Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ

Μέγεθος: px
Εμφάνιση ξεκινά από τη σελίδα:

Download "Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ"

Transcript

1 Παράκλησις Παναγίας ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ (102) Ψαλμός, «Κύριε εἰσάκουσον τῆς προσευχῆς μου» καί τό «Θεός Κύριος» μετά τῶν στίχων αὐτοῦ. Καὶ τὸ ἑξῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῇ θαυμαστῇ Σου καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς προστρέχοντες ἑκάστοτε, ἐξ Αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σῦ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαρίτωτε Κόρη τὴν χάριν Σου. Δόξα. Καὶ νῦν. Διὰ φωτὸς ἐπουρανίου Παρθένε, τῷ μοναστῇ τὴν Σὴν Ἁγίαν Εἰκόνα, ὡς ἠβουλήθης Κόρη ἐφανέρωσας, νῦν ἐξ Ἄθω δέδωκας, ἀντὶ ταύτης σοῖς δούλοις, θεῖον ἀφομείωμα, χαριτόβρυτον ὄντως ὦ προσιόντες πίστει ἀκλινεῖ, τῶν αἰτημάτων, τὸ πέρας λαμβάνομεν. Ὁ Ν (50) Ψαλμός. Και ὁ Κανών. Ὠδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας Κυκλοῦντες Παρθένε πανευλαβῶς, πιστῶν αἱ χορεῖαι τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἧνπερ Κουτσουριώτισσαν καλοῦμεν, τὴν πρὸς ἡμᾶς Σου ὑμνοῦμεν ἀντίληψιν. Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ὡς λύχνον λαμπρὸν τῆς Σῆς προνοίας, δέδωκας πᾶσιν ἡμῖν, Κουτσουριώτισσα. Ὑμνοῦντες ἐν πίστει τῆς πρὸς ἡμᾶς πολλῆς Σου εὐνοίας, Θεοτόκε, τὰς δωρεάς, τῇ Σῇ καταφεύγομεν Εἰκόνι καὶ ἐξ Αὐτῆς θείαν χάριν καρπούμεθα. Τὸν πάντων κυήσασα Ποιητήν, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ Αὐτοῦ, Ἁγνή, διδόναι ἡμῖν πταισμάτων λύσιν καὶ πειρασμῶν, Θεοτόκε, ἐκλύτρωσιν. Ὠδὴ γ. Οὐρανίας ἁψῖδος. Σωτηρίας ἐλπίδα καὶ ἀσφαλῆ ἄγκυραν, τὴν Σὴν παναγίαν Εἰκόνα ἡμῖν δεδώρησαι, Παρθένε Ἄχραντε, ἧ Φωκὶς πᾶσα σπεύδει καὶ πληροῦται, Δέσποινα, τῆς Σῆς χρηστότητος. [1]

2 Ὀμβροφόρος νεφέλη ὡς ἀληθῶς δέδεκται, δρόσον εὐφροσύνης ἁγίας ἡμῖν ὀμβρίζουσα, Κουτσουριώτισσα, ἡ παναγία Εἰκών Σου, ἧ πιστῶς προσπίπτοντες ἁγιαζόμεθα. Ὑπὸ πλήθους πταισμάτων περισχεθεὶς, Ἄχραντε, τῇ Σῇ καταφεύγω Εἰκόνι καὶ ἀνακράζω Σοι θᾶττόν με λύτρωσαι, τῆς συνεχούσης ἀνάγκης καὶ παθῶν μου κόπασον, Κόρη, τὸν τάραχον. Σωστικὴν νέμει χάριν ἡ Σὴ Εἰκὼν, Ἄχραντε, ὅθεν τῆς Δωρίδος ὁ δῆμος ταύτῃ προστρέχοντες, ἀναβοῶμέν Σοι ῥύου ἡμᾶς πάσης βλάβης, ὡς ἡμῶν βοήθεια, Κουτσουριώτισσα. Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι. Ἐπίβλεψον, ἐν εὐμενείᾳ... Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Πρεσβεία τῇ Σῇ προσπίπτοντες, Πανύμνητε, καὶ πίστει θερμῇ τῇ Σῇ Εἰκόνι σπεύδοντες, ἐπιφορῶν καὶ θλίψεων καὶ κινδύνων πολλῶν λυτρωθείημεν. Σὺ γὰρ παρέχεις ἀπαύστως ἡμῖν, βοήθειαν Ἄχραντε καὶ δύναμιν. Ὠδὴ δ. Εἰσακήκοα Κύριε. Ἰσχὺν δίδου δεόμεθα, ἐν παντὶ τῷ βίῳ ἡμῖν, Πανύμνητε, κατισχύειν ἐν ταῖς θλίψεσι καὶ πληροῦν Κυρίου τὰ προστάγματα. Ὣσπερ θεῖον ἁγίασμα, ἡ Φωκὶς κατέχουσα τὴν Εἰκόνα Σου, Κουτσουριώτισσα Πανύμνητε, προσφωνεῖ Σοι αἶνον χαριστήριον. Τοὺς πιστῶς καταφεύγοντας, τῇ σεπτῇ Μονῇ Σου Κουτσουριώτισσα, ῥύου πάσης περιστάσεως, τούτων ἐκπληροῦσα τὰ αἰτήματα. Ἴασαί μου τὸν καύσωνα τῆς ψυχῆς, Παρθένε, δρόσῳ τῆς χάριτος καὶ κακίστης συνηθείας με λύτρωσαι, ἀφάτῳ συμπαθείᾳ Σου. Ὠδή ε. Φώτισον ἡμᾶς. Σκέπη ἀῤῥαγής Δωριεῦσι πέλεις, Ἄχραντε, τοῖς προστρέχουσι τῇ θείᾳ Σου Μονῇ καὶ δοξάζουσι τὰ θεῖα μεγαλεῖά Σου. [2]

3 Σύντριψον, Ἁγνή Κουτσουριώτισσα, δεόμεθα, τοῦ Βελίαρ καθ ἡμῶν τὰς μηχανάς καὶ εἰρήνην ἡμῖν δίδου ἀστασίαστον. Ἅπας εὐλαβῶς, προσκυνῶν Σου τὸ ἐκτύπωμα, ἀθυμίας ἀπαλλάττεται πικρῶς καὶ κηρύττει Θεοτόκε τὰ Σὰ θαύματα. Χαίρει ἀληθῶς, ἡ Δωρὶς τῇ προστασίᾳ Σου καὶ προσπίπτει, Θεοτόκε, εὐλαβῶς, τῷ ἐξ Ἄθωνος σεπτῷ Σου ἐκτυπώματι. Ὠδὴ στ. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον. Ἀγγέλων, ἡ Βασιλὶς καὶ Κυρία καὶ ἀνθρώπων ἀληθὴς σωτηρία, σῶζε ἡμᾶς Παναγία Παρθένε, ἐπιφορῶν καὶ δεινῶν περιστάσεων, τοὺς προσιόντας εὐλαβῶς, τῇ σεπτῇ καὶ ἁγίᾳ Εἰκόνι Σου. Ἰάσεις, ἐπισκιάσει Σου θείᾳ, Κουτσουριώτισσα, ἡ θεία Εἰκών Σου, ἀναπηγάζει ἀεὶ καὶ ἰᾶται, ψυχῶν ὁμοῦ καὶ σωμάτων νοσήματα, τῶν προσιόντων εὐλαβῶς καὶ τὴν Σὴν ἐξαιτούντων βοήθειαν. Ῥημάτων ἱκετηρίων, Παρθένε, ἡμῶν δέχου συμπαθῶς τὰς δεήσεις, Κουτσουριώτισσα Κόρη καὶ πλήρου, ὡς συμπαθείας πηγὴ ἀνεξάντλητος, τὰς ἱκεσίας τῶν πιστῶς, προσπιπτόντων τῇ θείᾳ Εἰκόνι Σου. Ἐξ Ἄθῳ, ὡς θεοδώρητον δῶρον, τῆς πολλῆς Σου πρὸς ἡμᾶς συμπαθείας, ἡ Σὴ Ἁγία Εἰκὼν Θεοτόκε, ἐν εὐλαβείᾳ θερμῇ μετενήνεκται, Κουτσουριώτισσα Ἁγνή, καὶ χαρᾶς τὴν Φωκίδα πεπλήρωκε. Διάσωσον, Κουτσουριώτισσα Κόρη, τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι. Ἄχραντε... Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων Σου. Ὣσπερ κειμήλιον θεῖον κτησάμενοι, τὴν Σὴν Εἰκόνα Ἁγνὴ Κουτσουριώτισσα, ἁγιασμὸν ἐξ Αὐτῆς κομιζόμεθα καὶ φωτισμὸν καὶ ὑγείαν καὶ λύτρωσιν, ὑμνοῦντες τὴν ἄφθονον χάριν Σου. Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Στίχος: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. [3]

4 Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. Δόξα. Ἦχος β. Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Ὄλβον τῆς Σῆς χάριτος, τὴν Σὴν ἁγίαν Εἰκόνα, Κόρη, ἐδεξάμεθα καὶ τῆς Σῆς χρηστότητος στήλην ἔνθεον χορηγεῖ πᾶσι γάρ, πᾶσαν θείαν δόσιν, τῇ σεπτῇ ἐπισκιάσει Σου, ἧ καταφεύγοντες πάντες Δωριεῖς μετὰ πίστεως, λαμβάνουσιν ἰάματα καὶ τῶν αἰτημάτωντὴν πλήρωσιν, Κόρη Παναγία, κηρύττοντες τὴν Σὴν ἐπισκοπήν καὶ τῆς πολλῆς εὐσπλαγχνίας Σου, τὰς ἐκφάνσεις πάντοτε Ὠδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Καταφύγιον Κόρη καὶ λιμὴν σωτηρίας πρόκειται ἅπασι, Μονή Σου ἡ ἁγία, Παρθένε Παναγία, ἧ προστρέχοντες ψάλλομεν χαῖρε ἡμῶν προσφυγή καὶ κόσμου σωτηρία. [4]

5 Ὁ τὸ φῶς ἐπαλλήλως μοναστὴς ὁ θεόφρων ἰδὼν ἀνεύρατο, τὴν θείαν Σου Εἰκόνα, ἐν τῷ κορμῷ τοῦ δένδρου καὶ αὐτὴν Κουτσουριώτισσαν, ὠνόμασε προσφυῶς, Παρθένε Θεοτόκε. Ῥῦσαι πάσης ἀνάγκης καὶ πικρῶν νοσημάτων καὶ πάσης θλίψεως, τοὺς πίστει προσιόντας, τῇ σκέπῃ Σου τῇ θείᾳ, Θεομῆτορ, καὶ ψάλλοντας χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία. Ἡ ἁγία Εἰκών Σου παραμύθιον δέδοται καὶ προσφύγιον, πάσῃ τῇ ἐπαρχίᾳ, Παρθένε, τῆς Δωρίδος, πρὸς αὐτὴν γὰρ προστρέχοντες, πληροῦται πάσης χαρᾶς, τῇ Σῇ ἐπιστασίᾳ. Ὠδὴ η. Τὸν Βασιλέα τῶν Οὐρανῶν. Γενοῦ Παρθένε, Κουτσουριώτισσα πᾶσι, ὅρμος ἄκλυστος καὶ τεῖχος ἀσφαλείας, τοῖς ἐν εὐλαβείᾳ, σπεύδουσι τῇ Μονῇ Σου. Ἔχει Φωκίς Σε, Κουτσουριώτισσα Κόρη, θεῖον στήριγμα καὶ ἔφορον καὶ σκέπην, ὅθεν καὶ προστρέχει, τῇ θείᾳ Σου Εἰκόνι. Ῥῶσιν παράσχου κατὰ ψυχήν τε καὶ σῶμα, Κόρη Πάναγνε, καὶ ἄλυπον ὑγείαν, τοῖς ὑπερυψοῦσι, τὸν ἄφραστόν Σου Τόκον. Ἀφ ὗψους δίδου, Κουτσουριώτισσα Κόρη, τῆς προνοίας Σου τὰς θείας διαδόσεις, τοῖς δοξολογοῦσι, τὴν ἄῤῥητόν Σου δόξαν. Ὠδὴ θ. Κυρίως Θεοτόκον. Σκηνὴ τοῦ θείου Λόγου, Κεχαριτωμένη, Ὑπεραγία Παρθένε Πανύμνητε, σκέπε καὶ φρούρει ἀπαύστως ἡμᾶς καὶ φύλαττε. Ἰάτρευσον τὴν νόσον, Πάναγνε Παρθένε, τῆς ἀσθενούσης ψυχῆς μου καὶ ῥῦσαί με, τῆς πονηρᾶς δυναστείας τοῦ κοσμοκράτορος. Μονῇ Σου τῇ ἁγίᾳ, σπεύδοντες Παρθένε, τῇ Σῇ παντίμῳ Εἰκόνι προσπίπτομεν, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ γεραίρομεν. Οἱ πίστει προσιόντες, τῇ σεπτῇ Μονῇ Σου, τὸν γλυκασμὸν τῆς Σῆς χάριτος δέχονται, Κουτσουριώτισσα Κόρη, καὶ Σὲ δοξάζουσιν. Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τῇ Σῇ χάριτι, καὶ πρὸς οὐράνιον πόθον αὐτὸν ἀνύψωσον. Ἄξιόν ἐστὶν ὡς ἀληθῶς... Εἶτα τὰ ἑπόμενα Μεγαλυνάρια. [5]

6 Φῶς τὴν Σὴν Εἰκόνα τὴν θαυμαστήν, μοναστῇ τῷ θείῳ, καθυπέδειξε Μαριάμ, ἧν εὑρὼν ἐν πίστει, ἐν τῷ κορμῷ τοῦ δένδρου, προσφόρως Κουτσουριώτισσα ἐπωνόμασε. Ὥσπερ θεῖον δῶρον καὶ ἱερόν, ἐξ Ἄθω Παρθένε ἐδεξάμεθα εὐλαβῶς, τὴν Σὴν παναγίαν Εἰκόνα ἀνυμνοῦντες, τὴν δόξαν Σου τὴν θείαν Κουτσουριώτισσα. Χαίρει ἡ Μονή Σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις τὴ Εἰκόνα Σου τὴν σεπτήν, βρύουσαν τοῖς πᾶσι χάριτος θεῖα ῥεῖθρα, Παρθένε Θεοτόκε Κουτσουριώτισσα. Πλήρου τὰς αἰτήσεις τῶν εὐλαβῶν, Κόρη, προσκυνούντων Σου, τὴν Εἰκόνα Σου τὴν σεπτήν καὶ τῇ μητρικῇ Σου πρεσβείᾳ πρὸς τὸν Κτίστην, πταισμάτων δίδου λύσιν ἡμῖν Πανύμνητε. Χαίρει Θεοτόκε ὡς ἀληθῶς, πᾶσα τῆς Δωρίδος ἐπαρχία ἡ εὐσεβής, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου Εἰκόνα καὶ χαῖρέ Σοι κραυγάζει Κουτσουριώτισσα. Δίδου κἀμοὶ Κόρη τῷ ταπεινῷ, χάριν οὐρανόθεν καὶ πταισμάτων ἀπαλλαγήν, ἐν ὥρᾳ δίκης παράστηθί μοι, Κόρη, καὶ ῥῦσαι αἰωνίου με κατακρίσεως. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί... Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τὴν σεπτήν Σου Εἰκόνα Κουτσουριώτισσα Δέσποινα, ὡς ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα καὶ πᾶσα ἡ Φωκὶς τῇ Σῇ Μονῇ, προστρέχει καὶ λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου ἐπισκοπῇ, Παρθένε ἀνακράζοντες δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ Πανύμνητε. Ὲκτενὴς, Ἀπόλυσις, μεθ ἥν τὸ ἑξῆς: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ ὑπερτίμῳ Εἰκόνι, Κουτσουριώτισσα, πλήρου τῆς Σῆς χάριτος, ὡς προστασία ἡμῶν καὶ παθῶν ἀπολύτρωσιν καὶ πάσης ἀνάγκης καὶ ποικίλων θλίψεων, δίδου ἑκάστοτε. Σὺ γὰρ προστασία τοῦ κόσμου καὶ πρὸς τὸν Υἱὸν καὶ Θεόν Σου, πρέσβυς καὶ μεσῖτις ἡμῶν, Ἄχραντε. Δέσποινα πρόσδεξαι Τήν πᾶσαν ἐλπίδαν μου [6]

7 [7]

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.

Κινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα. Παρακλητικός Κανόνας στην Παναγία Υανερωμένη (Ροδόπης) Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω ταυρώ. Ως θησαυρόν της προς ημάς ευνοίας,

Διαβάστε περισσότερα

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε

Διαβάστε περισσότερα

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ

Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε Εἰσάκουσον, μεθ ὅ τό Θεὸς Κύριος, ὡς συνήθως. Εἶτα τά παρόντα Τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Διαβάστε περισσότερα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ «ΑΞΙΟΝ ΕΣΤΙΝ» (Ποιηθεὶς ἐν Ἁγίῳ Ὄρει ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν

Διαβάστε περισσότερα

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.

Καὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα. ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ Ἦχος πλ. δ. Ταπεινή δέησις για την Ενορία-Εκκλησία Ωδή α. Υγράν διοδεύσας. Σα πάθη που φώλιασαν στην ψυχή, φλόγες της καμίνου, μέρα νύχτα με τυραννούν, Παρθένε μητέρα του Θεού μας, απαλλαγή

Διαβάστε περισσότερα

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία

Διαβάστε περισσότερα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ «ΜΥΡΤΙΔΙΩΤΙΣΣΑΝ». Ψαλλόμενος τὴν 24η Σεπτεμβρίου. (Ποιηθεὶς ὑπὸ μοναχοῦ Γερασίμου Μικραγιαννανίτου). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ»

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ» [1] ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ «ΤΣΑΜΠΙΚΑ» Ποίημα τοῦ Μητροπολίτου Ῥόδου Κυρίλλου. Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος δ.

Διαβάστε περισσότερα

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα

Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα Παρακλητικός Κανών εις τη Παναγία Γλυκοφιλούσα Ποιηθεῖς ὑπό Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εύλογήσαντος του 'Ιερέως, το Κύριε είσάκουσον, μεθ ο θεός Κύριος ως συνήθως και τα εξής: Ηχος δ'. Ό υψωθείς

Διαβάστε περισσότερα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ «ΠΑΡΑΜΥΘΙΑΝ» Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Διαβάστε περισσότερα

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. [1] ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας,

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ 2 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

Διαβάστε περισσότερα

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν ΠΟΙΗΜΑ: ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ Ψαλμός ρμβ Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Διαβάστε περισσότερα

Παράκλησις Παναγίας ΣΟΥΜΕΛΑ

Παράκλησις Παναγίας ΣΟΥΜΕΛΑ Παράκλησις Παναγίας ΣΟΥΜΕΛΑ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ (102) Ψαλμός, «Κύριε εἰσάκουσον τῆς προσευχῆς μου» καί τό «Θεός Κύριος» μετά τῶν στίχων αὐτοῦ. Εἴτα τά

Διαβάστε περισσότερα

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο. «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε

Διαβάστε περισσότερα

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Αι ιστορικαί χειροτονίαι  των Γ.ΟΧ. υπό  του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948 188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι

Διαβάστε περισσότερα

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.

ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ. ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. την Θεοτόκο οι πιστοί, ας προστρέξουμε, αμαρτωλοί και ταπεινοί, ας προσπέσουμε, μετανιωμένοι κράζοντας βαθιά απ την ψυχή. Βοήθησέ μας Δέσποινα,

Διαβάστε περισσότερα

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.

-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985. -134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Διαβάστε περισσότερα

Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω.

Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω. ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΥΠΕΡΤΙΜΟΝ ΖΩΝΗΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ Κοντάκιον Ήχος πλ.δ. Τη υπερμάχω. Τη υπερτίμω Θεοτόκε θεία Ζώνη σου, μετ ευλαβείας προσερχόμενοι πληρούμεθα, φωτισμού και ευωδίας υπερκοσμίου.

Διαβάστε περισσότερα

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Παναγία Παραμυθία Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν αμαρτωλοί και ταπεινοί και προσπέσωμεν,

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίημα Θεοστηρίκτου μοναχοῦ οἱ δὲ Θεοφάνους) Ὁ Μικρὸς Παρακλητικὸς

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ. Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ Εἰς τὸν Ὅσιον καὶ Θεοφόρον Πατέρα Ἡμῶν Νεῖλον τὸν Μυροβλύτην Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου. Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως

Διαβάστε περισσότερα

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ

Διαβάστε περισσότερα

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν. Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Παράκλησις ἁγ. ΙΕΡΟΘΕΟΥ ἐπ. Ἀθηνῶν Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε Εἰσάκουσον, μεθ ὅ τό Θεὸς Κύριος, ὡς συνήθως. Εἶτα τά παρόντα Τροπάρια. Ἦχος δ'. Ὁ ὑψωθεὶς

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ Ὁ ἱερεύς. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Προεστώς. Ἀμήν. Ψαλμὸς ρμβ (142). Κύριε, εἰσάκουσον τῆς

Διαβάστε περισσότερα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ «ΠΟΡΤΑΪΤΙΣΣΑΝ» ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ (Ποιηθεὶς ὑπὸ Γερασίμου μοναχοῦ Ἁγιαννανίτου). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς

Διαβάστε περισσότερα

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007 ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ Εὐλογήσαντος του ιερέως, το Κύριε εισάκουσον, μεθ ο το Θεός Κύριος ως συνήθως και τα εξής: ηχος δ. Ο υψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων

Διαβάστε περισσότερα

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Ἀκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Υμηττού Καθεδρικός Ιερός Ναός Αγίας Τριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, 161 31 Βύρωνας, Τηλ. 210 7660 859 - fax: 213 0291680 www.agiatriadavyrona.gr Email:

Διαβάστε περισσότερα

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.

Παναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Παναγία Παντάνασσα Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν αμαρτωλοί και ταπεινοί και προσπέσωμεν,

Διαβάστε περισσότερα

Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς

Διαβάστε περισσότερα

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ ΓΕΓΟΝΌΤΑ ΤΗς ΖΩΉς ΤΟΥ ΧΡΙΣΤΟΎ Ακίνητες γιορτές Κινητές γιορτές Χριστούγεννα Περιτομή Υπαπαντή Θεοφάνεια Μεταμόρφωση Είσοδος στα Ιεροσόλυμα Μυστικός Δείπνος

Διαβάστε περισσότερα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 16 Δεκεμβρίου. Κυριακὴ τῶν Ἁγίων Προπατόρων καὶ μνήμη τοῦ ἁγίου Προφήτου Ἀγγαίου καὶ τοῦ ἁγίου Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Ϟ. Σημείωσις: Ἡ ἀκολουθία τοῦ ἁγίου Προφήτου

Διαβάστε περισσότερα

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία''

Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία'' Παρακλητικός Κανών είς την Υπεραγία Θεοτόκο ''Φοβερά Προστασία'' "Με την ευχή η Παναγία η Φοβερά Προστασία να συμπορεύεται και να κατευθύνει τα βήματα σου." H ΠΑΝΑΓΙΑ η ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ είναι η θαυματουργή

Διαβάστε περισσότερα

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν

Διαβάστε περισσότερα

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ (+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας

Διαβάστε περισσότερα

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν.

Ωδή α. Ο Ειρμός. Ήχος πλ. δ Υγράν διοδεύσας ωσεί ξηράν, και την αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα. Τω Λυτρωτή και Θεώ ημών άσωμεν. Κανών Παρακλητικός εις την Υπεραγίαν Θεοτόκον την «ΦΟΒΕΡΑΝ ΠΡΟΣΤΑΣΙΑΝ» Ψαλμός ρμβ (142) Και ευθύς. Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου (δ ) Ήχος δ. Ο υψωθείς εν τω

Διαβάστε περισσότερα

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.

Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν. Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν. (τιμάται 8 Αυγούστου) Ποιημα Γερασιμου Μοναχου Μικραγιαννανιτου. Ευλογήσαντος του ιερέως το Κύριε εισάκουσον..

Διαβάστε περισσότερα

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια

Διαβάστε περισσότερα

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ ΕΚΔΟΣΗ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ 2010 1 2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ

Διαβάστε περισσότερα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων Κυριακὴ 14 Ἀπριλίου. Κυριακὴ Δ τῶν Νηστειῶν. Τῇ αὐτῇ Κυριακῇ ψάλλεται ἡ ἀκολουθία τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰώαννου τοῦ συγγραφέως τῆς Κλίμακος. Μνήμη τῶν ἁγίων ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα Ἀριστάρχου, Πούδη

Διαβάστε περισσότερα

Ἀκολουθία Παναγίας Θεοσκεπάστου

Ἀκολουθία Παναγίας Θεοσκεπάστου Ἀκολουθία Παναγίας Θεοσκεπάστου Προστάτιδος ἁπάντων τῶν γῇ, θαλάσσῃ καί ἀέρι Ἀνδρίων ΑΝΔΡΟΣ ἩἌνδρος εἶναι τό δεύτερο σέ μέγεθος νησί τῶν Κυκλάδων μετά τή Νάξο. Εἶναι τό βορειότερο νησί, πράγμα πού τό

Διαβάστε περισσότερα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος 2/3/2017 Παράκληση, 18:00 3/3,10/3,17/3,24/3 Χαιρετισμοί, 19:15 31/3/2017 Ἀκάθιστος 19:15 Ὕμνος Ἀπρίλιος: 6/4/2017 Παράκληση,

Διαβάστε περισσότερα

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν 01/03/2019 Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν / Επικαιρότητα Η Εκκλησία μας, κατά την 1η Μαρτίου εκάστου έτους και πρώτη ημέρα της εποχής της Ανοίξεως, τιμά τη μνήμη δύο γυναικών Μαρτύρων

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. 1 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. Ψαλμὸς ΡΜΒ (142) Κύριε, εἰσάκουσoν τῆς προσευχῆς

Διαβάστε περισσότερα

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β. Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς

Διαβάστε περισσότερα

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α Εἴδησις: Ἰστέον ὅτι ἀπὸ τῇ κϟ τοῦ αὐτοῦ μηνὸς επἀρχόμεθα λέγειν ἐν τοῖς ἀποδείπνοις τοὺς

Διαβάστε περισσότερα

Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν

Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν Ὁ Ἱερεῦς: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου

Διαβάστε περισσότερα

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 28 Ὀκτωβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Τερεντίου καὶ Νεονίλλης καὶ τοῦ ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαῒτου καὶ ἀνάμνησις τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου

Διαβάστε περισσότερα

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε

Διαβάστε περισσότερα

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ Ψαλλομένη τῇ Τρίτῃ τοῦ Πάσχα Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ Μετὰ τὴν ἑνάτην, κατὰ τὸν τύπον τοῦ Πάσχα, ψάλλομεν τό Χριστὸς ἀνέστη τρίς καὶ εἶτα

Διαβάστε περισσότερα

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας 110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας 1 23-03-79 Εἰς τό «Χαῖρε παλάτιον...». (δ. 19') 2 25-03-79 Εἰς τήν 25ην Μαρτίου. (δ. 24') 3 14-08-79 Πανηγυρικός εἰς τόν Ἑσπερινόν τῆς

Διαβάστε περισσότερα

1-7 Ιανουαρίου 2018 Θεός

1-7 Ιανουαρίου 2018 Θεός 1-7 Ιανουαρίου 2018 Θεός ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Ψαλμοί 66: 4, 5 έως άνω τελεία Πάσα η γη θέλει σε προσκυνεί και ψαλμωδεί εις σε. Θέλουσι ψαλμωδεί το όνομά σου. Έλθετε και ίδετε τα έργα του Θεού. ΑΝΑΓΝΩΣΗ ΕΝΑΛΛΑΞ

Διαβάστε περισσότερα

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ. Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ. Σημείωσις: Τὴν ἐν τῇ παρούσῃ Κυριακῇ ἀκολουθίαν τῶν ἁγίων μαρτύρων Εὐτροπίου,

Διαβάστε περισσότερα

ΙΟΥΝΙΟΥ 21. ΠΑΝΑΓΙΑΣ ΞΥΝΙΑΔΟΣ ΕΛΕΟΥΣΗΣ ΔΟΜΟΚΟΥ ΦΘΙΩΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΝΙΟΥ 21. ΠΑΝΑΓΙΑΣ ΞΥΝΙΑΔΟΣ ΕΛΕΟΥΣΗΣ ΔΟΜΟΚΟΥ ΦΘΙΩΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ ΙΟΥΝΙΟΥ 21. ΠΑΝΑΓΙΑΣ ΞΥΝΙΑΔΟΣ ΕΛΕΟΥΣΗΣ ΔΟΜΟΚΟΥ ΦΘΙΩΤΙΔΟΣ ΑΚΟΛΟΥΘΙΑ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστώμεν στίχους

Διαβάστε περισσότερα

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου ΣΤΑΣΙΣ Α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε, Ἱερέων τερπνῶν, καὶ Μαρτύρων καλλονὴ, ὦ Γεώργιε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς. Μακαρίζομέν σε, Ἐκκλησίας Χριστοῦ,

Διαβάστε περισσότερα

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν

Διαβάστε περισσότερα

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις

Διαβάστε περισσότερα

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β. Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β. Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν

Διαβάστε περισσότερα

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου

Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 5 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω ουσιαστικά σε μια από τις κατηγορίες που δίνονται στην παρένθεση (παρώνυμα, εθνικά, πατρωνυμικά): σκαπανεύς, Ἀβδηρίτης, Ἀτρείδης, Θηβαῖος, δεσμώτης, Κυψελίδης,

Διαβάστε περισσότερα

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ «ΓΟΡΓΟΫΠΗΚΟΟΝ» ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ (Ποιηθεὶς ὑπὸ Νικοδήμου μοναχοῦ Ἁγιορείτου). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς

Διαβάστε περισσότερα

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν

Διαβάστε περισσότερα

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ Η φιλοσοφική σκέψη Στοχάζεται.. Θαλής ο Μιλήσιος: «Κάλλιστος ὁ κόσμος. Ποίημα γάρ Θεοῦ ἐστι». Αναξαγόρας: «Νοῦς τις ἐστί ὁ τά πάντα διακοσμήσας». Πλάτων : «Ὁ κόσμος εἰκών τοῦ νοητοῦ

Διαβάστε περισσότερα

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν

Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν Ποίημα Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου Βαλληνδρᾶ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ εἶτα τά Τροπάρια. Ἦχος δ.

Διαβάστε περισσότερα

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου

ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ. Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου ΒΙΟΣ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΧΡΙΣΤΙΑΝΟΥΠΟΛΕΩΣ Ἡ μνήμη του τιμᾶται στὶς 17 Μαΐου Ο Άγιος Αθανάσιος γεννήθηκε στην Καρύταινα της Γορτυνίας περί το 1640 μ.χ. (κατά άλλους στην Κέρκυρα το 1664 μ.χ.) και

Διαβάστε περισσότερα

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον

Παρακλητικός Κανών εις τον Απόστολον Παύλον Παρακλητικός Κανών εις τον Απόστολον Παύλον Γερασίμου Μοναχού Μικραγιαννανίτου. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Ως των Αγίων

Διαβάστε περισσότερα

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις ὄνομα τό τῆς Προυσιωτίσσης»

Διαβάστε περισσότερα

ΙΟΥΛΙΟΣ 10!! ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΩΤΙΣΣΣΑ ΘΕΡΜΟΥ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ

ΙΟΥΛΙΟΣ 10!! ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΩΤΙΣΣΣΑ ΘΕΡΜΟΥ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ ΙΟΥΛΙΟΣ 10!! ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΩΤΙΣΣΣΑ ΘΕΡΜΟΥ ΑΙΤΩΛΟΑΚΑΡΝΑΝΙΑΣ ΑΚΟΛΟΥΘΙΑ (Ἀποστόλου Παπαχρήστου) Εἰς τό Κύριε ἐκέκραξα, ἱστῶµεν στίχους δ, καὶ ψάλλοµεν στιχηρὰ Προσόµοια. Ἦχος πλ. β. Τριήµερος Ἀνέστης Χριστέ.

Διαβάστε περισσότερα

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Μικρός Παρακλητικός κανόνας ψάλλεται στούς ναούς την περίοδο του Δεκαπενταυγούστου εναλλάξ μετά του Μεγάλου Παρακλητικού Κανόνος. Επίσης ψάλλεται υπο των πιστών οπως χαρακτηριστικά αναφέρει το Μέγα Ωρολόγιον

Διαβάστε περισσότερα

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν

Διαβάστε περισσότερα

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι

καταλήξεις ασυναίρετων της β' κλίσης Ενικός ον. γεν. δοτ. αιτ. κλ. -ον -ου -ῳ -ον -ον -ος -ου -ῳ -ον -ε Πληθυντικός -οι -ων -οις -ους -οι Η δεύτερη κλίση περιλαμβάνει ονόματα: αρσενικά και θηλυκά σε: -ος ουδέτερα σε: -ον συνηρημένα σε: -ους, -ουν αττικόκλιτα αρσενικά και θηλυκά σε: -ως, ουδέτερα σε: -ων Τα αρσενικά και τα θηλυκά της β' κλίσης

Διαβάστε περισσότερα

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος

Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος [1] Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος Χαραλάμπους Μπούσια Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας

Διαβάστε περισσότερα

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7 Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7 Ερώτημα προς τους μαθητές Τι λέγουν οι άνθρωποι για μένα; Οι μαθητές απαντούν Άλλοι λένε πως είσαι ο Ιωάννης ο Βαπτιστής, άλλοι ο Προφήτης Ηλίας και άλλοι

Διαβάστε περισσότερα

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα

Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα Παράκλησις ἁγ. ΝΙΚΟΛΑΟΥ Καβάσιλα Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὁ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῆς

Διαβάστε περισσότερα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018

Διαβάστε περισσότερα

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων

Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων Ποίημα Γεωργίου Μηλίτση, Διδασκάλου (2006). Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ καὶ τὰ ἑξῆς: Ἦχος δ.

Διαβάστε περισσότερα

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012 EISGCGSEIS OQHODONGS EIJOMOKOCIAS EISGCGSG Dò «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Εἰσηγητής: +Θεοφ. Ἐπίσκοπος Μεθώνης κ. Ἀμβρόσιος, Ἱστορικὸς Τέχνης Στὸ πλαίσιο τῆς Ἔκθεσης

Διαβάστε περισσότερα

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ 4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ Βασική προϋπόθεση γιά νά μιλήσει κανείς γιά τόν Θεόν μας εἶναι ἡ σαφής διάκριση μεταξύ τῶν ὅρων : οὐσίας ἤ φύσεως καί ἀκτίστων ἐνεργειῶν τοῦ Θεοῦ. Ἔτσι, ὁ Θεός μας

Διαβάστε περισσότερα

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου

Διαβάστε περισσότερα

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,

Διαβάστε περισσότερα

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ιάταξη της θείας Λειτουργίας 1. Όταν ο λαός συναχθεί, ο ιερέας με τους βοηθούς του προχωρεί προς το ιερό, ενώ ψάλλεται το εισοδικό άσμα. Όταν φτάσει στο ιερό, κάνει υπόκλιση

Διαβάστε περισσότερα

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε,

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου

Διαβάστε περισσότερα

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Κ Α Ι Ε Ι Σ Τ Η Ν ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ ΒΟΥΡΛΙΩΤΙΣΣΑ ΕΠΟΙΗΘΗ ΜΕ ΤΗΝ ΧΑΡΙΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Κ Α Ι Ε Ι Σ Τ Η Ν ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ ΒΟΥΡΛΙΩΤΙΣΣΑ ΕΠΟΙΗΘΗ ΜΕ ΤΗΝ ΧΑΡΙΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ Κ Α Ι ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ Ε Ι Σ Τ Η Ν ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ ΒΟΥΡΛΙΩΤΙΣΣΑ ΕΠΟΙΗΘΗ ΜΕ ΤΗΝ ΧΑΡΙΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΥΠΟ ΤΟΥ ΕΥΑΓΓΕΛΟΥ ΚΟΤΣΙΟΜΗΤΗ, ΙΑΤΡΟΥ ΤΟΥ ΕΛΑΧΙΣΤΟΥ

Διαβάστε περισσότερα

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο Χερουβικό σε ἦχο πλ.. Ε ΑΣΗ ΤΟ ΩΣΤΑΤΙΟΥ ΡΙΓΓΟΥ ΑΡΧΟΤΟΣ ΡΩΤΟΨΑΛΤΟΥ ΤΗΣ.Τ.Χ.Ε. Ἦχος Nε Οι τ Χε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ

Διαβάστε περισσότερα

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα)

Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) Περὶ Εἰρήνης Λόγος ή Συµµαχικὸς Προοίµιο (απόσπασµα) 1-2 «Η σπουδαιότητα του θέµατος «περί πολέµου και ειρήνης» είναι µεγάλη για τους ανθρώπους. Το θέµα έχει ιδιαίτερο ενδιαφέρον για τη ζωή τους» 1. Ερµηνευτικές

Διαβάστε περισσότερα

Κυριακή 2 Ἰουνίου 2019.

Κυριακή 2 Ἰουνίου 2019. 24 Μήνας Ἰούνιος Κυριακή 2 Ἰουνίου 2019. Κυριακή τοῦ τυφλοῦ Ἰω. 9, 1 38. Σήμερα ἡ Ἐκκλησία θέλει νά μᾶς δώσει νά καταλάβουμε ὅτι ὁ Χριστός, ὡς τέλειος Θεός, εἶναι ὁ Μέγας Δημιουργός τοῦ σύμπαντος. Ἡ δημιουργική

Διαβάστε περισσότερα

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο Η ιστορία του πύργου της Βαβέλ υπάρχει στη Γένεση, στο κεφάλαιο 11. Ξεκινά ως εξής: Καί ἦν πᾶσα ἡ γῆ χεῖλος

Διαβάστε περισσότερα

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις ὄνομα τό τῆς Προυσιωτίσσης»

Διαβάστε περισσότερα

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου Ευλογήσαντος του Ιερέως, Ο ψαλμός 142: Κύριε, εισάκουσον

Διαβάστε περισσότερα

Κανών Παρακλητικός. εις τους Οσίους και Θεοφόρους Πατέρας ημών. Διονύσιον τον Ρήτορα και Μητροφάνην

Κανών Παρακλητικός. εις τους Οσίους και Θεοφόρους Πατέρας ημών. Διονύσιον τον Ρήτορα και Μητροφάνην Κανών Παρακλητικός εις τους Οσίους και Θεοφόρους Πατέρας ημών Διονύσιον τον Ρήτορα και Μητροφάνην Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ο το Θεός Κύριος

Διαβάστε περισσότερα

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers - Verse Order Chapter 3 40 [Και ειπεν יהוה προς Μωυσην λεγων] αριθμησον [παν πρωτοτοκον αρσεν των υι]ων Ισραηλ απ[ο μηνιαιου και επανω και λα]βε

Διαβάστε περισσότερα

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,

Διαβάστε περισσότερα

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα)

Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα) Κατάλογος τῶν Συγκερασµῶν ὅλων τῶν Βυζαντινῶν ιατονικῶν Κλιµάκων µέχρι καὶ σὲ 1200 µουσικὰ διαστήµατα (κόµµατα) τοῦ Παναγιώτη. Παπαδηµητρίου ρ. Ἠλεκτρ. Μηχανικοῦ, Φυσικοῦ Περιεχόµενα 1. Εἰσαγωγή...1 2.

Διαβάστε περισσότερα

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΙΛΕΡΗΜΟΥ»

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΙΛΕΡΗΜΟΥ» ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΣ «ΦΙΛΕΡΗΜΟΥ» Ψαλλομένη τῇ ΚΔ Σεπτεμβρίου Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ Ἱστῶμεν

Διαβάστε περισσότερα

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΣΣΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2018 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ : 3 Διδαγμένο κείμενο Ἀριστοτέλους Πολιτικά (Α1,1/Γ1,2/Γ1,3-4/6/12)

Διαβάστε περισσότερα

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019 ΙΕΡΑ ΑΡΧΙΕΠΙΣΚΟΠΗ ΑΘΗΝΩΝ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΕΛΕΥΘΕΡΙΟΥ ΟΔΟΥ ΑΧΑΡΝΩΝ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ & ΟΜΙΛΙΩΝ ΜΗΝ ΑΠΡΙΛΙΟΣ 2019 ΑΡ. ΦΥΛΛΟΥ 7 ΚΥΡΙΑΚΗ 31-3-2019 Γ ΝΗΣΤΕΙΩΝ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ, ΥΠΑΤΙΟΥ ΓΑΓΓΡΩΝ 07:00-10:00:

Διαβάστε περισσότερα

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ. Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ. Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα

Διαβάστε περισσότερα