ὁ β χορός Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς,

Σχετικά έγγραφα
14 ΑΥΓΟΥΣΤΟΥ ὁ α χορὸς. Ἀπολυτίκιον Προεόρτιον. Ἦχος δ' Ταχὺ προκατάλαβε

14 ΑΥΓΟΥΣΤΟΥ Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η π.χ. αἰ.). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

14 ΑΥΓΟΥΣΤΟΥ 2017 Προεόρτια τῆς Κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ μνήμη τοῦ ἁγίου Προφήτη Μιχαίου. (η π.χ. αἰ.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

30 ΝΟΕΜΒΡΙΟΥ Ανδρέου ἀποστόλου τοῦ Πρωτοκλήτου ( 62), πολιούχου Πατρῶν. Φρουμεντίου ἐπισκόπου Ινδίας (Αἰθιοπίας) ( 380), Αλεξάνδρου Μηθύμνης

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

18 ΟΚΤΩΒΡΙΟΥ 2012 Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ..

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Τῌ ΙΕ ΤΟΥ ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. β, ἑωθινὸν δ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

31 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

25 ΙΟΥΛΙΟΥ Μνήμη τῆσ Κοιμήςεωσ τῆσ Ἁγίασ Ἄννησ, μητρὸσ τῆσ Ὑπεραγίασ Θεοτόκου.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

Ἀντιφωνάριον Κωνσταντίνου Α. Παπαγιάννη πρωτοπρεσβυτέρου 2009 Προκείμενα, ἀλληλουιάρια, ἀντίφωνα καὶ κοινωνικὰ

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

15 ΑΥΓΟΥΣΤΟΥ 2015 Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

12 ΑΠΡΙΛΙΟΥ 2014 Σάββατον πρὸ τῶν Βαΐων

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ὁ α χορὸς Καὶ νῦν...τὸ προεόρτιον ἦχος β'

+Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

2 ΙΟΥΛΙΟΥ 2014 Μνήμη τῆς ἐν Βλαχέρναις Καταθέσεως τῆς τιμίας Ἐσθῆτος τῆς Ὑπεραγίας Θεοτόκου.

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

23 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον πρὸ τῶν Βαΐων Τοῦ Ἁγίου καὶ δικαίου Λαζάρου τοῦ τετραημέρου.

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Εὐλογητὸς ὁ Θεὸς ἡµῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Transcript:

14 ΑΥΓΟΥΣΤΟΥ 2014 ΠΕΜΠΤΗ. Προεόρτια τῆς Κοιμήσεως τῆς Θεοτόκου, Μιχαίου προφήτου, Μαρκέλλου ἱερομάρτυρος ἐπισκόπου Ἀπαμείας τοῦ Κυπρίου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἦχος δ' Ταχὺ προκατάλαβε Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν. Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα τῆς Θεοτόκου Ἦχος γ' Τὴν ὡραιότητα 1

Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν, ἀνῆλθες Πάναγνε, ψυχῇ καὶ σώματι, τοῦ σοῦ Υἱοῦ θεοπρεπῶς, ἄνωθεν καταβάντος, τὸν δὲ ἐφορμήσαντα, ἀνατρέψαι σὸν φέρετρον, ἀνοσιουργότροπον, θεία δίκη ἐπέταξε. Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι Χαῖρε ἡ Κεχαριτωμένη. Δόξα Πατρὶ... Καὶ νῦν... Τὸ αὐτὸ Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα τῆς Θεοτόκου Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν ὅθεν νῦν σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν. Δόξα Πατρὶ... Καὶ νῦν... Τὸ αὐτὸ Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ.. Ὁ Ν' ψαλμὸς χύμα Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... Κανὼν Προεόρτου οὗ ἡ Ἀκροστιχίς. Αἰνῶ γεγηθὼς τοῦ Θεοῦ τὴν Μητέρα Ἰωσήφ. ᾨδὴ α' Ἠχος πλ. δ' Ὁ Εἱρμὸς ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται. ᾌσωμεν τῷ Κυρίῳ,. ᾌσωμεν τῷ Κυρίῳ, τῷ ἐν χώρᾳ ζώντων μεταστήσαντι, τὴν αὐτοῦ κατὰ σάρκα, Παναγίαν Μητέρα τὴν ἄχραντον. Ἵνα τὸ κάλλος βλέπῃς, καὶ καταπολαύῃς ὡραιότητος, τοῦ Υἱοῦ σου Παρθένε, πρὸς αὐτὸν μεταστᾶσα ἀνέδραμες. Νέκρωσιν πῶς ὑπέστης, ἡ τὸν νεκρωτὴν ᾍδου κυήσασα, καὶ νεκροῖς τοῖς ἀνθρώποις, διὰ σοῦ τὴν ζωὴν χαρισάμενον. 2

Ὤφθης καθαρωτέρα, πάντων τὸν καθαίροντα κυήσασα, ἁμαρτίας Παρθένε διὰ τοῦτο σε πίστει δοξάζομεν. Κανὼν τοῦ Προφήτου, οὗ η' Ἀκροστιχίς. Ὡς χρησμολέκτην τὸν Μιχαίαν αἰνέσω. ᾨδὴ α' Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας Ὡς ἔσοπρον ὄντως εἰλικρινές, Θεοῦ καὶ τῶν θείων, χρηματίζων τῷ Πλαστουργῷ, παρίστασαι Μάκαρ ὃν δυσώπει, κινδύνων σῶσαι τοὺς πίστει ὑμνοῦντάς σε. Συνέσεως πλήρης πνευματικῆς, ὑπάρχων Μιχαία, καὶ σοφίας παρὰ Θεοῦ, τὴν τῶν ἐσομένων ἐμυήθης, ὡς καθαρὸς γνῶσιν πανάριστε. Δόξα Πατρί... Χρησμοὺς ἐκτιθέμενος εὐσεβῶς, τὸν Κύριον ἔφης, οὐρανόθεν ἐπὶ τῆς γῆς, φανῆναι Παμμάκαρ διαγράφων, τὴν πρὸς ἡμᾶς αὐτοῦ φανέρωσιν. Καὶ νῦν...θεοτοκίον Ῥυόμενος ὤφθη ἐπὶ τῆς γῆς, τοὺς πρὶν αἰχμαλώτους, ἐπ' ἐσχάτων τῶν ἡμερῶν, σαρκὸς ἐν προσλήψει Θεομῆτορ, ὁ πρὸ αἰώνων, γνωριζόμενος. Προεόρτιος ᾨδὴ γ' Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου. Σὺ εἶ τὸ στερέωμα. Γῆ καὶ τὰ οὐράνια, τῇ Μεταστάσει σου χαίρουσι, Μήτηρ Θεοῦ, διὰ σοῦ τυχόντα, παραδόξου ἑνώσεως. Ἔχαιρον οὐράνιοι, ὑποδεχόμενοι Ἄγγελοι, σὲ ἀπὸ γῆς, ἀναφερομένην, Θεοτόκε Πανύμνητε. 3

Γέγονε παράδοξος, ὥσπερ ἡ κύησις Ἄχραντε, σοῦ ἀληθῶς, οὕτω καὶ ἡ θεία, καὶ σεπτή σου Μετάστασις. Ἤρθης πρὸς σκηνώματα, τὰ ἐπουράνια πάναγνε, οὖσα Θεοῦ, ἄχραντε Παρθένε, καθαρώτατον τέμενος. ᾨδὴ γ' Τοῦ Προφήτου Ὁ αὐτὸς Εἱρμὸς Ἡ σὴ γλῶσσα κάλαμος, τοῦ θείου Πνεύματος γέγονε, δι' ἧς ἡμῖν, τὴν τῶν ἐσομένων, ἐφανέρωσας ἔκβασιν. Σὺ τὸν προαιώνιον, σάρκα γενόμενον ἔδειξας, ἐν Βηθλεέμ, ἄρχοντα τῶν ὅλων, καὶ Σωτῆρα ἡγούμενον. Δόξα Πατρί Μύστης ἀκριβέστατος, τῶν ὑπὲρ νοῦν ἡμῖν γέγονας, προφητικοῖς, ἔνδοξε Προφῆτα, φωτισμοῖς αὐγαζόμενος. Καὶ νῦν... Θεοτοκίον Ὄρος ἐμφανέστατον, σὺ ἐχρημάτισας Πάναγνε, οὗ ἐπιβάς, Κύριος ἐφάνη, ἐφ' ὃν νῦν καταφεύγομεν. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κάθισμα τοῦ Προφήτου Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον Σὲ δοχεῖον εὑροῦσα ἁγνὸν καὶ ἄμωμον, ἡ τοῦ Πνεύματος χάρις ἐν σοὶ ἐσκήνωσε, καὶ τὰ μέλλοντα σαφῶς, ὡς ἐνεστῶτα εἰπεῖν, τὴν σὴν διήγειρε ψυχήν, Προφῆτα κήρυξ τοῦ Χριστοῦ διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων, σοῦ ἐπαξίως μνήμην τὴν ἔνδοξον. Δόξα... Καὶ νῦν... Προεόρτιον Ἦχος γ' Τὴν ὡραιότητα 4

Τὰ προεόρτια τῆς Μεταστάσεως, πανηγυρίζοντες τῆς Θεομήτορος, ἀγαλλιώμενοι φαιδρῶς, πρὸς αὐτὴν ἀνακράξωμεν Χαῖρε ἡ ἀπαίρουσα, ἀπὸ γῆς πρὸς οὐράνια, χαῖρε ἡ τὰ πέρατα, τῇ Κοιμήσει ζωώσασα διὸ νῦν μεταβαίνουσα μέμνησο, τοῦ κόσμου ἡ Κεχαριτωμένη. Προεόρτιος ᾨδὴ δ' Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα. ὁ α χορός Εἰσακήκοα Κύριε Θάμβος εἶχε καὶ ἔκστασις, τοὺς τοῦ Λόγου, μύστας ὁρῶντας Ἄχραντε, σὲ νεκρὰν οὖσαν καὶ ἄφωνον, τῆς ζωῆς Μητέρα χρηματίζουσαν. Ὢ κηδείας! ὢ χάριτος! ὢ τῆς ὑπὲρ λόγον τότε ὑμνήσεως! ἣν προσῆγον οἱ θεόφρονες, σὲ περιεστῶτες Παμμακάριστε. Σὺ χωρίον εὐρύχωρον, γέγονας τοῦ Λόγου ὅθεν μετῆρέ σε, πρὸς εὐρύχωρον καὶ ἅγιον, Θεοτόκε λῆξιν καὶ αἰώνιον. Τὴν ἁγίαν σου Κοίμησιν, Ἄγγελοι καὶ ἄνθρωποι μακαρίζουσι, πάντων πέλεις Βασίλισσα, Βασιλέα πάντων ἡ κυήσασα. Τοῦ Προφήτου Ὁ αὐτὸς Λαμπηδόσι τῆς ἄνωθεν, τῆς θείας ἐπιπνοίας, καταυγαζόμενος, τὰ ἐσόμενα ἐμήνυσας, ὡς παρόντα βλέπων ἀξιάγαστε. Ἐκ Σιὼν ἐξελήλυθε, νόμος ὡς προέφης θεομακάριστε, καὶ διέδραμε τὰ πέρατα, τοῦ Χριστοῦ ὁ λόγος κηρυττόμενος. 5

Δόξα Πατρί... Κυριεύειν ἐπέφανεν, οἴκου Ἰακὼβ τῶν ὅλων ὁ Κύριος, καὶ ἐν δόξῃ τοῦ ὀνόματος, ὡς ποιμὴν ποιμαίνει τὸν λαὸν αὐτοῦ. Καὶ νῦν... Θεοτοκίον Τοῦ Ἀδὰμ ἡ ἀπόγονος, Μήτηρ τοῦ Θεοῦ καὶ Κτίστου πεπίστευται σάρκα τοῦτον γὰρ γενόμενον, ἐξ αὐτῆς...ἀφράστως ἀπεκύησεν.. Προεόρτιος ᾨδὴ ε' Ὀρθρίζοντες βοῶμέν σοι Κύριε σῶσον ἡμᾶς σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν. Ὀρθρίζοντες βοῶμέν σοι. Ὁ τάφος σου κηρύττει Πανάμωμε, τὴν ταφήν σου, καὶ τὴν μετὰ σώματος, πρὸς οὐρανοὺς νῦν Μετάστασιν. Ὑμνήσατε παρθένοι δοξάσατε, νεανίσκοι, πρεσβῦται καὶ ἄρχοντες, τῆς Θεοτόκου τὴν Κοίμησιν. Θανοῦσα ἀθανάτους μετέβης, πρὸς κατοικίας ἐχθρὸν θανατώσασα, τῷ τοκετῷ σου Πανάμωμε. Ἐκύκλουν θεολήπτων ἀνδρῶν σε, χοροστασίαι, ἐξοδίοις ῥήμασιν, ὑμνολογοῦντές σε Δέσποινα. Τοῦ Προφήτου Ὁ αὐτὸς Ἠγάπησας ὀπίσω πορεύεσθαι, τοῦ Κυρίου ἕτοιμος γενόμενος ἐν ταῖς ὁδοῖς αὐτοῦ πάνσοφε. 6

Νενόηκας τὴν μέλλουσαν ἔσεσθαι, σωτηρίαν, ἅπασι τοῖς ἔθνεσιν, ἐξ Ἰουδαίων θεσπέσιε. Δόξα Πατρί... Τὴν χάριν θεωρῶν προεκήρυξας, θεοφάντορ, ἐφ' ἣν καταφεύξονται, ἐθνῶν ἀγέλαι σῳζόμεναι. Καὶ νῦν... Θεοτοκίον Ὁ τόπος τοῦ Κυρίου σὺ πέφηνας, Θεομῆτορ, ἐξ οὗ ἐκπεπόρευται, ὁ τὸν κόσμον... πλάνης ῥυσάμενος. Προεόρτιος ᾨδὴ ς' Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε. Τὴν δέησιν ἐκχεῶ.. Ὁ οἶκος τὸν τοῦ παντὸς συνοχέα, ὁ χωρήσας μεταβαίνει οἰκῆσαι, πρὸς οὐρανούς, οὐρανὸς δεδειγμένος, Χριστοῦ καὶ θρόνος καὶ μέγα παλάτιον, ἡ πάναγνος περιστερά, ἧς τὴν θείαν ὑμνήσωμεν Κοίμησιν. ὁ α χορός Ὑπόπτεροι ἐν νεφέλαις ἀρθέντες, ἀετοὶ ὡς ὑψιπέται τοῦ Λόγου, Γεθσημανῇ, συνελθόντες Παρθένε, σὲ ἐπεφώνουν ἀπαίρειν τὴν μέλλουσαν, πανύμνητε πρὸς οὐρανόν, οὓς ὡς τέκνα Υἱοῦ σου ηὐλόγησας. Τὶς αὕτη ἡ ἀναβαίνουσα πέλει, κοσμικῶν ἀπὸ κοιλάδων, τὶς αὕτη ἡ προπομπή, καὶ προπόρευσις ξένη; τὶ τὸ ὁρώμενον μέγα μυστήριον; Ἡ πάντων ἐστὶ Βασιλίς, καὶ Κυρία καὶ δόξα καὶ καύχημα. ὁ α χορός Ἠλάλαζεν Ἀποστόλων ὁ δῆμος, καὶ δακρύων ἐπληρώθη ἡνίκα, σοῦ τὴν ψυχήν, τὴν ἁγίαν λιποῦσαν, τὸ θεοδόχον τεθέαται σκήνωμα, καὶ ὕμνησε θεοπρεπῶς, σοῦ τὴν θείαν Πανάμωμε Κοίμησιν. Τοῦ Προφήτου Χιτῶνά μοι παράσχου 7

Νόμων ἀντεχόμενος Θεοῦ, διήλεγξας ἅπαντας, τοὺς παραβαίνοντας, τὴν τοῦ νόμου φυλακὴν παναοίδιμε. Νόμων ἀντεχόμενος Θεοῦ. Δόξα Πατρί... Μιχαία τὸ θεῖον καὶ σεπτόν, τοῦ Πνεύματος ὄργανον, ταῖς ἱκεσίαις σου, ἐκ κινδύνων τοὺς πιστοὺς διαφύλαξον. Καὶ νῦν... Θεοτοκίον Ἰούδα τὸν οἶκον ἐμφανῆ, Παρθένε πεποίηκας, τὸν ἀνατείλαντα, ἐξ ἁγίας σου γαστρὸς φανερώσασα. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Προεόρτιον Ἦχος δ' Ἐπεφάνης σήμερον Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. Ὁ Οἶκος Νῦν εὐφραινέσθω οὐρανός, σκιρτάτω πᾶσα κτίσις ἰδοὺ γὰρ ἡ Παρθένος ἀπὸ γῆς ἀπαίρει, καὶ πρὸς Παράδεισον μολεῖ, πᾶσι σωτηρία ἐπεφάνη ἐκ Θεοῦ, πρεσβεύουσα καὶ σκέπουσα. Διὸ καὶ Ἀποστόλων ἐπέδραμε πᾶσα ἡ χορεία, ἐκ περάτων ἀθροισθεῖσα νεφέλαι γὰρ ἐφάνησαν ἄφνω ἁρπάσασαι αὐτούς, ἐπέστησαν ἅμα τῇ Μητρὶ καὶ τῷ Υἱῷ, καὶ ἀνεβόων Χαῖρε θησαυρὲ τοῦ Μάννα τῆς διαθήκης, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Προφήτου Μιχαίου. Στίχοι Ἐκ γῆς μὲν ἤρθην, εἰδὲ καὶ πόλον φθάσω, Χάριν Μιχαίας εἴσομαί σοι τῷ ξύλῳ. Μιχαίας δεκάτῃ ξύλῳ ἤρθη ἠδὲ τετάρτῃ. 8

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκέλλου Ἐπισκόπου Ἀπαμείας. Στίχοι Κνίσσαις νοηταῖς τὸν Θεὸν καθηδύνας, Καὶ σαρκὸς αὐτὸν ἡδύνεις κνίσσῃ Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εἰς τὸ παλάτιον ἀνακομιδῆς τοῦ τιμίου Σταυροῦ. Στίχοι Λόγους ἀνάψας, ἀντὶ φαιδρῶν λαμπάδων, Σταυρὸν προπέμπω τῶν ἀνακτόρων ἔσω. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Οὐρσικίου. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ γ' Ὁ Εἱρμὸς Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου. ᾨδὴ ς' Ὁ Εἱρμὸς Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν». ᾨδὴ ζ' Ὁ Εἱρμὸς Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ. ᾠδὴ η' Ὁ Εἱρμὸς 9

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Προεόρτιος ᾨδὴ θ' Ὁ Εἱρμὸς ὁ α χορός Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες. ὁ β χορός Κυρίως Θεοτόκον, ὁ α χορός 10

Ὡς πάντων φαιδροτέρα, τῶν ἐπουρανίων, τοὺς ὑμνητὰς τῆς φαιδρᾶς σου Κοιμήσεως, τῶν σῶν χαρίτων τῷ φέγγει, φαίδρυνον φώτισον. ὁ β χορός Σκιρτήσατε καρδίαι, πάντων εὐσεβούντων, ἐν τῇ Κοιμήσει τῆς μόνης θεόπαιδος, τῇ ἀκοιμήτῳ πρεσβείᾳ ταύτης σῳζόμενα. ὁ α χορός Ἡ γῆ πανηγυρίζει, Ἄγγελοι σκιρτῶσιν, ἀγαλλιῶνται δὲ πάντες οἱ Δίκαιοι, ἐν τῇ Κοιμήσει σου Κόρη ὑμνολογοῦντές σε. ὁ β χορός Φιλάγαθε Παρθένε, ῥᾶνον ἐπὶ πάντας, τὰ ἀγαθά σου ἐλέη, καὶ σῶσον ἡμᾶς, ἡ τὸν πανάγαθον Λόγον ἀποκυήσασα. Τοῦ Προφήτου Ὁ αὐτὸς Νοῒ τῷ ἀκηράτῳ καὶ καθαρωτάτῳ, μαρμαρυγαῖς εὐσεβείας λαμπόμενος, ὑπὲρ τοῦ κόσμου πρεσβεύων ἀεὶ παρίστασαι. Ἐπέστη ἡ φωσφόρος, μνήμη σου Προφῆτα, προφητικῶν χαρισμάτων ἀνάπλεως, καὶ ποταμοὺς μετανοίας ἀναπηγάζουσα. Δόξα Πατρί... Σωτῆρα τὸν τοῦ κόσμου, παραγεγονότα, κατὰ τὴν σὴν προφητείαν θεώμενος, τῆς ὑπὲρ νοῦν εὐφροσύνης Μάκαρ ἀπόλαυε. Καὶ νῦν... Θεοτοκίον Ὡς πάντων ὑπερτέρα, καὶ καθαρωτέρα, τὸν μολυσμὸν τῆς ψυχῆς μου καθάρισον, ἡ τὸν Θεὸν συλλαβοῦσα τὸν ὑπεράγαθον. Ὁ Εἱρμὸς Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες. 11

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... Ἐξαποστειλάρια Ἦχος β' Γυναῖκες ἀκουτίσθητε Προσφόρως ἐξελευσεται, ἄρχων τε καὶ ἡγούμενος, ὃς ποιμανεῖ ἐν εἰρήνῃ, λαὸν αὐτοῦ σὺ προέφης, Θεοῦ Προφῆτα Μιχαία, Βηθλεὲμ ἐξορμώμενος, οὗ ἀληθῶς αἱ ἔξοδοι, ἐξ ἡμερῶν τοῦ αἰῶνος, δι' οὗ ἐσώθημεν πάντες. Προεόρτιον, ὅμοιον Σοῦ τῆς σεπτῆς Κοιμήσεως, τὴν μνήμην τὴν ὑπέρλαμπρον, πανηγυρίζοντες πόθῳ, ἐξᾴδομεν Θεοτόκε σὺ δὲ ὡς Μήτηρ ἄχραντε, πρὸς τὸν Υἱὸν ἀπαίρουσα, ἐν δόξῃ σου καὶ Κύριον, Χριστιανῶν ὑπερεύχου, τῶν πίστει σε ἀνυμνούντων. ΑΙΝΟΙ (χύμα) ΨΑΛΜΟΣ ΡΜΗ' (148) Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι. Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. 12

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς. Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. ΨΑΛΜΟΣ ΡΜΘ' (149) ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον, δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. ΨΑΛΜΟΣ ΡΝ' (l50) Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλλαλαγμοῦ, Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 13

Ὁ προεστὼς: Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Ἀναγνώστης χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰς τὰ Ἀπόστιχα Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι. Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα, καύχημα τῶν παρθένων, πρὸς τὸν Υἱὸν μεθίσταται. 14

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον. Δόξα... Καὶ νῦν... Ὅμοιον Δέσποινα ἀγαθή, τὰς ἁγίας σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον πλάστην, οἰκτιρῆσαι τοὺς δούλους σου. ὁ ἱερεὺς λέγει Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Μεθ' ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν. τὸ ἀπολυτίκιον Ἦχος δ' Ταχὺ προκατάλαβε Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον Α' Ἦχος β. Στίχ. α'. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ γ Ὃτι εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν... 15

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος πλ. α' Στίχ. α', Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναμιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. β', Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. γ', Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Στίχ. δ. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. Δόξα Πατρί... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Ἦχος δ' Ταχὺ προκατάλαβε Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν. Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Λαοὶ προσκιρτήσατε. Εἰσοδικὸν 16

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς......ψάλλοντάς σοι Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον). Ἦχος δ' Ταχὺ προκατάλαβε Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθῳ ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσυνῃ τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν. Ἀπολυτίκιον Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὡς ὀρὸς περίοπτον, καὶ ἐμφανὲς ἀληθῶς, προεῖδες ἐν Πνεύματι, τὴν Ἐκκλησίαν Χριστοῦ, Μιχαία θεόπνευστε, ὅθεν οἱ εὐρηκότες, ἐν αὕτῃ σωτηρίαν, βαίνουσιν ὡς προέφης, ἐν ταὶς τρίβοις Κυρίου, γεραίροντες προφῆτα, τὴν πάνσεπτον μνήμην σου. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Προεόρτιον Ἦχος δ' Ἐπεφάνης σήμερον Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. Τρισάγιον. Ἀπόστολος Προκείμενον. Ἦχος πλ. δ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα β' 1:1-7 Παῦλος, Ἀπόστολος Ιησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Αχαΐᾳ χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ιησοῦ Χριστοῦ. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ιησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Εἴ τε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. 17

Ἀλληλούϊα. (γ ). Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον. κα 43-46 Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται ἐφ' ὃν δ' ἂν πέσῃ λικμήσει αὐτόν. καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφήτην αὐτὸν εἶχον. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν [ Ψαλμός 18]. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις 18