάκαρ, βοᾶ Χαραλάμπης.
ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ
ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ Ψαλμός ρμβ (142) ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση
Ο Ι Ψ Α Λ Μ Ο Ι Ένα θεόπνευστο βιβλίο για όλες τις περιπτώσεις της ανθρώπινης ζωής Το Ψαλτήρι Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού
Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία
Κυριακή 28 Ὀκτωβρίου 2018
Κυριακή 28 Ὀκτωβρίου 2018 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ, Ἁγίας Σκέπης Θεοτόκου, Στεφάνου ὁσ. τοῦ Σαββαΐτου, Εὐνίκης μ., τῶν ἐν Ρεθύμνῃ 5 νεομ. Ἀπολυτίκιον Παναγίας Προυσιωτίσσης Ἦχος α Τῆς Ἑλλάδος ἁπάσης Σύ προΐστασαι
ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.
[1] ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας,
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948
188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι
Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.
ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ. ΣΟΥΡΛΑΝΤΖΗ Στοιχειοθεσία και επιμέλεια εκδόσεως από χειρόγραφο Άρχοντος Δημητρίου Γ. Σουρλαντζή Θεσσαλονίκης 1963:
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ
Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007
ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ
Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ Πρπρευμένων τῶν Ἱερπαίδων μετὰ εἰκόνων καὶ θυμιατῦ, ὁ Ἱερεὺς ἐξέρχεται τῦ Ἱερῦ μετὰ τῦ Τιμίυ Σταυρῦ καὶ γίνεται λιτανεία πέριξ τῦ ἐσωτερικῦ τῦ Ναῦ εἰς τέσσαρες στάσς. Εἰς
Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.
Παρακλητικός Κανόνας στην Παναγία Υανερωμένη (Ροδόπης) Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω ταυρώ. Ως θησαυρόν της προς ημάς ευνοίας,
Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Ὁ ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ ἀναγνώστης Ἀµήν. Ψαλµὸς ρµβ (142). Κύριε, εἰσάκουσον τῆς προσευχῆς
ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΙΕΡΕΥΣ
ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Ψαλμός 142 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
Κανών Παρακλητικός εἰς τοὐς αὐταδέλφους ὁσίους ΠΑΡΘΕΝΙΟΝ καί ΕΥΜΕΝΙΟΝ
Κανών Παρακλητικός εἰς τοὐς αὐταδέλφους ὁσίους ΠΑΡΘΕΝΙΟΝ καί ΕΥΜΕΝΙΟΝ Όσιοι Παρθένιος και Ευμένιος Μονής Κουδουμά Η μνήμη τους εορτάζεται στις 10 Ιουλίου [1] Ευλογήσαντος του Ιερέως το «Κύριε Εισάκουσον
Παρακλητικός κανών καί Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν
«{Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 1 Παρακλητικός κανών καί Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν «Κανών παρακλητικός εἰς τόν Τίμιον Σταυρόν» 2 Πρόλογος Ο Σταυρός ήταν γνωστός ήδη από τον αρχαίο
ΑΚΟΛΟΥΘΙΑ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ ΤΩ ΑΓΙΩ ΟΡΕΙ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995 * Ἡ παροῦσα ὑμνογραφία ἀποτελεῖ προϊὸν
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν
ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα
ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν
Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων
Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων Ποίημα Γεωργίου Μηλίτση, Διδασκάλου (2006). Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ καὶ τὰ ἑξῆς: Ἦχος δ.
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ Εὐλογήσαντος του ιερέως, το Κύριε εισάκουσον, μεθ ο το Θεός Κύριος ως συνήθως και τα εξής: ηχος δ. Ο υψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων
Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Κυριακὴ 16 Δεκεμβρίου. Κυριακὴ τῶν Ἁγίων Προπατόρων καὶ μνήμη τοῦ ἁγίου Προφήτου Ἀγγαίου καὶ τοῦ ἁγίου Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Ϟ. Σημείωσις: Ἡ ἀκολουθία τοῦ ἁγίου Προφήτου
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ (+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΜΕΛΕΤΙΟΝ ΤΟΝ ΕΝ YΨΕΝΗι Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε, εἰσάκουσον τῆς
Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8
Τι είναι το Άγιο Πνεύμα Διδ. Εν. 8 Κεντρικό γεγονός στη ζωή της Εκκλησίας Το Άγιο Πνεύμα επιφοίτησε στους αποστόλους και παραμένει στην Εκκλησία ως Παράκλητος, για να καθοδηγεί τους πιστούς «Εἰς πᾶσαν
Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα
Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὁ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῆς
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,
ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου
ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου Ο Άγιος Αθανάσιος γεννήθηκε στην Καρύταινα της Γορτυνίας περί το 1640 μ.χ. (κατά άλλους στην Κέρκυρα το 1664 μ.χ.) και
Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων
ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ÅÍÇÌÅÑÙÓÇÓ ÊÁÉ ÐÍÅÕÌÁÔÉÊÇÓ ÏÉÊÏÄÏÌÇÓ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ÄÅËÖÙÍ - ÌÉÁÏÕËÇ ÔÇË. 2310-828989 Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό
Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.
Παναγία Παραμυθία Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν αμαρτωλοί και ταπεινοί και προσπέσωμεν,
Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων
Κυριακὴ 14 Ἀπριλίου. Κυριακὴ Δ τῶν Νηστειῶν. Τῇ αὐτῇ Κυριακῇ ψάλλεται ἡ ἀκολουθία τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰώαννου τοῦ συγγραφέως τῆς Κλίμακος. Μνήμη τῶν ἁγίων ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα Ἀριστάρχου, Πούδη
Παρόμοια νὰ σκεφθῇς ὅτι καὶ ἕνας ποὺ στέκεται κοντὰ σὲ μία μεγάλη πυρκαϊά, διατηρεῖ τὴν θερμότητα γιὰ πολὺ καιρὸ καὶ μετὰ τὴν ἀπομάκρυνσί του ἀπὸ τὴν φωτιά. Άραγε ἀπὸ ποιὰ ἄρρητη εὐωδία φιλανθρωπίας, ἀπὸ
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο
Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος
1-7 Ιανουαρίου 2018 Θεός
1-7 Ιανουαρίου 2018 Θεός ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Ψαλμοί 66: 4, 5 έως άνω τελεία Πάσα η γη θέλει σε προσκυνεί και ψαλμωδεί εις σε. Θέλουσι ψαλμωδεί το όνομά σου. Έλθετε και ίδετε τα έργα του Θεού. ΑΝΑΓΝΩΣΗ ΕΝΑΛΛΑΞ
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις
Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ
Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ Α Ρ Χ Ι Ε Π Ι Σ Κ Ο Π Ο Ν Φ Α Ν Α Ρ Ι Ο Υ Κ Α Ι Ν Ε Ο Χ Ω Ρ Ι Ο Υ Τ Ο Ν Θ Α Υ Μ Α Τ Ο Υ Ρ Γ Ο Ν (Ποίημα Διονυσίου
Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.
ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ Ἦχος πλ. δ. Ταπεινή δέησις για την Ενορία-Εκκλησία Ωδή α. Υγράν διοδεύσας. Σα πάθη που φώλιασαν στην ψυχή, φλόγες της καμίνου, μέρα νύχτα με τυραννούν, Παρθένε μητέρα του Θεού μας, απαλλαγή
Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ
Αριστειδης Μαρτυς ΠΑΡΑΚΛΗΣΙΣ Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως καὶ τὸ ἑξῆς Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῶν Ἀθηνῶν τὸν εὐθαλέστατον γόνον, καὶ ἄνθος εὔοσμον
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν
01/03/2019 Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν / Επικαιρότητα Η Εκκλησία μας, κατά την 1η Μαρτίου εκάστου έτους και πρώτη ημέρα της εποχής της Ανοίξεως, τιμά τη μνήμη δύο γυναικών Μαρτύρων
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίημα Θεοστηρίκτου μοναχοῦ οἱ δὲ Θεοφάνους) Ὁ Μικρὸς Παρακλητικὸς
Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου
Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου ΣΤΑΣΙΣ Α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε, Ἱερέων τερπνῶν, καὶ Μαρτύρων καλλονὴ, ὦ Γεώργιε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς. Μακαρίζομέν σε, Ἐκκλησίας Χριστοῦ,
Προέδρου τῆς Ιερᾶς Συνόδου τῶν Ενισταμένων. Μικρὸ Προσευχητάρι. Εκδοσις δ βελτιωμένη καὶ ἐπηυξημένη
Μικρὸ Προσευχητάρι Η προσευχὴ εἶναι Τροφὴ ψυχῆς Αρετῶν πηγὴ Λύπης λύσις Νοῦ φωτισμὸς Πολέμων θραῦσις Ελπίδος ἀπόδειξις Απογνώσεως πέλεκυς Χαρισμάτων πρόξενος Δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ Εσοπτρον προκοπῆς,
Η αγάπη του λαού την ονόμασε Γιάτρισσα
24/05/2019 Η αγάπη του λαού την ονόμασε Γιάτρισσα / Ιερές Μονές Η Μητέρα του Χριστού, η Παναγία φέρει πολλά ονόματα. Της έχουν δοθεί τιμητικώς διάφορα προσωνύμια, με δογματικό και πνευματικό περιεχόμενο.
Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.
Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς
Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι
Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι Ποίημα Αρχιμ. Νικοδήμου Γ. Αεράκη, Ιεροκήρυκος. (τιμάται 26 Νοεμβρίου) Ευλογήσαντος του ιερέως, το «Κύριε, εισάκουσον», μεθ ό το «Θεός Κύριος»,
EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen
EDU IT i Ny Testamente på Teologi Adjunkt, ph.d. Jacob P.B. Mortensen teojmo@cas.au.dk Ny Testamente som fag Tekstfortolkning Originaltekster på græsk Udfordring: at nå diskussion, fortolkning og perspektivering
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ
ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΓΕΓΟΝΌΤΑ ΤΗς ΖΩΉς ΤΟΥ ΧΡΙΣΤΟΎ Ακίνητες γιορτές Κινητές γιορτές Χριστούγεννα Περιτομή Υπαπαντή Θεοφάνεια Μεταμόρφωση Είσοδος στα Ιεροσόλυμα Μυστικός Δείπνος
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ «ΠΑΡΑΜΥΘΙΑΝ» Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.
ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. την Θεοτόκο οι πιστοί, ας προστρέξουμε, αμαρτωλοί και ταπεινοί, ας προσπέσουμε, μετανιωμένοι κράζοντας βαθιά απ την ψυχή. Βοήθησέ μας Δέσποινα,
ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10
ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10 ΨΑΛΜΟΣ 70 Επί σοι Κύριε ήλπισα μη καταισχυνθείην εις τον αιώνα Κλίνον προς με το ους σου και σώσον με στερέωμά μου και καταφυγή μου ει συ ο Θεός μου ρύσαι
ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.
107. Ο Κύριος να είναι μαζί σας. Και με το πνεύμα σου. ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο. Ακολουθεί το
31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα
31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Κορινθίους Α 2: 12 Hμείς Ημείς δεν ελάβομεν το πνεύμα του κόσμου, αλλά το πνεύμα το εκ του Θεού, δια να γνωρίσωμεν τα υπό του Θεού χαρισθέντα εις ημάς
Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος
[1] Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος Χαραλάμπους Μπούσια Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας
Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).
18 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν). Μάρκ. 9, 17-31 «Τοῦτο τό γένος ἐν οὐδενί δύναται ἐξελθεῖν εἰ μή ἐν προσευχῇ καί νηστείᾳ»
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ
4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας
Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.
Παρασκευή 26 Ὀκτωβρίου 2012. Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν,
ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):
ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ 99. Παρ ότι η δεύτερη ευχή είναι συγκροτημένη με το προοίμιό της, μπορεί να χρησιμοποιηθεί και με άλλα προοίμια, ιδιαίτερα με εκείνα που σε περίληψη περιγράφουν το Μυστήριο της Σωτηρίας,
ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ
2 4 9 10 11 ΜΑΡΤΙΟΥ ΑΓ. ΣΟΦΙΑ ΣΑΒΒΑΤΟ ΤΗΣ ΑΠΟΚΡΕΩ (ΨΥΧΟΣΑΒΒΑΤΟΝ) Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν Νικολάου Ἱερέως τοῦ Πλανᾶ Θεοδότου Ἐπισκόπου Κυρηνείας 06:0-08:45 06:0-08:0 ΤΗΣ ΑΠΟΚΡΕΩ
Παρακλητικός Κανών εις τον Απόστολον Παύλον
Παρακλητικός Κανών εις τον Απόστολον Παύλον Γερασίμου Μοναχού Μικραγιαννανίτου. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Ως των Αγίων
ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ
ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ (Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν
ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο
Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ
Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α
Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α Εἴδησις: Ἰστέον ὅτι ἀπὸ τῇ κϟ τοῦ αὐτοῦ μηνὸς επἀρχόμεθα λέγειν ἐν τοῖς ἀποδείπνοις τοὺς
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.
1 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. Ψαλμὸς ΡΜΒ (142) Κύριε, εἰσάκουσoν τῆς προσευχῆς
«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»
ÄÉÌÇÍÉÁÉÁ ÅÊÄÏÓÇ ΙΕΡΟΥ ΝΑΟΥ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ ÉÅÑÁ ÌÇÔÑÏÐÏËÉÓ ÈÅÓÓÁËÏÍÉÊÇÓ ÉÅÑÏÓ ÍÁÏÓ ÌÅÔÁÌÏÑÖÙÓÅÙÓ ÔÏÕ ÓÙÔÇÑÏÓ ΔΕΛΦΩΝ -ΜΙΟΥΛΗ ΤΗΛ.: 2310 828 989 «ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ» ΕΤΟΣ ΣΤ ΠΑΣΧΑ 2013 www.inmetamorfoseos.gr
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)
8 ΑΥΓΟΥΣΤΟΥ 2015 Αἰμιλιανοῦ ἐπισκ. Κυζίκου ὁμολογητοῦ ( 813-20). Μύρωνος ἐπισκ. Κρήτης τοῦ θαυματουργοῦ ( 350), Τριανταφύλλου νεομ. ἐκ Ζαγορᾶς ( 1680), Αναστασίου νεομάρτυρος τοῦ ἐν Θεσσαλονίκῃ ( 1794).
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν
Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν φίλον ἐν πόνοις³ καὶ κινδύνοις οὐ λείπει. Τοῖς τῶν φίλων λόγοις ἀεὶ πιστεύομεν. Εἰ κινδυνεύετε, ὦ φίλοι, τοὺς τῶν ἀνθρώπων
Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη
Παρακλητικός Κανών εις τον Οσιον Δαβίδ τον εν Θεσσαλονίκη ΠΟΙΗΜΑ ΓΕΡΑΣΙΜΟΥ Μ. ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ο το Θεός Κύριος, ως συνήθως, και τα εξής: Ήχος δ. Ο υψωθείς
7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
7 ΑΥΓΟΥΣΤΟΥ 2012 Δομετίου ὁσιομάρτυρος τοῦ Πέρσου ( 363). Νικάνορος ὁσίου ( 1519), κτίτορος τῆς ἱ. μονῆς «Ζάβορδας» Γρεβενῶν Θεοδοσίου ὁσίου τοῦ ἐξ Αθηνῶν, προστάτου Αργολίδος. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12)
Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν
-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.
-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν
Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν Ποίημα Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου Βαλληνδρᾶ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ εἶτα τά Τροπάρια. Ἦχος δ.
Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.
Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Κυ ρι ε ε λε η σον Ἦχος Πα Α µην Π α σα πνο η αι νε σα τω τον Κυ ρι ον Ἕτερον. Π α σα πνο η αι νε σα α τω τον Κυ υ ρι ι ον 1 ΙΩΑΝΝΟΥ Α. ΝΕΓΡΗ
Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε
Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ ΠΑΡΑΣΚΕΥΗ. Μνήμη του Οσίου Παϊσίου του Αγιορείτου. Β ΗΧΟΣ. ΕΣΠΕΡΙΝΟΣ
Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ 2019. ΠΑΡΑΣΚΕΥΗ. Μνήμη του Οσίου Παϊσίου του Αγιορείτου. Β ΗΧΟΣ. ΕΣΠΕΡΙΝΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν
Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.
Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β. Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν
ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.
24 ΓΕΝΙΚΑΙ ΔΙΑΤΑΞΕΙΣ ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ 6 Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ. 11-14) Τῆς ἑορτῆς Παραγίνεται ὁ Ἰησοῦς (Ματθ. 13-17) 13 Κυριακῆς μετὰ τὰ Φῶτα Ἑνὶ ἑκάστῳ ἡμῶν (Ἐφεσ. δ 7-13)
Δρος Χαραλάµπους Μ. Μπούσια Μεγάλου ὑµνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας AKΟΛΟΥΘΙΑ
Δρος Χαραλάµπους Μ. Μπούσια Μεγάλου ὑµνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας AKΟΛΟΥΘΙΑ ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ Τῼ ΑΓΙῼ ΟΡΕΙ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ [*] Ἡ παροῦσα ὑμνογραφία
Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας
ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου
Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.
Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ. Σημείωσις: Τὴν ἐν τῇ παρούσῃ Κυριακῇ ἀκολουθίαν τῶν ἁγίων μαρτύρων Εὐτροπίου,
Iohannes Damascenus - De theologia
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Αγιολογία - Εορτολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΚΤΑ ΑΚΑΔΗΜΑΪΚΑ ΜΑΘΗΜΑΤΑ Ενότητα 7: Οι Άγιοι και η τιµή τους. Συµεών Πασχαλίδης Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons.
ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ
1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάϊος 4//2017 Παράκληση 18:00 1//2017 Θ. Λειτουργία 06:00 / 2-26//2017 ΑΓΡΥΠΝΙΑ 21:00 Ἰούνιος: 1/6/2017 Παράκληση 18:00 / 9-10/6/2017
Μεγαλο Αποδειπνο. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Μεγαλο Αποδειπνο Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν. Ἱερεὺς Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας,
Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου. Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος
Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).
11 Μαρτίου 2018. Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν). Μάρκου 8, 34 9, 1. Ἡμέρα πανεπίσημη σήμερα ἄγει ἡ Ἐκκλησία μας. Ἡμέρα πού ὑψώνεται μπροστά στά ἑκατομμύρια τῶν ὀρθοδόξων
Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.
Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ. Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα
Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν στίχους δ καὶ ψάλλομεν τὰ γ ἀναστάσιμα στιχηρὰ