ΘΥΡΑΝΟΙΞΙΑ ΝΑΟΥ. Διάκονος: Εὐλόγησον, Δέσποτα. Μητροπολίτης: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.



Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Κ Υ Ρ Ι Α Κ Η Ι Β Τ Ο Υ Μ Α Τ Θ Α Ι Ο Υ

Ἡ Θεία Λειτουργία τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Δείτε την απόδοση Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Εὐλόγησον, Δέσποτα. Ἱερεὺς

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΤΟΥ ΑΓΙΑΣΜΟΥ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κ Υ Ρ Ι Α Κ Η Ζ Τ Ο Υ Λ Ο Υ Κ Α

παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου 5 ΜΑΪΟΥ 2019 ΚΥΡΙΑΚΗ ΑΝΤΙΠΑΣΧΑ (Β ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ, ΤΟΥ ΘΩΜΑ) «Τὰ ἐγκαίνια τῆς (καθ ἑβδομάδα ἀνακυκλουμένης)

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Η ΚΥΡΙΑΚΗ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΙΕΡΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΓΙΑ ΨΑΛΤΙΚΗ ΧΡΗΣΗ ΠΑΜΜΕΓΙΣΤΩΝ ΤΑΞΙΑΡΧΩΝ ΙΜΒΡΑΗΜΙΑΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΑΙΓΥΠΤΟΥ. Εμσαα

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΤΟ ΚΕΙΜΕΝΟ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ ΤΟΥ ΙΩΑΝΝΗ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Θεό σαν να είναι τέτοιου είδους βιβλία "η σολομωνική" της Εκκλησίας! Ας μη σκανδαλισθούμε με τον χαρακτηρισμό, απλά να σκεφτούμε πώς βλέπουν οι

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ. ΙΕΡΕΥΣ: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

ΚΑΙ ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΘΕΙΑΣ ΕΥΧΑΡΙΣΤΙΑΣ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. (ξζ 3) Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πράξεις τῶν ἀποστόλων, ἅπτει ὁ κανδηλάπτης πάσας τὰς κανδήλας τοῦ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

Κυριακή 23 Ἰουνίου 2019.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Cirillus Alexandrinus - De synagogae defectu

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (16/09/17)

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ο ΓΑΜΟΣ ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ΗΤΟΙ ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

«Να έχουμε άφθονη ελπίδα, που ξεχειλίζει και περισσεύει»

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

19 ΑΠΡΙΛΙΟΥ Ἑωθινὸν Α.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

"Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου."

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ε ε λε η σον Κυ ρι ε ε ε

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΥΧΕΛΑΙΟΥ. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ

το σφάλμα μας, πέφτουμε σε νέα και περισσότερα σφάλματα και, στο τέλος κουνώντας αδιάφορα τους ώμους μας, βυθιζόμαστε

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Τίνα με λέγουσιν οι άνθρωποι είναι; Διδ. Εν. 7

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ΑΚΟΛΟΥΘΙΑ ΓΑΜΟΥ. ΑΚΟΛΟΥΘΙΑ ΕΠΙ ΜΝΗΣΤΡΟΙΣ ἤτοι ΤΟΥ ΑΡΡΑΒΩΝΟΣ

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Η ακολουθια του γαμου Μεσα στη θ. λειτουργια Σύνθεση προσαρμογή Χαραλάμπους Νεοφύτου, ιερέως

Εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Γενικὴ Ἐκκλησιαστικὴ Ἱστορία [Α] Δρ. Ἰωάννης Ἀντ. Παναγιωτόπουλος

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΑΓΙΑΣ ΦΙΛΟΘΕΗΣ 19-21, ΑΘΗΝΑ ΤΗΛ FAX: ΕΚΠΑΙΔΕΥΤΙΚΟ ΥΛΙΚΟ

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

Κ Υ Ρ Ι Α Κ Η Μ Ε Τ Α Τ Η Ν Υ Ψ Ω Σ Ι Ν. Η ηθική προσταγή Μητροπολίτου Αττικής και Μεγαρίδος Νικοδήμου

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΗΦΙΣΙΑΣ, ΑΜΑΡΟΥΣΙΟΥ & ΩΡΩΠΟΥ ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΜΕΓΑΛΗΣ ΕΒΔΟΜΑΔΟΣ ΚΑΙ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ 2018

το σφάλμα μας, πέφτουμε σε νέα και περισσότερα σφάλματα και, στο τέλος κουνώντας αδιάφορα τους ώμους μας, βυθιζόμαστε

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΟΙΚΟΝΟΜΟΥ ΠΑΡΑΣΚΕΥΑ ΑΓΑΘΩΝΟΣ ΔΡ ΘΕΟΛΟΓΙΑΣ Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΛΦΟΘΕΟΥ

Transcript:

ΘΥΡΑΝΟΙΞΙΑ ΝΑΟΥ Πρὸ τῶν κεκλεισμένων Θυρῶν τοῦ Ἱεροῦ Ναοῦ, καὶ πρὸ τῆς ηὐτρεπισμένης Τραπέζης, ἔνθα τελεσθήσεται ὁ Ἁγιασμὸς τῶν Θυρανοιξίων, ἀναφωνεῖ: Διάκονος: Εὐλόγησον, Δέσποτα. Μητροπολίτης: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Xoρός: Ἀμήν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.(3) Ἀναγνώστης: Ψαλμός 83 Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς. Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. Μακάριος ἀνήρ, ᾧ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ. Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ Θεὸς τῶν Θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι ὁ Θεὸς Ἰακώβ. Ὑπερασπιστὰ ἡμῶν, ἴδε ὁ Θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ Οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ - 1 -

οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεός χάριν καὶ δόξαν δώσει. Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ. - 2 -

Ὁ Χορὸς Ἦχος δ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στιχ. α Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ Ὄνομα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος... Στιχ. β Πάντα τὰ Ἔθνη ἐκύκλωσάν με, καὶ τῷ Ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος... Στιχ. γ Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος... Εἶτα ψάλλονται τὰ ἑπόμενα Τροπάρια Ἦχος δ Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ Ἁγίου Σκηνώματος τῆς δόξης σου Κύριε κραταίωσον αὐτὸν εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείας τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις. Δόξα. Κοντάκιον. Ἦχος πλ. δ Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, Γυναιξὶ Μυροφόροις φθεγξάμενος Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Καὶ νῦν. Ἦχος πλ. δ Παναγία Θεοτόκε Παρθένε, τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον, καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι, ἐν τῷ ψάλλειν ἡμᾶς τῶν Ἀγγέλων τὸν ὕμνον. Εἶτα τὸ - 3 -

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ ) - 4 -

Διάκονος: Δύναμις. Δόξα. Καὶ νῦν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Xoρός: Δύναμις Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. ΑΠΟΣΤΟΛΟΣ Διάκονος: Πρόσχωμεν. Προκείμενον Ἦχος Β Ψαλμὸς 67, 25 Ἀναγνώστης:Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Κύριον ἐκ πηγῶν Ἰσραήλ. Στίχ. Kύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Διάκονος: Σοφία. Ἀναγνώστης: Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (9:1-7) Διάκονος: Πρόσχωμεν. Ἀναγνώστης: Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν - 5 -

ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ Ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Μητροπολίτης: Εἰρήνη σοι τῷ ἀναγινώσκοντι. Xoρός: Ἀλληλούϊα. (γ ) ΕΥΑΓΓΕΛΙΟΝ Διάκονος: Σοφία, ὀρθοί ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου. Μητροπολίτης: Εἰρήνη πᾶσι. Xoρός: Καὶ τῷ πνεύματί σου. Μητροπολίτης: Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. (16:13-19) Διάκονος: Πρόσχωμεν. Xoρός: Δόξα σοι, Κύριε, δόξα σοι. Μητροπολίτης: Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ιησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» Οἱ δὲ εἶπον «Οἱ μὲν Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ηλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.» Λέγει αὐτοῖς «Υμεῖς δὲ τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲ Σίμων - 6 -

Πέτρος εἶπε «Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Ἀποκριθεὶς δὲ ὁ Ιησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι Ἅδου οὐ κατισχύσουσιν αὐτῆς καὶ δώσω σοι τὰς κλεῖς τῆς Βασιλείας τῶν οὐρανῶν καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Xoρός: Δόξα σοι, Κύριε, δόξα σοι. ΕΙΡΗΝΙΚΑ Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ τῶν eusebon..., τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Εὐαγγέλου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. - 7 -

Διάκονος:Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. Xoρός: Κύριε ἐλέησον. Διάκονος: Ὑπὲρ τοῦ καταφοιτῆσαι τῷ ὕδατι τούτῳ τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν. Διάκονος: Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἰαματικὸν ψυχῶν καὶ σωμάτων, καὶ πάσης ἀντικειμένης δυνάμεως ἀποτρεπτικόν, τοῦ Κυρίου δεηθῶμεν. Xoρός: Κύριε ἐλέησον. - 8 -

Διάκονος: Ὑπὲρ τοῦ ἔργου τῶν χειρῶν ἡμῶν, καὶ τῶν συνόντων ἀδελφῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. - 9 -

Xoρός: Κύριε ἐλέησον. Διάκονος:Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. Xoρός: Κύριε ἐλέησον. Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι. Xoρός: Κύριε ἐλέησον. Διάκονος: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. Xoρός: Σοί, Κύριε. Μητροπολίτης: Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Xoρός: Ἀμήν. Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. Xoρός: Κύριε ἐλέησον. ΕΥΧΗ ΑΓΙΑΣΜΟΥ Ὁ Μητροπολίτης κλίνας τὴν κεφαλὴν ἐπεύχεται λέγων Μητροπολίτης: - 10 -

Κύριε ὁ Θεός ἡμῶν, ὁ ἁγιάσας τὰ ῥεῖθρα τοῦ Ἰορδάνου, διὰ τῆς σωτηριώδους σου ἐπιφανείας, αὐτὸς καὶ νῦν κατάπεμψον τὴν χάριν τοῦ παναγίου σου Πνεύματος, καὶ εὐλόγησον τὸ ὕδωρ τοῦτο πρὸς ἁγιασμὸν καὶ τελείωσιν τοῦ σεβασμίου τούτου Οἴκου σου κατὰ τὰ θυρανοίξια ταῦτα, καὶ στερέωσον καὶ συντήρησον αὐτὸν ἀσάλευτον καὶ δεδοξασμένον ἐν σοὶ μέχρι τῆς συντελείας τῶν αἰώνων. Ὅτι σὺ εἶ ὁ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Xoρός: Ἀμήν. Λαβὼν τὸν Τίμιον Σταυρόν, μετὰ κλάδων βασιλικοῦ, βαπτίζει τοῦτον τρὶς ἐντὸς τοῦ ὕδατος, ἀναδύων καὶ καταδύων τοῦτον καὶ λέγει: Ἦχος α Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Εἶτα ῥαντίζων τὴν θύραν καὶ τὰς πλευράς τοῦ νέου Ναοῦ καὶ τὸν παριστάμενον Λαόν. Εἶτα ὁ Μητροπολίτης ὠθεῖ τὴν κεκλεισμένην θύραν καὶ σταυροειδῶς ραντίζων τὸν νέον Οἶκον τοῦ Θεοῦ ψάλλει Τὸ Κοντάκιον τῶν Ἐγκαινίων Ἦχος δ Ἐπεφάνη σήμερον. Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, ἀνεδείχθη ἅπαντας φωταγωγοῦσα τοὺς πιστούς ἐν ᾧ ἑστῶτες κραυγάζομεν τοῦτον τὸν Οἶκον στερέωσον, Κύριε. Μετὰ τοῦτο ψάλλεται Ἀπολυτίκιον τοῦ Ναοῦ - 11 -

Ἀπολυτικίον τῆς Ἁγίας Ἄννης Ἦχος δ' Σήµερον τῆς ἀτεκνίας δεσµὰ διαλύονται τοῦ Ἰωακεὶµ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ' ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι' Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ. Χαῖρε Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ. Διάκονος. Τοῦ Κυρίου δεηθῶμεν. Xoρός: Κύριε ἐλέησον. Μητροπολίτης. Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων Αὐτός, φιλάνθρωπε Δέσποτα, ἐπίβλεψον ἐφ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τὰ Θυρανοίξια ἐπιτελοῦντας τοῦ σεβασμίου Ναοῦ τούτου τῆς τοῦ Σωτῆρος Μεταμορφῶσεως, εἰς λειτουργίαν τῆς Ἁγιωτάτης σου Ἐκκλησίας. Στερέωσον τοῦτον μέχρι τῆς συντελείας τοῦ αἰῶνος ἀσάλευτον, καὶ δεδοξασμένον καὶ ἀξίωσον ἡμᾶς ἐν αὐτῷ αἰνέσεις καὶ δοξολογίας προσάγειν τῇ δόξῃ σου, εὐπροσδέκτους τε τῇ σῇ ἀγαθότητι γενέσθαι τὰς δεήσεις ἡμῶν καὶ παντὸς τοῦ Λαοῦ σου, πρεσβείαις τῆς ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων. Ἀμήν. ΑΠΟΛΥΣΙΣ Μητροπολίτης: Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. - 12 -

Ὁ ἀναστάς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου Αὐτοῦ Μητρός, δυνάμει τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, τῶν Ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡµῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. Χριστὸς ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. Xoρός: Ἀληθῶς ἀνέστη ὁ Κύριος. - 13 -