ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

Σχετικά έγγραφα
Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν. Εἰκόσι Κόσμος ὁ σύμπας εὐφραίνου Πρὸς τὸ πρωτοτύπον φέρει...

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Κυριακή 2 Ἰουνίου 2019.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Β ΓΥΜΝΑΙΟΥ

1 1 παυλος και σιλουανος και τιμοθεος

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΜΗΝ ΜΑΪΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Cirillus Alexandrinus - De synagogae defectu

ΓΡΑΠΤΕΣ ΠΡΟΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ ΜΑΪΟΥ - ΙΟΥΝΙΟΥ 2017 ΜΑΘΗΜΑ: ΑΡΧΑΙΟΓΝΩΣΙΑ. ΤΑΞΗ: Α Γυμνασίου. ΗΜΕΡΟΜΗΝΙΑ: Τρίτη, 30 Μαΐου 2017

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ. (Β Κυριακή τῶν Νηστειῶν).

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Iohannes Damascenus - De theologia

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΑΡΧΗ 1ης ΣΕΛΙΔΑΣ ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ : ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΤΑΞΗ / ΤΜΗΜΑ : Γ ΛΥΚΕΙΟΥ ΔΙΑΓΩΝΙΣΜΑ ΠΕΡΙΟΔΟΥ : ΑΠΡΙΛΙΟΥ 2017 ΣΥΝΟΛΟ ΣΕΛΙΔΩΝ: 7

ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

Δειγματική Διδασκαλία του αδίδακτου αρχαιοελληνικού κειμένου στη Β Λυκείου με διαγραμματική παρουσίαση και χρήση της τεχνολογίας

ΠΑΡΑΤΗΡΗΣΕΙΣ: Α. «Ἐπεί δ ἡ πόλις τῶν συγκειµένων τοῖς ἀπό συµβόλων κοινωνοῦσι»:να µεταφράσετε το απόσπασµα που σας δίνεται. Μονάδες 10 Β. Να γράψετε σ

Προσκυνούμεν Σου τα Πάθη Χριστέ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Αγιολογία - Εορτολογία

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Η εκπύρωσις της γής(β Πε 3, 5-13)

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Τρίτη 25 Δεκεμβρίου. Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

«Η λύση του Γόρδιου Δεσμού» αρχαία ελληνικά Α Γυμνασίου ενότητα 7

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΦΑΝΟΥΡΙΟΥ ΤΟΥ ΝΕΟΦΑΝΟΥΣ. Οὗ ἡ Μνήμη τῇ ΚΖ Αὐγούστου. Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ

Κυριακή 10 Μαρτίου 2019.

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

27 Φεβρουαρίου 5 Μαρτίου 2017 Ο άνθρωπος

Οι Άγιοι της Θεσσαλονίκης.

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

1. Να τονίσετε τις λέξεις και να δικαιολογήσετε την επιλογή σας, αναφέροντας τον αντίστοιχο κανόνα τονισμού

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Η καταλλαγή των πάντων εις Χριστόν (Κολ 1, 15-20)

Ερμηνεία Αποκαλυπτικών κειμένων της Καινής Διαθήκης

ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Κυριακή 23 Ἰουνίου 2019.

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

Ἀκολουθία Νεομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Πασγάνου

Ι ΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ Αριστοτέλους Πολιτικά (Γ1, 1-2, 3-4/6/12) Τῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία

Numbers / Αριθμοι - According to 4Q121 Septuagint Numbers (4QLXXNum) - Verse Order

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΘΥΜΙΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΡΟΔΟΥ

Origenes - Adnotationes in Numeros

Τι συμβολίζει ο ασπασμός των ιερέων κατά τη διάρκεια της Θείας Λειτουργίας

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Γ ΓΥΜΝΑΙΟΥ

Transcript:

[1]

ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ (Ὑπὸ π. Γ. Ῥήγα.) ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ Ἱστῶµεν στίχους δ καὶ ψάλλοµεν τὰ παρόντα Στιχηρὰ Προσόµοια, δευτερούντες τὸ πρῶτον. Ἦχος Α. Τῶν Οὐρανίων Ταγµάτων. Τῶν οὐρανίων τὰ κάλλη ποθήσας ἔνδοξε, τὴν τῶν προσκαίρων δόξαν, εἰς οὐδὲν ἐλογίσω, διόπερ καὶ τὸ φρόνημα τῶν Περσῶν, καταπτύσας Ἰάκωβε, τὰς πολυτρόπους κολάσεις τῶν διωκτῶν, καρτερῶς φέρεις πανόλβιε. Ἐν οὐρανίαις παστάσι χορεύων ἔνδοξε, καὶ ἐντρυφῶν τῇ δόξῃ, τῷ τῶν ὅλων Δεσπότου, Ἰάκωβε τρισμάκαρ δυσώπει Αὐτόν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ἵνα τρυφῆς αἰωνίου καὶ τῆς χαρᾶς, σὺν Ἀγγέλοις ἀπολαύσωμεν. [2]

Τῇ παμφαεὶ πανηγύρει τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτοι τιμῶντες φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τὸν Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ. Δόξα. Ἦχος πλ. Β Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἰάκωβε βοᾷ σοι θεράπον Χριστοῦ καὶ προστάτα θερμότατε, μὴ ἐλλείπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος Ἀπόστιχα. Ἦχος β. Οἶκος τοῦ Εὐφραθᾶ. Κάλλει τῶν ἀγαθῶν, σαφῶς τῶν ἀκηράτων, ἐνατενίζων μάκαρ, διέπλευσας ἀβρόχως, βασάνων τὸ κλυδώνιον. Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει Ὤφθης θεοπρεπῶς, γεώργιον Ὑψίστου, τεμνόμενον τρισμάκαρ, δρεπάνῃ μαρτυρίου, Ἰάκωβε καλλίνικε. [3]

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ Δόξαν καταλιπών, ἐπίγειον θεόφρον, ζωῆςὑπερκοσμίου, κεκλήρωσαι τὸ κλέος, Ἀγγέλων συνομόσκηνε. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Δέσποινα ἀγαθή, τὰς ἁγίας Σου χεῖρας, πρὸς τὸν Υἱόν Σου ἆρον, τὸν φιλόψυχον Πλάστην, οἰκτειρῆσαι τοὺς δούλους Σου. Ἀπολυτίκιο ὅρα ἐν τῷ Μεγάλῳ Εσπερινῷ. [4]

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ Μετὰ τὸν Προοιµιακόν, καὶ τὴν α στάσιν τοῦ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶµεν στίχους στ καὶ ψάλλοµεν τὰ ἐν τῷ Μηναίῳ γ στιχηρὰ Προσόµοια τοῦ Ἁγίου, δευτεροῦντες αὐτά. Δόξα. Ἦχος β. Καρτερῶν ἐν ἀθλήσει βλέπε εἰς τὸ Μηναῖον. Καὶ νῦν. Θεοτοκίον. Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου Εἴσοδος. Φῶς ἱλαρόν. Προκείµενον τῆς ἡµέρας. Καὶ τὰ Ἀναγνώσµατα. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσµα. (Κεφ. Μγ 9-14). Τάδε λέγει Κύριος Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν [5]

ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ. Σοφίας Σολοµῶντος τὸ Ἀνάγνωσµα (Κεφ. Γ. 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ ἡμῶν πορεία σύντριμμα οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. [6]

Σοφίας Σολοµῶντος τὸ Ἀνάγνωσµα (Κεφ. Ε. 15-23 & ΣΤ, 1-3). Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α. Ὁ θεαυγὴς τοῦ Κυρίου Μάρτυς, περπυσευμένος τῷ φωτὶ τῆς Τριάδος, περιφανῶς διελήλυθε τὸ σκότος τῶν [7]

κολάσεων, καὶ φωτοειδὴς γενόμενος, φέγγους ἀνεσπέρου ἠξιώθη, καὶ ἐν Ἐκκλησίᾳ πρωτοτόκων εὐφραίνεται, καὶ Ἀγγέλων χοροῖς συναγάλλεται, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος β. Δεῦτε φιλομάρτυρες πάντες, τὸν Ἀθλοφόρον Κυρίου ὕμνοις τιμήσωμεν, τῇ γὰρ ἐλπίδι τῶν ἀγαθῶν νευρούμενος, τὴν τῶν μελῶν ἐκκοπὴν ὑπήνεγκε καρτερώτατα, καὶ ἐκδυθεὶς σῶμα τὸ φθαρτόν, στολὴν ἀθανασίας, ὡς Μάρτυς νικηφόρος ἐνεδύσατο, καὶ νῦν τῷ θρόνῳ τοῦ Παντάνακτος, ως ἀριστεὺς παριστάμενος, πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος γ. Νεώσας τὴν ψυχὴν ἀρότρῳ πίστεως, τὸν ἄσταχυν τῆς ἀθλήσεως τὸν ἑκατοστεύοντα, ἐν πνεύματι Θεοῦ ἐξήνθησας, καὶ τῆς τρυφῆς τῆς μακαρίας κατηξιώθης, χοροῖς τῶν Ἀθλοφόρων συναριθμηθείς. Μεθ ὧν τοῖς τελοῦσίν σου, τὴν πανέορτον μνήμην αἴτησαι ἱλασμὸν καὶ ἔλεος, ἡμῖν παρασχεθῆναι. Δόξα. Ἦχος πλ. Β. [8]

Ἐξέλαμψε σήμερον ἡ σεβάσμιος μνήμη τοῦ Ἀθλοφόρου, τοὺς πιστοὺς συγκαλοῦσα πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα τῶν φιλεόρτων τὰ συστήματα. Οὗτος γὰρ ὁ γενναῖος διέπλευσεν ἀβρόχως, τὸ σφοδρὸν καὶ πικρὸν τῶν βασάνων κλυδώνιον, καὶ τῇ κυβερνήσει τοῦ σωτηρίου ἐλπίδος, πρὸς τοὺς ἄνω λιμένας προσωρμίσθη, πάσης θυμηδίας πληρούμενος. Πρὸς αὐτὸν οὖν βοήσωμεν πολύαθλε Ἰάκωβε, μὴ διαλίπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, σωθῆναι τοὺς ἐκ πόθου, σοῦ τὴν σεπτὴν ἑορτὴν ἐκτελοῦντας ᾄσμασι. Καὶ νῦν. Θεοτοκίον. Θεοτόκε Σὺ εἶ ἡ ἄμπελος Εἰς τὸν Στίχον. Ἦχος πλ. Α. Χαίροις ἀσκητικῶν. Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλαῖς βασάνοις ὠνησάμενος, Θεοῦ τὴν οὐράνιον, βασιλείαν Ἰάκωβε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι, μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ τὴν σεπτὴν ἑορτήν σου, ἐπιτελούντων ἐν ᾄσμασι, τυχεῖν σωτηρίας, καὶ πταισμάτων λυτρωθῆναι, καὶ περιστάσεων. Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει [9]

Χαίροις, ὁ θεαυγὴς Ἀθλητής, τῶν Ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, ὁ ῥοαῖς αἱμάτων καλλυνόμενος, λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι, στύλος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων, ξίφει τῆς καρτερίας σου, ὁ κτεῖνας τὸν δράκοντα, ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ Χαίρων, ταῖς τῆς συζύγου ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, τῷ θείῳ πυρὶ τὴν πλάνην, πυρσολατρῶν δυσσεβῶν, κατασβέσας μάκαρ ἀξιάγαστε, ὑφ ὧν ἐκτεμνόμενος, σοῦ τὰ μέλη Ἰάκωβε, καθάπερ κλῆμα, τῆς ἀμπέλου ἀνέμελπες,ὕμνον πρόσφορον, ἐν ἑκάστῳ πρὸς Κύριον, ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, καὶ οὐρανίων στεφάνω, ἐπιτυχόντα πανόλβιε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. Α. Ἐθαυμαστώθης Ἰάκωβε βλέπε εἰς τὸ Μηναῖον. [10]

Μακαρίζομέν Σε Καὶ νῦν. Θεοτοκίον. Ἀπολυτίκον. Ἦχος δ. Ὡς τῶν Ἀθλητῶν ἀκροθίνιον, καὶ τῶν εὐσεβῶν περιτείχισμα, τῷ Δεσπότῃ τῶν ὅλων Ἰάκωβε πρέσβευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. [11]

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ ταὴν α στιχολογίαν, κάθισμα. Ἦχος γ. Θείας πίστεως. Θείῳ Πνεύματι, πεφωτισμένος, θράσος τύραννον, ἐν παῤῥησίᾳ, μεγαλοφρόνως Ἰάκωβε ᾔσχυνας, καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, ὅθεν Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα, τὸ αὐτό. Και νῦν. Θεοτοκίον. Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος. Μετὰ τὴν β στιχολογίαν, κάθισμα. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τὴν τῶν μελῶν ἀποκοπὴν καρτερήσας, τῇ θείᾳ χάριτι ῥωννύμενος μάκαρ, μαρτυρικῶς ἠγώνισαι Ἰάκωβε, στέφος ἀνεπλέξω δε, ἀφθαρσίας θεόφρον, θρόνῳ παριστάμενος τῆς Ἁγίας Τριάδος, ἥν ἐκδυσώπει [12]

ῥύσασθαι κακῶν, τροπαιοφόρε, τοὺς πίστει ὑμνοῦντάς σε. Δόξα, τὸ αὐτό. Και νῦν. Θεοτοκίον. Οὐ σιωπήσομέν ποτε Θεοτόκε Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. Δ. Τὴν Σοφίαν καὶ Λόγον. Τὸν λαμπρὸν ἀριστέα καὶ Ἀθλητήν, καὶ φαιδρὸν τροπαιοῦχον πάντες πιστοί, Ἰάκωβον ᾄσμασι, κατὰ χρέος ὑμνήσωμεν, τοῦ γὰρ Χριστοῦ τῷ ζήλῳ ἐνθέως πυρούμενος, τὴν ὁμίχλην τῆς πλάνης ἀθλήσει ἐσκέδασεν, ὅθεν ὥσπερ κλῆμα, ἐκτεμνόμενος πίστει, τῆς δόξης ἐπέτυχε τῆς ἀφθάρτου τῇ χάριτι. Πρὸς αὐτὸν οὖν βοήσωμεν πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. Δόξα. Και νῦν. Θεοτοκίον. Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χῆρα ἐκείνη δύο λεπτά, προσφέρω Σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων Σου, Σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων ἀεί με ἐξαίρουσα, ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω Σοι Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀναξιος δοῦλός Σου. [13]

Οἱ Ἀναβαθµοί. Τὸ α ἀντίφωνον τοῦ δ ἤχου. Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ Εὐαγγέλιον Μαρτυρικόν. Ὁ Ν ψαλµός. Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου Ἰδιόμελον. Ἦχος πλ. Β. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός Σήμερον ἡ οἰκουμένη πᾶσα ζήτει εἰς τὸν Μικρὸν Ἑσπερινόν. Οἱ Κανόνες τῆς Θεοτόκου µετὰ τῶν Εἱρµῶν εἰς στ καὶ τοῦ Ἁγίου εἰς η. Καταβασίαι: Χριστός γεννᾶται. Ἀπὸ γ ᾠδῆς κάθισµα τοῦ Ἁγίου καὶ Θεοτοκίον. Ἀφ ἕκτης, Κοντάκιον καὶ Οἶκος τοῦ Ἁγίου. Ἐξαποστειλάριον τοῦ Ἁγίου καὶ Θεοτοκίον. Βλέπε πάντα ταῦτα εἰς τὸ Μηναῖον. [14]

Εἰς τοὺς Αἴνους. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσι Σωτηρίου ἱμάτιον ἐνεδύσω πανεύφημε, τοῦ γηΐνου σώματος ἐκδυόμενος, καὶ πεπλησμένος συνέσεως, ἀλλόκοτον φρόνημα, καὶ ἀσύνετον βουλήν, ἀνομούντων ἐξέκλινας ἀνδρικώτατα, καὶ ἐπέτυχες νίκης τῶν βραβείων, ὡς πολύαθλος ὁπλίτης, παρὰ τοῦ πάντων δεσπόζοντος. (Δίς). Ἱερεῖον ὡς ἄμωμον, προσφορά τε ὁλόκληρος, τῷ δι εὐσπλαγχνίαν Μάρτυς πτωχεύσαντι, καὶ ὥσπερ θῦμα εὐπρόσδεκτον, προσήχθης Ἰάκωβε, τῷ Κυρίῳ ἀμοιβάς, τῶν σῶν πόνων ληψόμενος, Ὅν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Ταῖς ῥοαῖς τῶν αἱμάτων σου, τὴν γῆ πᾶσαν κατήρδευσας, ἐναποξηράνας ὄμβρους Ἰάκωβε, πυρσολατρῶν πλάνης, ὅθεν νῦν, λαμπρῶς κατεσκήνωσας, πρὸς τὸ ὕδωρ τῆς ζωῆς, θυμηδίας πληρούμενος ἀξιάγαστε, ὑπὲρ πάντων πρεσβεύων τῶν ἐν πίστει, τὴν σεπτήν σου καὶ φωσφόρον, ἐπιτελούντων πανήγυριν. Δόξα. Ἦχος πλ. Δ. Πιστῶς ἀθροισθέντες σήµερον ὅρα εἰς τὸ Μηναῖον. [15]

Δέσποινα πρόσδεξαι Καὶ νῦν. Θεοτοκίον. Δοξολογία µεγάλη καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ τυπικά, καὶ ἐκ τοῦ κανόνος τοῦ Ἁγίου ἡ γ καὶ στ ᾠδή. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τοῦ Ἁγ. Δηµητρίου. Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον Μεγαλυνάριον. Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ᾄσμασιν ἐνθέοις, τὸν καλλίνικον Ἀθλητήν, τὸν ἐκ τῆς Περσίδος, λαμπρῶς ἐπιφανέντα, Ἰάκωβον τὸν θεῖον καὶ ἀξιάγαστον. [16]