ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ
|
|
- Ἄννα Βλαστός
- 6 χρόνια πριν
- Προβολές:
Transcript
1 [1]
2 ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν. Ψαλμός ρμβ (142). Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ [2]
3 Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί. Καί εὐθύς ψάλλεται τετράκις ἐξ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων: Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Στίχ. γ. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν. Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν Εἶτα τὸ τροπάριον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὴν ἰσαπόστολον σεπτὴν Μυροφόρον, καὶ τὴν μαθήτριαν Χριστοῦ τοῦ Σωτῆρος, θεραπευτὴν πανάριστον τῶν νόσων ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες πρόφθασον καὶ λύτρωσαι, σοὺς [3]
4 ἱκέτας ἐκ βλάβης, τῆς ἐνεστώσης ἵνα σε ἀεί, ὡς εὐεργέτιν Μαρία γεραίρομεν. Δόξα. Οἱ τῇ σορῷ τῆς Μυροφόρου προστρέχοντες, χειρὸς αὐτῆς πανευλαβῶς μετὰ πίστεως, δεῦτε ἐκ πόθου ταύτην ἀνυμνήσωμεν, πρὸς αὐτὴν κραυγάζοντες, ἐκ βαθέων καρδίας Μαρία πανένδοξε, τοὺς σὲ νῦν προσκαλοῦντας, ἀπὸ παντοίων λύτρωσαι δεινῶν, ἐπιφορᾶς τε καὶ πάσης κακώσεως. Δόξα. Καὶ νῦν. Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ψαλμός ν (50). Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί [4]
5 εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους. Εἶτα ὁ Κανών. ᾨδὴ α. Ἦχος πλ. Δ. Ὑγρὰν διοδεύσας. Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ σοὶ προσδραμόντες, Μυροφόρε Μαγδαληνή, δεόμεθα πάσης ἐπηρείας, σαῖς προστασίαις καὶ νόσου διάσωσον. Ἡ πάντιμος χείρ σου Μαγδαληνή, παρέχει ἰάσεις τοῖς νοσοῦσι καὶ πυρετοῖς, τοὺς συνεχομένους διασώζει, καὶ ἐκδιώκει δαιμόνων τὴν μάστιγα. [5]
6 Νοσοῦντες τὸ σῶμα καὶ τὴν ψυχήν, παθῶν καχεξία, σοῦ προστρέχομεν τῇ σορῷ, ἴασιν αἰτοῦντες ταῖς εὐχαῖς σου, ἀπολαβεῖν καὶ πταισμάτων συγχώρησιν. Μαρίαν μαθήτριαν τοῦ Χριστοῦ, καὶ τὴν Θεοτόκον ἀνυμνοῦμεν οἱ εὐσεβεῖς, νόσων θεραπείαν ἐξαιτοῦντες, ἀπολαβεῖν καὶ δεινῶν ἀπολύτρωσιν. ᾨδὴ γ. Οὐρανίας ἁψῖδος. Μυροφόρε Μαρία τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος δέομαι ταῖς πρεσβείαις σου, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου τὴν μνήμην, πόθῳ θεοδόξαστε καὶ ἰσαπόστολε. Εὐμενῆ σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα πίστει Μαρία πάνσεμνε, καθικετεύοντες, ὡς Μυροφόρων σε πρώτην, λυτρωθῆναι ἅπαντας τῇ προστασίᾳ σου. Εὐπροσδέκτοις εὐχαῖς σου Μαγδαληνὴ ἴασαι, νόσους τε καὶ πάθη ποικίλα καὶ πᾶσαν κάκωσιν, χειρὸς προσπτύξει σου, τῆς πανευόσμου Μαρία, ἣν Θεὸς ἐδόξασε παντοίοις θαύμασι. Παναγία Παρθένε ἡ τὸν Θεὸν τέξασα, ῥῦσαι πάσης θλίψεως βλάβης τε τοὺς προστρέχοντας, καὶ ἀνυμνοῦντάς Σε, σὺν Μυροφόρῳ καὶ σῶζε, πάσης περιστάσεως μόνη πανύμνητε. [6]
7 Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν Κάθισμα. Ἦχος β. Πρεσβεία θερμή. Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ καὶ πίστει ἐκβοῶμέν σοι Μυροφόρε πάνσεμνε, Μαγδαληνὴ Μαρία πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου. ᾨδὴ δ. Εἰσακήκοα Κύριε. Ὑπὲρ φύσιν χαρίσμασιν, ὡραϊζομένη χείρ σου ἡ πάντιμος, Μυροφόρε ἰσαπόστολε, θεραπεύει νόσους τῶν τιμώντων σε. Ἀρυόμενοι πάντοτε, τὴν ἐκ τῆς σοροῦ χειρός σου χάριν ἀέναον, ὦ Μαρία εὐφημοῦμέν σε, καὶ τὸν σὲ δοξάσαντα γεραίρομεν. Νοσημάτων θεράπευσον, πληθὺν τὴν ἡμῶν Μαρία δεόμεθα, διπλὴν ἴασιν βραβεύουσα, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος. Τῆς Μητρός Σου δεήσεσι, καὶ ἰσαποστόλου Μαρίας Κύριε Σοῖς ἱκέταις δὸς συγχώρησιν, τῶν πλημμελημάτων ὡς φιλάνθρωπος. [7]
8 ᾨδὴ ε. Φώτισον ἡμᾶς. Χεῖρά σου σεπτήν, Μυροφόρε ἀσπαζόμεθα, τὴν προσψαύσασαν τοὺς πόδας τοῦ Χριστοῦ, ἣν προσκυνοῦντες, πάσης νόσου ἐκλυτρούμεθα. Ἔμπλησον ἡμῶν, τὰς ψυχὰς Μαρία χάριτος, τῇ προσπτύξει τῆς σεπτῆς σου χειρός, καὶ τὰς νόσους πάσας ἡμῶν ἴασαι. Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων τε καὶ θλίψεων, καὶ αἰωνίας τυχεῖν ἀξίωσον, τοῦ παραδείσου τῆς τρυφῆς Μαρία ἔνδοξε. Μόνην πρὸς Θεόν, προστασίαν Σὲ κεκτήμεθα, οἱ Σοὶ ἱκέται Θεομῆτορ ἁγνή, Ὃν Σαῖς πρεσβείαις ἐξιλέωσαι δεόμεθα. ᾨδὴ στ. Τὴν δέησιν. Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἡ χάρις τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν ἀσθενῶν, Μυροφόρε ὀξέως ὅθεν τελεῖς καθ ἑκάστην τοῖς κάμνουσι, θαυμάσια παντοδαπά, καὶ ἰάσεις Μαρία πανένδοξε. Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, περισκέπουσα ἀεὶ καὶ φρουροῦσα, ὅτι πρὸς σέ, Μυροφόρε Μαρία, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς διαφύλαξον. Ἐκ σάλου, τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόφρον Μαρία, τῶν πονηρῶν, λογισμῶν καταιγίδος, [8]
9 πρὸς γαληνὸν ἐγκαθόρμισον ὅρμημα, ἰσχύεις γὰρ τοῦ βοηθεῖν, παῤῥησίαν ὡς σχοῦσα πρὸς Κύριον. Ὑμνοῦμέν σε, Θεομῆτορ ἄχραντε, καὶ δοξάζομεν ἀεὶ κατὰ χρέος, ὅτι βροτῶν, σωτηρία ὑπάρχεις, ἐλπὶς καὶ δόξα καὶ σκέπη καὶ καύχημα, καὶ στήριγμα τῶν εὐσεβῶς, προσκυνούντων τὴν θείαν εἰκόνα Σου Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν Κοντάκιον. Ἦχος β. Προστασία τῶν χριστιανῶν. Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, τῇ σορῷ Μυροφόρου χειρὸς νῦν προσδράμωμεν, καὶ εἰκόνα τὴν αὐτῆς, προσκυνοῦντες εὐλαβῶς, μετὰ πόθου κράξωμεν αὐτῇ, ὡς λαβοῦσα χάριν ἐκ Θεοῦ, τοὺς νοσοῦντας ἰᾶσθαι, παντοίων πειρατηρίων, καὶ πικρῶν ἀλγηδόνων, θεράπευσον Μαγδαληνή, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε. Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς. Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον Κεφ. 16:9-20 [9]
10 Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς πρωῒ Πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς οὐδὲ ἐκείνοις ἐπίστευσαν. Υστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι γλώσσαις λαλήσουσι καιναῖς ὄφεις ἀροῦσι κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν. Δόξα: Ταῖς τῆς Μυροφόρου... Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου... Προσόμοιον. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... [10]
11 Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σου δούλων, Μυροφόρε ἐνδοξε, ἀλλὰ δέξαι τάχιστα, καὶ βοήθησον, θλίψεσιν ὀδύναις τε, πλείσταις προσπαλαίουσι, καὶ δαιμόνων ἐπιθέσεσι, σκέπην γὰρ ἔχομεν, σὲ καὶ προσκαλούμεθα πάνσεμνε λύτρωσαι οὖν τοὺς δούλους σου, βλάβης ἐκ παντοίας καὶ θλίψεως, ἴασιν ἀφθόνως ψυχῶν τε καὶ σωμάτων δωρεάν, Μαρία τάχος παρέχουσα, πᾶσι τοῖς αἰτοῦσί σε. Εἶτα ὁ Ἱερεύς,Σώσον ο θέος τον λαό σου ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Ἰσαπόστλος οὖσα Μυροφόρε Μαρία σοφὴ πανένδοξε, ἐκλύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας, τοὺς ἐν πίστει κραυγάζοντας Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Πειρασμῶν ἀνηκέστων συμφορῶν ἀδοκήτων Μαρία ἔνδοξε, μαστίγων πολυτρόπων, δεινῶν ἐπερχομένων, ῥῦσαι πάντας τοὺς ψάλλοντας Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ψυχικὴν εὐεξίαν καὶ σωμάτων τὴν ῥῶσιν Μαρία ἔνδοξε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου λειψάνῳ, προσιοῦσι καὶ ψάλλουσιν Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σωμάτων ἰατῆρα καὶ ψυχῶν τὸν σωτῆρα Παρθένε τέξασα, Χριστὸν σὺν Μυροφόρῳ, Μαρίᾳ ἐκδυσώπει, διασῶσαι τοὺς ψάλλοντας Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η. Τὸν Βασιλέα. [11]
12 Τοὺς τὴν σὴν χεῖρα, πανευλαβῶς προσκυνοῦντας, ἐκ παντοίων φύλαττε κινδύνων, καὶ πληγῆς ἁπάσης, Μαρία Μυροφόρε. Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπονοίας, πρόφθασον καὶ ῥῦσαι, Μαρία σοὺς ἱκέτας. Τῶν ἰαμάτων, ἡ σορὸς τῆς χειρός σου, θεία κρήνη ἐδείχθη Μυροφόρε, τοῖς ἀσπαζομένοις, αὐτὴν πίστει καὶ πόθῳ. Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ Σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρησον καὶ σῶσον. ᾨδὴ θ. Κυρίως Θεοτόκον. Τοὺς πίστει προσκυνοῦντας, τὴν σορὸν χειρός σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει Μαρία, Χριστοῦ μαθήτρια. Σορὸς σεπτῆς χειρός σου, ἰατρεῖον πέλει, πνευματικόν διὸ ταύτῃ προστρέχοντες, παθῶν καὶ νόσων παντοίων, ἀπολυτρούμεθα. Μὴ παύσῃ συντηροῦσα, ταύτην σου τὴν ποίμνην σου, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων, Μαρία ἔνδοξε. Τὴν ὄντως Θεοτόκον, πάντες Σὲ τιμῶμεν, καὶ τοῦ Ἀγγέλου τὸ χαῖρε Σοὶ κράζομεν ὡς διὰ Σοῦ σωτηρίας, τυχόντες Δέσποινα. [12]
13 Μεγαλυνάρια. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν. Χαίροις ὦ μαθήτρια τοῦ Χριστοῦ, χαίροις Μυροφόρων, κορυφαία Μαγδαληνή, πρώτη κατιδοῦσα, Ἀνάστασιν Κυρίου, καὶ ταύτην Ἀποστόλοις, πρώτη μηνύσασα. Χαίροις ἰσαπόστολε τοῦ Χριστοῦ, χαίροις ὦ Μαρία, Μυροφόρων ἡ καλλονή, χαίροις ἡ τὸ χαῖρε, μετὰ τῆς Θεοτόκου, φαιδρῶς ἐνωτισθεῖσα, τῇ Ἀναστάσει Αὐτοῦ. Ὤρθρισας τῷ τάφῳ τοῦ Ἰησοῦ, ἐπέστης σὺν μύροις, Μυροφόρε πρώτη διό, ἐκλήθης καὶ μύσταις, τὴν ἔγερσιν Κυρίου, Μαγδαληνὴ Μαρία, χαίρουσα ἔφησας. Τοὺς ἀσπαζομένους εὐλαβῶς, τὴν σεπτήν σου χεῖρα, τὴν μυρίσασαν τὸ Χριστοῦ, σῶμα Μυροφόρε, διάσωζε ἐκ βλάβης, καὶ πάσης ἐπηρείας, νόσων καὶ θλίψεων. Ἔῤῥανε τὸν τάφον Μαγδαληνή, ἡ ἁγία χείρ σου, πανευώδη μύρα τερπνά, Χριστοῦ τοῦ Σωτῆρος, ῥανάτω [13]
14 σου τὴν χάριν, καὶ ἐφ ἡμᾶς τοὺς πόθῳ, ἀσπαζομένους αὐτήν. Τῆς Χριστοῦ ἐγέρσεως θεωρόν, πρώτην καὶ Ἀγγέλων, ἐπακούσασαν τῆς φωνῆς, καὶ τῶν Ἀποστόλων, Ἀπόστολον ὀφθεῖσαν, Μαγδαληνὴν ἐν ὕμνοις, ἀνευφημήσωμεν. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς. Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς. Δόξα Πατρί Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα. Καί νῦν Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή [14]
15 ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, καὶ τὴν σορὸν τῆς χειρός, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, Μυροφόρε πανένδοξε, καὶ πάσης ἀνάγκης, ἡμᾶς νῦν ἀπάλλαξον, Χριστοῦ μαθήτρια, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σωζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρομεν. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου. [15]
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ
ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΑΞΙΟΝ ΕΣΤΙ (+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν, 2001) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας
Διαβάστε περισσότεραΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΑ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ ΣΤΑΣΙΣ Α Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς. Μακαρίζομέν σε
Διαβάστε περισσότεραΘεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού
Θεία Λειτουργία Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία Σήμερα είναι σχεδόν παθητικός θεατής Όρθρος : ακολουθία προετοιμασίας Δοξολογία
Διαβάστε περισσότεραευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007
ΙΟΥΝΙΟΣ 2007 ευτέρα Ἔκδοσις Τίπρέπεινὰγνωρίζῃ ΕΝΑΣΕΛΛΗΝΑΣΜΑΚΕΔΟΝΑΣ 1. Ὅτι οἱ Σκοπιανοὶ λένε τεράστια ψέματα καὶ ὅτι ἔστησαν ἕνα φαντασιώδη μύθο γιὰ τὴν καταγωγή τους. Στὴν πλειονότητά τους εἶναι Σλαῦοι
Διαβάστε περισσότεραΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ
ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΛΑΣ ΠΑΡΑΚΛΗΣΙΣ (Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν
Διαβάστε περισσότεραΚύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΤΗΝ ΕΠΟΝΟΜΑΖΟΜΕΝΗΝ «ΠΑΡΑΜΥΘΙΑΝ» Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΑΣ ΜΑΡΙΝΑΣ Ευλογήσαντος του Ιερέως. Ψαλμός ρμβ (142) Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνην σου. Και μη εισέλθεις
Διαβάστε περισσότεραΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.
[1] ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς. Δός μοι τῷ σῷ δούλῳ, τῶν χαρίτων τῶν σῶν, τὰς ψεκάδας,
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Μόνη ελπίδα, είσαι εσύ για μας, για να σωθούμε, να βρούμε ειρήνευση. ΚΑΝΟΝΑ. Ἦχος πλ. δ.
ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ ΑΠΟΛΤΣΙΚΙΟ Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. την Θεοτόκο οι πιστοί, ας προστρέξουμε, αμαρτωλοί και ταπεινοί, ας προσπέσουμε, μετανιωμένοι κράζοντας βαθιά απ την ψυχή. Βοήθησέ μας Δέσποινα,
Διαβάστε περισσότεραΠαρακλητικός Κανών Αγίας Άννης
Παρακλητικός Κανών Αγίας Άννης Ο Ιερεύς Ευλογητός ο Θεός ημών, πάντοτε νυν και αεί και εις τους αιώνας των αιώνων. Ο αναγνώστης Αμήν. Ψαλμός ρμβ' (142) Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την
Διαβάστε περισσότεραΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΝ ΤΟΝ ΘΕΟΛΟΓΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου Ευλογήσαντος του Ιερέως, Ο ψαλμός 142: Κύριε, εισάκουσον
Διαβάστε περισσότεραΚινδύνων παντοίων απαλλαγήν, ταύτη σου τη πόλει, τη τιμώση σε ευλαβώς, δίδου Παναγία Θεοτόκε, και οικτιρμών θεϊκών τα δωρήματα.
Παρακλητικός Κανόνας στην Παναγία Υανερωμένη (Ροδόπης) Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω ταυρώ. Ως θησαυρόν της προς ημάς ευνοίας,
Διαβάστε περισσότεραΓεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος!
Γεύσασθε καί ίδετε, ότι χρηστός ο Κύριος! (Προσευχες) Τρισάγιον, Μετανοίας (γ') Δόξα... Καί νύν... Παναγία Τριάς... Κύριε ελέησον (γ') Δόξα... Καί νύν... Πάτερ ημών... Ότι σού εστιν... Ήχος πλ. Β' Ελέησον
Διαβάστε περισσότεραΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ
ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ 2017 ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ 2017 Ἐκδόσεις
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ
ΠΑΡΑΚΛΗΣΗ ΟΣΙΟΥ ΧΑΡΙΤΩΝ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος Ἱερέως,
Διαβάστε περισσότεραΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ
ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΙΤΟΣ ΠΑΡΑΚΛΗΣΗ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν.
Διαβάστε περισσότεραΠαράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν
Παράκλησις ΠΑΝΑΓΙΑΣ ΓΗΡΟΚΟΜΙΤΙΣΣΗΣ Πατρῶν Ποίημα Μητροπολίτου πρ. Πατρῶν Νικοδήμου Βαλληνδρᾶ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ εἶτα τά Τροπάρια. Ἦχος δ.
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ. (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ ΕΚ ΜΕΤΣΟΒΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου) Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς
Διαβάστε περισσότεραΠαναγία Παραμυθία. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.
Παναγία Παραμυθία Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν αμαρτωλοί και ταπεινοί και προσπέσωμεν,
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ ΠΑΝΤΑΝΑΣΣΗΣ Ι Ε Ρ Α Μ Ε Γ Ι Σ Τ Η Μ Ο Ν Η Β Α Τ Ο Π Α Ι Δ Ι Ο Υ 2 ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΑΝΤΩΝΙΟΝ ΤΟΝ ΜΕΓΑΝ Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε, εἰσάκουσον τῆς
Διαβάστε περισσότεραΚαὶ νῦν. Ελπίδα και στήριγμα δυνατό, μόνο οι προσευχές σου, μένουν φάρμακο σωστικό, όταν στο κρεβάτι πονεμένος, νιώθω να τρέχουν καυτά, μαύρα δάκρυα.
ΠΑΡΑΚΛΗΗ ΜΙΚΡΗ Ἦχος πλ. δ. Ταπεινή δέησις για την Ενορία-Εκκλησία Ωδή α. Υγράν διοδεύσας. Σα πάθη που φώλιασαν στην ψυχή, φλόγες της καμίνου, μέρα νύχτα με τυραννούν, Παρθένε μητέρα του Θεού μας, απαλλαγή
Διαβάστε περισσότεραΚαι θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.
«καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» (Ιωήλ 2,28) «ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς ἣν ἠκούσατέ μου, ὑμεῖς δὲ βαπτισθήσεσθε
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΥΜΩΝ ΠΑΙΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Διαβάστε περισσότεραΠαρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης
Παρακλητικός Κανόνας Αγίων Κυπριανού και Ιουστίνης Ευλογήσαντος του ιερέως λέγομεν τον Ψαλμόν ΡΜΒ (142) Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν
Διαβάστε περισσότεραΠαρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ
Παρακλητικός Κανών Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῷ θεοφόρῳ Γερασίμῳ
Διαβάστε περισσότεραΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίημα Θεοστηρίκτου μοναχοῦ οἱ δὲ Θεοφάνους) Ὁ Μικρὸς Παρακλητικὸς
Διαβάστε περισσότεραἩ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία. -130- ΑΚΟΛΟΥΘΙΑΙ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ Κατὰ τὴν ἑβδομάδα τῆς Διακαινησίμου,
Διαβάστε περισσότεραΠέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.
Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Εἴδησις: Δεῖ γινώσκειν ὅτι ἀπὸ τοῦ ἐσπερινοῦ
Διαβάστε περισσότεραΠροσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.
ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ. ΣΟΥΡΛΑΝΤΖΗ Στοιχειοθεσία και επιμέλεια εκδόσεως από χειρόγραφο Άρχοντος Δημητρίου Γ. Σουρλαντζή Θεσσαλονίκης 1963:
Διαβάστε περισσότεραΠαρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν
Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν ΠΟΙΗΜΑ: ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ Ψαλμός ρμβ Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
Διαβάστε περισσότεραΚύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ «ΑΞΙΟΝ ΕΣΤΙΝ» (Ποιηθεὶς ἐν Ἁγίῳ Ὄρει ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν
Διαβάστε περισσότεραΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):
ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ 99. Παρ ότι η δεύτερη ευχή είναι συγκροτημένη με το προοίμιό της, μπορεί να χρησιμοποιηθεί και με άλλα προοίμια, ιδιαίτερα με εκείνα που σε περίληψη περιγράφουν το Μυστήριο της Σωτηρίας,
Διαβάστε περισσότεραΑι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948
188 Η ΑΓΙΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑ, ΕΣΤΙΝ Η ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΤΗΣ ΓΗΣ, Η ΑΠΟ ΚΑΤΑΒΟΛΗΣ ΚΟΣΜΟΥ, (Αγιος Νεκταριος) Η ΜΙΑ, ΑΓΙΑ, ΚΑΘΟΛΙΚΗ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗ ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ. Η ΕΚΚΛΗΣΙΑ ΤΟΥ ΘΕΟΥ εἶναι
Διαβάστε περισσότεραΠαναγία Παντάνασσα. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ.
Παναγία Παντάνασσα Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν αμαρτωλοί και ταπεινοί και προσπέσωμεν,
Διαβάστε περισσότεραΠαράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων
Παράκλησις Νεομάρτυρος ΙΩΑΝΝΟΥ τοῦ ἐξ Ἰωαννίνων Ποίημα Γεωργίου Μηλίτση, Διδασκάλου (2006). Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος μετά τῶν στίχων αὐτοῦ καὶ τὰ ἑξῆς: Ἦχος δ.
Διαβάστε περισσότερα-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985.
-134- Ὑπεραγία Θεοτόκος ἡ «Γοργοϋπήκοος», φορητὴ εἰκών, ἔργον Συνοδείας Εἰσοδίων τῆς Θεοτόκου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιον Ὄρος, 1985. ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ
ΠΑΡΑΚΛΗΣΙΣ ΟΣΙΟΥ ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν. Ἤ μὴ ὑπάρχοντος
Διαβάστε περισσότεραΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ. Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν.
1 ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟΝ Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. Ψαλμὸς ΡΜΒ (142) Κύριε, εἰσάκουσoν τῆς προσευχῆς
Διαβάστε περισσότεραχριστιανος.gr Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος
Παρακλητικός Κανών στον Άγιο Σπυρίδωνα τον Θαυματουργό Επίσκοπο Τριμυθούντος Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης 1 Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα
Διαβάστε περισσότεραΠαρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
Παρασκευὴ 29 Ἰουνίου 2012. Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς
Διαβάστε περισσότεραΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟ Π Α Τ Α Π Ι Ο Ν Η μνήμη αυτού την 8ην Δεκεμβρίου. (Ποιηθείς υπό μοναχού Γερασίμου Μικραγιαννανίτου). Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία
Διαβάστε περισσότεραΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον (Ποίημα τοῦ Βασιλέως Θεοδώρου Δούκα, τοῦ Λασκάρεως) Ὁ Μέγας Παρακλητικὸς
Διαβάστε περισσότεραΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10
ΑΓΙΟΝΙΚΟΔΗΜΙΚΕΣ ΠΑΡΟΙΜΙΑΚΕΣ ΦΡΑΣΕΙΣ ΨΑΛΤΗΡΙΟΥ 10 ΨΑΛΜΟΣ 70 Επί σοι Κύριε ήλπισα μη καταισχυνθείην εις τον αιώνα Κλίνον προς με το ους σου και σώσον με στερέωμά μου και καταφυγή μου ει συ ο Θεός μου ρύσαι
Διαβάστε περισσότεραΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ
ΑΥΓΟΥΣΤΟΣ 15. ΠΑΝΑΓΙΑ ΒΑΡΝΑΚΟΒΑ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΗ Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ὁ χορός: Ἀμήν.
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ. Ὁ ἱερεύς.
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΡΑΜΥΘΙΑΝ Ὁ ἱερεύς. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Προεστώς. Ἀμήν. Ψαλμὸς ρμβ (142). Κύριε, εἰσάκουσον τῆς
Διαβάστε περισσότεραΠαρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη
Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε,
Διαβάστε περισσότεραΚύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ «ΜΥΡΤΙΔΙΩΤΙΣΣΑΝ». Ψαλλόμενος τὴν 24η Σεπτεμβρίου. (Ποιηθεὶς ὑπὸ μοναχοῦ Γερασίμου Μικραγιαννανίτου). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα
Διαβάστε περισσότεραΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ
ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ιάταξη της θείας Λειτουργίας 1. Όταν ο λαός συναχθεί, ο ιερέας με τους βοηθούς του προχωρεί προς το ιερό, ενώ ψάλλεται το εισοδικό άσμα. Όταν φτάσει στο ιερό, κάνει υπόκλιση
Διαβάστε περισσότεραΠαρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν.
Παρακλητικός κανόνας εις τον εν Αγίοις πατέρα ημών Μύρωνα επίσκοπον Κρήτης τον θαυματουργόν. (τιμάται 8 Αυγούστου) Ποιημα Γερασιμου Μοναχου Μικραγιαννανιτου. Ευλογήσαντος του ιερέως το Κύριε εισάκουσον..
Διαβάστε περισσότεραΠαρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη
Παρακλητικό Κανών εἰ τόν Ἅγιον Νεκτάριον Μητροπολίτην Πενταπόλεω, ὡ ψάλλεται ἐν τῷ καθεδρικῷ Ἱερῷ Ναῷ Ἀποστόλου Παύλου Κορίνθου, τὴν Τετάρτην ἐκάστη ἑβδομάδο ἑσπέρα καθ' ὅλον τὸ ἔτο ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
Διαβάστε περισσότεραΕις Πάντας τους Αγίους, Παρακλητικός Κανών
Εις Πάντας τους Αγίους, Παρακλητικός Κανών (Εορτάζοντες την 9ην Κυριακήν από το Πάσχα) (Ποιηθείς υπό αρχιμ. Φιλοθέου Ζερβάκου) Μετά το, Κύριε εισάκουσον, και το, Θεός Κύριος ψάλλομεν τα παρόντα τροπάρια:
Διαβάστε περισσότεραΠαρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων
Παρακλητικός Κανών στον Άγιο Θεόδωρο τον Τήρων Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης: Ἀμήν. Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. Βασιλεῦ Οὐράνιε,
Διαβάστε περισσότεραΘεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Μικρός Παρακλητικός κανόνας ψάλλεται στούς ναούς την περίοδο του Δεκαπενταυγούστου εναλλάξ μετά του Μεγάλου Παρακλητικού Κανόνος. Επίσης ψάλλεται υπο των πιστών οπως χαρακτηριστικά αναφέρει το Μέγα Ωρολόγιον
Διαβάστε περισσότεραΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ
ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ ΑΒΒΑΣΟΝ ΕΙ ΣΟΝ ΕΠΕΡΙΝΟΝ ΕΙ ΣΟ ΚΤΡΙΕ ΕΚΕΚΡΑΞΑ Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Νίκην ἔχων Χριστέ, τὴν
Διαβάστε περισσότεραΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!
ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ! (There is only one God) Πού μπορείς να πάς ώστε να απομακρυνθείς από το Θεό; Ο Θεός γεμίζει κάθετόπο και χρόνο. Δεν υπάρχει τόπος χωρίς να είναι εκεί ο Θεός. Ο Θεός μίλησε μέσα
Διαβάστε περισσότεραΗ Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία
ΑΡΙΣΤΟΤΕΛΕΙΟ ΠΑΝΕΠΙΣΤΗΜΙΟ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΟΙΧΤΑ ΑΚΑΔΗΜΑΙΚΑ ΜΑΘΗΜΑΤΑ Η Χριστολογία Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία Άδειες Χρήσης Το παρόν εκπαιδευτικό
Διαβάστε περισσότερα- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ
- 1 - Π Ρ Ο Σ Ε Υ Χ Η Τ Α Ρ Ι Ο Ν ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΤΑΞΙΑΡΧΗ - ΧΟΛΟΜΩΝΤΑ - ΧΑΛΚΙΔΙΚΗΣ - 2 - ΠΕΡΙΕΧΟΜΕΝΑ. ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ. ΕΥΧΕΣ ΓΙΑ ΤΟ ΓΕΥΜΑ ΕΥΧΕΣ ΓΙΑ ΤΟ ΔΕΙΠΝΟ ΜΙΚΡΟ ΑΠΟΔΕΙΠΝΟ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ
Διαβάστε περισσότεραΠαρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου
Παρακλητικός Κανών στην Αγία Οσιομάρτυρα Θεοδώρα την εν Βάστα Πελοποννήσου Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΘΕΟΛΟΓΟ Εὐλογήσαντος του ιερέως, το Κύριε εισάκουσον, μεθ ο το Θεός Κύριος ως συνήθως και τα εξής: ηχος δ. Ο υψωθεὶς ἐν τῷ Σταυρῷ. Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων
Διαβάστε περισσότερα21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ
21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ Μνήµη τοῦ Ὁσίου Πατρὸς ἡµῶν Ἱλαρίωνος τοῦ Μεγάλου. Ἑωθινὸν Ι Ἦχος δ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος
Διαβάστε περισσότερα1-7 Ιανουαρίου 2018 Θεός
1-7 Ιανουαρίου 2018 Θεός ΧΡΥΣΟΥΝ ΕΔΑΦΙΟΝ Ψαλμοί 66: 4, 5 έως άνω τελεία Πάσα η γη θέλει σε προσκυνεί και ψαλμωδεί εις σε. Θέλουσι ψαλμωδεί το όνομά σου. Έλθετε και ίδετε τα έργα του Θεού. ΑΝΑΓΝΩΣΗ ΕΝΑΛΛΑΞ
Διαβάστε περισσότεραΠαράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος
[1] Παράκλησις Παναγίας Τρικορφιώτισσας Δωρίδος Φωκίδος Χαραλάμπους Μπούσια Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας
Διαβάστε περισσότεραΑκολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος 2/3/2017 Παράκληση, 18:00 3/3,10/3,17/3,24/3 Χαιρετισμοί, 19:15 31/3/2017 Ἀκάθιστος 19:15 Ὕμνος Ἀπρίλιος: 6/4/2017 Παράκληση,
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ψαλμός ρμβ (142)
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΟΣΙΟΥ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΝΕΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ευλογήσαντος του Ιερέως. Ψαλμός ρμβ (142) Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησιν μου εν τη αληθεία
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΞΕΝΙΑΝ ΤΗΝ ΕΚ ΚΑΛΑΜΩΝ σελίδα 1 ἀπὸ 9 Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε, εἰσάκουσον, μεθ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ
Διαβάστε περισσότεραΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΦΑΝΟΥΡΙΟΝ Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου. Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος
Διαβάστε περισσότεραΚυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν Ἐν τῷ μικρῷ ἐσπερινῷ Μετὰ τὸν προοιμιακόν, εἰς τὸ Κύριε
Διαβάστε περισσότεραΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.
ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν. Ἱερεὺς Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας,
Διαβάστε περισσότεραΜικρο Αποδειπνο. Το Τρισάγιον
Μικρο Αποδειπνο Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν. Δόξα Σοι, ο Θεός ημών, δόξα Σοι. Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο πανταχού παρών
Διαβάστε περισσότεραἈκολουθία τοῦ Μικροῦ Παρακλητικοῦ Κανόνος. εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Ιερά Μητρόπολις Καισαριανής, Βύρωνος & Υμηττού Καθεδρικός Ιερός Ναός Αγίας Τριάδος Βύρωνος Κορυτσάς 1 & Κωνσταντιλιέρη, 161 31 Βύρωνας, Τηλ. 210 7660 859 - fax: 213 0291680 www.agiatriadavyrona.gr Email:
Διαβάστε περισσότεραΚυριακή 19 Μαΐου 2019.
14 Κυριακή 19 Μαΐου 2019. Κυριακή τοῦ παραλύτου Ἰω. 5, 1 15. «... μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται» (Ἰω. 5, 14).
Διαβάστε περισσότεραΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν.
ΜΕΓΑ ΑΠΟΔΕΙΠΝΟΝ Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀναγνώστης Ἀμήν. Ἱερεὺς Δόξα σοι ὁ Θεός, δόξα σοι. Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας,
Διαβάστε περισσότεραΠροσευχή (με απολυτίκια)
Προσευχή (με απολυτίκια) Δι' ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν. Δόξα Σοι, ο Θεός ημών, δόξα Σοι. Βασιλεύ Ουράνιε, Παράκλητε, το Πνεύμα της Αληθείας, ο πανταχού
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΑΝΤΙΠΑ ΕΠΙΣΚΟΠΟΣ ΠΕΡΓΑΜΟΥ
[1] ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΑΝΤΙΠΑ ΕΠΙΣΚΟΠΟΣ ΠΕΡΓΑΜΟΥ Ο ΙΕΡΕΥΣ ΕΥΛΟΓΗΤΟΣ Ο ΘΕΟΣ ΥΜΩΝ. Εαν λαϊκός άρχεται: Δι ευχών των Αγίων πατέρων ημώς Κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς.αμήν).
Διαβάστε περισσότεραΚύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ «ΓΟΡΓΟΫΠΗΚΟΟΝ» ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ (Ποιηθεὶς ὑπὸ Νικοδήμου μοναχοῦ Ἁγιορείτου). Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν. Ψαλμὸς ρμβ 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς
Διαβάστε περισσότεραΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ευλογήσαντος του Ιερέως. Ψαλµός ρµβ (142)
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου) Ευλογήσαντος του Ιερέως. Ψαλµός ρµβ (142) Κύριε εισάκουσον της προσευχής µου, ενώτισαι την δέησιν µου εν τη αληθεία σου, εισάκουσον
Διαβάστε περισσότεραΗ αγάπη του λαού την ονόμασε Γιάτρισσα
24/05/2019 Η αγάπη του λαού την ονόμασε Γιάτρισσα / Ιερές Μονές Η Μητέρα του Χριστού, η Παναγία φέρει πολλά ονόματα. Της έχουν δοθεί τιμητικώς διάφορα προσωνύμια, με δογματικό και πνευματικό περιεχόμενο.
Διαβάστε περισσότερα12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ
1 ΤΟ ΗΜΕΡΟΛΟΓΙΑΚΟ ΖΗΤΗΜΑ ΕΝΑ ΣΧΙΣΜΑ ΠΟΥ 90 ΧΡΟΝΙΑ ΔΙΑΙΡΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΠΡΟΣ ΓΑΛΑΤΑΣ Κεφ. 1, στίχοι: 8 "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
Διαβάστε περισσότεραIohannes Damascenus - De theologia
This text belongs to the Thesaurus Linguae Graecae (TLG ), a Research Center at the University of California, Irvine, which digitized it and owns the relevant Copyright. On May 15, 2008, Prof. M. Pantelia,
Διαβάστε περισσότεραΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ
2 4 9 10 11 ΜΑΡΤΙΟΥ ΑΓ. ΣΟΦΙΑ ΣΑΒΒΑΤΟ ΤΗΣ ΑΠΟΚΡΕΩ (ΨΥΧΟΣΑΒΒΑΤΟΝ) Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων χριστιανῶν Νικολάου Ἱερέως τοῦ Πλανᾶ Θεοδότου Ἐπισκόπου Κυρηνείας 06:0-08:45 06:0-08:0 ΤΗΣ ΑΠΟΚΡΕΩ
Διαβάστε περισσότεραΤυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν
Κυριακὴ 16 Δεκεμβρίου. Κυριακὴ τῶν Ἁγίων Προπατόρων καὶ μνήμη τοῦ ἁγίου Προφήτου Ἀγγαίου καὶ τοῦ ἁγίου Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων. Ἦχος γ. Ἑωθινὸν Ϟ. Σημείωσις: Ἡ ἀκολουθία τοῦ ἁγίου Προφήτου
Διαβάστε περισσότεραΑκολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας
Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας ΑΠΟΛΛΩΝΕΙΟ ΝΟΣΟΚΟΜΕΙΟ Μάρτιος: 1/3/2018 Παράκληση 18:00 2/3,9/3,16/3 Χαιρετισμοί 19:15 /3/2018 Ἀκάθ. Ὕμνος 19:15 Ἀπρίλιος: 12/4/2018 Παράκληση 18:00 21/4/2018
Διαβάστε περισσότεραΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ
ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ Ψαλμός ρμβ (142) ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
Διαβάστε περισσότεραΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή
ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή Ὑπό Ἐπισκόπου Ἰερεμίου, Μητροπολίτου Ἱ. Μ. Γόρτυνος καί Μεγαλοπόλεως «Εἰς πόλιν ἤ εἰς Ρούμελην, ὅπου περιπατήσεις, παντοῦ ἀκούεις
Διαβάστε περισσότεραΚυριακή 28 Ἰουλίου 2019.
69 Κυριακή 28 Ἰουλίου 2019. Κυριακή ΣΤ Ματθαίου Μτθ. 9, 1 8. «...ἐξουσίαν ἔχει ὁ υἱός τοῦ ἀνθρώπου ἐπί τῆς γῆς ἀφιέναι ἁμαρτίας...» (Μτθ. 9, 6) Πάντοτε ὁ λόγος περί ἐξουσίας εἶναι ἐπίκαιρος, διότι οἱ ἄνθρωποι
Διαβάστε περισσότεραΠαράκλησις Παναγίας ΜΑΛΕΒΗΣ
Παράκλησις Παναγίας ΜΑΛΕΒΗΣ Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε Εἰσάκουσον, μεθ ὅ τό Θεὸς Κύριος, ὡς συνήθως. Εἶτα τά παρόντα Τροπάρια. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Διαβάστε περισσότερα2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ
ΕΚΔΟΣΗ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ 2010 1 2010. ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ ΤΗΝ ΓΟΡΓΟΫΠΗ- ΚΟΟ. Ἔκδοση ὑπό : ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙ- ΟΥ ΝΕΟΥ ΜΥΛΟΤΟΠΟΥ ΓΙΑΝΝΙΤΣΩΝ
Διαβάστε περισσότερα12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ
12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ Μνήµη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡµῶν Ἰωάννου τοῦ Ἐλεήµονος καὶ τοῦ Ὁσίου Πατρὸς ἡµῶν Νείλου τοῦ µυροβλήτου. Ηχος πλ. β Εωθινὸν A ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ
Διαβάστε περισσότεραΔειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας
ΓΕΛ Ελευθερούπολης, Πέμπτη 7-2-2013 3 ο ΓΕΛ Καβάλας, Πέμπτη 14-2-2013 Δρ Κωνσταντίνα Κηροποιού Σχολική Σύμβουλος Φιλολόγων Καβάλας Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου
Διαβάστε περισσότεραΕρμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2
Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2 Χρήστος Καρακόλης Τμήμα Θεολογίας Σελίδα 2 1. Πρόλογος Ι Α 1α Ἐν ἀρχῇ ἦν ὁ λόγος α β καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, β γ καὶ θεὸς ἦν ὁ λόγος, α 2 οὗτος ἦν
Διαβάστε περισσότεραἘγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου
Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου ΣΤΑΣΙΣ Α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε, Ἱερέων τερπνῶν, καὶ Μαρτύρων καλλονὴ, ὦ Γεώργιε, καταστέφοντες τὴν μνήμην σου ᾠδαῖς. Μακαρίζομέν σε, Ἐκκλησίας Χριστοῦ,
Διαβάστε περισσότεραΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ
ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ Τελουµένου Ἁγιασµοῦ εὐτρεπίζεται µικρὰ τράπεζα καὶ τίθεται ἐπ' αὐτῆς τὸ ἱερὸν Εὐαγγέλιον, ξύλινος ἀργυρόδετος Σταυρός, θυµιατήριον (κατζίον), δοχεῖον µεθ' ὕδατος καθαροῦ,
Διαβάστε περισσότεραΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.
107. Ο Κύριος να είναι μαζί σας. Και με το πνεύμα σου. ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο. Ακολουθεί το
Διαβάστε περισσότερα6 ΔΕΚΕΜΒΡΙΟΥ 2015. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
6 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ι ΛΟΥΚΑ Μνήµη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡµῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυµατουργοῦ. Ἑωθινὸν Ε ἦχος β ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις
Διαβάστε περισσότεραΠαρακλητικός Κανών εις τον Απόστολον Παύλον
Παρακλητικός Κανών εις τον Απόστολον Παύλον Γερασίμου Μοναχού Μικραγιαννανίτου. Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ ό το Θεός Κύριος και το εξής: Ήχος δ. Ο υψωθείς εν τω Σταυρώ. Ως των Αγίων
Διαβάστε περισσότεραΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ Ποιήμα του βασιλέως Θεοδώρου Δούκα του Λασκάρεως. Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν. Ψαλμός ρμβ' (142). Κύριε, εισάκουσον
Διαβάστε περισσότερα19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
19 NOEΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Θ ΛΟΥΚΑ Μνήµη τοῦ Ἁγίου Προφήτου Ἀβδιού καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάµ. Ἦχος βαρύς Ἑωθινὸν Β ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι
Διαβάστε περισσότεραΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ
ΕΝΟΤΗΤΑ 4 Ετυμολογικά 1. Να κατατάξετε τα παρακάτω παράγωγα ουσιαστικά στην κατηγορία στην οποία ανήκουν (υποκοριστικά, περιεκτικά, τοπικά): κυνηγέσιον, πευκών, σφηκιά, κηπάριον, χαλκεῖον, πυργίσκος, ξιφίδιον,
Διαβάστε περισσότεραὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.
29 October 2017 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ Μνήµη τῆς Ἁγίας Ὁσιοµάρτυρος Ἀναστασίας τῆς Ῥωµαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡµῶν Ἀβραµίου. Ἑωθινὸν Ι Ἦχος δ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις
Διαβάστε περισσότερα