24 ΕΠΣΕΜΒΡΙΟΤ 2017 +ΚΤΡΙΑΚΗ Α' ΛΟΤΚΑ +ΜΝΗΜΗ ΣΟΤ ΟΙΟΤ ΚΑΙ ΘΕΟΦΟΡΟΤ ΠΑΣΡΟ ΗΜΩΝ ΙΛΟΤΑΝΟΤ ΣΟΤ ΑΘΩΝΙΣΟΤ, ΜΝΗΜΗ ΣΗ ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΣΤΡΟ ΚΑΙ ΙΑΠΟΣΟΛΟΤ ΘΕΚΛΗ Ηχος βαρύς Εωθινόν Ε. Σῼ ΑΒΒΑΣῼ ΕΠΕΡΑ (23/9/17) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτ Χριστ, τ βασιλεῖ καὶ Θε ἡμῶν. Ψαλμὸς ργ (103) Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. 1
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τ Θε βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τ Θε μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. ὁ διάκονος: 2
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.. Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α Κάθισμα τοῦ Ψαλτηρίου. (Μακάριος ἀνήρ...) Συναπτή μικρά Ἦχος βαρύς. Ψαλμὸς ρμ (140) Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τ ὀνόματί σου. Δεῦτε ἀγαλλιασώμεθα τ Κυρίῳ, τ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες, Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι. Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι. Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι' ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας, διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι. Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. Ἀπόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθῶν δι' ἡμᾶς, Κύριε δόξα σοι. Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Κἄν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρ προσηλώθης, καὶ οὐ κρύπτω, εἰς τὴν Ἔγερσίν σου καυχῶμαι, ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι. ΣΙΧΗΡΑ ΠΡΟΟΜΟΙΑ ΑΓΙΟΤ ΙΛΟΤΑΝΟΤ ΣΟΤ ΑΘΩΝΙΣΟΤ Ἦχος α. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Τῶν οὐρανίων ταγμάτων. Εὐφραντικῶς νῦν ἐν ὕμνοις, ἀνευφημήσωμεν, νέον βλαστὸν τοῦ Ἄθω, προστεθέντα ἀξίως, τ δήμῳ τῶν Ὁσίων, ὧν ἀκριβῶς, ἀρετὰς ἐμιμήσατο Σιλουανὸν τὸν θεόπτην, ἐκζητητὴν καὶ μηνύτορα τῆς Χάριτος. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἀπὸ παιδὸς Ὃν ἐζήτεις, Θεὸν κατέχεις ἰδού, οὐχὶ ψιλῇ τῇ γνώσει, ἀλλὰ Πνεύματος Πάτερ, δυνάμει ἀπορρήτῳ καὶ ἐκτενῶς, τάς δεήσεις προσάγεις σου, ὅπως τὰ ἔθνη πλησθῶσι Σιλουανέ, δωρεᾶς τῆς θείας Χάριτος. 3
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ἡ τοῦ Θεοῦ Βασιλεία, ἐντὸς ἀνθρώπου ἐστί, καθώς φησὶν ἀψεύστως, ὁ ἡμῶν Νομοθέτης, διὸ σφοδρῶς ἐγκύψας, Σιλουανέ, εὗρες ταύτης τὰ ῥεύματα, καταδροσίζοντα γῆν σου τὴν νοητήν, καὶ τὰ σπέρματα αὐξάνοντα. Στιχηρὰ τῆς Ἁγίας Μεγαλομάρτυρος Θέκλης Ἦχος πλ. δ' Στίχ. Ὅτι παρὰ τ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Κύριε, εἰ καὶ κριτηρίῳ Κύριε, εἰ καὶ ἐν θυρίδι ἡ Θέκλα, προσεπάγη τ πόθῳ σου, ἀλλὰ νοερῶς ἐν ὑψίστοις, παρισταμένη τ θρόνῳ σου, ἐξεπλήττετο τὴν σήν, ἀσύγκριτον εὐπρέπειαν, τοῦ σαρκωθέντος φιλανθρώπως, ἵνα σώσῃς τάς ψυχὰς ἡμῶν. Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Κύριε, εἰ καὶ δεσμευθέντι ἡ Θέκλα, τ Ἀποστόλῳ προσέδραμεν, ἀλλὰ προσπαθείας γηἰνων, τὸν δεσμὸν ἐναπεσείσατο, καὶ κραταιότητι τῆς σῆς, ἁλοῦσα ἀγαπήσεως, βεβαιωθεῖσα συνεδέθη, σοὶ τ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Κύριε, εἰ καὶ διδασκάλου ἡ Θέκλα, οὐχὶ ἑκοῦσα μεμόνωται, ἀλλὰ συμπαρόντα σε εἶχεν, ἐν καιρ τὸ τῆς ἀθλήσεως, καὶ γυμνωθεῖσα στολῆς, ἐσκέπετο τῇ δόξῃ σου, καὶ στεφθεῖσα τῇ χειρί σου, προασπίζει τῶν ψυχῶν ἡμῶν. Δόξα Πατρί... Ἦχος πλ. β'. Ὁ φιλανθρωπότατος Θεός, Χριστὸς ὁ Κύριος, νέαν παράκλησιν ἡμῖν, ἐπ' ἐσχάτων καὶ Εὐαγγέλιον ἔμπνουν, εἰκόνα τε Αὐτοῦ ἀκηλίδωτον, Σιλουανὸν τὸν παμμακάριστον ἐχαρίσατο. Πρὸς ὃν ὡς πατρὶ ἀτενίζοντες, πνευματικῆς χαρμονῆς πληρούμεθα καὶ ὡς ἀσφαλῆ ὁδηγὸν τοῦτον ἔχοντες, τὴν πορείαν πρὸς Θεόν, ἀκλινῶς ποιούμεθα. Ὅθεν εὐγνωμόνως ἀναφωνοῦντες, πρὸς Αὐτὸν ἀνακράζομεν Δόξα σοι Κύριε, ὁ ἐν ἑκάστῃ γενεᾷ ὡς ἀστέρας πολυφώτους τοὺς Ἁγίους σου ἐνδεικνύμενος, δι' ὧν σε τὸν ἀνέσπερον Ἥλιον βλέποντες φωτιζόμεθα. Καὶ νῦν... Θεοτοκίον Ἦχος βαρύς. Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται, παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως, ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος. Σοφία Ὀρθοί! 4
Ἦχος β' Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Ἑσπέρας Προκείμενον Ἦχος β' Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. καὶ τὰ Ἀναγνώσματα Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ', 1-3) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. δ', 7-15) Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τ Θε γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Προφητείας Ἰωἠλ τὸ ἀνάγνωσμα. (Κεφ. γ', 1-4) Τάδε λέγει Κύριος καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τάς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου. Καὶ δώσω τέρατα ἐν 5
οὐραν καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὁ διάκονος: Εἴπωμεν πάντες Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τ Πατρὶ καὶ τ Υἱ καὶ τ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν. Ἀπόστιχα Στιχηρὰ Ἀναστάσιμα Ἦχος βαρύς Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν, ἐκ τῆς τοῦ ᾅδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος. Στίχ. Καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ὑπὸ τὸν ᾅδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε. Στίχ. Τ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν. Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα. Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε. Δόξα Πατρί... Ἦχος πλ. δ'. Δέχου καὶ μὴ ἀπόρριπτε συμπαθέστατε Πάτερ, τὴν αἴνεσιν ταύτην τὴν μικρὰν πλὴν ὅμως φιλοπάτορα. Τίσι γὰρ λόγοις Ὅσιε, τὸν θαυμαστὸν σου βίον ἐπαινέσωμαι; ὅτι γέγονας τῶν παλαιῶν ἀσκητῶν ἰσοβάθμιος, καὶ ὁδηγεῖς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ πεπλανημένας ψυχὰς ὥσπερ ἀστὴρ ἑωθινός, ἐν νυκτὶ βαθείᾳ τῆς σκοτώδους ἁμαρτίας. Καὶ τὴν κτῆσιν διδάσκεις τοῦ Πνεύματος, οὐ λογιστικῶς, ἀλλὰ βιωματικῶς. Ὅθεν σε Σιλουανέ, ὁρῶντες ἐκπληττόμεθα καὶ μακαρίζομεν τὴν ἐνεγκαμένην σε Χώραν, τὴν δὲ πνευματικήν σου πατρίδα μεγαλύνομεν, ἐν ᾗ 6
καὶ τῆς ἁγιότητος πλήρης γέγονας. Πρέσβευε δεόμεθα, τῶν Ἀθωνιτῶν ἡ ἐσχάτη καὶ μεγάλη δόξα, ὑπὲρ ἡμῶν πρὸς Κύριον. Καὶ νῦν...θεοτοκίον Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς. ὁ προεστὼς: Νῦν ἀπολύεις.τρισάγιον Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος βαρύς Κατέλυσας τ Σταυρ σου τὸν θάνατον, ἠνέωξας τ λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας, ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως. Ποίημα Παύλου Ἱερομόναχου. Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε. Δόξα Πατρί... Ἀπολυτίκιον Ἦχος δ. Ταχὺ προκατάλαβε. Τοῦ Παύλου συνέκδημος, ὡς καθαρα τὴν ψυχήν, καὶ πρώταθλος πέφηνας, ἐν γυναιξὶν εὐκλεῶς, Χριστὸν ἀγαπήσασα, σὺ γὰρ τῆς εὐσέβειας, πτερωθεῖσα τ πόθῳ, ἤθλησας ὑπὲρ φύσιν, Ἰσαπόστελε Θέκλα διὸ σὲ ὁ Πανοικτίρμων νύμφην ἠγάγετο. ὁ β χορὸς Καὶ νῦν... Θεοτοκίον τοῦ ῆχου δ' Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.. Ἀπόλυσις «...Ὁ ἀναστάς ἐκ νεκρῶν Χριστός ὁ ἀληθινός...». https://agioskosmasoaitolos.wordpress.com 7