Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Σχετικά έγγραφα
Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

7 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙϚ ΜΑΤΘΑΙΟΥ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

6 ΙΟΥΝΙΟΥ 2015 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (05/06/15)

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

5 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 ΚΥΡΙΑΚΗ (ΙϚ ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

\ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. \ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Τῶν ἑπτὰ παίδων τῶν ἐν Εφέσῳ. Ηχος πλ. α, ἑωθινὸν ϛ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (3/8/13)

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

5 ΥΕΒΡΟΤΑΡΙΟΤ Κυριακή ΙϚ ΛΟΤΚΑ ΣΕΛΩΝΟΤ ΚΑΙ ΥΑΡΙΑΙΟΤ.

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

ΚΥΡΙΑΚΗ Β. Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος αʹ.

10 ΙΟΤΝΙΟΤ ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ Σῌ ΠΑΡΑΚΕΤῌ ΕΠΕΡΑ (9/6/17)

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Δευτέρα. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ (15/9/13)

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (22/8/2014)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

16 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΙΖʹ ΛΟΥΚΑ (Ἀσώτου).

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

17 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ιʹ ΜΑΤΘΑΙΟΥ. (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ) Μύρωνος μάρτυρος. Ἦχος αʹ. Ἑωθινὸν Ιʹ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (16/8/14)

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

12 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 ΚΤΡΙΑΚΗ ΣΟΤ Α ΩΣΟΤ (ΙΖ ΛΟΤΚΑ)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΙΑΝΟΥΑΡΙΟΣ Ζ ΕΣΠΕΡΙΝΟΣ

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

Γ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ὑπατίου ἐπισμόπου Γαγγρῶν ἱερομ. ({ 326), \ Ἀκακίου ὁμολογητοῦ ἐπισκόπου Μελιτινῆς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡ. ΠΕΜΠΤΗΣ ΜΕΤΑ ΤΗΝ ΑΝΑΛΗΨΗ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Ἡ Ὑπαπαντὴ τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ΕΣΠΕΡΑΣ. ει εις πο ο ολ λα α α α Μ

13 IOYNIOY 2013 Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΛΗΨΕΩΣ (12/06/13)

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΑΣ ΖΩΝΗΣ

+ΚΤΡΙΑΚΗ ΙΖ ΛΟΤΚΑ (ΣΟΤ ΕΤΠΛΑΦΝΙΚΟΤ ΠΑΣΕΡΑ).

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

18 ΙΑΝΟΥΑΡΙΟΥ ΚΥΡΙΑΚΗ

ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Μνήμη Ἁγίου Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Τῷ Σαββάτῳ ἑσπέρας.

21 ΝΟΕΜΒΡΙΟΥ 2012 Τετάρτη . ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟ- ΚΟΥ ΜΑΡΙΑΣ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις. Ὅτι πρέπει σοι πᾶσα δόξα. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις. Ἦχος α.

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

4 ΜΑΡΣΙΟΤ 2012 ΚΤΡΙΑΚΗ Α ΣΩΝ ΝΗ ΣΕΙΩΝ (ΣΗ ΟΡΘΟΔΟΞΙΑ

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Γ

24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

\ Τῌ ΔΕΥΤΕΡᾼ ΕΣΠΕΡΑΣ. Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. να α τω. α α ας και. στο ος α νε.

24 ΑΠΡΙΛΙΟΥ 2016 Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

18 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. Ἦχος πλ. δ Ἑωθινόν Θ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/8/19)

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ

1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

24 ΙΟΥΝΙΟΥ 2014 ΤΡΙΤΗ.

«Η ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ».

ΚΥΡΙΑΚΗ ΙΒ ΜΑΤΘΑΙΟΥ. Μνήµη τῆς καταθέσεως τῆς τιµίας Ζώνης τῆς ὑπεραγίας Θεοτόκου. Ἦχος γ Ἑωθινόν α ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΛΗΨΕΩΣ. Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Ἡ Γ' Εὕρεσις τῆς Τιμίας κεφαλῆς τοῦ Προδρόμου.

ΕΣΠΕΡΙΝΟΣ ΙΑ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Β

+ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ρωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου.

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ ΒΑΡΥΣ

Καὶ Ἀπόλυσις. * * * * *

Καὶ Ἀπόλυσις. * * * * *

6 ΑΥΓΟΥΣΤΟΥ 2013 Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Παρασκευή. Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΗΧΟΣ Β

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΣΠΕΡΑΣ.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΛΗΨΕΩΣ Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΜΕΤΑ ΤΑ ΦΩΤΑ ΗΧΟΣ ΒΑΡΥΣ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΙΝΟΣ ΜΕ ΕΙΡΜΟΛΟΓΙΚΑ ΜΕΛΗ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙ- ΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου ( 379).

ΕΣΠΕΡΙΝΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ ΠΛ. Δ

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

20 ΑΤΓΟΤΣΟΤ ΚΤΡΙΑΚΗ ΙΑ ΜΑΣΘΑΙΟΤ

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Transcript:

2 ΦΕΒΡΟΥΑΡΙΟΥ 2015 Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ (01/02/15) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἀναγνώστης: Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς ργ (103) 1

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄν εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. 2

Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.( Κύριε ἐλέησον) Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα. Ὁ Χορός: Σοὶ Κύριε. Ὁ Ἱερεύς: Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ α χορός: Ἀμήν. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ ' καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα. Ἦχος α' Ψαλμὸς ρμ (140) Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. 3

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Στίχ. α'. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Γερμανοῦ Πατριάρχου Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι εἶδον γὰρ τὸν Σωτῆρά μου Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον Αὐτὸν προσκυνήσωμεν. Στίχ. β'. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις... Στίχ. γ'. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας οὗτός ἐστιν, ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον Αὐτὸν προσκυνήσωμεν. Στίχ. δ'. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον... Στίχ. ε'. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει οὗτός ἐστιν, ὁ ἐν Προφήταις λαλήσας, ὁ σαρκωθεὶς δι' ἡμᾶς, καὶ νόμῳ φθεγγόμενος Αὐτὸν προσκυνήσωμεν. Στίχ. Ϛ '. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις... Δόξα Πατρί...Ἦχος πλ.β' Καὶ νῦν... Ἰωάννου Μοναχοῦ 4

Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι. Εἴσοδος. Σοφία Ὀρθοί! Ἦχος β' Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Ἑσπέρας Προκείμενον Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ' Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. καὶ τὰ Ἀναγνώσματα Τῆς Ἐξόδου τὸ Ἀνάγνωσμα (Κεφ. 12, 51 & 13, 2 καὶ ἐκλογὴ) Ἐλάλησε Κύριος πρὸς Μωσῆν τῇ ἡμέρᾳ ἐκείνῃ, ᾗ ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, λέγων ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς, Ἰσραήλ. Εἶπε δὲ Μωϋσῆς πρὸς τὸν λαόν Μνημονεύετε τὴν ἡμέραν ταύτην, ἐν ᾗ ἐξήλθετε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς Κύριος ἐντεῦθεν. Καὶ φυλάξασθε τὸν νόμον αὐτοῦ. Καὶ ἔσται, ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεὸς εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ ἀφοριεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ Κυρίῳ. Ἐὰν δὲ ἐρωτήσῃ σε μετὰ ταῦτα ὁ υἱός σου λέγων Τὶ τοῦτο; καὶ ἐρεῖς αὐτῷ Ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Ἡνίκα δὲ ἐσκλήρυνε Φαραὼ τοῦ ἐξαποστεῖλαι ἡμᾶς, ἀπέκτεινε Κύριος πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν διὰ τοῦτο ἐγὼ θύω τῷ Κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι. Καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου, καὶ ἀσάλευτον πρὸ τῶν ὀφθαλμῶν σου, ὅτι οὕτως ἔφη Κύριος ὁ παντοκράτωρ. Ὅτι τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. Καὶ ἔσται πᾶς ὃς ἂν τέξῃ παιδίον ἄρσεν, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτεμεῖ τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. Καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας οὐκ εἰσελεύσεται εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ πρὸς τὸν ἱερέα, ἕως 5

6 πληρωθῶσιν αἱ ἡμέραι τῆς καθάρσεως. Καὶ μετὰ ταῦτα προσοίσει τῷ Κυρίῳ ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα, καὶ νεοσσὸν περιστερᾶς, ἢ Τρυγόνος, ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ Μαρτυρίου πρὸς τὸν Ἱερέα ἢ ἀντὶ τούτων, προσοίσει ἔναντι Κυρίου δύο νεοσσοὺς περιστερῶν, ἢ δύο τρυγόνας. Καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ Ἱερεύς ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσιν ἐκ πάντων τῶν υἱῶν Ἰσραήλ, καὶ εἴληφα αὐτούς, καὶ ἡγίασα αὐτούς ἐμοί, ἀντὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων, ᾗ ἡμέρα ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἀπὸ ἀνθρώπου ἕως κτήνους, εἶπεν ὁ Θεὸς ὁ ὕψιστος, ὁ ἅγιος Ἰσραήλ. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα ( Κεφ. 6, 1-12) Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ Βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφίμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα αὐτῶν, ταῖς δὲ δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Καὶ εἶπον. Ὢ τάλας ἐγώ! (ὅτι κατανένυγμαι) ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν Βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρὸς με ἓν τῶν Σεραφίμ, καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν Ἰδού, ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος Τίνα ἀποστείλω; καὶ τὶς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον Ἰδοὺ ἐγὼ εἰμι, ἀπόστειλόν με. Καὶ εἶπε Πορεύθητι, καὶ εἰπὲ τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσί βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μὴ ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς Καὶ εἶπα Ἕως πότε, Κύριε; καὶ εἶπεν, Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ ἐγκαταλειφθέντες ἐπὶ τῆς γῆς. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. 19, 1-6, 12, 16, 19-21) Ἰδοὺ Κύριος καθήσεται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Καὶ ταραχθήσεται τὸ πνεῦμα αὐτῶν ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας κυρίων σκληρῶν, τάδε λέγει Κύριος Σαβαώθ. Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Τάδε λέγει Κύριος Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν Τὶ βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον τῇ ἡμέρα ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου Σαβαώθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς. Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ

γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίαν καὶ δῶρον, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι. ὁ διάκονος: Εἴπωμεν πάντες Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ὁ διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. Κύριε ἐλέησον. Ἀντιλαβοῦ, σῶσον. ὁ Ἱερεύς: Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀπόστιχα Στιχηρὰ ἰδιόμελα Ἦχος βαρύς Κοσμᾶ Μοναχοῦ Κατακόσμησον τὸν νυμφῶνά σου Σιών, καὶ ὑπόδεξαι τὸν Βασιλέα Χριστόν, ἄσπασαι τὴν Μαριάμ, τὴν ἐπουράνιον πύλην αὕτη γὰρ θρόνος Χερουβικὸς ἀνεδείχθη, αὕτη βαστάζει τὸν Βασιλέα τῆς δόξης, νεφέλη φωτὸς ὑπάρχει ἡ Παρθένος, φέρουσα ἐν σαρκὶ Υἱὸν πρὸ Ἑωσφόρου, ὃν λαβὼν Συμεὼν ἐν ἀγκάλαις αὐτοῦ ἐκήρυξε λαοῖς, Δεσπότην αὐτὸν εἶναι, ζωῆς καὶ τοῦ θανάτου, καὶ Σωτῆρα τοῦ κόσμου. ὁ β χορός Στίχ. Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε, ὅτι εἶδον οἱ ὀφθαλμοί μου, τὸ σωτήριόν σου. ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Τὸν ἐκλάμψαντα πρὸ αἰώνων ἐκ Μητρός, ἐπ' ἐσχάτων δὲ ἐκ μήτρας Παρθενικῆς, φέρουσα ἐν τῷ ναῷ, ἡ ἀπειρόγαμος Μήτηρ, τὸν ἐν Σιναίῳ νομοθετήσαντα ὄρει, τῇ διατάξει τῇ νομικῇ πειθαρχοῦντα, προσῆγεν Ἱερεῖ, πρεσβύτῃ καὶ δικαίῳ, Χριστὸν τὸν Κύριον, ἰδεῖν 7

χρηματισθέντι, ὃν δεξάμενος Συμεὼν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, ἠγαλλιάσατο βοῶν Θεὸς ὑπάρχει οὗτος, Πατρὶ συναΐδιος, καὶ Λυτρωτὴς τῶν ψυχῶν ἡμῶν. Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Τὸν ὀχούμενον ἐν ἅρμασι Χερουβίμ, καὶ ὑμνούμενον ἐν ᾄσματι Σεραφίμ, φέρουσα ἐν ἀγκάλαις ἡ Θεοτόκος Μαρία, ἀπειρογάμως ἐξ αὐτῆς σαρκωθέντα, τὸν Νομοδότην νόμου, πληροῦντα νόμου τάξιν, ἐδίδου χερσὶ πρεσβύτου Ἱερέως ζωὴν δὲ φέρων, ζωῆς ᾐτεῖτο λύσιν, λέγων Δέσποτα, νῦν ἀπόλυσόν με, μηνῦσαι τῷ Ἀδάμ, ὡς εἶδον ἄτρεπτον βρέφος, Θεὸν προαιώνιον, καὶ Σωτῆρα τοῦ κόσμου. Δόξα Πατρί... Ἦχος πλ.δ Καὶ νῦν... Ἀνδρέου Κρήτης Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν Παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ' αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ. ὁ προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοὶ μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ'). Δόξα Πατρὶ... Καὶ νῦν... Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. Δόξα Πατρί... Καὶ νῦν... Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ὁ ἱερεύς: 8

Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ α χορὸς Ἀπολυτίκιον Ἦχος α' Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν. ὁ β χορὸς Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε... ὁ α χορὸς Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενος ἡμῖν καὶ τὴν Ἀνάστασιν. Ἀπόλυσις «...ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν...» https://agioskosmasoaitolos.wordpress.com 9