5 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Σάββατον (πρὸ τῶν Φώτων). Θεοπέµπτου, Θεωνᾶ µάρτ. ( 305), Συγκλητικῆς ὁσίας ( 350).

Σχετικά έγγραφα
Ο ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Ο ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ Ποίηµα Σωφρονίου Πατριάρχου Ἱεροσολύµων.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ὁ Ἱερεύς: Εὐλογηµένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

1 1 παυλος και σιλουανος και τιμοθεος

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ Θεία Λειτουργία τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

Σε παρακαλούμε, λοιπόν, Κύριε: το ίδιο Πανάγιο Πνεύμα ας ευδοκήσει να αγιάσει τα δώρα αυτά, 118. Ενώνει τα χέρια, τα επιθέτει στα Δώρα και λέει:

26 ΜΑΪΟΥ 2018 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ ΗΤΟΙ ΤΟ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΨΥΧΟΣΑΒΒΑΤΟΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ολόκληρη η ανθρωπότητα σήμερα ελπίζει σε μια εποχή ειρήνης και ευημερίας, όπως οι άνθρωποι όλων των εποχών ήλπιζαν στην καλυτέρευση των συνθηκών της

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

1-7 Ιανουαρίου 2018 Θεός

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Η Ευαγγελική περικοπή των Θεοφανείων

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

19 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

15 ΙΟΥΝΙΟΥ 2019 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ ΗΤΟΙ ΤΟ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΨΥΧΟΣΑΒΒΑΤΟΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον

EISGCGSG Dò. «Ἡ Εἰκόνα τοῦ Χριστοῦ: Χθὲς καὶ σήμερον ἡ αὐτὴ καὶ εἰς τοὺς αἰῶνας» Σάββατο, 22α Δεκεμβρίου 2012

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

3 ΙΟΥΝΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

Πράξεις τῶν ἀποστόλων, ἅπτει ὁ κανδηλάπτης πάσας τὰς κανδήλας τοῦ

Δείτε την απόδοση Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Εὐλόγησον, Δέσποτα. Ἱερεὺς

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

27 Φεβρουαρίου 5 Μαρτίου 2017 Ο άνθρωπος

Σάββατο 18 Φεβουαρίου Σαββάτῳ πρὸ τῆς Ἀποκρεω. Μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λέοντος, Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

Athanasius Alexandrinus - Magnus - Epistula ad Palladium

Κυριακὴ 6 Ἰανουαρίου. Τὰ ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

2 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

23 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Transcript:

5 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Σάββατον (πρὸ τῶν Φώτων). Θεοπέµπτου, Θεωνᾶ µάρτ. ( 305), Συγκλητικῆς ὁσίας ( 350). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Ἀπολυτίκιον (Ἐκ τοῦ Δι), Προεόρτιον (Παραµονῆς) Ἦχος δ' Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταµός, τῇ µηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσµατος, δι' οὗ ἡµεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶµεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Δόξα Πατρί... Καὶ νῦν... Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταµός, τῇ µηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσµατος, δι' οὗ ἡµεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶµεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α Στιχολογίαν Κάθισµα Ἦχος α Χορὸς Ἀγγελικὸς Εὐφραίνου ποταµέ, Ἰορδάνη ἐν σοὶ γάρ, ὁ πάντων Ποιητής, παραγίνεται θέλων, τὸ Βάπτισµα εἰσδέξασθαι, ὑπὸ δούλου ὡς εὔσπλαγχνος, τέρπου χόρευε, Ἀδὰµ καὶ Εὒα προµῆτορ ἐπεδήµησεν, ἡ ἀπολύτρωσις πάντων, Θεὸς ὁ ὑπεραγαθός. Δόξα Πατρί... Καὶ νῦν... ὅµοιον Χειµάῤῥους τῆς τρυφῆς, ὁ Δεσπότης ὑπάρχων, προέρχεται ῥοαῖς, ποταµοῦ 1

βαπτισθῆναι, ποτίσαι βουλόµενος, ἀφθαρσίας µε νάµατα, ὃν θεώµενος, ὁ Ἰωάννης ἐβόα Πῶς τὴν χεῖρά µου, τῇ κορυφῇ σου ἐκτείνω, ἣν τρέµει τὰ σύµπαντα; Μετὰ τὴν β' Στιχολογίαν Κάθισµα Ἦχος γ' Τὴν ὡραιότητα Τὸν ἀκατάληπτον, σάρκα πτωχεύσαντα, καὶ πρὸς τὸ Βάπτισµα, παραγενόµενον, καὶ τὴν ἀνάπλασιν ἡµῶν, ἐν αὐτῷ ἐργαζόµενον, ἅπαντες ὑµνήσωµεν, ὡς Θεὸν πολυέλεον, καὶ τὴν συγκατάβασιν, τὴν αὐτοῦ µεγαλύνωµεν, βοῶντες εὐχαρίστῳ καρδίᾳ. Δόξα Χριστὲ τῇ ἐπιφανείᾳ σου. Δόξα Πατρί... Καὶ νῦν... ὅµοιον Ἀδὰµ τὴν γύµνωσιν, ἐνδύων εὔσπλαγχνε, καταστολὴν δόξης, µέλλεις γυµνοῦσθαι σαρκί, ἐν Ἰορδάνῃ ποταµῷ, ὢ θαύµατος παραδόξου! πῶς, σε ὑποδέξεται, ὕδωρ Δεσπότα Κύριε, ὕδασι στεγάζοντα, ὑπερῷα ὡς γέγραπται; ὑµνοῦµεν Ἰησοῦ εὐεργέτα, πάντες τὴν σὴν ἐπιφάνειαν. Ὁ Ν ψαλµὸς χῦµα Κοντάκιον Προεόρτιον Ἦχος δ Ἐπεφάνης σήµερον Ἐν τοῖς ῥείθροις σήµερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι µε, σῶσαι γὰρ ἥκω, Ἀδὰµ τὸν πρωτόπλαστον. Ὁ Οἶκος Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι, οὐ λέγω σοι. Εἰπέ µοι ἃ λέγεις τοῖς ἀνόµοις, καὶ παραινεῖς ἁµαρτωλοῖς, µόνον βάπτισόν µε σιωπῶν, καὶ προσδοκῶν τὰ ὑπὸ τοῦ Βαπτίσµατος ἔξεις γὰρ διὰ τοῦτο ἀξίωµα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις, καὶ γὰρ πάντων τῶν Προφητῶν µείζονά σε ποιήσω, ἐκείνων µὲν οὐδεὶς σαφῶς µε κατεῖδεν, ἀλλ' ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάµενον κατὰ γνώµην, σῶσαι γὰρ ἥκω, Ἀδὰµ τὸν πρωτόπλαστον. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ Ε τοῦ αὐτοῦ µηνός, Μνήµη τῶν Ἁγίων Μαρτύρων Θεοπέµπτου καὶ Θεωνᾶ. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τῆς Ἁγίας Συγκλητικῆς. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ Ὁσίου Πατρὸς ἡµῶν Γρηγορίου, τοῦ ἐν Ἀκρίτᾳ. Τῇ αὐτῇ ἡµέρᾳ, Μνήµη τοῦ ὁσίου Πατρὸς ἡµῶν Φωστηρίου. Τῇ αὐτῇ ἡµέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται. Τῇ αὐτῇ ἡµέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος ὑπὸ δηµίων πατούµενος τελειοῦται. Τῇ αὐτῇ ἡµέρᾳ, ἡ Ὁσία Δοµνίνα ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡµέρᾳ, ἡ Ὁσία Τατιανὴ ἐν εἰρήνῃ τελειοῦται. 2

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν. ᾠδὴ η Ἦχος βαρύς Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον. Ὁ Εἱρµὸς Τὸν µόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν, οὐρανῶν αἱ Δυνάµεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑµνεῖτε Ἱερεῖς, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.δ. Ὅταν ὁ εἱρµὸς εἶναι εἰς ἦχον βαρύν τότε ἡ Τιµιωτέρα ψάλλεται εἰς ἦχον πλ.δ κατὰ τριφωνίαν ἐκ τοῦ Γα διότι δὲν ὑπάρχει εἰς τὴν Παράδοσιν Τιµιωτέρα εἰς ἦχον βαρύν.) Στίχ. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Τὴν Τιµιωτέραν... Στίχ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν. Τὴν Τιµιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιµιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιµιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡµῶν, τῷ Ἀβραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιµιωτέραν... Καταβασία ᾠδὴ θ Ὁ εἱρµὸς Ἦχος βαρύς Τὴν ὑπὲρ φύσιν Μητέρα, καὶ κατὰ φύσιν Παρθένον, τὴν µόνην ἐν γυναιξὶν εὐλογηµένην, ᾄσµασιν οἱ πιστοί, κατὰ χρέος µεγαλύνοµεν. 3

Ἦχος πλ.δ ἐκ τοῦ Γα. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... Ἐξαποστειλάριον τῶν Μαρτύρων Ὁ οὐρανὸν τοῖς ἄστροις Ἦχος γ Ἰσχὺς ἐν ταῖς βασάνοις, ἐπέµφθη σοι παρὰ Θεοῦ, Θεόπεµπτε Ἱεράρχα ἐν ᾗ πρὸς πίστιν Θεωνᾶν, συναθλητὴν ἐπεσπάσω µεθ οὗ σε νῦν εὐφηµοῦµεν. Προεόρτιον, ὅµοιον Ὁ ἐκ Παρθένου λάµψας, ἐν Βηθλεὲµ σωµατικῶς, πρὸς Ἰορδάνην νῦν σπεύδεις, ῥύπον ἐκπλῦναι γηγενῶν, φωταγωγῶν τοὺς ἐν σκότει, διὰ Βαπτίσµατος θείου. ΑΙΝΟΙ Ἦχος πλ.β Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. ᾎσµα Θεοφάνους εἰς τὰ Φῶτα. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Ἦχος πλ. β Αἱ Ἀγγελικαὶ Τί ἀµφιγνοεῖς, Βαπτιστὰ οἰκονοµίαν, ἣν περ ἐκτελῶ, εἰς ἁπάντων σωτηρίαν, τὰ πάλαι ἄφες ἄρτι, καὶ λογίζου τὰ πρόσφατα, πίστευε Θεῷ συγκαταβάντι, καὶ προσελθὼν ἐµοὶ ὑπούργει Θεὸς ἦλθον γάρ, δι εὐσπλαγχνίαν τὸν Ἀδάµ, καθᾶραι τοῦ πτώµατος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Αἴρων τάς ἡµῶν, ἁµαρτίας ἐπὶ ὤµων, ἦλθες Ἰησοῦ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, ἐγὼ δὲ δέδοικα σου, τὸ φρικτὸν τῆς ἐλεύσεως πῶς οὖν µοι κελεύεις σε βαπτίσαι; αὐτὸς ἐµὲ καθᾶραι ἣκεις, καὶ πῶς Βάπτισµα, τὸ παρ ἐµοῦ ἐπιζητεῖς, τὸ πάντων καθάρσιον. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Φύσεως ἐµῆς, ἀκατάληπτος ὁ λόγος, δούλου δὲ µορφήν, ἐνδυσάµενος προῆλθον, ἐπὶ τὸν Ἰορδάνην, µηδαµῶς µοι ἀµφίβαλλε. Δεῦρο, µὴ φοβοῦ, προσέγγισόν µοι, τὴν δεξιὰν τῇ κορυφῇ µου, τιθεὶς βόησον Εὐλογηµένος ὁ φανείς, Θεὸς ἡµῶν δόξα σοι. 4

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὤ τῆς ὑπὲρ νοῦν, καὶ ἀµέτρου σου πτωχείας, Λόγε τοῦ Θεοῦ! δι ἐµὲ τὸν πεπτωκότα, ἐπέγνων σε δι οἶκτον, τὸν Ἀδὰµ ἐνδυσάµενον, καὶ τοὺς ἐξ Ἀδὰµ καινοποιοῦντα, καὶ πειθαρχῶν τῇ σῇ κελεύσει, πιστῶς κράζω σοι Εὐλογηµένος ὁ φανείς, Θεὸς ἡµῶν δόξα σοι. ὁ α χορὸς Δόξα Πατρί...ὅµοιον Τρόµῳ λειτουργῶν, Ἰωάννης τῷ Δεσπότῃ, χαίρει τῇ ψυχῇ, καὶ βοᾷ µετ εὐφροσύνης. Συγχάρητέ µοι πᾶσαι, γενεαὶ τοῦ Προπάτορος ἦλθε γὰρ ἡµῶν ἡ προσδοκία, ἐλήλυθεν ἐν Ἰορδάνῃ, Χριστὸς ἅπαντας, τῆς ἁµαρτίας τοῦ Ἀδάµ, καθᾶραι ὡς εὔσπλαγχνος. Καὶ νῦν... ὅµοιον Θεοτοκίον ᾌσωµεν Λαοί, τῷ τεχθέντι ἐκ Παρθένου, καὶ ἐν ποταµῷ, βαπτισθέντι Ἰορδάνου, καὶ πρὸς αὐτὸν βοῶµεν, Βασιλεῦ πάσης κτίσεως, δώρησαι ἡµῖν ἀκατακρίτως, ἐν καθαρᾷ τῇ συνειδήσει, πιστῶς φθάσαι σου, καὶ τὴν ἁγίαν ἐκ νεκρῶν, τριήµερον Ἔγερσιν. Ὁ προεστὼς: Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡµῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ὁ Ἀναγνώστης χῦµα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµεν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν µε τοῖς δικαιώµασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου µὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕµνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύµατι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Πληρώσωµεν τὴν ἑωθινήν...σὸν γὰρ ἐστὶν... Εἰς τὰ Ἀπόστιχα Στιχηρὰ προσόµοια Ἦχος β ὁ α χορὸς 5

Οἶκος τοῦ Ἐφραθᾶ Ἴδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται. Στίχ. Διὰ τοῦτο µνησθήσοµαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρµωνιείµ Ὦπται τοῖς ἐπὶ γῆς, µετὰ σαρκὸς τὸ θεῖον, νῦν φῶς τοῖς ἐν τῷ σκότει, ἐπέφανε καὶ πᾶσιν, ἡ χάρις ἑξανέτειλεν. ὁ α χορὸς Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. Ὁ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, Πρόδροµος τῷ Λόγῳ, ὁ φίλος τῷ Νυµφίῳ, Προφῆτα καθυπούργησον. Δόξα Πατρί... Ἦχος πλ.δ' Καὶ νῦν... Προεόρτιον ὁ β χορὸς Ἰωάννη Βαπτιστά, ὁ ἐν µήτρᾳ γνωρίσας µε τὸν Ἀµνόν, ἐν ποταµῷ µοι διακόνησον, µετ' Ἀγγέλων µοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάµῃ, τῆς κορυφῆς µου τῆς ἀχράντου καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέµοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡµῶν σωτηρίαν, Κύριε δόξα σοι. ὁ Προεστὼς λέγει Ἀγαθὸν τὸ ἐξοµολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῶ ὀνόµατί σου Ὕψιστε. τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Μεθ' ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡµῶν, Ὅτι σοῦ ἐστιν. Ἀπολυτίκιον (Ἐκ τοῦ Δι), Προεόρτιον( Παραµονῆς) Ἦχος δ' Κατεπλάγη Ἰωσὴφ Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταµός, τῇ µηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσµατος, δι' οὗ ἡµεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶµεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ παρόντα ΑΝΤΙΦΩΝΑ (τὰ Ἀρχαῖα) (Βλέπε «Ἐγκόλπιον Ἀναγνώστου καὶ Ψάλτου» σελ.175, Σηµ. 35 καὶ 36) Ἀντίφωνον Α Ἦχος β ὁ Ἀναγνώστης: Στίχ. α'. Ἀγαθὸν τὸ ἐξοµολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόµατί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. ὁ Ἀναγνώστης: Στίχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. 6

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ὁ Ἀναγνώστης: Στίχ. γ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡµῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί...Καὶ νῦν... ὁµοῦ οἱ δύο χοροί Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β ὁ Ἀναγνώστης: Στίχ. α. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναµιν καὶ περιεζώσατο. Πρεσβείαις τῶν Ἁγίων σου, σῶσον ἡµᾶς Κύριε. ὁ Ἀναγνώστης: Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουµένην, ἥτις οὐ σαλευθήσεται. Πρεσβείαις τῶν Ἁγίων σου, σῶσον ἡµᾶς Κύριε. ὁ Ἀναγνώστης: Στίχ. γ. Τῷ οἴκῳ σου πρέπει ἁγίασµα, Κύριε εἰς µακρότητα ἡµερῶν. Πρεσβείαις τῶν Ἁγίων σου, σῶσον ἡµᾶς Κύριε. ὁ Ἀναγνώστης Δόξα Πατρί... Καὶ νῦν... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. Ἀντίφωνον Γ ὁ Ἀναγνώστης: Στίχ. α. Δεῦτε ἀγαλλιασώµεθα τῷ Κυρίῳ, ἀλαλάξωµεν τῷ Θεῷ τῷ Σωτῆρι ἡµῶν. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς, ψάλλοντάς σοι Ἀλληλούϊα. ὁ Ἀναγνώστης: Στίχ. β. Προφθάσωµεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξοµολογήσει, καὶ ἐν ψαλµοῖς ἀλαλάξωµεν αὐτῷ, ὅτι Θεὸς µέγας, Κύριος καὶ Βασιλεὺς µέγας ἐπὶ πᾶσαν τὴν γῆν. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς... 7

Εἴσοδος. Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ, σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυµαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Ἀπολυτίκιον(Ἐκ τοῦ Δι), Προεόρτιον( Παραµονῆς) Ἦχος δ Κατεπλάγη Ἰωσὴφ Ἀπεστρέφετό ποτέ, ὁ Ἰορδάνης ποταµός, τῇ µηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσµατος, δι' οὗ ἡµεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶµεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Κοντάκιον Προεόρτιον Ἦχος δ' Ἦχος δ Ἐπεφάνης σήµερον Ἐν τοῖς ῥείθροις σήµερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ. Μὴ δειλιάσῃς βαπτίσαι µε, σῶσαι γὰρ ἥκω, Ἀδὰµ τὸν πρωτόπλαστον. Τρισάγιον Ἀπόστολος (Α Τιµ. Γ 13-16 Δ 1-5) Προκείµενον ἦχος πλ.β. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι. Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνοµίαι. Πρὸς Τιµόθεον Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα. Τέκνον Τιµόθεε, οἱ καλῶς διακονήσαντες βαθµὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ιησοῦ. Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωµα τῆς ἀληθείας. Καὶ ὁµολογουµένως µέγα ἐστὶ τὸ τῆς εὐσεβείας µυστήριον Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύµατι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσµῳ, ἀνελήφθη ἐν δόξῃ. Τὸ δὲ Πνεῦµα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύµασι πλάνοις καὶ διδασκαλίαις δαιµονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασµένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαµεῖν, ἀπέχεσθαι βρωµάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς µετάληψιν µετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσµα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον µετὰ εὐχαριστίας λαµβανόµενον ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ἀλληλούϊα (γ ) 8

Εὐαγγέλιον (Ματθ. γ 1-6) Ἐκ τοῦ κατὰ Ματθαῖον. Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται Ιωάννης ὁ... Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Κοινωνικὸν Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα. ἢ Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε, καὶ τὸ µνηµόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα. ἦχος β Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν. ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς) Μετὰ δὲ τὴν ὀπισθάµβωνον Εὐχήν καὶ τὸ «Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον...», ἐξερχόµεθα ἐν τῇ Κολυµβήθρᾳ, προπορευοµένου τοῦ Ἱερέως µετὰ λαµπάδων καὶ τοῦ θυµιατοῦ, καὶ ἡµεῖς ψάλλοµεν τὰ παρόντα Ἰδιόµελα Ἦχος πλ. δ'. Σωφρονίου Πατριάρχου Ἱεροσολύµων. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα Δεῦτε λάβετε πάντες, Πνεῦµα σοφίας, Πνεῦµα συνέσεως, Πνεῦµα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. Σήµερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναµάτων ἐπέχει τὸ ῥεῦµα, Δεσπότην ὁρῶν ῥυπτόµενον. Ὡς ἄνθρωπος ἐν ποταµῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισµα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόµου χειρῶν, διὰ τὰς ἁµαρτίας ἡµῶν φιλάνθρωπε. 9

Δόξα Πατρὶ... Καὶ νῦν... Ἧχος ὁ αὐτός. Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήµῳ, Ἑτοιµάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, µορφὴν δούλου λαβών, Βάπτισµα αἰτῶν, ὁ µὴ γνοὺς ἁµαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντροµος γέγονεν ὁ Πρόδροµος, καὶ ἐβόησε λέγων, πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐµὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἴρων τοῦ κόσµου τὴν ἁµαρτίαν. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσµα (λε', 1-10) Τάδε λέγει Κύριος Εὐφράνθητι ἔρηµος διψῶσα, ἀγαλλιάσθω ἔρηµος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρηµα τοῦ Ἰορδάνου καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιµὴ τοῦ Καρµήλου καὶ ὁ λαός µου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειµέναι, καὶ γόνατα παραλελυµένα. Παρακαλέσατε, καὶ εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ Ἰσχύσατε καὶ µὴ φοβεῖσθε ἰδοὺ ὁ Θεὸς ἡµῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡµᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλµοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται χωλὸς ὡς ἔλαφος, καὶ τρανὴ ἔσται γλῶσσα µογγιλάλων, ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήµῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ. Καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται, ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, ἐπαύλεις σειρήνων, καὶ καλάµη καὶ ἕλη. Καὶ ἔσται ἐκεῖ ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται οὐ µὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκαθάρτου οἱ δὲ διεσπαρµένοι πορεύσονται ἐπ' αὐτῆς, καὶ οὐ µὴ πλανηθῶσι. Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν πονηρῶν θηρίων, οὐ µὴ ἀναβῇ εἰς αὐτήν, οὐδὲ µὴ εὑρεθῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωµένοι, καὶ συνηγµένοι διὰ Κύριον. Καὶ ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν µετ' εὐφροσύνης καὶ ἀγαλλιάσεως, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαµα, καὶ εὐφροσύνη καταλήψεται αὐτούς ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγµός. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσµα (νε', 1-13) Τάδε λέγει Κύριος Οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι µὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ φάγεσθε, καὶ πίεσθε ἄνευ ἀργυρίου καὶ τιµῆς οἶνον καὶ στέαρ. Ἵνα τί τιµᾶσθε ἀργυρίου ἐν οὐκ ἄρτοις, καὶ ὁ µόχθος ὑµῶν οὐκ εἰς πλησµονήν; Ἀκούσατέ µου, καὶ φάγεσθε ἀγαθά, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑµῶν. Προσέχετε τοῖς ὠσὶν ὑµῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς µου, εἰσακούσατέ µου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑµῶν, καὶ διαθήσοµαι ὑµῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυΐδ τὰ πιστά, Ἰδοὺ µαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἰδοὺ ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου, καὶ τοῦ Ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε. Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτόν, ἐπικαλέσασθε, ἡνίκα δ' ἂν ἐγγίζῃ ὑµῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνοµος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστράφητε πρὸς Κύριον, καὶ ἐλεηθήσεσθε, καὶ κράξεσθε, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁµαρτίας ὑµῶν. Οὐ γὰρ εἰσιν αἱ βουλαί µου ὥσπερ αἱ βουλαὶ ὑµῶν, οὐδ' ὥσπερ αἱ ὁδοὶ ὑµῶν αἱ ὁδοί µου, λέγει Κύριος. Ἀλλ' ὡς 10

ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός µου ἀπὸ τῶν ὁδῶν ὑµῶν, καὶ τὰ διανοήµατα ὑµῶν ἀπὸ τῆς διανοίας µου. Ὡς γὰρ ἂν καταβῇ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ µὴ ἀποστραφῇ ἕως ἂν µεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρµα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, οὕτως ἔσται τὸ ῥῆµά µου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόµατός µου, οὐ µὴ ἀποστραφῇ πρὸς µε κενόν, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς µου καὶ τὰ ἐντάλµατά µου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται, προσδεχόµενοι ὑµᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις. Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται µυρσίνη καὶ ἔσται Κυρίῳ εἰς ὄνοµα, καὶ εἰς σηµεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει. Προφητείας Ἡσαϊου τὸ Ἀνάγνωσµα (ιβ', 3-6) Τάδε λέγει Κύριος Ἀντλήσατε ὕδωρ µετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Καὶ ἐρεῖς ἐν τῇ ἡµέρᾳ ἐκείνῃ Ὑµνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνοµα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔνδοξα αὐτοῦ, µιµνήσκεσθε ὅτι ὑψώθη τὸ ὄνοµα αὐτοῦ. Ὑµνήσατε τὸ ὄνοµα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. Ἀγαλλιᾶσθε, καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιών ὅτι ὑψώθη ὁ Ἅγιος τοῦ Ἰσραὴλ ἐν µέσῳ αὐτῆς. Κύριος φωτισµός µου καὶ Σωτήρ µου. Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς µου. Προκείµενον. Ἦχος γ' Πρὸς Κορινθίους Α' Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα (ι', 1-4) Ἀδελφοί, οὐ θέλω ὑµᾶς ἀγνοεῖν, ὅτι οἱ Πατέρες ἡµῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον. Καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Καὶ πάντες τὸ αὐτὸ βρῶµα πνευµατικὸν ἔφαγον. Καὶ πάντες τὸ αὐτὸ πόµα πνευµατικὸν ἔπιον ἔπινον γὰρ ἐκ πνευµατικῆς ἀκολουθούσης πέτρας ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἀλληλούϊα. Ἦχος δ' Στίχ. Ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν ἐπὶ τῶν ὑδάτων. Εὐαγγέλιον κατὰ Μάρκον (α', 9-11) Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος εἶδε σχιζοµένους τοὺς οὐρανοὺς καὶ τὸ Πνεῦµα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ αὐτόν καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν Σὺ εἶ ὁ Υἱός µου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. 11

Δόξα Σοι, Κύριε, δόξα Σοι. Καὶ εὐθὺς ὁ Διάκονος τὰ Εἰρηνικά. Ἐν ὅσῳ δὲ λέγονται ταῦτα ὑπὸ τοῦ Διακόνου, ὁ Ἱερεὺς λέγει µυστικῶς τὴν ἑξῆς Εὐχήν. Κύριε Ἰησοῦ Χριστέ, κλπ. Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡµῶν, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τῆς εἰρήνης τοῦ σύµπαντος κόσµου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ ἁγίου Οἴκου τούτου, καὶ τῶν µετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡµῶν (δεῖνος), τοῦ τιµίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τῆς ἁγίας πόλεως ταύτης, πάσης πόλεως, χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καµνόντων, αἰχµαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάµει καὶ ἐνεργείᾳ, καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύµατος, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ δωρηθῆναι αὐτοῖς τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ φωτισθῆναι ἡµᾶς φωτισµὸν γνώσεως καὶ εὐσεβείας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύµατος, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἁγιασµοῦ δῶρον, ἁµαρτηµάτων λυτήριον, εἰς ἴασιν ψυχῆς καὶ σώµατος, καὶ πᾶσαν ὠφέλειαν ἐπιτήδειον, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ ὕδωρ ἁλλόµενον εἰς ζωὴν αἰώνιον, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ ἀναδειχθῆναι αὐτὸ ἀποτρόπαιον πάσης ἐπιβουλῆς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τῶν ἀντλούντων καὶ ἀρυοοµένων εἰς ἁγιασµὸν οἴκων, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ γενέσθαι αὐτὸ πρὸς καθαρισµὸν ψυχῶν καὶ σωµάτων, πᾶσι τοῖς ἀρυοµένοις πίστει, καὶ µεταλαµβάνουσιν ἐξ αὐτοῦ, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ καταξιωθῆναι ἡµᾶς ἐµπλησθῆναι ἁγιασµοῦ, διὰ τῆς τῶν ὑδάτων τούτων µεταλήψεως, τῇ ἀοράτῳ ἐπιφανείᾳ τοῦ Ἁγίου Πνεύµατος, τοῦ Κυρίου δεηθῶµεν. Ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡµῶν τῶν ἁµαρτωλῶν, καὶ ἐλεῆσαι ἡµᾶς, τοῦ Κυρίου δεηθῶµεν. 12

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡµᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶµεν. Ἀντιλαβοῦ, σῶσον ἐλέησον, καὶ διαφύλαξον ἡµᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογηµένης, ἐνδόξου Δεσποίνης ἡµῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, µετὰ πάντων τῶν ἁγίων µνηµονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν, Χριστῷ τῷ Θεῷ παραθώµεθα. Ὁ ἱερεὺς τὴν Εὐχὴν µυστικῶς Κύριε Ἰησοῦ Χριστέ, ὁ µονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσµον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡµῶν τὴν διάνοιαν τῷ ἁγίῳ σου Πνεύµατι, καὶ πρόσδεξαι ἡµᾶς µεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ' αἰῶνος θαυµαστοῖς σου µεγαλουργήµασι, καὶ τῇ ἐπ' ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονοµίᾳ. Ἐν ᾗ τὸ ἀσθενὲς ἡµῶν καὶ πτωχὸν περιβαλόµενος φύραµα, καὶ τοῖς τῆς δουλείας µέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναµάρτητος, ὁδοποιήσῃς ἡµῖν τὴν δι' ὕδατος καὶ Πνεύµατος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡµᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗτινος θείου Μυστηρίου τήν ἀνάµνησιν ἑορτάζοντες, δεόµεθά σου φιλάνθρωπε Δέσποτα Ῥᾶνον ἐφ' ἡµᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡµῶν τῶν ἁµαρτωλῶν εὐπρόσδεκτον γενέσθαι τῇ σῇ ἀγαθότητι, καὶ τὴν εὐλογίαν σου δι' αὐτοῦ ἡµῖν τε καὶ παντὶ τῷ πιστῷ σου χαρισθῆναι λαῷ, εἰς δόξαν τοῦ ἁγίου προσκυνητοῦ σου Ὀνόµατος. Σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιµή, καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύµατι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Καὶ εἰπὼν καθ' ἑαυτὸν τό, Ἀµήν, τοῦ Διακόνου ἤδη πεπληρωκότος τὴν Συναπτήν, ἄρχεται ὁ ἱερεὺς µεγαλοφώνως τῆς Εὐχῆς ταύτης. Μέγας εἶ, Κύριε, καὶ θαυµαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕµνον τῶν θαυµασίων σου. : Δόξα σοι, Κύριε, δόξα σοι. Μέγας εἶ, Κύριε, καὶ θαυµαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕµνον τῶν θαυµασίων σου. : Δόξα σοι, Κύριε, δόξα σοι. Μέγας εἶ, Κύριε, καὶ θαυµαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕµνον τῶν θαυµασίων σου. : Δόξα σοι, Κύριε, δόξα σοι. Σὺ γὰρ βουλήσει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγών τὰ σύµπαντα τῷ σῷ κράτει συνέχεις τὴν κτίσιν, καὶ τῇ σῇ προνοίᾳ διοικεῖς τὸν κόσµον. Σὺ ἐκ τεσσάρων 13

στοιχείων τὴν κτίσιν συναρµόσας, τέτταρσι καιροῖς τόν κύκλον τοῦ ἐνιαυτοῦ ἐστεφάνωσας. Σὲ τρέµουσιν αἱ νοεραὶ πᾶσαι Δυνάµεις. Σὲ ὑµνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ ἐντυγχάνει τὰ ἄστρα, σοὶ ὑπακούει τὸ φῶς, σὲ φρίττουσιν ἄβυσσοι, σοὶ δουλεύουσιν αἱ πηγαί. Σὺ ἐξέτεινας τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, σὺ ἐστερέωσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, σὺ περιετείχισας τὴν θάλασσαν ψάµµῳ, σὺ πρὸς ἀναπνοὰς τὸν ἀέρα ἐξέχεας. Ἀγγελικαὶ Δυνάµεις σοὶ λειτουργοῦσιν, οἱ τῶν Ἀρχαγγέλων χοροὶ σὲ προσκυνοῦσι, τὰ πολυόµµατα Χερουβίµ, καὶ τὰ ἑξαπτέρυγα Σεραφὶµ κύκλῳ ἱστάµενα καὶ περιϊπτάµενα, φόβῳ τῆς ἀπροσίτου σου δόξης κατακαλύπτεται. Σὺ γὰρ Θεὸς ὢν ἀπερίγραπτος, ἄναρχός τε καὶ ἀνέκφραστος, ἦλθες ἐπὶ τῆς γῆς, µορφὴν δούλου λαβών, ἐν ὁµοιώµατι ἀνθρώπων γενόµενος οὐ γὰρ ἔφερες, Δέσποτα, διὰ σπλάγχνα ἐλέους σου, θεάσασθαι ὑπὸ τοῦ διαβόλου τυραννούµενον τὸ γένος τῶν ἀνθρώπων, ἀλλ' ἦλθες καὶ ἔσωσας ἡµᾶς. Ὁµολογοῦµεν τὴν χάριν, κηρύττοµεν τὸν ἔλεον, οὐ κρύπτοµεν τὴν εὐεργεσίαν, τὰς τῆς φύσεως ἡµῶν γονὰς ἠλευθέρωσας, παρθενικὴν ἡγίασας µήτραν τῷ τόκῳ σου, πᾶσα ἡ κτίσις ὕµνησέ σε ἐπιφανέντα. Σὺ γὰρ ὁ Θεὸς ἡµῶν ἐπὶ τῆς γῆς ὤφθης, καὶ τοῖς ἀνθρώποις συνανεστράφης. Σὺ καὶ τὰ Ἰορδάνεια ῥεῖθρα ἡγίασας, οὐρανόθεν καταπέµψας τὸ Πανάγιόν σου Πνεῦµα, καὶ τὰς κεφαλὰς τῶν ἐκεῖσε ἐµφωλευόντων συνέτριψας δρακόντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύµατος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο. : Ἀµὴν. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύµατος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο. : Ἀµὴν. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύµατος, καὶ ἁγίασον τὸ ὕδωρ τοῦτο. : Ἀµὴν. Καὶ δὸς αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου. Ποίησον αὐτὸ ἀφθαρσίας πηγήν, ἁγιασµοῦ δῶρον, ἁµαρτηµάτων λυτήριον, νοσηµάτων ἀλεξιτήριον, δαίµοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάµεσιν ἀπρόσιτον, Ἀγγελικῆς ἰσχύος πεπληρωµένον, ἵνα πάντες οἱ ἀρυόµενοι καὶ µεταλαµβάνοντες ἔχοιεν αὐτὸ πρὸς καθαρισµὸν ψυχῶν καὶ σωµάτων, πρὸς ἰατρείαν παθῶν, πρὸς ἁγιασµόν οἴκων, πρὸς πᾶσαν ὠφέλειαν ἐπιτήδειον. Σὺ γὰρ εἶ ὁ Θεὸς ἡµῶν, ὁ δι' ὕδατος καὶ Πνεύµατος ἀνακαινίσας τὴν παλαιωθεῖσαν φύσιν ὑπὸ τῆς ἁµαρτίας. Σὺ εἶ ὁ Θεός ἡµῶν, ὁ δι' ὕδατος κατακλύσας ἐπὶ τοῦ Νῶε τὴν ἁµαρτίαν. Σὺ εἶ ὁ Θεὸς ἡµῶν, ὁ διὰ θαλάσσης ἐλευθερώσας ἐκ τῆς δουλείας Φαραώ, διὰ Μωϋσέως, τὸ γένος τῶν Ἑβραίων. Σὺ εἶ ὁ Θεὸς ἡµῶν, ὁ διαῤῥήξας πέτραν ἐν ἐρήµῳ, καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείµαῤῥοι κατεκλύσθησαν, καὶ διψῶντα τὸν λαόν σου κορέσας. Σὺ εἶ ὁ Θεὸς ἡµῶν, ὁ δι' ὕδατος καὶ πυρός, διὰ τοῦ Ἠλιού, ἀπαλλάξας τὸν Ἰσραὴλ ἐκ τῆς πλάνης τοῦ Βάαλ. Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύµατί σου τῷ Ἁγίῳ. 14

: Ἀµὴν. Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύµατί σου τῷ Ἁγίῳ. : Ἀµὴν. Αὐτὸς καὶ νῦν, Δέσποτα, ἁγίασον τὸ ὕδωρ τοῦτο, τῷ Πνεύµατί σου τῷ Ἁγίῳ. : Ἀµὴν. Δὸς πᾶσι, τοῖς τε µεταλαµβάνουσι, τὸν ἁγιασµόν, τὴν εὐλογίαν, τὴν κάθαρσιν, τὴν ὑγείαν. Καὶ σῶσον, Κύριε, τοὺς δούλους σου, τοὺς πιστοὺς Βασιλεῖς ἡµῶν. (ἐκ γ') Καὶ φύλαξον αὐτοὺς ὑπὸ τὴν σκέπην σου ἐν εἰρήνῃ, ὑπόταξον ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέµιον, χάρισαι αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήµατα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡµῶν (δεῖνος), καὶ παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, καὶ παντὸς Ἱερατικοῦ τάγµατος, καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι' εὐλόγους αἰτίας ἀπολειφθέντων ἀδελφῶν ἡµῶν, καὶ ἐλέησον αὐτοὺς καὶ ἡµᾶς, κατὰ τὸ µέγα σου ἔλεος. Ἵνα καὶ διὰ στοιχείων, καὶ διὰ Ἀγγέλων, καὶ διὰ ἀνθρώπων, καὶ διὰ ὁρωµένων, καὶ διὰ ἀοράτων, δοξάζηταί σου τὸ πανάγιον ὄνοµα, σὺν τῷ Πατρί, καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Εἰρήνη πᾶσι. Τὰς κεφαλὰς ἡµῶν... Καὶ ἡ Εὐχὴ µυστικῶς Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσον ἡµῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάµενος, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ εὐλόγησον πάντας ἡµᾶς, τοὺς διὰ τῆς κλίσεως τῶν ἑαυτῶν αὐχένων σηµαίνοντας τὸ τῆς δουλείας πρόσχηµα. Καὶ καταξίωσον ἡµᾶς ἐµπλησθῆναι τοῦ ἁγιασµοῦ σου διὰ τῆς τοῦ ὕδατος τούτου µεταλήψεώς τε καὶ ῥαντισµοῦ, καὶ γενέσθω ἡµῖν, Κύριε, εἰς ὑγείαν ψυχῆς καὶ σώµατος. Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ ἁγιασµὸς τῶν ψυχῶν καὶ τῶν σωµάτων ἡµῶν, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέµποµεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Καὶ εὐθύς, εὐλογῶν τὰ ὕδατα σταυροειδῶς, βαπτίζει τὸν τίµιον Σταυρόν, ὄρθιον αὐτὸν κατάγων ἐν τῷ ὕδατι καὶ ἀνάγων, ψάλλων καὶ τὸ παρόν: Τροπάριον. Ἦχος α 15

Ἐν Ἰορδάνῃ βαπτιζοµένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεµαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνοµάζουσα, καὶ τὸ Πνεῦµα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσµον φωτίσας, δόξα σοι. (τρίς). Κοντάκιον. Ἦχος δ. Ἐν τοῖς ῥείθροις σήµερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ Μὴ δειλιάσῃς βαπτίσαι µε, σῶσαι γὰρ ἥκω, Ἀδὰµ τὸν πρωτόπλαστον. Καὶ ῥαντίζει πάντα τὸν Λαὸν ἐκ τοῦ ὕδατος. Εἰσερχόµενοι δὲ ἐν τῷ Ναῶ, ψάλλοµεν τὸ παρὸν Ἰδιόµελον εἰς ἦχον πλ. β'. Ἀνυµνήσωµεν οἱ πιστοί, τῆς περὶ ἡµᾶς τοῦ Θεοῦ οἰκονοµίας τὸ µέγεθος, ἐν γὰρ τῷ ἡµῶν παραπτώµατι, γενόµενος ἄνθρωπος, τὴν ἡµῶν κάθαρσιν καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ὁ µόνος καθαρὸς καὶ ἀκήρατος, ἁγιάζων ἐµὲ καὶ τὰ ὕδατα, καὶ τὰς κεφαλὰς τῶν δρακόντων, συντρίβων ἐπὶ τοῦ ὕδατος. Ἀντλήσωµεν οὖν ὕδωρ, µετ' εὐφροσύνης ἀδελφοί ἡ γὰρ χάρις τοῦ Πνεύµατος, τοῖς πιστῶς ἀντλοῦσιν, ἀοράτως ἐπιδίδοται, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡµῶν. Ἀπόλυσις «Ο ἐν Ιορδάνῃ ὑπὸ Ιωάννου βαπτισθῆναι καταδεξάµενος διὰ τὴν ἡµῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς...» 16