Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Δ ΕΩΘ.Δ.

Σχετικά έγγραφα
ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΖ Ματθαίου Ἱερομάρτυρος Χαραλάμπους, Ζήνωνος τοῦ Ταχυδρόμου. Ἦχος δ. Ἑωθινὸν Δ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ, Ζήνωνος τοῦ Ταχυδρόμου. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

21 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ +Μνήμη τοῦ Ὁσίοσ Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλοσ..

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. α.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

17 ΝΟΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΚΑ (Θ ΛΟΥΚΑ). Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας ( 270). Γενναδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ( 471).

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

1 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Κυριακὴ ΙΖ Ματθαίου Ὁσίων Αὐξεντίου, Ἀβραμίου, Μάρωνος. Ἦχος δ. Ἑωθινὸν Δ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

Ὅτι σὸν τὸ κράτος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα. Ἦχος πλ. α.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

Ἦχος δ. Ἑωθινὸν ε. καὶ τὸ μέγα ἔλεος.

09 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ε Ματθαίου Παγκρατίου Ἐπισκ.Ταυρομενίου, Διονυσίου Ῥήτορος καὶ Μητροφάνους Μικραγιαννανιτῶν, τῶν ἐν Κύπρῳ Νεομαρτύρων τοῦ 1821

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

27 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΖ (Α ΛΟΥΚΑ) Καλλιστράτου µάρτυρος ( 304) Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεοµάρτυρος ( 1764). Ἦχος πλ. δ. Ἑωθινὸν Ϛ.

+Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

30 ΕΠΣΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Β ΛΟΥΚΑ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

2 ΝΟΕΜΒΡΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

29 ΟΚΤΩΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΚΑ (Ζ ΛΟΥΚΑ) Ἂναστασίας ὁσιομάρτυρος Ῥωμαίας (γ αἰ.), Ἀβραμίου ὁσίου ( 360). Ἦχος δ. Ἑωθινὸν ι.

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

26 ΑΥΓΟΥΣΤΟΥ 2018 Κυριακὴ ΙΓ Ματθαίου Ἀδριανοῦ καὶ Ναταλίας ὁμοζύγων Μαρτύρων, Τιθόη, Ἰωάσαφ Ὁσίων. Ἦχος δ. Ἑωθινὸν Β.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. ΚΑΘΙΣΜΑΤΑ ΑΝΑΣΤΑΣΙΜΑ Μετὰ τὴν α Στιχολογίαν.

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Transcript:

10 Φεβρουαρίου 2019 \ ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΜΑΤΘΑΙΟΥ Χαραλάμπους ἱερομάρτυρος τοῦ θαυματουργοῦ ( 202). Ἀναστασίου Ἱεροσολύμων, Ζήνωνος ὁσίου τοῦ ταχυδρόμου. Ἦχος δ. Ἑωθινὸν δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα Ἦχος δ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν Στίχ, γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν ΑΠΟΛΥΤΙΚΙΑ Ἀπολυτίκιον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος. Δόξα Πατρὶ... Ἦχος δ. Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας. Καὶ νῦν... Θεοτοκίον Ἦχος δ. Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διάσού Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος δ Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμω ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῶ Ληστὴ ἀνοίξας Παράδεισον, ἄρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοὶς ἐν ἅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. Δόξα Πατρί Κατεπλάγη Ἰωσήφ. Ἑκουσία σου βουλή, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῶ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἓν ἅδη ἅπαντες ἐκραύγαζον, τὴ 1

ζωηφόρω Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. Καὶ νῦν Θεοτοκίον Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν ἐν τῇ ἀσπόρω συλλήψει σου Θεοτόκε, βᾶτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρῶν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοὶς Ἱερεύσιν ἐκραύγαζε, Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος. Μετὰ τὴν β Στιχολογίαν, ἕτερα Ἦχος δ. Ταχὺ προκατάλαβε Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ἄδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τὴ Ἀναστάσει τὴ σή, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἓν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι, διὸ σὲ καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. Δόξα Πατρί Κατεπλάγη Ἰωσὴφ Ἐκ τῶν ἄνω κατελθῶν, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τὴ πέτρα προσελθῶν, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταὶς κλαιούσαις, Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοᾶτε, τοὶς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. Καὶ νῦν Θεοτοκίον. Ὅμοιον Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνω, ἀγκάλαις ὡς βροτός, ταὶς σαίς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτω χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι. Κάθισμα τοῦ Ἁγίου. Ἦχος γ. Θείας πίστεως. Ἔργοις ἔλαμψας τῆς εὐσεβείας, πλάνην ἔσβεσας κακοδοξίας, ὡς τοῦ Χριστοῦ στρατιώτης Χαράλαμπες, καὶ παρανόμων τὰς φάλαγγας ᾔσχυνας, τροπαιοφόρος παμμάκαρ γενόμενος, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα... Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Τὴν καθαρότητα Μάρτυς τοῦ βίου σου, καὶ τὸ ὑπέρλαμπρον τοῦ μαρτυρίου σου, καταπλαγεῖσα ἡ Ἑλλάς, βοᾷ σοι εὐφραινομένη. Σήμερον τιμῶμέν σου, κεφαλὴν τὴν σεβάσμιον, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν κινδύνων, καὶ νοσημάτων τοὺς ὑμνοῦντάς σε. Καὶ νῦν... Θεοτοκίον. Τὴν ἀπειρόγαμον θεογεννήτριαν, τὴν τὸν ἀχώρητον γαστρὶ χωρήσασαν, καὶ τὸν τροφέα τοῦ παντός, τῷ γάλακτι θρεψαμένην, μόνην ἐξισχύσασαν, τῆς κατάρας λυτρώσασθαι, γένος τὸ ἀνθρώπινον, τὴν πανάχραντον Δέσποιναν, ὑμνήσωμεν συμφώνως βοῶντες Χαῖρε ἡ Κεχαριτωμένη. 2

Τὰ Ἀναστάσιμα Εὐλογητάρια. Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρί Τριαδικὸν Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου Ἡ Ὑπακοή. Ἦχος δ. Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοὶς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῶ κόσμω τὸ μέγα ἔλεος. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Ἐκ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί Καὶ νῦν Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως Ἀντίφωνον Β Ἐκέκραξά σοὶ Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, καμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θείά σου ὦτα. 3

Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾷς τὶς Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: κεκτημένος, ὑψηλότερος ἐστί, πάντων Ἀνάστασιν Χριστοῦ τῶν λυπούντων. Δόξα Πατρί Καὶ νῦν Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τὶς στοργήν, ἐπὶ τῶ Κυρίω θερμότερον φίλτρον χρεωστοῦμεν. Δόξα Πατρί Καὶ νῦν Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρώα δόγματα, ὁ Λόγος ἐκκαλύπτει. Προκείμενον Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου Ἦχος β. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ΕΩΘΙΝΟΝ Τῷ Δόξα σοι, Κύριε, δόξα σοι. θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 4

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός. Δόξα Πατρὶ Ἦχος β Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.(δ ) Ἐλέει καὶ οἰκτιρμοῖς ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος εἰς δ ᾨδὴ α. Ἦχος δ. Ὁ Εἱρμός. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντω ξύλω τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. 5

Ἐν τάφῳ, σωματικῶς, ἐν ἅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Ληστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἀσπόρως, τῶ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα. Κανὼν α τοῦ Ἁγίου. ᾨδὴ α. Ἦχος πλ. β. Ὡς ἐν ἠπείρῳ πεζεύσας. Χοροβατῶν εὐφροσύνως τὰ νοητά, οὐρανῶν σκηνώματα, καὶ λαμπόμενος φωτί, ἀνεσπέρῳ ῥῦσαί με παθῶν, ταῖς πρεσβείαις σου Σοφέ, ὅπως ὑμνήσω σε. Ἡ φωτοφόρος σου μνήμη ἡλιακάς, ἀπαστράπτει χάριτας, καὶ φωτίζει τοὺς πιστῶς, ἐν αὐτῷ τιμῶντάς σε χαρᾶς, λαμπροτάτης ἀληθῶς, Μάρτυς ἐπώνυμε. Ταῖς τῶν αἱμάτων ῥανίσι τὴν ἁλμυράν, ἀπιστίας θάλασσαν, κατακλύσας ποταμός, εὐσεβείας γέγονας Χριστοῦ, καταρδεύων ἀληθῶς, τὴν Ἐκκλησίαν ἀεί. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἁμαρτιῶν καταιγίδες καὶ λογισμῶν, ἐναντία κύματα, καὶ παθῶν ἐπαγωγαί, ἐπ ἐμὲ διήλθοσαν, τῇ σῇ, Θεοτόκε κραταιᾷ πρεσβείᾳ, σῶσόν με. Κανὼν β τοῦ Ἁγίου. ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Τὴν κάραν τὴν πάνσεπτον, καὶ τὰ παλαίσματα Κύριε, ὑμνεῖν ἐφιέμενος, τοῦ σοῦ θεράποντος, θείαν ἔλλαμψιν, ἐξ ὕψους ἐξαιτοῦμαι, δι ἧς ἀναμέλψασθαι, ταῦτα δυνήσομαι. Σεβῆρον τὸν ἄθεον, τὸν ὠρυόμενον λέοντα, καθεῖλες Χαράλαμπες, σὺν Κρίσπῳ ἄφρονι, τὴν δυσσέβειαν, τὴν τούτων ἀπελέγξας, ἀνθ ὧν ἐστεφάνωσαι, χειρὶ τοῦ Κτίστου σου. Δόξα Πατρί Βασίλειον κόσμον σε, ἡ Ἐκκλησία ἐκτήσατο, δαιμόνων διώκτην τε, θεῖε Χαράλαμπες, νοσημάτων τε, παντοίων ἐλατῆρα διὸ ἑορτάζει σου, τὴν μνήμην Ἅγιε. Καὶ νῦν Θεοτοκίον Μαρίαν τὴν ἄχραντον, καὶ Θεοτόκον ὑμνήσωμεν, τὸ ὄρος τὸ ἅγιον, στάμνον τὴν πάγχρυσον, τὴν βαστάσασαν, τὸ φύσει θεῖον μάννα, τὸ τρέφον ἑκάστοτε, πιστούς τῇ χάριτι. 6

ᾨδὴ γ. Ἦχος δ. Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸ ξύλον τὸ τῆς ζωῆς, ἠνοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πάσιν ἀμβροσίαν πηγάζουσα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ἄδου καθελῶν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νὺν σωματικῶς ἐξεγήγερται. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Σὺ μόνη τοὶς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοὶ τὸ Χαῖρε, προσάγομεν. Κανὼν α τοῦ Ἁγίου. ᾨδὴ γ. Ἦχος πλ. β' Οὐκ ἔστιν Ἅγιος ὡς σύ. Οὐκ ἔστιν ὅλως ἐξειπεῖν, τῶν θαυμάτων τὰ πλήθη, ἅπερ ἔδρασας ἔτι, ἐν τῷ βίῳ περιών, καὶ πρὸς Θεὸν μετελθών, Ἀθλοφόρε, Μάρτυς ἀξιάγαστε. Δυνάμει θείᾳ κρατυνθείς, τὸ ἀνίσχυρον θράσος, τῶν ἀνόμων 7 καθεῖλες, στρατιώτης ὡς στερρός, Χαράλαμπες ἀθλητά, ὡς ὁπλίτης θείας παρατάξεως. Αἱμάτων ῥεύσαντες κρουνοί, σοῦ τοῦ σώματος πᾶσαν, ἀσεβείας τὴν φλόγα, καὶ δεινὴν πυρκαϊάν, κατέσβεσαν, τῆς τρυφῆς, τὸν χειμάρρουν, σοὶ δὲ προεξένησαν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἁγίων Ἅγιον Θεόν, τέτοκας Παναγία, ἁγιότητος οἶκος, δεδειγμένη καθαρός, καὶ Πύλη μόνος Χριστός, ἣν διῆλθε, σῴζων τὸ ἀνθρώπινον. Κανὼν β τοῦ Ἁγίου. Ἦχος δ. Τοὺς σοὺς ὑμνολόγους. Τοὺς σοὺς ὑμνολόγους Θεοφόρε, πιστῶς συνελθόντας ἐν ναῷ, τὴν Κάραν προσκυνῆσαί σου, τὴν θείαν καὶ σεβάσμιον, φρούρει καὶ διαφύλαττε, σκανδάλων τοῦ πολεμήτορος. Νεκρὸν νεανίαν ἀναστήσας, δαιμόνων ὀφθείς τε ἐλατήρ, πλήθη βροτῶν ἐξέστησας, καὶ τῷ Χριστῷ προσήγαγες, μαρτυρικῷ ἐν αἵματι, χειρῶν ἁρπάσας τοῦ δράκοντος. Δόξα Πατρί Δεῦτε ἡ πληθὺς τῶν Χριστωνύμων, Κυρίου τὸν Μάρτυρα πιστῶς, αἰνέσωμεν καὶ στέψωμεν, αὐτοῦ τὴν Κάραν ᾄσμασι, πνευματικοῖς τὴν πάνσεπτον, πταισμάτων λύσιν ὡς εὕρωμεν.

Καὶ νῦν Θεοτοκίον Υἱὸν τοῦ Θεοῦ τὸν Θεὸν Λόγον, τὸν κόσμῳ ἀχώρητον παντί, ἐν τῇ γαστρὶ χωρήσασα, ἀγκάλαις σου ἐβάστασας, Παρθενομῆτορ ἄχραντε, Χριστιανῶν καταφύγιον. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Κοντάκιον τοῦ Μηναίου Ἦχος δ' Ἐπεφάνης σήμερον Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα. Ὁ Οἶκος Τὸν στερρὸν ὁπλίτην, καὶ Χριστοῦ στρατιώτην καὶ μέγαν ἐν Μάρτυσι, Χαραλάμπη τὸν πανένδοξον, συνελθόντες εὐφημήσωμεν ὑπὲρ Χριστοῦ γὰρ καὶ τῆς ἀληθείας λαμπρῶς ἠγωνίσατο, καὶ τὴν ὀρθόδοξον πίστιν τρανῶς ἀνεκήρυξε, τὴν πλάνην τῶν εἰδώλων κατήργησε, βασιλέα παρανομώτατον ἤλεγξε, καὶ τὴν κάραν ἐτμήθη, χαίρων καὶ ἀγαλλόμενος διὸ καὶ τὸν στέφανον εἴληφε παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ συμπολίτης Ἀγγέλων ἐγένετο. Ὅθεν ἡ Ἐκκλησία τῶν Ὀρθοδόξων, τούτου τὴν πάντιμον κάραν κατασπαζομένη, καὶ εὐφημίαις καταστέφουσα, καὶ πολλῶν δεινῶν καὶ νόσων ἀπαλλαττομένη, χαίρει τὸν Κτίστην δοξάζουσα. Κάθισμα Ἦχος γ' Θείας πίστεως Στῦλος ἄσειστος τῆς Ἐκκλησίας, λύχνος ἄσβεστος τῆς οἰκουμένης, Ἀθλοφόρε ἀνεδείχθης Χαράλαμπες, καὶ ἀναλάμψας ἡλίου φαιδρότερον, τὴν τῶν εἰδώλων ἐλαύνεις σκοτόμαιναν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Δόξα Πατρί Ἦχος α' Τὸν τάφον σου Σωτὴρ Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν Θεάνθρωπον. Καὶ νῦν Θεοτοκίον Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου. Κοντάκιον Ἀναστάσιμον. Ἦχος δ. Ἐπεφάνης σήμερον Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ἄδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος. 8

Ὁ Οἶκος Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τὴ δυνάμει τὴ αὐτοῦ, τὸν ἅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τὴ Εὔα ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς, Αὐτὸς γάρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἐνέστη τριήμερος. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ Ι τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους. Στίχοι Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους, Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων. Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται. Στίχοι Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους, Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται. Στίχοι Τὰς τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει, Ἄρρην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου. Στίχοι Εἰς ἀρραβῶνα παρθένοις κόραις δύο, Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα. Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος, Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Ἀναστάσιος, τὸν δρόμον τείνων πρόσω, Γῆς ἐξαναστὰς πρὸς τὸν Ὕψιστον τρέχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος. Στίχοι Ζήνων τὰ τερπνὰ τῆς Ἐδὲμ ζητῶν μόνα, Εἰς τέρψιν εἶχε τὴν λύσιν τοῦ σαρκίου. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ. ᾠδὴ α Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. 9

ᾠδὴ γ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου στεφάνων δόξης ἀξίωσον. ᾠδὴ δ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾠδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾠδὴ Ϛ Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾠδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. Τὴν Τιμιωτέραν Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 10

Τὴν Τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.ὅτι ἅγιος ἐστι. Ἐξαποστειλάριον Δ ἦχος β Τοῖς μαθηταίς συνέλθωμεν.» Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι. Ἐξαποστειλάριον. Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Ἐνθέως πυρσευόμενος, τῷ πόθῳ τοῦ Παντάνακτος, τὸν ὑπερήφανον ὄφιν, ἀνδρείως μάκαρ καθεῖλες, καὶ τύραννον ἀπάνθρωπον, Σεβῆρον τὸν παράφρονα, ἤλεγξας ὦ Χαράλαμπες, καὶ τὸν μισθὸν ἐκομίσω, παρὰ τοῦ πάντων Δεσπότου. Θεοτοκίον. Μαρία καταφύγιον, Χριστιανῶν τὸ καύχημα, φύλαττε σκέπε σοὺς δούλους, ἐκ πάσης βλάβης ἀτρώτους, κινδύνων ἐξελοῦ ἡμᾶς, τοὺς πόθῳ εὐφημοῦντάς σε, καὶ πάσης περιστάσεως, ταῖς σαῖς πρεσβείαις χρωμένη, ὁ β χορός πρὸς τὸν Υἱὸν καὶ Θεόν σου. ΑΙΝΟΙ. Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα δ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ σταυρὸν ὑπομεῖνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 11

Ἐν τῷ σταυρῶ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτω σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τὴ Ἐγέρσει σου, χαρὰς τὰ πάντα ἐπλήρωσας, διὸ βοώμέν σοί, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοί. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῶ σῶ Σταυρῶ Χριστὲ Σωτήρ, Ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥύσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τὴ ἁμαρτία, ἐκτεῖνας τὴν χείρά σου, φιλάνθρωπε Κύριε, τὴ πρεσβεία τῶν Ἁγίων σου. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τὴ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῶ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος Στιχηρὰ τοῦ μηναίου. Ἦχος α. Τῶν οὐρανίων ταγμάτων. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Οἱ τῆς Ἑλλάδος νῦν παῖδες δεῦτε συνδράμετε, καὶ τὴν τιμίαν κάραν, κατασπάσασθε πάντες, τοῦ θείου Χαραλάμπους, τὴν τὸν Χριστὸν ἐν σταδίῳ κηρύξασαν, καὶ ἀπελέγξασαν πλάνην τῶν δυσσεβῶν, καὶ τὸν Κτίστην μεγαλύνασαν. Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται Τοῖς οὐρανίοις Ἀγγέλοις νῦν συνηρίθμησαι, καὶ παρεστὼς Τριάδι, τῇ ἁγίᾳ Τρισμάκαρ, αὐτὴν καθικετεύεις ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τιμώντων σου, τὴν πανσεβάσμιον κάραν, καὶ τῶν δεινῶν, αἰτουμένων ἀπολύτρωσιν. Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς Λαμπροφανὴς καὶ πανένδοξος ἀνατέταλκεν, ἐν τῇ Ἑλλάδι πάσῃ, ἡ πανέορτος μνήμη, τοῦ θείου Χαραλάμπους διὸ περ λαμπρῶς, ἑορτάζει κατέχουσα, τὴν πανσεβάσμιον κάραν, τὴν τὸν Χριστόν, ὡς Θεάνθρωπον κηρύξασαν. 12

ΕΩΘΙΝΟΝ Δ'. Ἦχος δ' Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίω Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων Πνεύματι. τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον Ὄρθρος ἦν βαθύς, καὶ αἱ ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου κόσμου. Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ ποθούμενον αὐταῖς διὸ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἀπορουμέναις, οἱ ταῖς ἐλέησον ἡμᾶς. ἀστραπτούσαις ἐσθήσεσιν Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ ἐπιστάντες. Τί τὸν ζῶντα μετὰ τῷν μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς νεκρῶν ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς δόξαν Θεοῦ Πατρός. Ἀμήν. προεῖπε, τί ἀμνημονεῖτε τῶν Καθ ἑκάστην ἡμέραν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά ὁραθέντα ἐκήρυττον, ἀλλ ἐδόκει σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι τοῦ αἰῶνος. νωθεῖς οἱ Μαθηταί ἀλλ ὁ Πέτρος Καταξίωσον, Κύριε, ἐν τῇ ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου,πρὸς ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους ἑαυτὸν τὰ θαυμάσια. φυλαχθῆναι ἡμᾶς. Καὶ νῦν ἦχος β (πάντοτε) Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς Ὑπερευλογημένη ὑπάρχεις, τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς σοῦ σαρκωθέντος, ὁ ᾍδης αἰῶνας. Ἀμήν. ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. ἠλευθέρωται, ὁ θάνατος Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν τεθανάτωται, καὶ ἡμεῖς με τὰ δικαιώματά σου. ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς με τὰ δικαιώματά σου. ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν Δοξολογία Μεγάλη. εἰς ἦχον δ. με τὰ δικαιώματά σου. Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Κύριε, καταφυγὴ ἐγενήθης Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, μου, ὅτι ἥμαρτόν σοι. προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, Κύριε, πρὸς σὲ κατέφυγον, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, σου δόξαν. ὅτι σὺ εἶ ὁ Θεός μου. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν Πάτερ παντοκράτορ, Κύριε Υἱὲ τῷ φωτί σου ὀψόμεθα φῶς. μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Παράτεινον τὸ ἔλεός σου τοῖς Πνεῦμα. γινώσκουσί σε. 13

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον Ἦχος β Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν) Ἀντίφωνον Α Ἦχος β. Στίχ.Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. Στίχ.Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. 14 Ταῖς πρεσβείαις τῆς Θεοτόκου Στίχ. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Δόξα Πατρί Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Ἀντίφωνον Β Ἦχος β. Στίχ. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς Στίχ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς.. Στίχ.. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς Δόξα Πατρὶ Καὶ νῦν Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός,

θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ Ἦχος δ. Στίχ. α. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀπολυτίκιον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος. Μικρὰ Εἴσοδος. Εἰσοδικὸν Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοὶς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἡγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῶ κόσμω τὸ μέγα ἔλεος. Ἀπολυτίκιον τοῦ Ἁγίου Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας. Ἀπολυτίκιον τοῦ Τοῦ Ναοῦ Κοντάκιον Ἦχος β Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Τρισάγιον Ἀποστόλου Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. ( γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν. Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Δύναμις. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἀπόστολος Προκείμενον. Ἦχος βαρύς. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν; Πρὸς Τιμόθεον Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. 2:1-10 Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ιησοῦ, καὶ ἃ ἤκουσας παρ ἐμοῦ διὰ πολλῶν 15

μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυῒδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος ἀλλ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ιησοῦ μετὰ δόξης αἰωνίου. Ἀλληλούϊα. (γ ) Ἦχος α. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν ἦχος δ Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις «Ὁ ἀναστάς ἐκ νεκρῶν» 16