4 ΔΕΚΕΜΒΡΙΟΤ Μμήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας +Μμήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶμ Ἰωάμμου τοῦ Δαμασκημοῦ.

Σχετικά έγγραφα
4 ΔΕΚΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Ιʹ ΛΟΥΚΑ +Μμήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας +Μμήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶμ Ἰωάμμου τοῦ Δαμασκημοῦ.

10 ΙΟΤΝΙΟΤ ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ Σῌ ΠΑΡΑΚΕΤῌ ΕΠΕΡΑ (9/6/17)

ΣΗ ΔΕΤΣΕΡΑ ΕΠΕΡΑ(13/11/2017)

6 ΙΟΥΝΙΟΥ 2015 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (05/06/15)

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

ΕΣΠΕΡΑΣ Μνήµη τῆς τῆς Ἁγίας Μεγαλοµάρτυρος Βαρβάρας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡµῶν Ἰωάννου τοῦ Δαµασκηνοῦ.

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

26 ΙΟΥΛΙΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΕΣΠΕΡΑΣ(25/7/19)

21 IANΟΥΑΡΙΟΥ Κτπιακὴ ΙΕ ΛΟΥΚΑ (Τξῦ Ζακφαίξτ). +Μμήμη σξῦ Ὁςίξτ Πασπὸρ ἡμῶμ Μανίμξτ σξῦ Ὁμξλξγησξῦ Μμήμη σξῦ Ἁγίξτ Μάπστπξρ Νεξυύσξτ.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

18 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. Ἦχος πλ. δ Ἑωθινόν Θ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/8/19)

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Ιωάννου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μνείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452).

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

19 ΝΟΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

20 ΑΤΓΟΤΣΟΤ ΚΤΡΙΑΚΗ ΙΑ ΜΑΣΘΑΙΟΤ

2 ΔΕΚΕΜΒΡΙΟΥ Τετάρτη.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

+ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ (ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΘΕΟΥΑΝΕΙΩΝ)

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (22/8/2014)

9 ΑΥΓΟΥΣΤΟΥ 2015 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ, ἡ μετὰ τὴν ἑορτήν. Ματθίου τοῦ ἀποστόλου ( 63)

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

7 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙϚ ΜΑΤΘΑΙΟΥ.

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

25 ΙΟΤΛΙΟΤ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

+ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ρωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

\ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. \ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

24 ΕΠΣΕΜΒΡΙΟΤ ΚΤΡΙΑΚΗ Α' ΛΟΤΚΑ +ΜΝΗΜΗ ΣΟΤ ΟΙΟΤ ΚΑΙ ΘΕΟΦΟΡΟΤ

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Τῶν ἑπτὰ παίδων τῶν ἐν Εφέσῳ. Ηχος πλ. α, ἑωθινὸν ϛ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (3/8/13)

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

ΚΥΡΙΑΚΗ Β. Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος αʹ.

20 ΙΑΝΟΥΑΡΙΟΥ Σοῦ Ὁσίου Πατρός Εὐθυμίου τοῦ Μεγάλου.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

6 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Ηχος βαρύς Εωθινόν Ε. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (5/10/19)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

12 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 ΚΤΡΙΑΚΗ ΣΟΤ Α ΩΣΟΤ (ΙΖ ΛΟΤΚΑ)

Γ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ὑπατίου ἐπισμόπου Γαγγρῶν ἱερομ. ({ 326), \ Ἀκακίου ὁμολογητοῦ ἐπισκόπου Μελιτινῆς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Δευτέρα. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ (15/9/13)

11 ΑΥΓΟΥΣΤΟΥ 2019 (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ)

28 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΛΟΥΚΑ (ΤΟΥ ΑΣΩΤΟΥ)

4 ΜΑΡΣΙΟΤ 2012 ΚΤΡΙΑΚΗ Α ΣΩΝ ΝΗ ΣΕΙΩΝ (ΣΗ ΟΡΘΟΔΟΞΙΑ

24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

5 ΑΠΡΙΛΙΟΥ 2015 Η εἰς Ιερουσαλὴμ εἴσοδος τοῦ Κυρίου ἡμῶν Ιησοῦ Χριστοῦ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (04/04/15)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

26 NOEΜΒΡΙΟΤ ΚΤΡΙΑΚΗ ΙΓ ΛΟΤΚΑ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

26 ΟΚΤΩΒΡΙΟΥ 2015 Δημητρίου μεγαλομάρτυρος τοῦ μυροβλύτου ( 306), ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ (740).

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

18 ΙΑΝΟΥΑΡΙΟΥ ΚΥΡΙΑΚΗ

13 IOYNIOY 2013 Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΛΗΨΕΩΣ (12/06/13)

16 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΙΖʹ ΛΟΥΚΑ (Ἀσώτου).

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2014 ( 390). Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ

15 ΑΥΓΟΥΣΤΟΥ 2015 Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

2 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ

5 MΑΪΟΥ ΚΤΡΙΑΚΗ ΣΟΤ ΑΝΣΙΠΑΧΑ (ΘΩΜΑ)

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

+ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

25 ΜΑΪΟΥ Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου

24 ΙΟΥΝΙΟΥ 2014 ΤΡΙΤΗ.

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

17 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ιʹ ΜΑΤΘΑΙΟΥ. (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ) Μύρωνος μάρτυρος. Ἦχος αʹ. Ἑωθινὸν Ιʹ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (16/8/14)

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

9 ΔΕΚΕΜΒΡΙΟΥ 2015 Τῌ ΤΡΙΤῌ ΕΣΠΕΡΑΣ (08/12/2015) + Η σύλληψις τῆς ἁγίας Αννης τῆς μητρὸς τῆς Θεοτόκου ἀνάμνησις τῶν

18 ΟΚΤΩΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

«Η ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ».

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Τετάρτη. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304).

12 ΑΥΓΟΥΣΤΟΥ ΚΤΡΙΑΚΗ ΙΑ ΜΑΣΘΑΙΟΤ

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (02/07/16)

15 ΙΑΝΟΤΑΡΙΟΤ 2017 ΚΤΡΙΑΚΗ ΙΒ. ΛΟΤΚΑ

27 ΑΥΓΟΥΣΤΟΥ 2019 ὁ Ἱερεύς: ὁ α χορός: ὁ Ἀναγνώστης: Ψαλμὸς ργ (103)

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (03/09/16)

Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (22/08/15)

Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙ- ΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

22 ΙΟΤΛΙΟΤ ΚΤΡΙΑΚΗ Η ΜΑΣΘΑΙΟΤ

+Κυριακῇ ΣΤ Ματθαίου 28 ΙΟΥΛΙΟΥ 2019 Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (27/7/19) +Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

Transcript:

4 ΔΕΚΕΜΒΡΙΟΤ 2017 +Μμήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας +Μμήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶμ Ἰωάμμου τοῦ Δαμασκημοῦ. ΣΗ ΚΤΡΙΑΚΗ ΕΠΕΡΑ (3/12/17) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης: Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτ Χριστ, τ βασιλεῖ καὶ Θε ἡμῶν. Ψαλμὸς ργ (103) Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. 1

Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τ Θε βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τ Θε μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. 2

Ἐν εἰρήνῃ τοῦ Κυρίου. Ἦχος β ' Ψαλμὸς ρμ (140) Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Τῆς Ἁγίας Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ὅτε ἐκ τοῦ ξύλου σε Ὅτε ἐν σταδίῳ τ φρικτ, Ἰουλιανὴ διεσκόπει ἡ παμμακάριστος, Μάρτυρα τὴν ἔνδοξον, Βαρβάραν μάστιξιν, ἐναθλοῦσαν βασάνοις τε, ποικίλοις τὸ σῶμα, ἅπαν συγκοπτόμενον, θερμοῖς τοῖς δάκρυσι, Λόγε τοῦ Θεοῦ ἀνεβόα Ταύτης κοινωνόν με γενέσθαι, ἄρτι καταξίωσον φιλάνθρωπε. Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Μίαν ἡ Βαρβάρα ἀληθῶς, Ἰουλιανή τε τὴν γνώμην, πρὸς τὴν εὐσέβειαν, ἔχουσαι αἱ ἅγιαι κατηγωνίσαντο, τοῦ ἐχθροῦ, καὶ νικήσασαι, αὐτὸν κατὰ κράτος, δόξης ἠξιώθησαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ ὅθεν λοιμικῶν παθημάτων, λώβην ἀφανίζουσαι πᾶσι, τοῖς πιστοῖς παρέχουσιν ἰάματα. Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτε ἀπεφάνθη κατὰ σοῦ, Μάρτυς σεμνοτάτη Βαρβάρα, ὁ γλυκὺς θάνατος, χαίρουσα καὶ σπεύδουσα, τὸν δρόμον ἤνυσας, ἀσεβοῦς δὲ γεννήτορος, χερσὶ παρανόμοις, τέθυσαι καὶ κάρπωμα, Θε προσήνεξαι ὅθεν, ταῖς φρονίμοις Παρθένοις, ὄντως συγχορεύουσα βλέπεις, Χριστοῦ τοῦ νυμφίου σου τὴν ἔλλαμψιν. τοῦ Ὁσίου Ἦχος πλ.δ Στίχ. δ'. Ὅτι παρὰ τ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Τὶ ὑμᾶς καλέσωμεν ἅγιοι Τί σε ὀνομάσωμεν Ἅγιε; θεολόγον Ἰωάννην, ἥ Δαυΐδ τὸν μελῳδόν, πνευματέμφορον Κινύραν, ἥ αὐλὸν ποιμενικόν; γλυκαίνεις ἀκοὴν γὰρ καὶ διάνοιαν, εὐφραίνεις Ἐκκλησίας τὰ συστήματα, καὶ μελιῤῥύτοις σοῖς φθέγμασι, καταγλαΐζεις τὰ πέρατα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. 3

Τί σε ὀνομάσω θεσπέσιε; Ἰωάννη γλυκοῤῥῆμον, φαεινότατε ἀστήρ, ὁ τῇ αἴγλῃ τῆς Τριάδος, ἐλλαμφθεὶς τὸ ὀπτικόν; εἰσέδυς εἰς τὸν γνόφον τὸν τοῦ Πνεύματος, τοῦ θείου ἐμυήθης τὰ ἀπόῤῥητα, ὡς Μωϋσῆς διεσάφησας, τὴν μουσικὴν καλλιέπειαν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Στίχ. Ϛ '. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τί σε ὀνομάσω Ἀοίδιμε; λαμπαδοῦχον φαεσφόρον, εὐκλεῆ ὑφηγητήν; λειτουργὸν ἥ θεωρόν, τῶν Μυστηρίων τοῦ Θεοῦ; ἀστέρα Ἐκκλησίας ἀγλαΐζοντα; Λυχνίαν τοὺς ἐν σκότει καταλάμπουσαν, ἥ ὄργανον εὐηχέστατον, σάλπιγγα καλλικέλαδον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Δόξα Πατρί... Τῆς Ἁγίας Ἦχος πλ.β' Πατρίδα, γένος, ὕπαρξιν, καταλιποῦσα Βαρβάρα, καὶ τὸν ἀσεβῆ πατέρα μισήσασα, Θεὸν ἠγάπησας, ᾧ ἐνυμφεύθης, καὶ γέγονας μεγαλέμπορος κληθεῖσα Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν...ἦχος πλ.β Θεοτοκίον Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος. Σοφία Ὀρθοί! Ἦχος β' Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάρκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Ἑσπέρας Προκείμενον Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ' Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. καὶ τὰ Ἀναγνώσματα. Προφητείαις Ἡσαϊου τὸ Ἀνάγνωσμα (Κεφ. 43, 9-14) Τάδε λέγει Κύριος Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἥ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ Γίνεσθέ μοι 4

μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9) Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15) Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θε γενόμενoς, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἥ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. ὁ διάκονος: Εἴπωμεν πάντες... Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τ Πατρὶ καὶ τ Υἱ καὶ τ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ὁ διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν. Ἀπόστιχα Στιχηρὰ προσόμοια τοῦ Ὁσίου Ἦχος πλ.δ' 5

Ὢ τοῦ παραδόξου θαύματος Πάτερ Ἰωάννη πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾄσμασιν, ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, τῇ ἐνεργείᾳ Πάτερ τοῦ Πνεύματος, τὴν σὴν Κινύραν, ἀνακρουόμενος, νῦν παναρμόνιον, τοῦ Δαυῒδ μιμούμενος, ἣν ἐνηχῶν, θείοις μελῳδήμασι, πάντας κατέθελξας. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Πάτερ Ἰωάννη ἔνδοξε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ Πανόσιε, καὶ θεωρίας, θείας καὶ πράξεως, τὰς πανολβίους, σαφῶς λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, Μακαριώτατε. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν,, Ἰωάννου σήμερον, εὐσεβῶς ἀνυμνήσωμεν οὗτος γὰρ ὄντως, θείας ἐλλάμψεως, κατηξιώθη τὸ φῶς εἰσδέξασθαι. Ὢ τῆς ἀφάτου σου, εὐσπλαγχνίας Κύριε! δι' ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν ὑπεράγαθον. Δόξα Πατρί... Ἦχος πλ.β Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. Καὶ νῦν... Ἦχος ὁ αὐτός Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῆς Ἀθληφόρου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. ὁ προεστὼς: Νῦν ἀπολύεις Τρισάγιον. Ἀπολυτίκιον τῆς Ἁγίας Ἦχος πλ. δ Βαρβάραν τὴν Ἁγίαν τιμήσωμεν, ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος. ὁ β χορὸς Δόξα Πατρί... Τοῦ Ὁσίου Ἦχος ὁ αὐτὸς Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Ἰωάννη σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστ τ Θε σωθῆναι τὰς ψυχὰς ἡμῶν. ὁ α χορὸς Καὶ νῦν... ὁ αὐτὸς Θεοτοκίον Ὁ δι ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. 6

Ἀπόλυσις «...Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...» https://agioskosmasoaitolos.wordpress.com 7