πάγχυ διαρραίσει, βίοτον δ ἀπὸ πάμπαν ὀλέσσει. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, 50 τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ εἰσὶν ἄριστοι, οἳ
|
|
- Ἰώβ Αθανασιάδης
- 8 χρόνια πριν
- Προβολές:
Transcript
1 ΟΔΥΣΣΕΙΑ Ραψωδία Β ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτ ἄρ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ ὤμῳ, ποσσὶ δ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, βῆ δ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην. 5 ΟΒ αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. οἱ μὲν ἐκήρυσσον, τοὶ δ ἠγείροντο μάλ ὦκα. αὐτὰρ ἐπεί ῥ ἤγερθεν ὁμηγερέες τ ἐγένοντο, βῆ ῥ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ ἔχε χάλκεον ἔγχος, 10 οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. τὸν δ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο ἕζετο δ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. τοῖσι δ ἔπειθ ἥρως Αἰγύπτιος ἦρχ ἀγορεύειν, 15 ΟΒ ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ ἀντιθέῳ Ὀδυσῆι Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, Ἄντιφος αἰχμητής τὸν δ ἄγριος ἔκτανε Κύκλωψ ἐν σπῆι γλαφυρῷ, πύματον δ ὡπλίσσατο δόρπον. 20 τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει, Εὐρύνομος, δύο δ αἰὲν ἔχον πατρώια ἔργα. ἀλλ οὐδ ὣς τοῦ λήθετ ὀδυρόμενος καὶ ἀχεύων. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε "κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω 25 ΟΒ οὔτε ποθ ἡμετέρη ἀγορὴ γένετ οὔτε θόωκος ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί. νῦν δὲ τίς ὧδ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν; ἠέ τιν ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο, 30 ἥν χ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο; ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ ἀγορεύει; ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ." ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός, 35 ΟΒ οὐδ ἄρ ἔτι δὴν ἧστο, μενοίνησεν δ ἀγορεύειν, στῆ δὲ μέσῃ ἀγορῇ σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν "ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ εἴσεαι αὐτός, 40 ὃς λαὸν ἤγειρα μάλιστα δέ μ ἄλγος ἱκάνει. οὔτε τιν ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο, ἥν χ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην, οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ ἀγορεύω, ἀλλ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ 45 ΟΒ δοιά τὸ μὲν πατέρ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ ἐν ὑμῖν τοίσδεσσιν βασίλευε, πατὴρ δ ὣς ἤπιος ἦεν νῦν δ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
2 πάγχυ διαρραίσει, βίοτον δ ἀπὸ πάμπαν ὀλέσσει. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, 50 τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ εἰσὶν ἄριστοι, οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου, ὥς κ αὐτὸς ἐεδνώσαιτο θύγατρα, δοίη δ ᾧ κ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι οἱ δ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, 55 ΟΒ βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον μαψιδίως τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ ἀνήρ, οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. ἡμεῖς δ οὔ νύ τι τοῖοι ἀμυνέμεν ἦ καὶ ἔπειτα 60 λευγαλέοι τ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. ἦ τ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί, ἄλλους τ αἰδέσθητε περικτίονας ἀνθρώπους, 65 ΟΒ οἳ περιναιετάουσι θεῶν δ ὑποδείσατε μῆνιν, μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, ἥ τ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει σχέσθε, φίλοι, καί μ οἶον ἐάσατε πένθεϊ λυγρῷ 70 τείρεσθ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, τῶν μ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. 75 ΟΒ εἴ χ ὑμεῖς γε φάγοιτε, τάχ ἄν ποτε καὶ τίσις εἴη τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ χρήματ ἀπαιτίζοντες, ἕως κ ἀπὸ πάντα δοθείη νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ." ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ 80 δάκρυ ἀναπρήσας οἶκτος δ ἕλε λαὸν ἅπαντα. ἔνθ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε "Τηλέμαχ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες 85 ΟΒ ἡμέας αἰσχύνων ἐθέλοις δέ κε μῶμον ἀνάψαι. σοὶ δ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν, ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ εἶσι τέταρτον, ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 90 πάντας μέν ῥ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. ἡ δὲ δόλον τόνδ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, λεπτὸν καὶ περίμετρον ἄφαρ δ ἡμῖν μετέειπε 95 ΟΒ " κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, μίμνετ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος ἐκτελέσω, μή μοι μεταμώνια νήματ ὄληται,
3 Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν μοῖρ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, 100 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσασ. "ὣς ἔφαθ, ἡμῖν δ αὖτ ἐπεπείθετο θυμὸς ἀγήνωρ. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, νύκτας δ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. 105 ΟΒ ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς ἀλλ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, καὶ τήν γ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ ὑπ ἀνάγκης 110 σοὶ δ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν εἰδῇς αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι τῷ ὅτεᾐ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. εἰ δ ἔτ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, 115 ΟΒ τὰ φρονέουσ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη ἔργα τ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς κέρδεά θ, οἷ οὔ πώ τιν ἀκούομεν οὐδὲ παλαιῶν, τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, Τυρώ τ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη 120 τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ ᾔδη ἀτὰρ μὲν τοῦτό γ ἐναίσιμον οὐκ ἐνόησε. τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ ἔδονται, ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ 125 ΟΒ ποιεῖτ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο. ἡμεῖς δ οὔτ ἐπὶ ἔργα πάρος γ ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ ἐθέλῃσι." τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα "Ἀντίνο, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι 130 ἥ μ ἔτεχ, ἥ μ ἔθρεψε πατὴρ δ ἐμὸς ἄλλοθι γαίης, ζώει ὅ γ ἦ τέθνηκε κακὸν δέ με πόλλ ἀποτίνειν Ἰκαρίῳ, αἴ κ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ ἐρινῦς 135 ΟΒ οἴκου ἀπερχομένη νέμεσις δέ μοι ἐξ ἀνθρώπων ἔσσεται ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω. ὑμέτερος δ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν, ἔξιτέ μοι μεγάρων, ἄλλας δ ἀλεγύνετε δαῖτας ὑμὰ κτήματ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους. 140 εἰ δ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, κείρετ ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε." 145 ΟΒ "ὣς φάτο Τηλέμαχος, τῷ δ αἰετὼ εὐρύοπα Ζεὺς ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. τὼ δ ἕως μέν ῥ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
4 πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν ἀλλ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, 150 ἔνθ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά, ἐς δ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ ὄλεθρον δρυψαμένω δ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς δεξιὼ ἤιξαν διά τ οἰκία καὶ πόλιν αὐτῶν. θάμβησαν δ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν 155 ΟΒ ὥρμηναν δ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης Μαστορίδης ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε 160 "κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται οὐ γὰρ Ὀδυσσεὺς δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει 165 ΟΒ πάντεσσιν πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται, οἳ νεμόμεσθ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν φραζώμεσθ, ὥς κεν καταπαύσομεν οἱ δὲ καὶ αὐτοὶ παυέσθων καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν. οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ ἐὺ εἰδώς 170 καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα, ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. φῆν κακὰ πολλὰ παθόντ, ὀλέσαντ ἄπο πάντας ἑταίρους, ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ 175 ΟΒ οἴκαδ ἐλεύσεσθαι τὰ δὲ δὴ νῦν πάντα τελεῖται." Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα "ὦ γέρον, εἰ δ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν οἴκαδ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω ταῦτα δ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. 180 ὄρνιθες δέ τε πολλοὶ ὑπ αὐγὰς ἠελίοιο φοιτῶσ, οὐδέ τε πάντες ἐναίσιμοι αὐτὰρ Ὀδυσσεὺς ὤλετο τῆλ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες, οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ ἀνιείης, 185 ΟΒ σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν. ἀλλ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται, 190 πρῆξαι δ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κ ἐνὶ θυμῷ τίνων ἀσχάλλῃς χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. Τηλεμάχῳ δ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι 195 ΟΒ οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα πολλὰ μάλ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
5 μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης, οὔτ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα, 200 οὔτε θεοπροπίης ἐμπαζόμεθ, ἣν σύ, γεραιέ, μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ ἔτι μᾶλλον. χρήματα δ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ ἶσα ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς ὃν γάμον ἡμεῖς δ αὖ ποτιδέγμενοι ἤματα πάντα 205 ΟΒ εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ ἄλλας ἐρχόμεθ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ." τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα "Εὐρύμαχ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ ἀγορεύω 210 ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. ἀλλ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ ἑταίρους, οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο, 215 ΟΒ ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, ἦ τ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ ἔτ ἐόντος, 220 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω πολλὰ μάλ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω." γ ὣς εἰπὼν κατ ἄρ ἕζετο, τοῖσι δ ἀνέστη Μέντωρ, ὅς ῥ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος, 225 ΟΒ καὶ οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν "κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω 230 σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, ἀλλ αἰεὶ χαλεπός τ εἴη καὶ αἴσυλα ῥέζοι ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο λαῶν οἷσιν ἄνασσε, πατὴρ δ ὣς ἤπιος ἦεν. ἀλλ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω 235 ΟΒ ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως οἶκον Ὀδυσσῆος, τὸν δ οὐκέτι φασὶ νέεσθαι. νῦν δ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες ἧσθ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι 240 παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες." τὸν δ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα "Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. 245 ΟΒ εἴ περ γάρ κ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς ἐξελάσαι μεγάροιο μενοινήσει ἐνὶ θυμῷ,
6 οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, ἐλθόντ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, 250 εἰ πλεόνεσσι μάχοιτο σὺ δ οὐ κατὰ μοῖραν ἔειπες. ἀλλ ἄγε, λαοὶ μὲν σκίδνασθ ἐπὶ ἔργα ἕκαστος, τούτῳ δ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ Ἁλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. ἀλλ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων 255 ΟΒ πεύσεται εἰν Ἰθάκῃ, τελέει δ ὁδὸν οὔ ποτε ταύτην." ὣς ἄρ ἐφώνησεν, λῦσεν δ ἀγορὴν αἰψηρήν. οἱ μὲν ἄρ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ ἕκαστος, μνηστῆρες δ ἐς δώματ ἴσαν θείου Ὀδυσῆος. Τηλέμαχος δ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, 260 χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ Ἀθήνῃ "κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ καὶ μ ἐν νηὶ κέλευσας ἐπ ἠεροειδέα πόντον νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο ἔρχεσθαι τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, 265 ΟΒ μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες." ὣς ἔφατ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, καί μιν φωνήσασ ἔπεα πτερόεντα προσηύδα "Τηλέμαχ, οὐδ ὄπιθεν κακὸς ἔσσεαι οὐδ ἀνοήμων, 270 εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε οὔ τοι ἔπειθ ἁλίη ὁδὸς ἔσσεται οὐδ ἀτέλεστος. εἰ δ οὐ κείνου γ ἐσσὶ γόνος καὶ Πηνελοπείης, οὐ σέ γ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς. 275 ΟΒ παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους. ἀλλ ἐπεὶ οὐδ ὄπιθεν κακὸς ἔσσεαι οὐδ ἀνοήμων, οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. 280 τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, ὃς δή σφι σχεδόν ἐστιν, ἐπ ἤματι πάντας ὀλέσθαι. σοὶ δ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς 285 ΟΒ τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ ἕψομαι αὐτός. ἀλλὰ σὺ μὲν πρὸς δώματ ἰὼν μνηστῆρσιν ὁμίλει, ὅπλισσόν τ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα, οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, 290 δέρμασιν ἐν πυκινοῖσιν ἐγὼ δ ἀνὰ δῆμον ἑταίρους αἶψ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, ὦκα δ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ." 295 ΟΒ ὣς φάτ Ἀθηναίη κούρη Διός οὐδ ἄρ ἔτι δὴν Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. βῆ δ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
7 εὗρε δ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν, αἶγας ἀνιεμένους σιάλους θ εὕοντας ἐν αὐλῇ. 300 Ἀντίνοος δ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, ἔν τ ἄρα οἱ φῦ χειρί, ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζε "Τηλέμαχ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε, ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ. 305 ΟΒ ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι ἐς Πύλον ἠγαθέην μετ ἀγαυοῦ πατρὸς ἀκουήν." τὸν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα "Ἀντίνο, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ ὑμῖν 310 δαίνυσθαί τ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματ ἐμά, μνηστῆρες, ἐγὼ δ ἔτι νήπιος ἦα; νῦν δ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός, 315 ΟΒ πειρήσω, ὥς κ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, ἠὲ Πύλονδ ἐλθών, ἢ αὐτοῦ τῷδ ἐνὶ δήμῳ. εἶμι μέν, οὐδ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, ἔμπορος οὐ γὰρ νηὸς ἐπήβολος οὐδ ἐρετάων γίγνομαι ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι." 320 ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ Ἀντινόοιο ῥεῖα μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο. οἱ δ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων "ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. 325 ΟΒ ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, ἐλθεῖν, ὄφρ ἔνθεν θυμοφθόρα φάρμακ ἐνείκῃ, ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ." 330 ἄλλος δ αὖτ εἴπεσκε νέων ὑπερηνορεόντων "τίς δ οἶδ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς; οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ αὖτε 335 ΟΒ τούτου μητέρι δοῖμεν ἔχειν ἠδ ὅς τις ὀπυίοι." ὣς φάν, ὁ δ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο ἐσθής τ ἐν χηλοῖσιν ἅλις τ ἐυῶδες ἔλαιον ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο 340 ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ Ὀδυσσεὺς οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. κληισταὶ δ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, δικλίδες ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ 345 ΟΒ ἔσχ, ἣ πάντ ἐφύλασσε νόου πολυϊδρείῃσιν, Εὐρύκλει, Ὦπος θυγάτηρ Πεισηνορίδαο. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας
8 "μαῖ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις 350 κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. δώδεκα δ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν εἴκοσι δ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. 355 ΟΒ αὐτὴ δ οἴη ἴσθι τὰ δ ἁθρόα πάντα τετύχθω ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ μήτηρ εἰς ὑπερῷ ἀναβῇ κοίτου τε μέδηται. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω." 360 ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, καί ῥ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα "τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο; πῇ δ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν μοῦνος ἐὼν ἀγαπητός; ὁ δ ὤλετο τηλόθι πάτρης 365 ΟΒ διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ. οἱ δέ τοι αὐτίκ ἰόντι κακὰ φράσσονται ὀπίσσω, ὥς κε δόλῳ φθίῃς, τάδε δ αὐτοὶ πάντα δάσονται. ἀλλὰ μέν αὖθ ἐπὶ σοῖσι καθήμενος οὐδέ τί σε χρὴ πόντον ἐπ ἀτρύγετον κακὰ πάσχειν οὐδ ἀλάλησθαι." 370 τὴν δ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα "θάρσει, μαῖ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή. ἀλλ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, πρίν γ ὅτ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, 375 ΟΒ ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ." ὣς ἄρ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ. αὐτὰρ ἐπεί ῥ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, αὐτίκ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι. 380 Τηλέμαχος δ ἐς δώματ ἰὼν μνηστῆρσιν ὁμίλει. ἔνθ αὖτ ἄλλ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, ἑσπερίους δ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει. 385 ΟΒ ἡ δ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν ᾔτεε νῆα θοήν ὁ δέ οἱ πρόφρων ὑπέδεκτο. τότε νῆα θοὴν ἅλαδ εἴρυσε, πάντα δ ἐν αὐτῇ ὅπλ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι. στῆσε δ ἐπ ἐσχατιῇ λιμένος, περὶ δ ἐσθλοὶ ἑταῖροι 390 ἁθρόοι ἠγερέθοντο θεὰ δ ὤτρυνεν ἕκαστον. ἔνθ αὖτ ἄλλ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. βῆ ἰέναι πρὸς δώματ Ὀδυσσῆος θείοιο ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε, πλάζε δὲ πίνοντας, χειρῶν δ ἔκβαλλε κύπελλα. 395 ΟΒ οἱ δ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ ἄρ ἔτι δὴν ἥατ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
9 ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν 400 "Τηλέμαχ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι ἥατ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν ἀλλ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο." ὣς ἄρα φωνήσασ ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως ὁ δ ἔπειτα μετ ἴχνια βαῖνε θεοῖο. 405 ΟΒ αὐτὰρ ἐπεί ῥ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, εὗρον ἔπειτ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους. τοῖσι δὲ καὶ μετέειφ ἱερὴ ἲς Τηλεμάχοιο "δεῦτε, φίλοι, ἤια φερώμεθα πάντα γὰρ ἤδη ἁθρό ἐνὶ μεγάρῳ. μήτηρ δ ἐμὴ οὔ τι πέπυσται, 410 οὐδ ἄλλαι δμωαί, μία δ οἴη μῦθον ἄκουσεν." ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ ἅμ ἕποντο. οἱ δ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. ἂν δ ἄρα Τηλέμαχος νηὸς βαῖν, ἦρχε δ Ἀθήνη, 415 ΟΒ νηὶ δ ἐνὶ πρυμνῇ κατ ἄρ ἕζετο ἄγχι δ ἄρ αὐτῆς ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι ἔλυσαν, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. τοῖσιν δ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, ἀκραῆ Ζέφυρον, κελάδοντ ἐπὶ οἴνοπα πόντον. 420 Τηλέμαχος δ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι τοὶ δ ὀτρύνοντος ἄκουσαν. ἱστὸν δ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. 425 ΟΒ ἔπρησεν δ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ ἴαχε νηὸς ἰούσης ἡ δ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. δησάμενοι δ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, 430 λεῖβον δ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. παννυχίη μέν ῥ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
ΟΔΥΣΣΕΙΑ ΟΔΥΣΣΕΙΑ Ραψωδία Α
ΟΔΥΣΣΕΙΑ ΟΔΥΣΣΕΙΑ Ραψωδία Α ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν πολλῶν δ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, πολλὰ δ ὅ γ ἐν πόντῳ πάθεν ἄλγεα
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ
ΕΝΟΣΗΣΑ 2 1. Να συμπληρώσετε τα κενά με τα παραθετικά των επιθέτων και των επιρρημάτων που βρίσκονται στην παρένθεση. - Τὸ σῴζειν τἀγαθὰ τοῦ κτήσασθαι (χαλεπόν, συγκρ.). - Τῶν ἀνδρῶν ἐπολέμησαν αἱ γυναῖκες
Αρχαία Ελληνικά στη Μέση εκπαίδευση: Γνωστικό αντικείμενο και διδακτικές προσεγγίσεις. Βουλγαράκη Αντωνία Στρίγγας Ιωάννης Χαλκιάς Παντελής
Αρχαία Ελληνικά στη Μέση εκπαίδευση: Γνωστικό αντικείμενο και διδακτικές προσεγγίσεις Θέμα εργασίας Σε ποιες ραψωδίες της Οδύσσειας έρχεται ο Οδυσσέας σε επαφή με τους ήρωες του Τρωικού Πολέμου και ποια
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Ηθικά Νικομάχεια Β 1,5-8
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 28 ΜΑΪΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
εἰς ὑπερῷ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας 50 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
ΟΔΥΣΣΕΙΑ Ραψωδία Ρ ἦμος δ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότ ἔπειθ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, εἵλετο δ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, ἄστυδε ἱέμενος,
Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας
ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 5 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω ουσιαστικά σε μια από τις κατηγορίες που δίνονται στην παρένθεση (παρώνυμα, εθνικά, πατρωνυμικά): σκαπανεύς, Ἀβδηρίτης, Ἀτρείδης, Θηβαῖος, δεσμώτης, Κυψελίδης,
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΕΝΟΤΗΤΑ 4η 15. Bούλομαι δὲ καὶ ἃς βασιλεῖ πρὸς τὴν πόλιν συνθήκας ὁ Λυκοῦργος ἐποίησε διηγήσασθαι: μόνη γὰρ δὴ αὕτη ἀρχὴ διατελεῖ οἵαπερ ἐξ ἀρχῆς κατεστάθη: τὰς δὲ ἄλλας πολιτείας εὕροι
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 12 Τέταρτο επεισόδιο (173d-175a): Έκτος ορισμός της σωφροσύνης (ἐπιστήμη ἀγαθοῦ τε καὶ κακοῦ) και η ανασκευή της Νικόλαος Γ. Χαραλαμπόπουλος
Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΠΑΝΕΛΛΑΔΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΠΛΑΤΩΝΟΣ ΠΟΛΙΤΕΙΑ (519C-D, 520Α) Ἡμέτερον δὴ ἔργον, ἦν δ' ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε
Ἦχος Νη α κα ρι ι ο ος α α νηρ ος ου ουκ ε πο ρε ε ευ θη εν βου λη η η α α σε ε ε βων και εν ο δω ω α α µαρ τω λω ων ουουκ ε ε ε στη η και ε πι κα α θε ε ε ε δρα α λοι οι µων ου ουκ ε ε κα θι ι σε ε ε
ΠΡΟΣΟΜΟΙΩΣΗ ΕΞΕΤΑΣΕΩΝ Β ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Κείµενο ιδαγµένο: ηµοσθένους, Υπέρ τῆς Ῥοδίων ἐλευθερίας, (18-20) 18 Ὥστ ἔγωγ οὐκ ἄν ὀκνήσαιµ
Ενότητα: ΠΡΟΣΕΓΓΙΣΗ ΤΩΝ ΜΥΘΩΝ ΣΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ
Τίτλος Μαθήματος: Μυθολογία Ενότητα: ΠΡΟΣΕΓΓΙΣΗ ΤΩΝ ΜΥΘΩΝ ΣΤΗΝ ΑΡΧΑΙΟΤΗΤΑ Διδάσκουσα: Επίκ. Καθ. Αθανασία Ζωγράφου Τμήμα: Φιλολογίας ΝΙΟΒΗ Όμηρος, Ιλιάδα, Ω, 602-620 καὶ γάρ τ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
ΚΕΙΜΕΝΑ. Α. Το τέχνασμα του Θεμιστοκλή
ΚΕΙΜΕΝΑ Α. Το τέχνασμα του Θεμιστοκλή Ἀλλ' ἐπεὶ τῶν πολεμίων ὁ στόλος τῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφερόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς, πάλιν ἐπάπταινον οἱ Πελοποννήσιοι πρὸς τὸν Ἰσθμόν. Ἔνθα δὴ
δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ ὀμφαλός ἐστι θαλάσσης. 50 νῆσος δενδρήεσσα, θεὰ δ ἐν δώματα ναίει, Ἄτλαντος
ΟΔΥΣΣΕΙΑ Ραψωδία Α ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν πολλῶν δ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, πολλὰ δ ὅ γ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ
Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους:
ΤΡΟΠΟΙ ΣΥΝΔΕΣΗΣ ΠΡΟΤΑΣΕΩΝ Σε μια περίοδο ή ημιπερίοδο σύνθετου λόγου οι προτάσεις συνδέονται μεταξύ τους με τρεις τρόπους: με το ασύνδετο σχήμα παρατακτικά / κατά παράταξη υποτακτικά / καθ' υπόταξη ΑΣΥΝΔΕΤΟ
Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007.
CORRIGENDA created by Thesaurus Linguae Graecae, September 2010 for Kuehn, Clement A., and John D. Baggarly, S.J. Anastasius of Sinai: Hexaemeron. Orientalia Christiana Analecta 278. Rome 2007. 1.58 ὥσπερ
Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.
Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη. Κυ ρι ε ε λε η σον Ἦχος Πα Α µην Π α σα πνο η αι νε σα τω τον Κυ ρι ον Ἕτερον. Π α σα πνο η αι νε σα α τω τον Κυ υ ρι ι ον 1 ΙΩΑΝΝΟΥ Α. ΝΕΓΡΗ
ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ
ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ Α] Να εντοπίσετε το Ρήμα, το Υποκείμενο και το Κατηγορούμενο ή το Αντικείμενο/α: 1. Ὁ σοφὸς ἐστι εὐδαίμων. 2. Βουκεφάλας ὑπὸ καύματος καματηρὸς ἐγένετο. 3. Ὁ ἵππος μέλας
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ Μ.ΤΕΤΑΡΤΗ 11 ΑΠΡΙΛΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Διδαγμένο κείμενο: Αριστοτέλους, Ηθικά Νικομάχεια (Β3 1-2
1. ιδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας (323Α-Ε)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 5 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ
ΟΜΑΔΑ Α : AΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Α ΓΥΜΝΑΣΙΟΥ 3 Η ΕΝΟΤΗΤΑ ΚΕΙΜΕΝΟ Ἀθηναῖοι, ὡς καὶ οἱ ἑτέρας πόλεις κατοικοῦντες, πολλὰ ἐν τῷ βίῳ ἐπιτηδεύουσι, ἵνα τὰ ἀναγκαῖα πορίζωνται: Ναυσικύδης ναύκληρος ὢν περὶ τὴν τοῦ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 3 Θεωρητικά στοιχεία 1. Παρατακτική σύνδεση α. Ασύνδετη παράταξη ή ασύνδετο σχήμα Είναι ο αρχικός και απλοϊκός τρόπος σύνδεσης όμοιων προτάσεων ή όρων. Κατ αυτόν τα συνδεόμενα μέρη διαδέχονται
Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 )
Διαγώνισμα Αρχαία Ελληνικά γ λυκείου Α. Διδαγμένο κείμενο : Πολιτικά Αριστοτέλους ( Α2,15-16) &( Γ1, 1-2/3-4/6/12 ) Είναι φυσική λοιπόν η τάση του ανθρώπου να συνυπάρχει μαζί με άλλους σε μια τέτοια κοινωνία.
τοῖσιν δ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, 50 σῖτον δ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, ἐν δ ἄρα
ΟΔΥΣΣΕΙΑ Ραψωδία Π τὼ δ αὖτ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντο ἄριστον ἅμ ἠοῖ, κηαμένω πῦρ, ἔκπεμψάν τε νομῆας ἅμ ἀγρομένοισι σύεσσι Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, οὐδ ὕλαον προσιόντα.
ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011
ΘΕΜΑΤΑ ΠΑΝΕΛΛΗΝΙΩΝ ΕΞΕΤΑΣΕΩΝ 2011 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ www.scooltime.gr www.schooitime.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΤΕΛΟΣ 1ΗΣ ΑΠΟ 4 ΣΕΛΙ ΕΣ ΠΑΝΕΛΛΗΝΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ
ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)
ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ
ΠΡΟΣΟΜΟΙΩΣΗ ΑΠΟΛΥΤΗΡΙΩΝ ΕΞΕΤΑΣΕΩΝ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΥΡΙΑΚΗ 18 ΑΠΡΙΛΙΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ: Αριστοτέλους «Πολιτικά» Τῷ περί πολιτείας
3. δυνητικό: ἄν, ποὺ σημαίνει κάτι ποὺ μπορεὶ ἤ ποὺ μποροῦσε νὰ γίνει.
1 Άκλιτα μέρη Μόρια Λέγονται οι άκλιτες λέξεις, οι περισσότερες μονοσύλλαβες, που δεν ανήκουν κανονικά σ ένα ορισμένο μέρος του λόγου. Αυτά έχουν κυρίως επιρρηματική σημασία και χρησιμοποιούνται στο λόγο
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7
«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7 J.-S.Berthélemy, Paris, Ecole Nationale Supérieure des Beaux -Arts Εργασία των μαθητών του Α1 Γυμνάσιο Αγίου Πνεύματος Επιμέλεια Λιούσα
ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΕΝΔΕΙΚΤΙΚΕΣ ΑΠΑΝΤΗΣΕΙΣ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ ΜΕΡΟΣ Α ΠΑΡΑΤΗΡΗΣΕΙΣ 1. Να αποδοθεί το κείμενο στη νέα ελληνική. (Μονάδες:
ΘΟΥΚΥΔΙΔΗΣ. καί ὑπερενεγκόντες ναῦς ἀποκομίζονται: κύρια πρόταση ἀποκομίζονται: ρήμα
ΘΟΥΚΥΔΙΔΗΣ Συντακτική ανάλυση Οἱ μέν οὖν παρά τήν γῆν: κύρια πρόταση ἐκομίζοντο: ρήμα οἱ Πελοποννήσιοι: υποκ. τῆς νυκτός: γεν. του χρόνου εὐθύς: επιρ. προσδ. χρόνου κατά τάχος: ΠΣ τρόπου ἐπ οἴκου: ΠΣ κατεύθυνσης
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3)
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ (διαγώνισμα 3) Διδαγμένο κείμενο από το πρωτότυπο Πλάτωνος Πρωταγόρας, 324 Α-C Εἰ γάρ ἐθέλεις ἐννοῆσαι τό κολάζειν, ὦ Σώκρατες, τούς ἀδικοῦντας τί ποτε
ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο
Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ
ΣΥΝΤΑΚΤΙΚΟ Ο. ΠΑΛΑΙΟΧΩΡΙΝΟΥ
Περίοδος ονομάζεται το κομμάτι του λόγου που αρχίζει και τελειώνει σε ισχυρό σημείο στίξης (τελεία, ερωτηματικό, θαυμαστικό). Όταν στην αρχή ή στο τέλος έχουμε άνω τελεία, μιλάμε τώρα πια για ημιπερίοδο.
ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ http://edu.klimaka.gr ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΚΑΙ ΠΑΝΕΛΛΑ ΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΕΣΠΕΡΙΝΟΥ ΕΠΑΛ (ΟΜΑ ΑΣ Β ) ΠΕΜΠΤΗ 27 ΜΑΪΟΥ 2010 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ. Ἀκούω δ αὐτόν, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῦτον τὸν λόγον τρέψεσθαι, ὡς
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Ο.Π. ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ / ΠΡΟΕΤΟΙΜΑΣΙΑ Γ ΛΥΚΕΙΟΥ 04 02 2018 ΓΚΥΡΤΗ ΜΑΡΙΑ ΑΔΙΔΑΚΤΟ ΚΕΙΜΕΝΟ Ο ομιλητής, αφού απέδειξε ότι ο ισχυρισμός του Θεόμνηστου ότι ο ίδιος είχε δολοφονήσει τον πατέρα
King s College London
King s College London This paper is part of an examination of the College counting towards the award of a degree. Examinations are governed by the College Regulations under the authority of the Academic
1 1 παυλος και σιλουανος και τιμοθεος
2 Tesalonika 1 1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω 2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου 3 ευχαριστειν
Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής
Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Ενότητα 11. Ο Αἴας του Σοφοκλή - Στίχοι 756-779 του Γ επεισοδίου Ευφημία Καρακάντζα Τμήμα Φιλολογίας 1. Σκοποί ενότητας... 3 2. Περιεχόμενα ενότητας... 3 3. Στίχοι
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΦΙΛΟΣΟΦΙΑ: ΠΛΑΤΩΝ ΚΑΙ Η ΘΕΩΡΙΑ ΤΩΝ ΙΔΕΩΝ Διάλεξη 08 Δεύτερο επεισόδιο (163e-165a7): Κριτίου ρήσις και τέταρτος ορισμός της σωφροσύνης (τὸ γιγνώσκειν αὐτὸν ἑαυτόν) Νικόλαος Γ. Χαραλαμπόπουλος
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ
2o ΘΕΜΑ ΠΡΟΣΟΜΟΙΩΣΗΣ ΠΡΟΑΓΩΓΙΚΩΝ ΕΞΕΤΑΣΕΩΝ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Β ΛΥΚΕΙΟΥ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΠΟ ΤΟ ΠΡΩΤΟΤΥΠΟ Κείμενο: Λυσίου «Υπέρ Μαντιθέου» ( 18-21) ΕΚΦΩΝΗΣΕΙΣ ΠΑΡΑΤΗΡΗΣΕΙΣ Α. Από το κείμενο που
Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ
Γ ΓΕΛ 29 / 04 / 2018 Αρχαία Ελληνικά ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους Πολιτικά (Α 1, 1 & Γ 1, 1-2) Ἐπειδὴ πᾶσαν πόλιν ὁρῶμεν κοινωνίαν τινὰ οὖσαν καὶ πᾶσαν κοινωνίαν ἀγαθοῦ τινος ἕνεκεν συνεστηκυῖαν (τοῦ
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ. Αριστοτέλους Πολιτικά, Θ 2, 1 4)
53 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ 2013 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά,
ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ Γ ΗΜΕΡΗΣΙΩΝ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (5) ιδαγμένο
ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α
ΤΕΤΡΑΚΤΥΣ ΦΡΟΝΤΙΣΤΗΡΙΟ ΜΕΣΗΣ ΕΚΠΑΙ ΕΥΣΗΣ Αµυραδάκη 20, Νίκαια (210-4903576) ΤΑΞΗ... Γ ΛΥΚΕΙΟΥ... ΜΑΘΗΜΑ...ΑΡΧΑΙΑ ΚΑΤΕΥΘΥΝΣΗΣ... Α] ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΔΙΑΓΩΝΙΣΜΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΠΛΑΤΩΝΟΣ ΠΡΩΤΑΓΟΡΑΣ ΠΡΩΤΑΓΟΡΑ
"Τηλέμαχ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο νύκτα διὰ δνοφερὴν ἐλάαν τάχα δ ἔσσεται ἠώς. 50 ἀλλὰ μέν εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ ἥρως
ΟΔΥΣΣΕΙΑ Ραψωδία Ο ἡ δ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη ᾤχετ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν εὕδοντ ἐν προδόμῳ
ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36
ΘΟΥΚΥ Ι Η ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 36 ΘΕΜΑ: Εγκώμιο των προγόνων, των πατέρων και της σύγχρονης γενιάς. Υποδήλωση του θέματος του Επιταφίου. ΠΡΟΓΟΝΟΙ (Από τη μυθική εποχή ως το τέλος των Περσικών
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 29 ΜΑΪΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους
Σύνδεσε με μια γραμμή καθένα από αυτά με μια από τις σημασίες της δεξιάς στήλης.
Αρχαία Ελληνικά Ενότητα 6. Λύσεις ασκήσεων 1. Συμπλήρωσε τις προτάσεις επιλέγοντας τη σωστή λέξη από το εξωτερικό πλαίσιο. 1) Πρίαμος ἢ Μενέλαος ἄρχει Σπάρτης; 2) Οὐχ ὁρῶ τὸ ἐμὸν ἀργύριον. Κλέπτης εἶ,
ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b)
ΕΚΦΩΝΗΣΕΙΣ ΘΕΜΑΤΩΝ ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλης Ηθικά Νικομάχεια (Β6, 9-13 και 519b) Εἰ δὴ πᾶσα ἐπιστήμη οὕτω τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώθασιν ἐπιλέγειν
Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή
Ενότητα 9 η Οι νόμοι επισκέπτονται το Σωκράτη στη φυλακή Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν, εἴθ ὅπως δεῖ ὀνομάσαι τοῦτο, ἐλθόντες οἱ νόμοι καί τό κοινόν τῆς πόλεως ἐπιστάντες ἔροιντο Εἰπέ μοι,
persoon praesens imperfectum sigmatische aoristus
Werkwoord actief Grammatica invulschema serie 6 persoon praesens imperfectum sigmatische aoristus thematische aoristus 1 ev (ik) κρου-ω ἐ-κρου-ον ἐ-κρου-σα εἰπ-ον 2 ev ( jij) κρου-εις ἐ-κρου-ες ἐ-κρου-σας
Οι τα α α α α α α α Κ. ε ε ε ε ε ε ε ε ε Χε ε ε. ε ε ε ε ε ε ρου ου βι ι ι ι ι ι ι. ιµ µυ στι κω ω ω ω ω ως ει κο ο
ΧΕΡΟΥΒΙΟ ΛΕΙΤΟΥΡΓΙΑ ΟΙΝΩΝΙΟ Λ. Β Χερουβικόν σε ἦχο πλ. β. Ἐπιλογές Ἦχος Μ Α µη η η η ην Οι τ Χε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε ε Χε ε ε ε ε ε ε ε ε ρου ου βι ι ι ι ι ι ι ιµ µυ στι κω ω ω ω ω ως ει κο ο
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτωνος Πρωταγόρας 323C-324Α
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 8 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)
Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές
καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι
Η δεύτερη κλίση περιλαμβάνει ονόματα: αρσενικά και θηλυκά σε: -ος ουδέτερα σε: -ον συνηρημένα σε: -ους, -ουν αττικόκλιτα αρσενικά και θηλυκά σε: -ως, ουδέτερα σε: -ων Τα αρσενικά και τα θηλυκά της β' κλίσης
ΕΠΑΓΓΕΛΜΑΤΑ ΤΩΝ ΑΡΧΑΙΩΝ ΑΘΗΝΑΙΩΝ
4 ο Γυμνάσιο Ηρακλείου Επεξεργασία φυλλαδίου: Άννα Μακράκη ΕΝΟΤΗΤΑ 3 ΕΠΑΓΓΕΛΜΑΤΑ ΤΩΝ ΑΡΧΑΙΩΝ ΑΘΗΝΑΙΩΝ Ἀθηναῖοι, ὡς καὶ οἱ ἑτέρας πόλεις κατοικοῦντες, πολλὰ ἐν τῷ βίῳ ἐπιτηδεύουσι, ἵνα τὰ ἀναγκαῖα πορίζωνται:
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 2 ΙΟΥΛΙΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΙΑΝΟΥΑΡΙΟΥ 2019 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 6 Α Διδαγμένο κείμενο Αριστοτέλης, Πολιτικά, επιλογή από 1274b32
ΣΤΑΔΙΑ ΕΠΕΞΕΡΓΑΣΙΑΣ ΑΓΝΩΣΤΟΥ ΚΕΙΜΕΝΟΥ
1 ο Στάδιο Διαβάζουμε προσεκτικά το κείμενο 2 ο Στάδιο Χωρίζουμε περιόδους/ημιπεριόδους 3 ο Στάδιο Βρίσκουμε ρήματα (μετοχές & απαρέμφατα) σε κάθε περίοδο/ημιπερίοδο. 4 ο Στάδιο Βρίσκουμε συνδέσμους που
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7
ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7 ΚΕΙΜΕΝΟ α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2 Τῷ περὶ πολιτείας ἐπισκοποῦντι,
ΓΡΑΠΤΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΜΑΪΟΥ - ΙΟΥΝΙΟΥ 2017 ΜΑΘΗΜΑ: ΑΡΧΑΙΟΓΝΩΣΙΑ. ΤΑΞΗ: Α Γυμνασίου. ΗΜΕΡΟΜΗΝΙΑ: Τρίτη, 30 Μαΐου 2017
ΓΥΜΝΑΣΙΟ ΑΓΛΑΝΤΖΙΑΣ ΣΧΟΛΙΚΗ ΧΡΟΝΙΑ 2016-2017 ΓΡΑΠΤΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΜΑΪΟΥ - ΙΟΥΝΙΟΥ 2017 ΜΑΘΗΜΑ: ΑΡΧΑΙΟΓΝΩΣΙΑ ΤΑΞΗ: Α Γυμνασίου ΗΜΕΡΟΜΗΝΙΑ: Τρίτη, 30 Μαΐου 2017 ΧΡΟΝΟΣ: 2 ώρες ΓΕΝΙΚΕΣ ΟΔΗΓΙΕΣ: α)
Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 )
Διαγώνισμα Αρχαία Ελληνικά Γ Λυκείου Ηθικά Νικομάχεια Αριστοτέλους Α. Διδαγμένο κείμενο : Ηθικά Νικομάχεια Αριστοτέλους ( Β1, 5-7 & 7-8 ) Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν οἱ γὰρ νομοθέται τοὺς
ιδαγμένο κείμενο Πλάτωνος Πρωταγόρας 322b6-323a3
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΣΑΒΒΑΤΟ 11 ΙΟΥΛΙΟΥ 2009 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο
ƆƧʽƧƤƭƵƱ ƭƨʽ ƨưʊ ƌʊƶƭƶƨƣƨʊƶ ƍƴƵƱƲƬƿƯ Ɖ 115 ƐƱƯʷƧƨƳ 20 ƈ1.ƥ. ɦƮƤƥƱƯ ɢ ƱƮƠ ƱƶƯ ɢƭơƲƶưƤƯ ƨʅʈʊư
1 25 Ï 2009 : : (5) 1, 1-4,,,,,.,,,,.,,.,, (,, ),,,,,. 1 5 2. : «.» 10. : 1. «....»,,, 37-38 ( ): «,,.» 15 2., ; 15 3. ; 10 4.,, :,,,,. 10 2 5 3 115 1. 2, 3..,. ----------- 1. = 2. = 3. =,.. 20 1.. : :.
1. Να τονίσετε τις λέξεις και να δικαιολογήσετε την επιλογή σας, αναφέροντας τον αντίστοιχο κανόνα τονισμού
ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΣΚΗΣΕΙΣ Β ΛΥΚΕΙΟΥ (Κατεύθυνση) Λύνοντας τις παρακάτω ασκήσεις, θα μπορέσετε να ξαναθυμηθείτε τη γραμματική που μάθατε τα προηγούμενα χρόνια. Μπορείτε να ανατρέχετε στο βιβλίο της γραμματικής
ἐκτὸς ἐπ ἀσπαλάθων κνάµπτοντες, καὶ τοῖς ἀεὶ παριοῦσι σηµαίνοντες ὧν ἕνεκά τε καὶ ὅτι εἰς τὸν Τάρταρον ἐµπεσούµενοι ἄγοιντο.» Α. Από το κείµενο που
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 29 ΜΑÏΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΤΕΣΣΕΡΙΣ (4) ιδαγµένο κείµενο Πλάτωνος
Υπουργείο Παιδείας και Πολιτισμού. Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου. Δειγματικό Εξεταστικό Δοκίμιο. Α Τετράμηνο
Υπουργείο Παιδείας και Πολιτισμού Αρχαία Ελληνική Γλώσσα Α Γυμνασίου Δειγματικό Εξεταστικό Δοκίμιο Α Τετράμηνο Το δειγματικό δοκίμιο αξιολόγησης που ακολουθεί βασίζεται στον γενικό τύπο διαγωνίσματος που
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Πλάτων, Πολιτεία 615C-616Α Αρδιαίος ο τύραννος
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 2 ΙΟΥΛΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
τοὺς δ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, ἀμφὶ δ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, 50 ἔς ῥα θρόνους ἕζοντο παρ Ἀτρεΐδην Μενέλαον.
ΟΔΥΣΣΕΙΑ Ραψωδία Δ οἱ δ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν, πρὸς δ ἄρα δώματ ἔλων Μενελάου κυδαλίμοιο. τὸν δ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ. τὴν μὲν Ἀχιλλῆος
1. ιδαγμένο κείμενο από το πρωτότυπο. Πλάτωνος Πρωταγόρας, (324 Α-C).
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ ΤΕΤΑΡΤΗ 10 ΣΕΠΤΕΜΒΡΙΟΥ 2008 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ. Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου Περικλέους Ἐπιτάφιος (ΙΙ, 41)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΕΥΤΕΡΑ 6 IOYΝIOY 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ : ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Θουκυδίδου
Εισαγωγή στη Φιλοσοφία
Εισαγωγή στη Φιλοσοφία Ενότητα 3: Είναι - Συνειδέναι Κωνσταντίνος Μαντζανάρης Πρόγραμμα Ιερατικών Σπουδών Άδειες Χρήσης Το παρόν εκπαιδευτικό υλικό υπόκειται σε άδειες χρήσης Creative Commons. Για εκπαιδευτικό
ΜΕΤΟΧΗ Η ΜΕΤΟΧΗ. Ας θυμηθούμε το σχηματισμό και την κλίση της ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ Β ΓΥΜΝΑΣΙΟΥ
έχει τις ιδιότητες του επιθέτου (γένος, αριθμός, πτώση) ΜΕΤΟΧΗ έχει τις ιδιότητες του ρήματος (χρόνοι, φωνή, διάθεση, υποκείμενο, αντικείμενο, προσδιορισμοί) «Μετέχοντας» στην πρόταση με τις ιδιότητες
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ Γ ΛΥΚΕΙΟΥ
ΠΡΟΤΕΙΝΟΜΕΝΑ ΘΕΜΑΤΑ ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ Γ ΛΥΚΕΙΟΥ ΚΕΙΜΕΝΟ ΑΠΟ ΠΡΩΤΟΤΥΠΟ: Οἷον καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι ἔστι καὶ
ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 8 1. Στις παρακάτω προτάσεις να βρείτε το αντικείμενο. α. Ἡ τοῦ Θεοῦ φρόνησις πάντων ἐπιμελεῖται. β. Ἀνθρώπου ψυχὴ τοῦ θείου μετέχει. γ. Τὸ τῆς πόλεως ἦθος ὁμοιοῦται τοῖς ἄρχουσι. δ. Στέργε μὲν
ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ (Β1, 1-4) Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς,
54 Χρόνια ΦΡΟΝΤΙΣΤΗΡΙΑ ΜΕΣΗΣ ΕΚΠΑΙΔΕΥΣΗΣ ΣΑΒΒΑΪΔΗ-ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Φιλολάου & Εκφαντίδου 26 : Τηλ.: 2107601470 ΔΙΑΓΩΝΙΣΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΚΑΤΕΥΘΥΝΣΗΣ Γ ΛΥΚΕΙΟΥ 2014 ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ ΑΡΙΣΤΟΤΕΛΗ
ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ (ΟΛΟ ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ Η ΝΕΟ-ΕΛΛΗΝΙΚΗ ΜΕΤΑΦΡΑΣΗ)
ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑ (ΟΛΟ ΤΟ ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ Η ΝΕΟ-ΕΛΛΗΝΙΚΗ ΜΕΤΑΦΡΑΣΗ) 2 Ομήρου Οδυσσειάς Μετάφραση Ν. Καζαντζάκη - Ι. Κακριδή 1938 ( Όγδοη και τελική μορφή) 3 Περιεχόμενα 1. - α - 2. - β - 3. - γ - 4. -
ΘΟΥΚΥΔΙΔΗ ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 35
ΘΟΥΚΥΔΙΔΗ ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ ΚΕΦΑΛΑΙΟ 35 «Οἱ μὲν πολλοὶ ἐπαινοῦσι τὸν προσθέντα Ο Περικλής, όμως, διαφωνεί. τῷ νόμῳ τὸν λόγον τόνδε» Γιατί; 1. «ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων
Αλήθεια, ακόμη και τώρα, έχετε αναρωτηθεί ποια ήταν αυτά τα κείμενα και τι περιεχόμενο είχαν;
Όποιον κι αν ρωτήσετε σήμερα σχετικά με την ανακάλυψη της Αμερικής, είναι σίγουρο ότι θα σας αναφέρει την γνωστή ιστορία με τον Χριστόφορο Κολόμβο, ο οποίος τον 15ο αιώνα έχοντας μελετήσει κάποια αρχαία
Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_
ΜΝΗΜΟΣΥΝΟΝ. πρωτ. Κων. Παπαγιάννη Μουσικόν Τριώδιον τόμος Β' Ωρολόγιον 2003 σ.15* Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _ και _ ω _ μα _ τ α _ α _ σου _ Τ ων _ α _ γι _.
Η ΠΟΡΕΙΑ ΣΥΝΤΑΞΗΣ ΚΑΙ ΜΕΤΑΦΡΑΣΗΣ ΕΝΟΣ ΑΡΧΑΙΟΥ ΚΕΙΜΕΝΟΥ
Η ΠΟΡΕΙΑ ΣΥΝΤΑΞΗΣ ΚΑΙ ΜΕΤΑΦΡΑΣΗΣ ΕΝΟΣ ΑΡΧΑΙΟΥ ΚΕΙΜΕΝΟΥ Βήματα που ακολουθούμε όταν προσπαθούμε να συντάξουμε και να μεταφράσουμε ένα αρχαίο ελληνικό κείμενο. Ποια διαδικασία προηγείται; Της μετάφρασης
Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
ιδαγμένο κείμενο Αριστοτέλους Πολιτικά Θ 2.1-4
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 1 ΙΟΥΝΙΟΥ 2006 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Αριστοτέλους
Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους, Ἠθικὰ Νικομάχεια Β 6, 9-13
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΑΡΑΣΚΕΥΗ 25 ΜΑΪΟΥ 2007 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Ἀριστοτέλους,
44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης
44 Χρόνια Φροντιστήρια Μέσης Εκπαίδευσης ΣΑΒΒΑΪ Η ΜΑΝΩΛΑΡΑΚΗ ΠΑΓΚΡΑΤΙ : Χρυσοστόµου Σµύρνης 3 : 210/76.01.470 210/76.00.179 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ Γ ΛΥΚΕΙΟΥ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους,
Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές
Η Επιρρηματική Μετοχή Ποια μετοχή λέγεται επιρρηματική; Επιρρηματική λέγεται η μετοχή που χρησιμοποιείται για να εκφράσει επιρρηματικές σχέσεις, δηλ. το χρόνο, την αιτία, το σκοπό, την υπόθεση, την εναντίωση
ΓΡΑΠΣΗ ΕΞΕΣΑΗ ΣΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ B ΛΤΚΕΙΟΤ ΟΜΑΔΑ ΠΡΟΑΝΑΣΟΛΙΜΟΤ ΑΝΘΡΩΠΙΣΙΚΩΝ ΠΟΤΔΩΝ AΔΙΔΑΚΣΟ ΚΕΙΜΕΝΟ
ΓΡΑΠΣΗ ΕΞΕΣΑΗ ΣΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ B ΛΤΚΕΙΟΤ ΟΜΑΔΑ ΠΡΟΑΝΑΣΟΛΙΜΟΤ ΑΝΘΡΩΠΙΣΙΚΩΝ ΠΟΤΔΩΝ AΔΙΔΑΚΣΟ ΚΕΙΜΕΝΟ Ονοματεπώνυμο: Σμήμα: Ημερ/νία: 15/1/2017 ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ, Το απόζπαζμα ζτεηίζεηαι με ηην εκζηραηεία
καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο "Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον 50 πᾶσιν ἀνὰ μέγαρον, ὄφρ εὐξάμενοι Διὶ πατρὶ τὸν ξεῖνον πέμπωμεν
ΟΔΥΣΣΕΙΑ Ραψωδία Ν ὣς ἔφαθ, οἱ δ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. τὸν δ αὖτ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε "ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ, ὑψερεφές,
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΤΑΞΗ
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΕΠΑΝΑΛΗΠΤΙΚΕΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ ʹ ΤΑΞΗΣ ΕΣΠΕΡΙΝΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΕΤΑΡΤΗ 6 ΙΟΥΛΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) Ι ΑΓΜΕΝΟ
Gregorius Nyssenus - De deitate filii et spiritus sancti
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής
Αρχαίο Ελληνικό Δράμα: Αισχύλος - Σοφοκλής Ενότητα 5: Ο Αἴας του Σοφοκλή Πάροδος (στ. 134-200) Ευφημία Καρακάντζα Τμήμα Φιλολογίας 1. Σκοποί ενότητας... 3 2. Περιεχόμενα ενότητας... 3 3. Η πάροδος του
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3
ΘΕΜΑ 1o Λυσία, Ἐν βουλῇ Μαντιθέῳ δοκιμαζομένῳ ἀπολογία, 1-3 Α. ΚΕΙΜΕΝΟ Εἰ μὴ συνῄδη ὦ βουλή τοῖς κατηγόροις βουλομένοις ἐκ παντὸς τρόπου κακῶς ἐμὲ ποιεῖν πολλὴν ἂν αὐτοῖς χάριν εἶχον ταύτης τς κατηγορίας
Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας
Η αόρατος χειρ και η σιδηρά πυγμή: βίοι παράλληλοι(;) Χρήστος Κόλλιας Καθηγητής Τμήμα Οικονομικών Επιστημών Πανεπιστήμιο Θεσσαλίας Καρίων προς Πλούτο: «κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ οἷς
ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους Ἐπιτάφιος (40)
ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Σ ΗΜΕΡΗΣΙΟΥ ΕΝΙΑΙΟΥ ΛΥΚΕΙΟΥ ΤΡΙΤΗ 7 ΙΟΥΝΙΟΥ 2005 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ ΣΥΝΟΛΟ ΣΕΛΙ ΩΝ: ΠΕΝΤΕ (5) ιδαγμένο κείμενο Θουκυδίδη Περικλέους
1 Definite Article. 2 Nouns. 2.1 st Declension
1 Definite Article m. f. n. s. n. ὁ ἡ το a. τον την το g. του της του d. τῳ τῃ τῳ pl. n. οἱ αἱ τα a. τους τας τα g. των των των d. τοις ταις τοις 2 Nouns 2.1 st Declension f. s. n. τιμ η χωρ α θαλασσ α
1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. 3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν 4 ἐν αὐτῷ ζωὴ