14 ΝΟΕΜΒΡΙΟΥ 2017 +Τοῦ Ἁγίος ἐνδόξος καί πανεςθήμος Ἀποζηόλος Φιλίππος, ηοῦ ἐν Ἁγίοιρ Παηπόρ ἡμῶν Γπηγοπίος, Ἀπσιεπιζκόπος Θεζζαλονίκηρ, ηοῦ Παλαμᾶ. Τοῦ Ἁγίος ἐνδόξος Νεομάπηςπορ Κωνζηανηίνος ηοῦ Ὑδπαίος. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς τίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ α χορὸς τίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, 1
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ὁ β χορὸς τίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Ἦχος γ ὁ α χορὸς Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Δόξα Πατρί... Ἀπόστολε Ἅγιε Φίλιππε... Καὶ νῦν... Θεοτοκίον. ὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΜΑΣΑ Μετὰ τὴν α' τιχολογίαν Καθίσματα Κατανυκτικὰ Ἦχος πλ. β' Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἵέ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. Δόξα... καὶ νῦν... Θεοτοκίον Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ Σὸν πρὸ αἰώνων ἐκ Πατρός, ἄνευ μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ' ἐσχάτων τῶν χρόνων, ἐκύησας σεσαρκωμένον, ἐξ ἁγνῶν αἱμάτων σου Θεοκυῆτορ ἄνευ ἀνδρός, ὃν αἴτησαι δωρήσασθαι ἡμῖν, ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους. Μετὰ τὴν β' τιχολογίαν, ἕτερα Ἦχος πλ. β' Ἐλέησον ἡμᾶς Κύριε, ἐλέησον ἡμᾶς πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν Ἐλέησον ἡμᾶς. Κύριε ἐλέησον ἡμᾶς ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. Δόξα... καὶ νῦν... Θεοτοκίον 2
Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν, σπλαγχνίσθητι εἰς ἀπροστάτευτον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη. σματα καὶ εὐθὺς ὁ Ν' ψαλμὸς (χύμα) ΚΑΝΟΝΕ Κανὼν Κατανυκτικός, οὗ ἡ Ἀκροστιχὶς Λυτρωτὰ Φριστέ, Κούφισόν με πταισμάτων, Ἰωσήφ. ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν ἐνδόξως γὰρ δεδόξασται. Λυτρωτά μου Ἰησοῦ, ὡς ἐλυτρώσω πολλῶν πταισμάτων, Πόρνην τὴν ποτέ, μεταγνοῦσαν καλῶς, κᾀμὲ δυσωπῶ σε, τῶν ἀμέτρων μου κακῶν, ὡς ἐλεήμων λύτρωσαι. Ὑποπλέων Ἰησοῦ, ἐν ματαιότητι διανοίας, βίου τὸ δεινόν, τοῦτο πέλαγος, φεῦ! Πολλοῖς ναυαγίοις, περιέπεσα, ἐξ ὧν, ἀπολυτρώσας σῶσόν με. Σοὺς γενναίους Ἀθλητάς, τοῦ ἀλλοτρίου τοὺς καθαιρέτας, τοὺς καρτερικῶς ἐναθλήσαντας, καὶ στέφος λαβόντας, ἐκ Θεοῦ νικητικόν, περιχαρῶς δοξάσωμεν. Ῥητορεύοντες σοφῶς, ἐν παρρησίᾳ Θεοῦ τὸν λόγον, ῥήτορας δεινοὺς ἐνικήσατε, καὶ πᾶσαν ἰδέαν, ἐνεγκόντες ἀλγεινῶν, μεγάλως ἐδοξάσθητε. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὤφθης πύλη τῆς ζωῆς, θανάτου πύλας τῷ τοκετῷ σου, λύσασα Ἁγνή, ὤφθης γῆ ἐκλεκτή, δι' ἧς ἀνυψώθη, ἀπὸ γῆς εἰς οὐρανούς, τὸ τῶν ἀνθρώπων φύραμα. καὶ τοῦ Ἀποστόλου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς. Σὸν εὐκλεῆ Υίλιππον ὑμνῶ προφρόνως. Θεοφάνους. ᾠδὴ α' Ἦχος πλ. β' Ὡς ἐν ἠπείρῳ πεζεύσας Σαῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκῆρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον. Ὁ τοῦ Πατρός σοι τὴν δόξαν δι' ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε. Δόξα Πατρί... 3
Νῦν οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, οὐδ' ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Xριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον. Καὶ νῦν... Θεοτοκίον Ἐκλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν. ᾨδὴ γ' Ἦχος πλ. β' Ὁ Εἱρμὸς τερέωσον Κύριε, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, σαλευθεῖσαν τὴν καρδίαν μου, ὅτι μόνος ἅγιος, ὑπάρχεις καὶ Κύριος. Ἱλέῳ σου ὄμματι, ἡνίκα μέλλω ἐνώπιόν σου, παραστῆναί τε καὶ κρίνεσθαι, πρόσβλεψόν μοι μόνε, εὐδιάλλακτε Κύριε. τενάζοντα δέξαι με, ὡς τὸν Τελώνην ψυχῆς ἐκ βάθους, καὶ μετάνοιάν μοι δώρησαι, ἁμαρτίας πάσης με, Σωτὴρ ἀπαλλάττουσαν. Σοῖς ῥεύμασιν Ἅγιοι, τῶν παναγίων ὑμῶν αἱμάτων, ἐναγῶς λύθρον φερόμενον, ἀπεπαύσατε δαίμοσι, ποτὲ ἐπιβώμιον. Ἐν Πνεύματι Ἅγιοι, ἐρριζωμένοι τῷ παναγίῳ, κατεστρέψατε σεβάσματα ἀπωλείας, πάντας πρὸς τὴν πίστιν στηρίζοντες. β χορός τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον υνέλαβες Ἄχραντε, τὸν συνοχέα παντὸς τοῦ κόσμου διὰ τοῦτο ἱκετεύω σε, Λύτρωσαί με πάσης, συνεχούσης κολάσεως. ᾠδὴ γ' Οὐκ ἔστιν ἅγιος Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ' ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε. Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη δι' αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι. Δόξα Πατρί... Λυχνία γέγονας χρυσῆ, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀἰδιον φέγγος, καὶ φωτίζων τῇ αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε. 4
Καὶ νῦν...θεοτοκίον Ἐπὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ' ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα Ἦχος πλ. δ' - Σὴν οφίαν καὶ Λόγον Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. ὁ β χορὸς Δόξα Πατρί...Ὅμοιον Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν... Θεοτοκίον Ὅμοιον Σὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα ἀνέθηκα Δέσποινα. ᾨδὴ δ' Ἦχος πλ. β' Ὁ Εἱρμὸς Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν Ἀκήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε. Κρουνούς μοι δακρύων δίδου, ξηραίνοντας τῶν παθῶν μου τὰς ἀναβλύσεις, καὶ τῆς ἁμαρτίας πάντα βόρβορον, ἀποπλύνοντας Οἰκτίρμον Κύριε, καὶ παύοντας πυρός γεέννης, αἰωνιζούσης, φλόγα μοι τὴν ἄσβεστον. Οὐ παύομαι ἐπιξέων, τὰ τραύματα τῆς ψυχῆς μου φιληδονίαις, μόνος δὲ ἀναίσθητος εἰς αἴσθησιν, ἐμαυτοῦ ἐλθεῖν μὴ προαιρούμενος, τίς γένωμαι, καὶ τί ποιήσω; Χριστέ, Οἰκτίρμον, ἴασαι καὶ σῶσόν με. Ὑδάτων τῆς ἀπωλείας, καὶ κλύδωνος τῆς κακίας, τῇ κυβερνήσει, τῇ ἐνθέῳ Μάρτυρες ἀοίδιμοι, πίστει ὑποπλέοντες τὸ πέλαγος, τὸ ἄστατον, τῆς Βασιλείας τῆς οὐρανίου, ὅρμον κατελάβετε. 5
Υωστῆρες τῆς εὐσεβείας, λαμπτῆρες τῆς ἀληθείας γεγενημένοι, φέγγει τῶν ἀγώνων ἐμειώσατε, σκότος ἀθεἰας πολυώδυνον, θαυμάτων δὲ ταῖς φρυκτωρίαις, παθῶν ὁμίχλην, Μάρτυρες σκεδάζετε. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἑπτάφωτόν σε λυχνίαν, τὸ πῦρ τῆς θεογνωσίας, φέρουσαν Κόρη, ὁ Προφήτης πάλαι προεώρακε, φαῖνον τοῖς ἐν σκότει κινδυνεύουσι, Πανάμωμε τῆς ἀγνωσίας διὸ βοῶ σοι Φώτισόν με δέομαι. ᾠδὴ δ' Φριστός μου δύναμις Ἡλίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος. Υθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε. Δόξα Πατρί... Ἰσχὺϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια. Καὶ νῦν...θεοτοκίον Λιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς Θεοτόκον καταγγέλλουσιν. ᾨδὴ ε' Ἦχος πλ. β' Ὁ Εἱρμὸς Ἐκ νυκτὸς ὀρθρίζοντα, Φιλάνθρωπε, φώτισον δέομαι, καὶ ὁδήγησον κᾀμέ, ἐν τοῖς προστάγμασί σου, καὶ δίδαξόν με Σωτήρ, ποιεῖν τὸ θέλημά σου. Ἰδοὺ ὁ τὸ τάλαντόν σου κρύψας Χριστέ, ὀκνηρὸς δοῦλός σου, καὶ σχολάσας πονηραῖς, τῶν παθῶν ἐργασίαις, ἐγὼ ὑπάρχω διό, μή με εἰς πῦρ ἐκπέμψῃς. ὸς υἱὸς γενόμενος ἐν χάριτι, εὔσπλαγχνε Κύριε, ἐδουλώθην τῷ ἐχθρῷ, καὶ σοῦ ἀπεμακρύνθην, ζήσας ἀσώτως διό, ἐπιστρέψας με σῶσον. Οἱ Μάρτυρες ἵσταντο πρὸ βήματος, θώρακα πίστεως, περιφέροντες, διό, τοῖς βέλεσι τῆς πλάνης, τρῶσαι αὐτοὺς ὁ δεινός, οὐκ ἴσχυσε Βελίαρ. Νεκρούμενοι σώμασιν οἱ Μάρτυρες, πάσας ἐνέκρωσαν, μεθοδείας τοῦ ἐχθροῦ, καὶ πρὸς ζωὴν ἀγήρω, μετέβησαν ἐν χαρᾷ, στέφος λαβόντες δόξης. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Πύλη ἀδιόδευτε διάνοιξον, πύλας μοι δέομαι, μετανοίας ἀληθοῦς, καὶ δεῖξόν μοι τὴν τρίβον, τῆς σωτηρίας Ἁγνή, ἡ πάντων ὁδηγία. ᾠδὴ ε' Σῷ θείῳ φέγγει σου Ἀγαθέ 6
Ἰὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεοῤῥῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναῤῥυόμενος. Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεἰας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας. Δόξα Πατρί... Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ Κτίστῃ σου. Καὶ νῦν...θεοτοκίον Ὁ λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως Πάναγνε γίνεται. ᾨδὴ ς' Ἦχος πλ. β' Ὁ Εἱρμὸς Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου, πρὸς τὸν οἰκτίρμονα Θεόν, καὶ ἐπήκουσέ μου, ἐξ ᾅδου κατωτάτου, καὶ ἀνήγαγεν ἐκ φθορᾶς τὴν ζωήν μου. Μὴ δείξῃς με δαιμόνων ἐπίχαρμα, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, μὴ ἀκούσω τότε, φωνῆς παραπεμπούσης, εἰς τὸ πῦρ Χριστέ, Ἰησοῦ τὸ τῆς γεέννης. Ἐβύθισε βυθῷ παραπτώσεων, ὁ τῶν δικαίων με ἐχθρός, καὶ τῶν οἰκτιρμῶν σου, προστρέχω τῷ πελάγει, Ἰησοῦ πρὸς ὅρμον, ζωῆς νῦν ἴθυνόν με. Πόνων πολλῶν ἀρότρῳ νεώσαντες, ψυχῆς τὴν αὔλακα Σοφοί, τῷ ἐνθέῳ σπόρῳ, τῆς πίστεως πολύχουν, μαρτυρίου στάχυν, σαφῶς ἐγεωργεῖτε. Σοῖς τραύμασι κατετραυματίσατε, τὸν τραυματίσαντα ὑμᾶς, εὐσεβῶς ὁπλῖται διὸ μετατεθέντες πρὸς ζωήν, τὰ πάθη, βροτῶν καὶ νῦν ἰᾶσθε. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ναὸς Θεοῦ ἐδείχθης Πανάμωμε, ἐν ᾧ οἰκήσας ἱερῶς, τὴν βροτῶν οὐσίαν, ἐθέωσε ποιήσας, τοὺς πιστούς, ναοὺς ἑαυτοῦ παραδόξως. ᾠδὴ ς' υνεσχέθη, ἀλλ' οὐ κατεσχέθη Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος. Ὑπερτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε. Δόξα Πατρί... Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάῤῥουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο. Καὶ νῦν... Θεοτοκίον 7
Νεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος πλ. δ' Ὡς ἀπαρχὰς Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε. Ὁ Οἶκος Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε. υ ν α ξ ά ρ ι ο ν Σῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα. Στίχοι Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου, Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει. Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ. Tῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Σαῖς τῶν Ἁγίων σου πρεσβείαις Χρισυέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΣΑΒΑΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον. ᾨδὴ γ Σοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Σὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾨδὴ ε 8
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου σύ γάρ ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑμνοῦσί σε, τήν εἰρήνην βραβεύουσα. ᾨδὴ ς Σὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΣΙΜΙΩΣΕΡΑ (Ἦχος δ ) τίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Σὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. τίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Σὴν Τιμιωτέραν... τίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Σὴν Τιμιωτέραν... τίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Σὴν Τιμιωτέραν... τίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Σὴν Τιμιωτέραν... τίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Σὴν Τιμιωτέραν... Καταβασία 9
ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ἐξαποστειλάρια ὁ α χορὸς Ἦχος γ Ἐν Πνεύματι τῷ Ἱερῷ Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην. Ἕτερον, Ὁ οὐρανὸν τοῖς ἄστροις Πνεύματος θείου ἀκτῖνα, θεσπέσιε δεδεγμένος, καὶ κόσμον καταφωτίσας, τῷ φθόγγῳ τῶν σῶν ῥημάτων, ὑπὲρ ἡμῶν νῦν δυσώπει, τὸν Κύριον τοῦ σωθῆναι. ὁ α χορὸς Θεοτοκίον Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων......κακῶν περίσῳζε πάντας. ΑΙΝΟΙ Ἦχος α Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Σῶν οὐρανίων ταγμάτων Σῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι' ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Σῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα... τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 10
Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε. τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ' ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς. Δόξα Πατρί... Ἦχος β Υιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς ἣν καὶ νῦν δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ. Καὶ νῦν... Θεοτοκίον ὁμόηχον Σὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Δοξολογία Μεγάλη εἰς ἦχον β ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 11
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ Ἀπολυτίκιον Ἦχος γ Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ Ἀντίφωνον Α' Ἦχος β. 12
τίχ. α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. τίχ. β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... τίχ. γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ...Καὶ νῦν... Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος ὁ αὐτὸς. τίχ. α. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. τίχ. β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... τίχ. γ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,... Δόξα Πατρί... Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' τίχ. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ. Ἀπολυτίκιον Ἦχος γ Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. τίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα. Ἀπόστολε Ἅγιε Φίλιππε... Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος γ Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Σοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 13
Κοντάκιον Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ ταυρῷ Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. Σρισάγιον. Ἀπόστολος (Α Κορ. δ 9-16) Προκείμενον ἦχος πλ.δ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ. τίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα δελυξί, ὁ Θεὸρ ἡμᾶρ σξὺρ ἀοξςσόλξτρ ἐςφάσξτρ ἀοέδεινεμ ὡρ ἐοιθαμασίξτρ, ὅσι θέασπξμ ἐγεμήθημεμ σῷ κόςμῳ καὶ ἀγγέλξιρ καὶ ἀμθπώοξιρ. Ἡμεῖρ μψπξὶ διὰ Χπιςσόμ, ὑμεῖρ δὲ υπόμιμξι ἐμ Χπιςσῷ ἡμεῖρ ἀςθεμεῖρ, ὑμεῖρ δὲ ἰςφτπξί ὑμεῖρ ἔμδξνξι, ἡμεῖρ δὲ ἄσιμξι. Ἄφπι σῆρ ἄπσι ὥπαρ καὶ οειμῶμεμ καὶ διχῶμεμ καὶ γτμμησεύξμεμ καὶ κξλαυιζόμεθα καὶ ἀςσασξῦμεμ καὶ κξοιῶμεμ ἐπγαζόμεμξι σαῖρ ἰδίαιρ φεπςί λξιδξπξύμεμξι εὐλξγξῦμεμ, διψκόμεμξι ἀμεφόμεθα, δτςυημξύμεμξι οαπακαλξῦμεμ ὡρ οεπικαθάπμασα σξῦ κόςμξτ ἐγεμήθημεμ, οάμσψμ οεπίχημα, ἕψρ ἄπσι. Οὐκ ἐμσπέοψμ ὑμᾶρ γπάυψ σαῦσα, ἀλλ ὡρ σέκμα μξτ ἀγαοησὰ μξτθεσῶ. ὰμ γὰπ μτπίξτρ οαιδαγψγξὺρ ἔφησε ἐμ Χπιςσῷ, ἀλλ ξὐ οξλλξὺρ οασέπαρ, ἐμ γὰπ Χπιςσῷ Ιηςξῦ διὰ σξῦ εὐαγγελίξτ ἐγὼ ὑμᾶρ ἐγέμμηςα. Παπακαλῶ ξὖμ ὑμᾶρ, μιμηταί μου γίνεσθε. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ἰωάννην ( Ιω. α 44-52). Τῷ θαηξῷ ἐθείλῳ, ἠζέιεζελ ὁ Ἰεζνῦο ἐμειζεῖλ εἰο ηὴλ Γαιηιαίαλ, θαὶ εὑξίζθεη Φίιηππνλ. θαὶ ιέγεη αὐηῷ ὁ Ιεζνῦο, Αθνινύζεη κνη. Ἦλ δὲ ὁ Φίιηππνο ἀπὸ Βεζζατδά, ἐθ ηῆο πόιεσο Αλδξένπ θαὶ Πέηξνπ. Εὑξίζθεη Φίιηππνο ηὸλ Ναζαλαὴι θαὶ ιέγεη αὐηῷ, ὃλ ἔγξαςελ Μσυζῆο ἐλ ηῷ λόκῳ θαὶ νἱ πξνθῆηαη εὑξήθακελ, Ιεζνῦλ πἱὸλ ηνῦ Ισζὴθ ηὸλ ἀπὸ Ναδαξέη. Καὶ εἶπελ αὐηῷ Ναζαλαήι, Εθ Ναδαξὲη δύλαηαί ηη ἀγαζὸλ εἶλαη; ιέγεη αὐηῷ Φίιηππνο, Εξρνπ θαὶ ἴδε. Εἶδελ ὁ Ιεζνῦο ηὸλ Ναζαλαὴι ἐξρόκελνλ πξὸο αὐηὸλ θαὶ ιέγεη πεξὶ αὐηνῦ, Ιδε ἀιεζῶο Ιζξαειίηεο ἐλ ᾧ δόινο νὐθ ἔζηηλ. Λέγεη αὐηῷ Ναζαλαήι, Πόζελ κε γηλώζθεηο; ἀπεθξίζε Ιεζνῦο θαὶ εἶπελ αὐηῷ, Πξὸ ηνῦ ζε Φίιηππνλ θσλῆζαη ὄληα ὑπὸ ηὴλ ζπθῆλ εἶδόλ ζε. Ἀπεθξίζε αὐηῷ Ναζαλαήι, Ραββί, ζὺ εἶ ὁ πἱὸο ηνῦ Θενῦ, ζὺ βαζηιεὺο εἶ ηνῦ Ιζξαήι. Ἀπεθξίζε Ιεζνῦο θαὶ εἶπελ αὐηῷ, Ὅηη εἶπόλ ζνη ὅηη εἶδόλ ζε ὑπνθάησ ηῆο ζπθῆο πηζηεύεηο; κείδσ ηνύησλ ὄςῃ. Καὶ ιέγεη αὐηῷ, Ακὴλ ἀκὴλ ιέγσ ὑκῖλ, ὄςεζζε ηὸλ νὐξαλὸλ ἀλεῳγόηα θαὶ ηνὺο ἀγγέινπο ηνῦ Θενῦ ἀλαβαίλνληαο θαὶ θαηαβαίλνληαο ἐπὶ ηὸν ςἱὸν ηοῦ ἀνθπώπος. 14
Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, ἈλληλουἸα. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (γ ). Ἀπόλυσις «...Φριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...» https://agioskosmasoaitolos.wordpress.com 15