30 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν Ἰωσὴφ τοῦ μνήστορος, Δαυῒδ τοῦ προφητάνακτος, Ἰακώβου τοῦ ἀδελφοθέου Ἀνυσίας ἐν Θεσσαλονίκῃ

Σχετικά έγγραφα
Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΗ ΜΕΣΟΓΑΙΑΣ ΚΑΙ ΛΑΥΡΕΩΤΙΚΗΣ ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΑΡΚΟΠΟΥΛΟΥ ΜΕΣΟΓΑΙΑΣ

26 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Σάββατον Η σύναξις τῆς Υπεραγίας Θεοτόκου.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΘΙΣΜΑΤΑ

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Ἀντίφωνον Α' Στίχος γ. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἀντίφωνον Β'

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 26 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΕ Λουκᾶ Ξενοφῶντος ὁσίου καὶ συνοδείας, Κλήμεντος ὁσίου

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

23 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ζ Ματθαίου Ἀνακομιδὴ Ἱερομ. Φωκᾶ, Ἱεζεκιὴλ τοῦ Προφήτου, Ἀπολλιναρίου Ῥαβέννης, Ὁσίας Πελαγίας ἐν Τήνῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΠΕΜΠΤΗ 25 ΔΕΚΕΜΒΡΙΟΥ 2014 Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Κ Υ Ρ Ι Α Κ Η Μ Ε Τ Α Τ Η Ν Χ Ρ Ι Σ Τ Ο Υ Γ Ε Ν Ν Η Σ Ι Ν ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ ΤΟΥ ΧΡΙΣΤΟΥ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις. 16 ΝΟΕΜΒΡΙΟΥ 2014 Εὐαγγελιστοῦ Ματθαίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

25 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος πλ. α. Ἑωθινὸν Η. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

31 ΔΕΚΕΜΒΡΙΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

25 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

31 ΔΕΚΕΜΒΡΙΟΥ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων.

+ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων..

26 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

25 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

ΠΕΜΠΤΗ, 31 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Ἀπόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ῥωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου (δ αἰ.).

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

25 ΔΕΚΕΜΒΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ΤΡΙΤΗ, 26 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου. Εὐθυμίου Σάρδεων ἱερομάρτυρος τοῦ ὁμολογητοῦ ( 840).

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

26 ΔΕΚΕΜΒΡΙΟΥ Η Σύναξις τῆς Υπεραγίας Θεοτόκου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΑΠΡΙΛΙΟΥ Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΔΕΚΕΜΒΡΙΟΤ Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων. Μαλαχίου προφήτου (περὶ τὸ 450 π.χ.), Γορδίου μάρτυρος ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Κυριακὴ E Λουκᾶ Ἰωσὴφ τοῦ μνήστορος, Δαυῒδ τοῦ προφητάνακτος, Ἰακώβου τοῦ ἀδελφοθέου. Πρωτομ.Στεφάνου. Ἦχος πλ. α. Ἑωθινὸν Η.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (30/12/17)

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Κυριακὴ E Λουκᾶ Ἰωσὴφ τοῦ μνήστορος, Δαυῒδ τοῦ προφητάνακτος, Ἰακώβου τοῦ ἀδελφοθέου. Πρωτομ.Στεφάνου. Ἦχος πλ. α. Ἑωθινὸν Η.

ΕΙΣ ΤΗΝ Θ ΩΡΑΝ. Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

27 ΟΚΤΩΒΡΙΟΥ 2013 Κυριακὴ Ζ Λουκᾶ Νέστορος Μάρτυρος. Ἦχος α. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

07 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Β Ματθαίου Κυριακῆς Παρθενομάρτυρος, Θωμᾶ Ὁσίου ἐν Μαλεῷ. Ἦχος α. Ἑωθινὸν Β.

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. 10 ΝΟΕΜΒΡΙΟΥ 2013 Κυριακὴ Η Λουκᾶ Ὀλυμπᾶ, Τερτίου Ἀποστ, Ὀρέστου Μάρτ, Ἀρσενίου Ὁσ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΑ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

22 ΟΚΤΩΒΡΙΟΥ Ἦχος γ. Ἑωθινὸν Θ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

10 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ι Λουκᾶ Μηνᾶ Καλλικελάδου, Ἑρμογένους, Εὐγράφου Μαρτύρων, Ὁσίου Θωμᾶ Δεφουρκινοῦ. Ἦχος β. Ἑωθινὸν Ε.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ H Ματθαίου Εὔπλου διακόνου καὶ μάρτυρος, ἀνάμνησις θαύματος τοῦ Ἁγ.Σπυρίδωνος ἐν Κερκύρᾳ. Ἦχος βαρύς. Ἑωθινὸν Η.

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΣΑΒΒΑΤΟΝ, 31 ΔΕΚΕΜΒΡΙΟΥ 2016 Ἀπόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ῥωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου (δ αἰ.).

28 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ϛ Ματθαίου Προχόρου, Νικάνορος, Τίμωνος, Παρμενᾶ, Ὁσίας Εἰρήνης Χρυσοβαλάντου. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

05 ΝΟΕΜΒΡΙΟΥ 2017 Κυριακὴ Ε Λουκᾶ Γαλακτίωνος καὶ Ἐπιστήμης τῶν Μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν ΙΑ.

19 ΙΑΝΟΥΑΡΙΟΥ 2014 Κυριακὴ ΙΒ Λουκᾶ Μακαρίου ὁσίου, Μάρκου Ἐφέσου τοῦ Εὐγενικοῦ. Ἦχος πλ. α. Ἑωθινὸν Η.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

07 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ Δ Νηστειῶν. Ἦχος δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Transcript:

30 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν Ἰωσὴφ τοῦ μνήστορος, Δαυῒδ τοῦ προφητάνακτος, Ἰακώβου τοῦ ἀδελφοθέου Ἀνυσίας ἐν Θεσσαλονίκῃ Ἦχος πλ. β. Ἑωθινὸν Θ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. β. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. β. Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ αὐτοῦ ὑ πήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Δόξα. τῶν Ἁγίων. Ἦχος β. Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι, Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι Ἀγγέλου χρηματισθείς ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σέ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμον. Ἦχος πλ. β. Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα, πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς ἀναστάσεως λόγον Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Κύριε, παρίστατο τῷ τάφῳ σου, Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε Ποῦ ἔθηκας τὴν αἰώνιον ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε Ὁ ἐν νεκροῖς, καὶ τοὺς νεκροὺς ἀναστήσας, δόξα σοι. 1

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρί; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν ἄσαρκος γὰρ ὤν, ἐσαρκώθη ἑκών καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι ἡμᾶς καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. Μετὰ τὴν β Στιχολογίαν Ἦχος πλ. β. Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν καὶ τοὺς ἐχθροὺς αὐτοῦ, ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος. Δόξα. Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν ἔγερσιν, τὴν ἔνθεον ἀθάνατε Κύριε κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾅδου τὰς πύλας ἀνέστης δὲ ἄνευ φθορᾶς, ὡς Δεσπότης τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖ σε τὸ ἐν σοί; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησά φησι, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τίς ἑ ώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, τὴν πρὶν κατάραν, τοῦ Ἀδὰμ θέλων λῦσαι. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... 2

ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος πλ. β. Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. οἱ Ἀναβαθμοί. Ἦχος πλ. β. Ἀντίφωνον Α. Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε οἴκτειρόν με, ἵνα ζῶ σοι. Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενημένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία εἴ τινι τοῦτο κατ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω. Ἀντίφωνον Β. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται. Τοῖς ὀδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων; Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ. Ἀντίφωνον Γ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί ἄνω γὰρ ὁρῶσιν. Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω. Προκείμενον. Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. (δίς) Στίχ. Ὁ ποιμαίνων Ἰσραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ. Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν Θ Ἐκ τοῦ κατὰ Ἰωάννην 3

(κ 19 31) Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅτι ἑώρακάς με, πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 4

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος καὶ οἱ δύω τῆς Κυριακῆς μετὰ τὴν Χριστοῦ Γέννησιν ᾨδὴ α. ὁ Ἀναστάσιμος (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) Ἦχος πλ. β. Ὁ Εἱρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄδομεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν ἀνάστασιν. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸν ἑαυτῆς δεξαμένη δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα. Κανὼν τοῦ Μνήστορος, οὗ ἡ Ἀκροστιχίς Χριστοῦ σε μέλπω δεξιὸν παραστάτην. Ἰωσήφ. Ἦχος α. Χριστὸς γεννᾶται. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Χριστοῦ θεράπον μακάριε, Χριστοῦ τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, Χριστοῦ πατὴρ γνωριζόμενος, τούτῳ σὺν παῤῥησίᾳ παρεστηκώς, αἴτησαι εἰρήνην, καὶ δεινῶν ἀπαλλαγήν, τοῖς εὐφημοῦσί σε. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ῥημάτων θείων ὑπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ Θεόπαιδος, δίκαιος κατὰ πάντα καὶ ἀληθής, Ἰωσὴφ ἐδείχθης, καὶ Δικαίων ἐν σκηναῖς, ἐπαναπέπαυσαι. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ἰδεῖν Χριστὸν κατηξίωσαι, μορφῇ τῇ καθ ἡμᾶς νηπιάσαντα, καὶ τούτου Πατὴρ ὠνόμασαι μεγί 5

στη σου ἡ δόξα ὡς ἀληθῶς! μέγα ὑπὲρ πάντας, τὸ ἀξίωμα! διό, ἀνευφημοῦμέν σε. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σαρκὶ Χριστὸν ἀπεκύησας, ἁγνὴ ἐν Βηθλεὲμ Ἀπειρόγαμε, σπαργάνοις αὐτὸν εἰλήσασα οὗ τὴν ἐπιδημίαν καταπλαγείς, Ἰωσὴφ σὺν φόβῳ, μεγαλύνει προσκυνεῖ, τὴν τούτου δύναμιν. Κανὼν τῶν ἁγίων Δαυῒδ καὶ Ἰακώβου. ποίημα Κοσμᾶ Μοναχοῦ Ἦχος δ. ᾌσομαί σοι Κύριε. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐκ μήτρας ἁγίας, Παρθένου τὸν ἄνθρωπον, ἀφράστως ἐνδυσάμενος, ἀνέπλασας ὡς εὔσπλαγχνος. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Σήμερον Ποιμένες θεολογοῦσι, σὺν Ἀσωμάτοις τὸν ὕμνον, λαμπρῶς ἀναμέλποντες, καὶ Μάγοι δῶρα φέρουσι, τῷ σαρκὶ νηπιάσαντι. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα ἐν ὑψίστοις χοροὶ Ἀγγέλων, ἐν Βηθλεὲμ τοῖς Ποιμέσιν, ἐπέστησαν λέγοντες μεθ ὧν τὸν εὐδοκήσαντα, σαρκωθῆναι ὑμνήσωμεν. Δόξα. Ὅσοι τὸ Γενέθλιον ἐκτελοῦμεν, τοῦ σαρκωθέντος δι ἡμᾶς, χαρᾷ ἀνυμνήσωμεν, Ἰάκωβον Θεάδελφον, καὶ Δαυῒδ Θεοπάτορα. Καὶ νῦν. Δαυῒδ ὁ Θεοπάτωρ σὺν τῇ κινύρᾳ, τὸν ἐκ τῆς ῥίζης Ἰεσσαί, σαρκούμενον Λόγον, Ἰάκωβον τὸν δίκαιον, ἐφελκόμενος ὕμνησον. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος πλ. β. Ὁ Εἱρμός. Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερε ώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ ἀνάστασις. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. τοῦ Μνήστορος Ἦχος α. Τῷ πρὸ τῶν αἰώνων. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Τοῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀποῤῥήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ ἐσχάτων, σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός, μάκαρ ἐχρημάτισας. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὃν αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου, Ἰωσὴφ ταῖς 6

χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ ὅθεν σε γεραίρομεν. Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. Ὕψος μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρῴην σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ, καθαρὸς δεδειγμένος δι οὗ ἅπαντες ἐσώθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς, μνήμην σου δοξάζοντες. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σάρκα εἰληφότα, ἐξ ἁγνῶν σου αἱμάτων Παρθένε ἁγνή, καὶ ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν φάτνῃ τεθέντα, ἰδὼν Ἰωσὴφ ὁ δίκαιος, τὸν καθ ἡμᾶς ὁραθέντα Θεόν, ὕμνοις ἐμεγάλυνεν. τῶν ἁγίων Δαυῒδ καὶ Ἰακώβου Ἦχος δ. Τὸ στερέωμα τῶν ἐπὶ σοί. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὸν τεχθέντα σαρκί, ἐκ τῆς Παρθένου Μαρίας, ἀσπόρως Χριστόν, σὺν Ἀγγέλοις πάντες ὑμνήσωμεν, Δόξα ἐν ὑψίστοις κραυγάζοντες. (δίς) Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Ἀγραυλοῦντες πιστοί, τὸν ἀληθῆ οἱ Ποιμένες, Ποιμένα Χριστόν, ὑπ Ἀγγέλων εὐηγγελίσθησαν, Δόξα ἐν ὑψίστοις κραυγάζοντες. Στίχ. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Εὐφραινέσθωσαν οἱ οὐρανοί, χορευέτω δὲ πᾶσα ἡ γῆ, τῷ τεχθέντι σήμερον ᾄδοντες Δόξα ἐν ὑ ψίστοις Χριστῷ τῷ Θεῷ. Δόξα. Τὴν πανέορτον τοῦ δι ἡμᾶς, κενωθέντος πιστοὶ ἑορτήν, σὺν Δαυΐδ τε καὶ Ἰακώβῳ, ὕμνοις ἐπαξίως τιμήσωμεν. Καὶ νῦν. Ὡς Νυμφίον Δαυῒδ ἐκ παστοῦ, τῆς μητρῴας νηδύος φησί, νῦν τὸν Κύριον πορεύσεσθαι ὃν σὺν Ἰ ακώβῳ ὑμνήσωμεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα Κοντάκιον. Ἦχος πλ. β. Τὴν ὑπὲρ ἡμῶν. Τῇ ζωαρχικῇ, παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν, κευθμώνων ὁ ζωοδότης, ἀναστήσας ἅ παντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἐβράβευσε, τῷ βροτείῳ φυράματι ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός. ὁ Οἶκος Τὸν Σταυρὸν καὶ τὴν ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾅ δην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾅδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν ἀνάστασίν σου, δι ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός. Καθίσματα τῆς Κυριακῆς μετὰ τὴν Χριστοῦ Γέννησιν Ἦχος α. Χορὸς Ἀγγελικός. Πατρὸς ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ νενόμι 7

σαι, τοῦ σαρκὶ νηπιάσαντος ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον. Χορὸς τῶν Προφητῶν, ἑορτάζει ἐνθέως, τὸ θαῦμα τὸ ἐν σοί, γεγονὸς ὦ Παρθένε Θεὸν σεσαρκωμένον γάρ, ἐπὶ γῆς ἀπεκύησας Μάγοι πίστει δέ, σὺν Ἰωσὴφ ἐκβοῶσι, τῷ Δαυῒδ νυνὶ τῷ Θεοπάτορι, Κόρη, τὰ ἄῤῥητα θαύματα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ τῆς Κυριακῆς μετὰ τὰ Χριστούγεννα Ἦχος γ. Ἡ Παρθένος σήμερον. Εὐφροσύνης σήμερον, Δαυῒδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντα, ἀνυμνοῦσι καὶ βοῶσιν Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας. ὁ Οἶκος Ἀποῤῥήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σώζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας. Συναξάριον Τῇ Λ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας ἐνδόξου Ὁσιοπαρθενομάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ. Στίχοι Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως, Πλευρᾶς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν. Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρίδων. Στίχοι Ἀπῇρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα, Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Φιλεταίρου καὶ τῶν σὺν αὐτῷ, ἤτοι τοῦ τῆς Νικαίας κόμητος καὶ τῶν ἕξ στρατιωτῶν. Στίχοι Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ, Κἄν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λέων ὁ ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου. Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Γεδεὼν τοῦ Καρακαλληνοῦ, τοῦ πολυάθλως μαρτυρήσαντος ἐν Τυρνάβῳ τῆς Θετταλίας ἐν ἔτει 1818ῳ. Στίχοι Ἐχθρὸν αἰσχύνας τὸν πάλαι τρώσαντά σε, Χριστοῦ, Γεδεών, ὁσιομάρτυς ὤφθης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακαρίου, Μητροπολίτου Μόσχας καὶ πά 8

σης Ῥωσίας. Στίχοι Μακάριος εἶ, Μακάριε τῆς Μόσχας, Ὅτι τῶν μακαρίων ἔργα εἰργάσω. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ὁ ἐκ Παρθένου Τεχθείς, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ αἱ ἰαμβικαὶ τῶν Χριστουγέννων Ἦχος α. ᾨδὴ α. Ἔσωσε λαὸν * θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα * χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς * ἐκ Κόρης, τρίβον βατὴν Πόλου τίθησιν ἡμῖν * ὃν κατ οὐσίαν Ἴσον τε Πατρὶ * καὶ βροτοῖς δοξάζομεν. ᾨδὴ γ. Νεῦσον πρὸς ὕμνους * οἰκετῶν, εὐεργέτα, Ἐχθροῦ ταπεινῶν * τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε, παντεπόπτα, * τῆς ἁμαρτίας Ὕπερθεν ἀκλόνητον * ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς * τῇ βάσει τῆς πίστεως. ᾨδὴ δ. Γένους βροτείου * τὴν ἀνάπλασιν πάλαι ᾌδων προφήτης * Ἀββακοὺμ προμηνύει, Ἰδεῖν ἀφράστως * ἀξιωθεὶς τὸν τύπον Νέον βρέφος γὰρ * ἐξ ὄρους τῆς Παρθένου Ἐξῆλθε λαῶν * εἰς ἀνάπλασιν Λόγος. ᾨδὴ ε. Ἐκ νυκτὸς ἔργων * ἐσκοτισμένης πλάνης Ἱλασμὸν ἡμῖν, * Χριστέ, τοῖς ἐγρηγόρως Νῦν σοι τελοῦσιν * ὕμνον ὡς εὐεργέτῃ Ἔλθοις πορίζων, * εὐχερῆ τε τὴν τρίβον, Καθ ἣν ἀνατρέχοντες * εὕροιμεν κλέος. ᾨδὴ Ϛ. Ναίων Ἰωνᾶς * ἐν μυχοῖς θαλαττίοις Ἐλθεῖν ἐδεῖτο * καὶ ζάλην ἀπαρκέσαι. Νυγεὶς ἐγὼ δὲ * τῷ τυραννοῦντος βέλει, Χριστέ, προσαυδῶ * τὸν κακῶν ἀναιρέτην Θᾶττον μολεῖν σε * τῆς ἐμῆς ῥᾳθυμίας. ᾨδὴ ζ. Τῷ παντάνακτος * ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος, * ἠγκιστρωμένοι Παῖδες, τυράννου * δύσθεον γλωσσαλγίαν Οἷς εἴκαθε πῦρ * ἄσπετον, τῷ Δεσπότῃ 9

Λέγουσιν Εἰς αἰῶνας * εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Μήτραν ἀφλέκτως * εἰκονίζουσι Κόρης Οἱ τῆς παλαιᾶς * πυρπολούμενοι νέοι, Ὑπερφυῶς κύουσαν, * ἐσφραγισμένην. Ἄμφω δὲ δρῶσα * θαυματουργίᾳ μιᾷ Λαοὺς πρὸς ὕμνον * ἐξανίστησι χάρις. ὁ διάκονος ΤΤ ὴὴ νν Θεεοο ττ όόκκοο νν κκαα ὶὶ ὶ μμηηττέέρραα ττοοῦῦ φφωωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος α. Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Στέργειν μὲν ἡμᾶς * ὡς ἀκίνδυνον φόβῳ Ρᾷον σιωπήν * τῷ πόθῳ δέ, Παρθένε, Ὕμνους ὑφαίνειν, * συντόνως τεθηγμένους, Ἐργῶδές ἐστιν * ἀλλὰ καί, Μήτηρ, σθένος, Ὅση πέφυκεν * ἡ προαίρεσις, δίδου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. 10

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Θ. Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας καὶ ὀκτὼ μεθ ἡ μέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας, μεθ οὗ βοῶμεν Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις. τῆς Κυριακῆς μετὰ τὴν Χριστοῦ Γέννησιν Ἦχος β. Τοῖς Μαθηταῖς συνέλθωμεν. Σὺν Ἰακώβῳ μέλψωμεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυῒδ τὸν Θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα, τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ γεννήσει καθυπούργησαν, Βηθλεὲμ ἐν τῇ πόλει, θεοπρεπῶς, μετ Ἀγγέλων, Μάγων τε καὶ Ποιμένων, αὐτῷ τὸν ὕμνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ. τῆς Ἑορτῆς. Ἦχος γ. Αὐτόμελον. Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου......ἐτέχθη ὁ Κύριος. ΑΙΝΟΙ Ἦχος πλ. β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. β. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου καὶ ἐπ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν ἐλέησον ἡμᾶς. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν ἐλέησον ἡμᾶς. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις ἐλέησον ἡμᾶς. Αὐτόμελον Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν ἀνάστασιν. καὶ τῆς Ἑορτῆς Ἰδιόμελα δ. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Εὐφραίνεσθε Δίκαιοι οὐρανοὶ ἀγαλλιᾶσθε σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγου 11

σιν Ἀκατάληπτε Κύριε, δόξα σοι. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὁ Πατὴρ εὐδόκησεν ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα Ἀ στὴρ μηνύει Μάγοι προσκυνοῦσι Ποιμένες θαυμάζουσι καὶ ἡ κτίσις ἀγάλλεται. Στίχ. ζ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην, κατάραν τῆς Εὔας ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει τὸ μυστήριον ἔρευναν πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες Ἀνερμήνευτε Κύριε, δόξα σοι. Στίχ. η. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται. Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν, ὀφθεῖσαν Παρθένον Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς. Δόξα. τὸ Ἰδιόμελον τῆς Κυριακῆς Ἦχος πλ. δ. Ἀνατολίου Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ αἷμα τὴν Σάρκωσιν πῦρ τὴν Θε ότητα ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν. Μέγα τὸ μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς 12

τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε. ἢ τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνα τῆς Ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ρι (110) Στίχ. α. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. (ρι 1) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. (ρι 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (ρι 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. (ρι 9) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ρια (111) Στίχ. α. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. (ρια 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. 13

Στίχ. β. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐλογηθήσεται. (ρια 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,... Στίχ. γ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (ρια 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,... Στίχ. δ. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος. (ρια 4) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,... Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος δ. Ψαλμός ρθ (109) Στίχ. α. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. (ρθ 1) Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σέ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι. Στίχ. β. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐ χθρῶν σου. (ρθ 2) Ἡ γέννησίς σου, Χριστὲ ὁ Θεὸς ἡμῶν... Στίχ. γ. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. (ρθ 3) Ἡ γέννησίς σου, Χριστὲ ὁ Θεὸς ἡμῶν,... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ αὐτοῦ ὑ πήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος δ. Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σέ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σέ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι. τῶν Ἁγίων. Ἦχος β. Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι, Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι Ἀγγέλου χρηματισθείς ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν. 14

Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῶν Χριστουγέννων. Ἦχος γ. (ψάλλεται ὑπὸ τῶν λειτουργῶν, ἀμοιβαδὸν μετὰ τῶν ἱεροψαλτῶν) Ἡ Παρθένος σήμερον, τὸν Ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι δι ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ τῆς Κυριακῆς μετὰ τὴν Χριστοῦ Γέννησιν, (ἤτοι τῆς Κυριακῆς τῆς Κ ἑβδομάδος) Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας. Προκείμενον. Ἦχος δ. Ψαλμὸς ξζ (67) Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Γαλ. α 11 19) Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην ἀλλὰ δι ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεός, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀ ποστόλους ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕ τερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου. Ἀλληλούϊα. (γ ) Ἦχος β. Ψαλμὸς ρλα (131) Στίχ. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς μετὰ τὴν Χριστοῦ Γέννησιν Ἐκ τοῦ κατὰ Ματθαῖον (β 13 23) Ἀναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ ὄναρ τῷ Ἰωσήφ, λέγων Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος, ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ ἄγγελος Κυρίου κατ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν χρηματισθεὶς δὲ κατ ὄναρ, ἀ 15

νεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας. Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν ὅτι Ναζωραῖος κληθήσεται. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἐἐνν σσππηηλλααί ίίῳ γγεεννννηη θθεεὶ ὶὶςς κκααὶ ὶὶ ἐἐνν φφάάττ ννῃῃ ἀἀνναα κκλλι ιιθθεεὶ ὶὶςς δδι ιιὰὰ ττὴὴνν ἡἡμμῶ νν σσωττηηρρί ίίαανν κκααὶ ὶὶ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων Ἀπολυτίκιον Ἀνυσίας καὶ Μελάνης. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁσίως ἀνύσασα, τῶν ἀρετῶν τὴν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι, ὦ Ἀνυσία σεμνή, καὶ χαίρουσα ἤθλησας αἴγλῃ δὲ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν λαμπηδόνας νῦν ἡμῖν ἱλεοῦσθε, Χριστὸν τὸν Κύριον. Ἀπολυτίκιον τῆς Ἁγίας Ἀνυσίας. (Γερασίμου Μικραγιαννανίτου) 16

Ἦχος α. Τῆς ἐρήμου πολίτης. Ἀσκήσεως ἀγῶσι καὶ ἀθλήσεως αἵμασι, σεμνὴ Ὁσιομάρτυς Ἀνυσία πανεύφημε, ὡς θῦμα προσηνέχθης τῷ Χριστῷ, καὶ δόξης ἠξιώθης οὐρανῶν διὰ τοῦτό σε ἐν ἄσμασιν ἱεροῖς, τιμῶμεν ἀνακράζοντες Δόξα τῷ δεδωκότι σοι ἰσχύν δόξα τῷ σε στεφανώσαντι δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα. Ἕτερον Ἀπολυτίκιον. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. Ἀτραπὸν διανύσασα τὴν ἐπίγειον θεοφιλῶς, Ἀνυσία, καὶ φιλανθρώπως χοροῖς Ἀθληφόρων πανανδρείων συνηρίθμησαι, Θεσσαλονίκης εὐκλεὲς γόνε, ξίφει τὴν πλευρὰν τρωθεῖσα ὡς ὁ Νυμφίος ὁ σὸς σεπτός, Ὃν δυσώπει ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε. Ἀπολυτίκιον τοῦ Ὁσιομάρτυρος. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁσίων ἰσότιμος καὶ Ἀθλητῶν κοινωνός, καὶ θεῖον ἀγλάϊσμα, τῆς Καρακάλλου Μονῆς, ἐδείχθης μακάριε σὺ γὰρ στεῤῥῶς ἀθλήσας, τὸν ἐχθρὸν ἐτροπώσω ἔνθεν Ὁσιομάρτυς, Γεδεὼν ἐδοξάσθης, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν, τῶν εὐφημούντων σε. Ἕτερον Ἀπολυτίκιον. (Μητροπολίτου Λαρίσης Δωροθέου) Ἦχος γ. Θείας πίστεως. Ῥείθροις ἔπνιξας τῶν σῶν αἱμάτων, καὶ κατῄσχυνας, τοῦ ἐπαράτου, τὴν ἀσέβειαν Βελῆ καὶ τὸ φρύαγμα, ὑπὲρ Χριστοῦ ἐναθλῶν γενναιότατα, ὁσιομάρτυς Γεδεὼν παναοίδιμε, πρέσβυν ἀκοίμητον, Χριστῷ σε προσάγομεν, ῥυσθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν. Ἕτερον Ἀπολυτίκιον. (Χαραλάμπους Μπούσια) Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Ἡλικίας κουφότητι ἀρνησάμενος καὶ τοῦ ἐχθροῦ ἐπηρείᾳ τὸν Παντογνώστην Θεόν, εὐθαρσῶς πρὸ τῶν ἀπίστων ὡμολόγησας ἐν τῷ Τυρνάβῳ, Γεδεών, γέρας Καρακαλλινόν, φωσφόρε Ὁσιομάρτυς, ὁ ἐποπτεύων θεόθεν τοὺς εὐλαβῶς σε μακαρίζοντας. 17