1 ΑΥΓΟΥΣΤΟΥ 2017 +Ἀνάμνθςισ τῆσ ἐν Κωνςταντινουπόλει τελουμζνθσ τό πάλαι, Προόδου τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ. Τῶν Ἁγίων ἑπτά Παίδων τῶν Μακκαβαίων, τῆσ μθτρόσ αὐτῶν Σολομονῆσ καί τοῦ διδαςκάλου αὐτῶν Ἐλεαηάρου. ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. τίχ, α'. Ἐξομολογεῖσθε τ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... τίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον Τοῦ Σταυροῦ Ἦχος α' 1
ῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Δόξα Πατρί... Ἀπολυτίκιον τῶν Ἁγίων Ἦχος ὁ αὐτὸς Σὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Καὶ νῦν... ῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ ταυροῦ σου πολίτευμα. υναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΜΑΣΑ Μετὰ τὴν α' τιχολογίαν Ἦχος α' - Σὸν τάφον σου ωτὴρ Ἡ φύσις τῶν βροτῶν, συνεόρταζε πᾶσα, καὶ σκίρτα μυστικῶς τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, προτίθεται σήμερον, ἰατρεῖον ἀδάπανον, τοῖς προστρέχουσι, μετ' εὐλαβείας καὶ πόθου, καὶ δοξάζουσι τὸν ἐν αὐτ προσπαγέντα, Χριστὸν τὸν φιλάνθρωπον. Δόξα Πατρί... Καὶ νῦν... Ἡ φύσις τῶν βροτῶν,... Μετὰ τὴν β' τιχολογίαν Κάθισμα Ἦχος δ - Ἐπεφάνης σήμερον Εὐφροσύνης πρόξενος, τῇ νῦν ἡμέρᾳ, τοῦ Σταυροῦ ἡ πρόοδος καθαγιάζει γὰρ ἡμῶν, ψυχὰς ὁμοῦ καὶ τὰ σώματα, τῶν προσκυνούντων αὐτὸν μετὰ πίστεως. Δόξα Πατρί... Καὶ νῦν... Εὐφροσύνης πρόξενος,... Καὶ εὐθὺς ὁ Ν' ψαλμὸς (χύμα) ΚΑΝΟΝΕ Ὁ Κανὼν τοῦ Σταυροῦ οὗ ἡ Ἀκροστιχίς. Σὸ προσκυνητὸν πάντες ὑμνοῦμεν Ξύλον Ποίημα Ἰωσήφ ᾨδὴ α' Ἦχος πλ. δ' Ἁρματηλάτην Υαραὼ Σὸν τοῦ Κυρίου ζωηφόρον σήμερον, Σταυρὸν νοἱ καθαρ, καὶ εὐσεβεῖ γνώμῃ, πάντες προσκυνήσωμεν πρόκειται γὰρ δωρούμενος, τοῖς αὐτ προσιοῦσιν, ἁγιασμὸν καὶ σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος. 2
Ὁ ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν, αἴνεσιν Κυρίῳ προσάγοντες. Πρόκειται ξένον τοῖς ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσκυνούντων αὐτόν. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον Ὅτε σε τέκνον ἀποῤῥήτως ἔτεκον, ὠδῖνας ἔφυγον, καὶ πῶς νυνὶ ὅλη, ὀδυνῶν πεπλήρωμαι; Ὁρῶ γὰρ σε κρεμάμενον, ὡς κακοῦργον ἐν ξύλῳ, τὴν γῆν ἀσχέτως κρεμάσαντα, ἔλεγεν ἡ Πάναγνος κλαίουσα. Ὁ Κανὼν τῶν Ἁγίων Ἀνδρέου Κρήτης. ᾨδὴ α' Ἦχος α' ᾨδὴν ἐπινίκιον Μωσέως τὰ δόγματα, πάνσοφοι Παῖδες, νομίμως φυλάξαντες, καὶ Χριστοῦ τὸν θάνατον, ζηλώσαντες εὐσεβῶς, πρεσβεύσατε ἀεί, σωθῆναι πάντας ἡμᾶς. Σίς εἶδε, τίς ἤκουσεν, οἵους ἀγῶνας, στερρῶς ἐπεδείξαντο, οἱ τοῦ νόμου φύλακες, οἱ Σολομονῆς υἱοί, ἀθλήσαντες μιᾷ ψυχῇ, ἑνὶ φρονήματι; Ἀλλήλους ὀτρύνοντες, οὕτως ἐβόων Νομίμως ἀθλήσωμεν, καὶ προθύμως θάνωμεν, ὑπὲρ πατρῴων ἐθῶν, οἱ Σολομονῆς τῆς σεπτῆς, Ἅγιοι Παῖδες ἑπτά. ᾘσχύνθη ὁ τύραννος, στῶμεν ἀνδρείως, ἠσθένησαν βάσανοι, ὁ Βελίαρ ἥττηται, τὸ πῦρ ἐσβέσθη λοιπόν μηδεὶς οὖν ἔξω ἀδελφοί, στήτω τοῦ σκάμματος. Ἡμῖν ὦ Ἀντίοχε, ὑπὲρ πατρῴων, ἐθῶν ὁ ἀγὼν ἐστιν (οἱ Παῖδες ἔκραζον ἐν τ σταδίῳ γυμνοί), ὑπὲρ ὧν μᾶλλον τὸ θανεῖν, τοῦ ζῆν προκρίνομεν. Σὰς σάρκας τοῖς ὄνυξιν, ἐν τ σταδίῳ ξεόμενοι, ἔκραζον οἱ τοῦ νόμου φύλακες. Ἡμῖν ὦ Ἀντίοχε, γλυκεῖς οἱ πόνοι καὶ τὸ πῦρ, διὰ τὴν πάντων ζωήν. Δόξα Πατρί... 3
Σριάδα δοξάσωμεν, τὴν ἐν Μονάδι οὐσίαν ἀἰδιον, συμφυῆ καὶ σύνθρονον, καὶ ὁμοδύναμον, Πατέρα ἄναρχον Υἱόν, καὶ Πνεῦμα Ἅγιον. Καὶ νῦν... Θεοτοκίον Σὸν βότρυν τὸν πέπειρον, ἐν τῇ γαστρί σου, ἀφράστως βλαστήσασα, ζωηφόρος ἄμπελος, τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐδείχθης Μήτηρ Θεοῦ, πάντας εὐφραίνουσα. Σοῦ ταυροῦ ᾨδὴ γ' Ὁ στερεώσας ταυρὸς ἁπάντων τῶν καλῶν, παρεκτικὸς καθορᾶται, προσκυνούμενος, καὶ πᾶσα ἡ κτίσις, ἑορτάζει ἐν χαρᾷ, φωτιζομένη χάριτι, τοῦ ἐν αὐτ βουλήσει, ἀνυψωθέντος Θεοῦ ἡμῶν. Καταυγαζόμενοι φωτί, τῶν τοῦ Σταυροῦ λαμπηδόνων, ὁλικῶς οἱ ἐν αὐτ πεποιθότες, σκοτασμὸν ἁμαρτιῶν, ἐκφύγωμεν καὶ κράξωμεν, ὁ φωτισμὸς τῶν ὅλων, εὔσπλαγχνε Κύριε, δόξα σοι. Ὑμνολογοῦμέν σε Σταυρέ, καὶ προσπτυσσόμεθα πίστει, ἐξαιτούμενοι τὴν σὴν δυναστείαν. Ἐξελοῦ ἡμᾶς ἐχθροῦ, παγίδων καὶ κυβέρνησον, πρὸς ὅρμον ἡμᾶς πάντας, τῆς σωτηρίας ὑμνοῦντάς σε. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον Νενεκρωμένην τὴν ζωήν, ἐπὶ Σταυροῦ θεωροῦσα, καὶ μὴ φέρουσα τῶν σπλάγχνων τὸν πόνον, ἐδονεῖτο ἡ σεμνή, Παρθένος ἀνακράζουσα Οἴμοι! Υἱέ μου τί σοι, δῆμος ἀνόμων πεποίηκεν; Σῶν Ἁγίων Λίθον ὃν ἀπεδοκίμασαν Παῖδες ἱερῶς βλαστήσαντες, καὶ συναυξηθέντες, πάντες κατὰ νόμον, παιδαγωγηθέντες ὑπὸ Ἐλεαζάρου, νομίμως ἠθλήσατε, καὶ Ἀντιόχου τὰς βουλάς, πάσας εἰς γῆν κατεπατήσατε. πεῦδε ἀνεβόων τύραννε, οἱ Ἀβραμιαῖοι, ποίει ἅπερ θέλεις, καὶ ὀργίζου πλέον, ἡμεῖς τοῖς δόγμασί σου, οὐδόλως πειθόμενοι, τοὺς τῶν βασάνων αἰκισμούς, πόθῳ Θεοῦ μᾶλλον αἱρούμεθα. 4
Μήτις ὑστερείτω σήμερον, τοῦ καλοῦ ἀγῶνος, μήτις θηρευθήτω, ὑπὸ τοῦ μανιώδους, σοφὸς ἐστιν ὁ δράκων, ἀλλήλους παρώτρυναν, τῆς Σολομονῆς οἱ υἱοί, μήτις ἡμῶν γένηται βρῶμα αὐτοῦ. Δεῦτε οἱ τοῦ νόμου φύλακες, ὁμοῦ αἰκισθῶμεν, δεῦτε ἀνδρυνθῶμεν, οἱ Παῖδες ἀνεβόων, ἀλλήλους ὀτρύνοντες, πρὸς τοὺς ἀγῶνας εὐσεβῶς, οὓς καὶ ἡμεῖς ζηλοτυπήσωμεν. Δόξα Πατρί... Μίαν οἱ πιστοὶ δοξάσωμεν, τοῦ Θεοῦ οὐσίαν, μίαν δεσποτείαν, μίαν βασιλείαν, ἑνοῦντες ἀσυγχύτως, τὴν μίαν Θεότητα, καὶ διαιροῦντες εὐσεβῶς, ταύτην τρισὶ ταῖς ὑποστάσεσι. Καὶ νῦν... Θεοτοκίον Βάτος προεγνώσθης ἄφλεκτος, ἐν Σινᾷ τ ὄρει ὄρος δὲ τὸ θεῖον, Δανιὴλ ἐφάνης ἐξ οὗ ἀχειροτμήτως, ἐτμήθη ὁ ἄτμητος, Χριστὸς ἡ πέτρα τῆς ζωῆς, εἷς ὢν Υἱός, Θεογεννῆτορ ἐκ σοῦ. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Κάθισμα τοῦ ταυροῦ Ἦχος δ' Αὐτόμελον Ὁ ὑψωθεὶς ἐν τ Σταυρ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. Κάθισμα Ἦχος πλ. δ' Σὴν οφίαν καὶ Λόγον Εὐσεβῶς συντραφέντες Παῖδες σοφοί, μαρτυρικῶς τοῦ τυράννου τὰς ἀπειλάς, ἀνδρείως κατῃσχύνατε, ὡς τοῦ νόμου ὑπέρμαχοι, καὶ τοῦ πατρὸς ἀκόλουθοι, γενόμενοι Ἅγιοι, σὺν μητρὶ θεόφρονι, προθύμως ἠθλήσατε ὅθεν καὶ θανάτῳ, τὴν οὐράνιον ὄντως, ζωὴν ὠνησάμενοι, αἰωνίως ἀγάλλεσθε, Μακκαβαῖοι στεῤῥόψυχοι. Πρεσβεύσατε Χριστ τ Θε, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν. Δόξα Πατρί... Καὶ νῦν...ἦχος πλ. β' Ὁ Σταυρός σου Κύριε ἡγίασται ἐν αὐτ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις. Δι' αὐτοῦ σοι προσπίπτομεν, ἐλέησον ἡμᾶς. Σοῦ ταυροῦ ᾨδὴ δ' ύ μου ἰσχὺς Κύριε 5
Ἡ κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζων φωτίζει ἐν χάριτι. Σῶν εὐσεβῶν, φρουρὸς ὁ μέγας προκείμενος, ἐν τ μέσῳ, πάντων Ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γῆς, ἐν ᾧ ἀνυψώθης, ἐθελουσίῳ θελήσει σου, τὸν κόσμον ἁγιάζει, τῇ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας. Ὁ οὐρανός, πάσῃ τῇ γῇ συνευφραίνεται, ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νῦν ἀγαλλιῶνται, τὸ πάντας σζον θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον Παρθενικῆς, τέκνον ἐκ μήτρας σε ἔτεκον, καὶ ὁρῶσα, ξύλῳ νῦν κρεμάμενον, ἐπαπορῶ, καὶ οὐ συνορῶ, ὕψος μυστηρίου, καὶ βάθος πολλῶν κριμάτων σου, ἡ Πάναγνος ἐβόα, ἣν φωναῖς ἀσιγήτοις, ὡς μητέρα Θεοῦ μακαρίζομεν. Σῶν Ἁγίων Ἐν Πνεύματι προβλέπων Εὐφραίνου Ἐλεάζαρ, ὁρῶν τοὺς ἱερούς, φοιτητάς σου σήμερον, ἀθλοῦντας εὐσεβῶς, ὑπὲρ πατρῴων νομίμων τε προσταγμάτων, καὶ Ἀντιόχου τοῦ διώκτου τὴν μανίαν, λόγοις τοῖς σοφοῖς διελέγχοντας. ολομονὴ ἀγάλλου, ὁρῶσα τοὺς ἑπτά, κλάδους συνακμάσαντας, τοῦ νόμου τοὺς καρπούς, ἐξ ὧν τρυγῶσα ἡ ἄμεμπτος Ἐκκλησία, τοὺς κληρονόμους τῆς ἐν χάριτι λατρείας, τρέφει καθ' ἡμέραν ὡς μήτηρ ἡμᾶς. κιρτᾶτε Πατριάρχαι, κροτήσατε χερσί, τοὺς τοῦ νόμου φύλακας, ὁρῶντες εὐσεβῶς, ὑπεραθλοῦντας τῆς κατὰ νόμον λατρείας, καὶ διὰ πάντων αἰκισμῶν δοκιμασθέντας, μήπως τῶν πατρῴων ἐκστῶσιν ἐθῶν. Φορεύσατε νομίμως, ὑπέρμαχοι στερροί, καὶ συνεορτάσατε, τοῖς Μάρτυσι Χριστοῦ, ὡς πρὸ ἐκείνων ἀθλήσαντες ὑπὲρ νόμου, καὶ μετ' ἐκείνων εὐφημούμενοι ἐννόμως, πάσῃ τῇ Χριστοῦ Ἐκκλησίᾳ φαιδρῶς. Δόξα Πατρί... Σριάδα ἐν Μονάδι, δοξάζομεν πιστοί, ἀσιγήτοις στόμασι, βοῶντες πρὸς αὐτήν Ἡ ἐν Μονάδι τριὰς συμπροσκυνουμένη, καὶ ἐν Τριάδι τῶν προσώπων ὑμνουμένη, δόξα σοι τιμὴ καὶ προσκύνησις. Καὶ νῦν... Θεοτοκίον Ὑμνοῦμεν σε Παρθένε, Θεόνυμφε σεμνή, ὡς Θεογεννήτριαν, καὶ τεῖχος τῶν πιστῶν σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνενέωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν τοῦ Ἀδάμ. Σοῦ ταυροῦ ᾨδὴ ε' 6
Ἵνα τί με ἀπώσω Ἀλαλάξατε ἔθνη, ᾄσατε σκιρτήσατε φυλαὶ καὶ ψάλατε, τ Θε τ δόντι, τὸν Σταυρὸν ἀδιάσειστον ἔρεισμα, οὗ νῦν τῇ προθέσει, πάντες πιστοὶ ἀγαλλιῶμεν, δι' αὐτοῦ τῶν καλῶν ἀπολαύοντες. Νοεραὶ στρατιαὶ σε, πᾶσαι περιέπουσι, Σταυρὲ πανάγιε, καὶ βροτοὶ πηλίνοις, σοῦ προσψαύοντες χείλεσι σήμερον, ἀπαντλοῦμεν πόθῳ ἁγιασμὸν καὶ εὐλογίαν, τόν ἐν σοὶ προσπαγέντα δοξάζοντες. Σῆς ψυχῆς μου τὰ πάθη, ἴασαι τὰ χρόνια, εὔσπλαγχνε Κύριε, καὶ ὡς προσκυνοῦντα, τὸν τίμιον Σταυρόν σου περίσῳζε, οὗ τῇ δυναστείᾳ, πᾶν ἐμποδὼν ἀποσοβεῖται, καὶ κακῶν ἀπαθεῖς διαμένομεν. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σταυροθεοτοκίον Ἐν Σταυρ καθορῶσα, τὸν δι' ἀγαθότητα, ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐδονήθης τὰ σπλάγχνα καὶ ἔλεγες Οἴμοι! θεῖον τέκνον, πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγνον Κύριε. Σῶν Ἁγίων Σὴν σὴν εἰρήνην δὸς ἡμῖν Ζηλώσωμεν φιλόχριστοι, τοὺς Παῖδας τοὺς ἑπτά, οὓς ἡμῖν Μωσῆς νομίμως ἐθρέψατο, καὶ Ἐλεάζαρ προεβίβασεν, ἐν τ πατρῴῳ νόμῳ, δι' εὐσεβοῦς θρησκείας. Μὴ νόμιζε Ἀντίοχε, διῶκτα τῶν πιστῶν, ὅτι σοῦ τὸ πῦρ φοβήσει καιόμενον, πρὸς ταῦτα σφάζε ἀνομώτατε, ποίει λοιπὸν ὃ βούλει, οἱ Παῖδες ἀνεβόων. Νομίμως ἐναθλήσωμεν, ἀλλήλοις οἱ στεῤῥοί, μάρτυρες Χριστοῦ, Μωσέως τὰ δόγματα, παρηγγυῶντο μὴ παράψασθαι, τῶν μιαρῶν ὄψων, οἱ Παῖδες ἀνεβόων. Δόξα Πατρί... Προάναρχε, συνάναρχε, ὁμόθρονε Τριάς, Πατὴρ καὶ Υἱὲ καὶ Πνεῦμα τὸ Ἅγιον, Μονὰς Ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σζε, πιστῶς σε ἀνυμνοῦντας. Καὶ νῦν... Θεοτοκίον Φριστὲ ὁ μόνος εὔσπλαγχνος, εἰρήνευσον ἡμᾶς σὲ γὰρ δυσωπεῖ ἡ ἄχραντος Μήτηρ σου, σὺν τοῖς Ἁγίοις τοῖς ἀθλήσασιν, ὑπὲρ ἐθῶν πατρῴων, καὶ τοῦ Μωσέως νόμου. Σοῦ ταυροῦ ᾨδὴ ς' Ἱλάσθητί μοι ωτὴρ ταυροῦ παγέντος ἐν γῇ, δαιμόνων πτῶσις ἐγένετο, ὃν νῦν ὁρῶντες ἡμεῖς, ἐνδόξως προκείμενον, καὶ κατασπαζόμενοι, τῆς τῶν συμπτωμάτων, ἁμαρτίας ἀνιστάμεθα. Ὑμνοῦντές σε τὸν Θεόν, καὶ Βασιλέα καὶ Κύριον, ὃν ἐδωρήσω ἡμῖν, Σταυρὸν τεῖχος ἄρρηκτον, νῦν περιπτυσσόμεθα, ἐν ἀγαλλιάσει, καὶ δεινῶν ἀπαλλαττόμεθα. 7
Μεγάλα πᾶσιν ἡμῖν, δωρήματα παρεχόμενος, ὁ τοῦ Κυρίου Σταυρός, ὁρᾶται προκείμενος. Προσέλθωμεν ἄνθρωποι, φωτισμὸν καρδίας, καὶ ψυχῆς ἀπαρυόμενοι. τίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Νηστεύειν ἡμᾶς Ἁγνή, κακίας πάσης ἐνίσχυσον, καὶ φαύλων καὶ πονηρῶν, ἀπέσχεσθαι πράξεων, ἀεὶ ἐνδυνάμωσον, προστασία πάντων, τῶν ἀνθρώπων χρηματίζουσα. Σῶν Ἁγίων Σὸν Προφήτην Ἰωνᾶν Ἡ σοφία τοῦ Θεοῦ, Ὠκοδόμησε ναόν, καὶ ὑπήρεισεν αὐτόν, ἑπτὰ στύλοις λογικοῖς, προγράφουσα τοὺς Παῖδας τούτους, ὡς νόμου φύλακας. Ἡ σοφὴ Σολομονή, υἱοὺς ἔτεκεν ἑπτά, οὓς ἐθρέψατο καλῶς, Ἐλεάζαρ ὁ σοφός, καὶ ἔστεψεν, ἡ θεία χάρις, στερρῶς ἀθλήσαντας. Σί βραδύνεις δικαστὰ; πρὸς Ἀντίοχον φησίν, ἐν τ μέσῳ τῶν δεινῶν, ἡ ἑπτάκλωνος σειρά, τιμώρησον, συντόμως σφάττε, ποίει ἃ θέλεις λοιπόν. Προενήθλησε πατήρ, συναθλοῦσι καὶ υἱοί, ἐφεπέσθω σὺν ἡμῖν, καὶ ἡ μήτηρ δικαστά, καὶ γένοιτο, προσθήκη τέκνοις, καὶ σεμνολόγημα. Δόξα Πατρί... Σὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ εὐθές, ἐν Θεότητι μιᾷ προσκυνήσωμεν πιστῶς, κραυγάζοντες Τριὰς Ἁγία, σζε τόν κόσμον σου. Καὶ νῦν... Θεοτοκίον Πῶς ἐγέννησας Υἱόν, ὃν οὐκ ἔσπειρε Πατήρ; πῶς διέμεινας Ἁγνή, μετὰ τόκον ὥσπερ ἦς; Θεὸς οἶδεν, ὁ πάντα πράττων, ὅπως ἂν βούληται. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ἦχος β' Σὰ ἄνω ζητῶν οφίας Θεοῦ, οἱ στῦλοι οἱ ἑπτάριθμοι, καὶ θείου φωτός, οἱ λύχνοι ἑπτάφωτοι, Μακκαβαῖοι πάνσοφοι, πρὸ Μαρτύρων μέγιστοι Μάρτυρες, σὺν αὐτοῖς τ πάντων Θε, αἰτεῖσθε σωθῆναι τοὺς ὑμνοῦντας ὑμᾶς. Ὁ Οἶκος Αἴνει θερμῶς Σιὼν τὸν Θεόν σου, ὅτι ἐνίσχυσεν ὄντως σῶν πυλῶν τοὺς μοχλούς, καὶ τοὺς υἱούς σου εὐλόγησεν. Οὗτοι στρατὸς γὰρ ὡς τροπαιοῦχος, φάλαγξ ὄντως γενναία καὶ κραταιόφρων, πρὸς μηχανὰς δυσσεβῶν θεοφρόνως ἀνθέστηκεν. Ἀλλ' ὡς νίκης στεφάνους οὐρανίας Σιὼν ἀπολαύοντες, καὶ τ θείῳ θρόνῳ πελάζοντες, ὑπέρ πάντων ἀπαύστως δεόμενοι, αἰτεῖσθε σωθῆναι τοὺς ὑμνοῦντας ὑμᾶς. υναξάριον Σῇ Α' τοῦ αὐτοῦ μηνός, ἡ Πρόοδος τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ καὶ μνήμη τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων, Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνᾶ, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν. τίχοι 8
Πρῶτος πρὸ Χριστοῦ πῠρ στέγων Ἐλεάζαρ, Ἀθλήσεως προὔθηκε τοῖς ἄλλοις ἴχνη. Πρώταθλον ἄλλην καὶ πρὸ τῆς Θέκλης ἔχω, Τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πῦρ φλέγει. Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα, Ἀρθρέμβολα, πῦρ, καὶ τροχοὶ πρὸς ὀγδόην. Καῦσαν ἑνὶ πρώτη Σολομώνην, ἑπτά τε υἷας. Σῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου, καὶ Εὐκλέου. τίχοι Ἐκ Παμφυλίας ἐννὰς ἐτμήθη ξίφει, Μίαν φυλὴν ζητοῦσα, τὴν τῶν Μαρτύρων. Σῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πάπας ὁ Νέος, εἰς σάκκον βληθείς, καὶ θίβῃ ἐγκλεισθείς, καὶ εἰς θάλασσαν ῥιφθείς, τελειοῦται. τίχοι Σάκκος Πάπαν ἔκρυψε, καὶ σάκκον θίβη, Καὶ τὴν θίβην ῥοῦς, καὶ Πάπας Θεοῦ πέλας. Σῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Ἐλεάζαρος, πυρὶ τὴν κεφαλὴν φλεχθείς, τελειοῦται. τίχοι Καυτηριασθεὶς Ἐλεάζαρος κάραν, Ψυχοβλαβῶν ἀπῆλθε κρείττων ῥευμάτων. Σῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἁγιος Μάρτυς Κήρυκος ξίφει τελειοῦται. τίχοι Τοῦ δημίου φήσαντος Οὐ τμηθῇς θύων. Κλίνας κάραν Κήρυκος, εἶπεν Οὐ θύω. Σῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδωρος ξίφει τελειοῦται. τίχοι Τ Θεοδώρῳ θεῖος ἐνσκήπτει πόθος, Τυχεῖν ποθεινῶν δωρεῶν διὰ ξίφους. Σῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πολύευκτος, ἐν κοπρίᾳ χωσθείς, τελειοῦται. τίχοι Ἰὼβ καθέδραν, φημὶ δὴ τὴν κοπρίαν, Ὁ Πολύευκτος εἶχεν εἰς τιμωρίαν. Σῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μήνου, Μηναίου, καὶ τῶν λοιπῶν ἐν τ Βιγλεντίῳ, πλησίον τοῦ χαλκοῦ Τετραπύλου. 9
Σῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου, Ἐπισκόπου Προκοννήσου (Προικοννήσου), τοῦ θαυματουργοῦ. τίχοι Τὸν Τιμόθεον, τὸν Προκοννήσου θύτην, Τιμᾷ Θεὸς πρίν, νῦν τε θαυματουργίαις. Σαῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Καταβασίαι ᾠδὴ α' Ἦχος πλ. δ' ταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας τὸ ἀήττητον ὅπλον. Διὸ Χριστ ᾄσωμεν τ Θε ἡμῶν, ὅτι δεδόξασται. ᾠδὴ γ' Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τ βλαστ γὰρ προκρίνει τὸν ἱερέα Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,......εἰς κράτος καὶ στερέωμα. ᾠδὴ δ' Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. ᾠδὴ ε' Ὢ τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τ ἐν σοὶ δελεασθείς, Θε τ προσπαγέντι σαρκί, τ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν. ᾠδὴ Ϛ ' Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος. ᾠδὴ ζ' Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η' τίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον. 10
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΣΙΜΙΨΣΕΡΑ (Ἦχος πλ.δ ) τίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τ Θε τ σωτῆρί μου. Σὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. τίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Σὴν Τιμιωτέραν... τίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Σὴν Τιμιωτέραν... τίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Σὴν Τιμιωτέραν... τίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Σὴν Τιμιωτέραν... τίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τ Ἀβραὰμ καὶ τ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Σὴν Τιμιωτέραν... Καταβασίαι ᾠδὴ θ' Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν. Ὁ διὰ βρώσεως τοῦ ξύλου, τ γένει προσγενόμενoς θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον, τῆς γὰρ Προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τ βλαστ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι. υναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΕΙΛΑΡΙΑ Ἦχος β' 11
Σῶν Μαθητῶν ὁρώντων Σοὺς θαυμαστοὺς ὑμνήσωμεν Μακκαβαίους, Ἐλεαζάρου παῖδας Σολομονῆς τε οὗτοι γὰρ καθεῖλον τὰ φρυάγματα, τοῦ ἀρχεκάκου δράκοντος, καὶ τῇ τοῦ νόμου λατρείᾳ, ἐγένοντο στεφανῖται. Σοῦ ταυροῦ ταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρὸς ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρὸς βασιλέων τὸ κραταίωμα, Σταυρὸς πιστῶν τὸ στήριγμα, Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα. ΑΙΝΟΙ Ἦχος δ' Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ Θε. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τ Θε. τίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὡς γενναῖον ἐν Μάρτυσιν Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν Ὠδαῖς μελῳδήσωμεν, τὸν Σταυρὸν τὸν τίμιον ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν Σταυρὲ παμμακάριστε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε. τίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Προσελθόντες ἀρύσασθε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῆς χάριτος προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ ξύλον τὸ Ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τ Αἵματι, καὶ τ Ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος. τίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἐκκλησίας ἑδραίωμα, Μοναζόντων ἀγλάϊσμα, ἱερέων καύχημα καὶ διάσωσμα, σὺ εἶ Σταυρὲ πανσεβάσμιε διὸ προσκυνοῦμέν σε, καὶ καρδίας καὶ ψυχάς, φωτιζόμεθα σήμερον, θείᾳ χάριτι, τοῦ ἐν σοὶ προσπαγέντος, καὶ τὸ κράτος, τοῦ δολίου καθελόντος, καὶ τὴν ἀρὰν ἀφανίσαντος. Ἰδιόμελα τῶν Ἁγίων Ἦχος α' τίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἡ πολύαθλος μήτηρ, πρὸς ἀγῶνας συγκαλοῦσα τοὺς οἰκείους παῖδας ἔλεγε Τῇ Ἀβραμιαίᾳ πολιᾷ ἀκολουθήσατε, ἵνα τῇ σφαγῇ τοῦ Ἰσαὰκ συγκοινωνήσητε. Αὐτοὶ δὲ 12
προελάμβανον τὴν ὁδηγοῦσαν, προέπεμπον τὴν νουθετοῦσαν, ἐπαλλήλαις τιμωρίαις, τὰς βασάνους βλέποντες. Ὧν ταῖς εὐχαῖς ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἦχος δ' τίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἑπτὰ στῦλοι ἐκλεκτοί, ἐκ μιᾶς πέτρας λογικῆς λατομηθέντες, ἀσάλευτον ἔδειξαν τὸν τοῦ νόμου πύργον, δι' ὧν εὐδόκησον Σωτήρ, ἐν εἰρήνῃ φυλαχθῆναι τὰς ψυχάς ἡμῶν. Ἦχος πλ. α' τίχ. Σοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Οἱ τοῦ νόμου φύλακες, καὶ τῆς Σολομονῆς υἱοί, ἐν σταδίῳ ἀθλοῦντες, πρὸς Ἀντίοχον ἐβόων Ἡμεῖς, ὦ Ἀντίοχε, ὑπὲρ πατρῴων νόμων ἐγκαρτεροῦμεν οὐ χωρίσει δὲ ἡμᾶς, οὐ πῦρ, οὐ ξίφος, οὐ θῆρες, οὐ μάστιγες, ἀλλ' ὁμοῦ τεθνηξόμεθα, σὺν μητρὶ γηραλέᾳ καὶ διδασκάλῳ πατρί, ζῶντες καὶ συγχαίροντες εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Δόξα Πατρί... Ἦχος δ' Σὸν κατὰ Μακκαβαίων συγκροτηθέντα πόλεμον, δεῦτε θεασώμεθα πιστοί, καὶ τὴν τούτων ἀνδρείαν τύραννος γὰρ Βασιλεύς, πάντων τῶν ἐθνῶν κρατήσας, ἀντεκρατεῖτο ὑπὸ γέροντος, καὶ παίδων ἑπτά, καὶ μιᾶς γυναικός. Διὸ εὐχαῖς αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Καὶ νῦν... ἦχος ὁ αὐτός. Ὁ συμμαχήσας Κύριε τ πραοτάτῳ ΔαυἸδ, ὑποτάξαι τὸν ἀλλόφυλον, τ πιστ ἡμῶν Βασιλεῖ συμπολέμησον, καὶ τ ὅπλῳ τοῦ Σταυροῦ κατάβαλε τοὺς ἐχθροὺς ἡμῶν, δεῖξον εὔσπλαγχνε εἰς ἡμᾶς, τὰ ἀρχαῖα ἐλέη σου, καὶ γνώτωσαν ἀληθῶς, ὅτι, σὺ εἶ Θεός, καὶ ἐν σοὶ πεποιθότες νικῶμεν, πρεσβευούσης συνήθως τῆς ἀχράντου σου Μητρός, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Δοξολογία Μεγάλη εἰς ἦχον δ ( ΑΓΙΑ ) Ἀργή Πέτρου Λαμπαδαρίου τοῦ Πελοποννησίου Δόξα σοι τ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θε, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. 13
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Δόξα Πατρὶ καὶ Υἱ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, 14
Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Καὶ εὐθὺς Η ΣΑΞΙ ΣΗ ΠΡΟΟΔΟΤ ΣΟΤ ΣΙΜΙΟΤ ΣΑΤΡΟΤ (ΟΜΟΙΑ ΜΕ ΣΗΝ ΣΗ ΣΑΤΡΟΠΡΟΚΤΝΗΕΨ) Εἰς τὸ ᾀσματικόν «Αγιος ὁ Θεός...», γίνεται ἡ Εἴσοδος τοῦ Τιμίου Σταυροῦ ὡς ἐφεξῆς: Οἱ Χοροί κατέρχονται καὶ μεταβαίνουσι εἰς τὴν Βόρειον Πύλην τοῦ Ιεροῦ Βήματος. Ο Ιερεύς, λαμβάνει τὸ θυμιατὸν καὶ θυμιᾷ τρίς τὴν Αγίαν Τράπεζαν καὶ τὸν ἐπ' αὐτῇ ἐπί ηὐτρεπισμένου μετ' ἀνθέων καὶ τριῶν κηρῶν δίσκου κείμενον Τίμιον Σταυρόν. Θυμιάσας καὶ ποιήσας τρεῖς μετανοίας ἀσπάζεται τὴν Αγίαν Τράπεζαν καὶ αἴρει τὸν δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ἐπί κεφαλῆς καὶ ἐξέρχεται ἀπὸ τῆς Βορείου Πύλης τοῦ Ι. Βήματος προπορευομένων αὐτοῦ τῶν Χορῶν, ψαλλόντων τὸ ᾀσματικόν «Αγιος ὁ Θεός», τῶν λαμπαδούχων μετά τῶν Εξαπτερύγων ἄνευ τοῦ Σταυροῦ γίνεται ἡ περιφορά. Η πομπή, ὅταν φθάσῃ εἰς τό μέσον τοῦ Σολέα, περιφέρεται πέριξ τοῦ τρισκελίου τρίς. Ακολούθως ὁ Ιερεύς βλέπων πρὸς ἀνατολάς ὑψώνει τὸν δίσκον καὶ ἐκφωνεῖ «Σοφία ὀρθοί», εἶτα θέτει αὐτόν ἐπί τοῦ τρισκελίου καὶ ἀμέσως λαμβάνει τὸ θυμιατὸν καὶ θυμιᾷ σταυροειδῶς τὸν ἐπί τοῦ τρισκελίου εὑρισκόμενον δίσκον μετά τοῦ Τιμίου Σταυροῦ ψάλλων τό «Σῶσον, Κύριε, τὸν λαὸν σου...». Τὸ αὐτὸ ψάλλουσι ἀνά μίαν οἱ Χοροί. Εἶτα ὁ Ιερεύς ἤ ὁ Αρχιερεύς, (ὅστις ἄν ᾖ χοροστατῶν κατέρχεται τοῦ θρόνου), ποιεῖ τρεῖς μετανοίας, προσκυνεῖ τὸν Τίμιον Σταυρόν καὶ ψάλλει τό «Τὸν Σταυρόν σου προσκυνοῦμεν...». Τὸ αὐτό ἐπαναλαμβάνουσι καὶ οἱ δύο Χοροί καὶ γίνεται ὑπό τοῦ λαοῦ ἡ προσκύνησις τοῦ Τιμίου Σταυροῦ, τῶν χορῶν ψαλλόντων τὸ Ιδιόμελον «Δεῦτε, πιστοί...», κτλ. Ποίημα Λέοντος Δεσπότου Ἦχος β' Δεῦτε πιστοὶ τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης ἑκουσίως χεῖρας ἐκτείνας ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὓς πρίν ὁ ἐχθρός, δι ἡδονῆς συλήσας ἐξορίστους Θεοῦ πεποίηκε Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι' οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις, ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες, Κύριε ὁ ἐν αὐτ προσπαγείς, ἐλέησον ἡμᾶς......ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Ο Αριστερός χορός ψάλλει τό Απολυτίκιον «Σῶσον Κύριε, τόν λαόν σου...». ἦχος α' ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ ταυροῦ σου πολίτευμα. 15
ΕΙ ΣΗΝ ΘΕΙΑΝ ΛΕΙΣΟΤΡΓΙΑΝ Αντίφωνα Ηχος β. τίχ. α. Εσημειώθη ἐφ' ἡμᾶς τό φῶς τοῦ προσώπου Σου, Κύριε. Σαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. τίχ. β. Εδωκας τοῖς φοβουμένοις Σε σημείωσιν τοῦ φυγεῖν ἀπό προσώπου τόξου. Σαῖς πρεσβείαις τῆς Θεοτόκου,... τίχ. γ. Ανέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. Σαῖς πρεσβείαις τῆς Θεοτόκου,... τίχ. δ. Εδωκας κληρονομίαν τοῖς φοβουμένοις τό ὄνομά Σου, Κύριε. Σαῖς πρεσβείαις τῆς Θεοτόκου,... Δόξα Πατρί...Καὶ νῦν Σαῖς πρεσβείαις τῆς Θεοτόκου... Αντίφωνον β. Ηχος ὁ αὐτός. τίχ. α. Εἴδοσαν πάντα τά πέρατα τῆς γῆς τό σωτήριον τοῦ Θεοῦ ἡμῶν. ῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. τίχ. β. Προσκυνήσωμεν εἰς τόν τόπον, οὗ ἔστησαν οἱ πόδες Αὐτοῦ. ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς,... τίχ. γ. Ο δέ Θεός, βασιλεύς ἡμῶν, πρό αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς,... τίχ. δ. Τψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ. ῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ὁ ὁ σαρκὶ σταυρωθείς,... Δόξα Πατρὶ... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τ Πατρὶ καὶ τ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Αντίφωνον γ. Ηχος α. τίχ. α. Τψοῦτε Κύριον τόν Θεόν ἡμῶν καί προσκυνεῖτε τ ὑποποδίῳ τῶν ποδῶν Αὐτοῦ. ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. τίχ. β. ῶσον, ὁ Θεός, τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου. ῶσον Κύριε τόν λαόν σου... τίχ. γ. Καί ποίμανον αὐτούς καί ἔπαρον αὐτούς ἕως τοῦ αἰῶνος. ῶσον Κύριε τόν λαόν σου... Εἰσοδικὸν (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ σαρκὶ σταυρωθείς......ψάλλοντάς σοι, Ἀλληλούϊα. 16
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον ἦχος α' ῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. Ἀπολυτίκιον τῶν Ἁγίων Ἦχος ὁ αὐτὸς Σὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Σοῦ Ναοῦ Κοντάκιον (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τ Σταυρ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. Ἀντὶ δὲ τοῦ Σρισαγίου Σὸν ταυρόν σου προσκυνοῦμεν Δέσποτα, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν δοξάζομεν. Ἀπόστολος( Εβρ. ια 33 ιβ 2). Προκείμενον Ἦχος πλ. δ' Χαλμὸς ια' ύ, Κύριε, φυλάξαις ἡμᾶς, καὶ διατηρήσαις ἡμᾶς. τίχ. ῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀμάγμωσμα Ἀδελυξί, ξἱ Ἅγιξι οάμσερ διὰ οίςσεψρ κασηγψμίςαμσξ βαςιλείαρ, εἰπγάςαμσξ δικαιξςύμημ, ἐοέστφξμ ἐοαγγελιῶμ, ἔυπαναμ ςσόμασα λεόμσψμ, ἔςβεςαμ δύμαμιμ οτπόρ, ἔυτγξμ ςσόμασα μαφαίπαρ, ἐμεδτμαμώθηςαμ ἀοὸ ἀςθεμείαρ, ἐγεμήθηςαμ ἰςφτπξὶ ἐμ οξλέμῳ, οαπεμβξλὰρ ἔκλιμαμ ἀλλξσπίψμ ἔλαβξμ γτμαῖκερ ἐν ἀμαςσάςεψρ σξὺρ μεκπξὺρ αὐσῶμ ἄλλξι δὲ ἐστμοαμίςθηςαμ, ξὐ οπξςδενάμεμξι σὴμ ἀοξλύσπψςιμ, ἵμα κπείσσξμξρ ἀμαςσάςεψρ σύφψςιμ ἕσεπξι δὲ ἐμοαιγμῶμ καὶ μαςσίγψμ οεῖπαμ ἔλαβξμ, ἔσι δὲ δεςμῶμ καὶ υτλακῆρ ἐλιθάςθηςαμ, ἐοπίςθηςαμ, ἐμ υόμῳ μαφαίπαρ ἀοέθαμξμ, οεπιῆλθξμ ἐμ μηλψσαῖρ, ἐμ αἰγείξιρ δέπμαςιμ, ὑςσεπξύμεμξι, θλιβόμεμξι, κακξτφξύμεμξι, ὧμ ξὐκ ἦμ ἄνιξρ ὁ κόςμξρ, ἐμ ἐπημίαιρ ολαμώμεμξι καὶ ὄπεςιμ καὶ ςοηλαίξιρ καὶ σαῖρ ὀοαῖρ σῆρ γῆρ. Καὶ ξὗσξι οάμσερ μαπστπηθέμσερ διὰ σῆρ οίςσεψρ ξὐκ ἐκξμίςαμσξ σὴμ ἐοαγγελίαμ, σξῦ θεξῦ οεπὶ ἡμῶμ κπεῖσσόμ σι οπξβλεχαμέμξτ, ἵμα μὴ φψπὶρ ἡμῶμ σελειψθῶςιμ. Τξιγαπξῦμ καὶ ἡμεῖρ σξςξῦσξμ ἔφξμσερ οεπικείμεμξμ ἡμῖμ μέυξρ μαπσύπψμ ὄγκξμ ἀοξθέμεμξι οάμσα καὶ σὴμ εὐοεπίςσασξμ ἁμαπσίαμ δι ὑοξμξμῆρ σπέφψμεμ σὸμ οπξκείμεμξμ ἡμῖμ ἀγῶμα ἀυξπῶμσερ εἰρ σὸμ σῆρ οίςσεψρ ἀπφηγὸμ καὶ τελειωτὴμ Ἰησοῦμ. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον (η',16-22) 17
Εἶπεν ὁ Κφριοσ τοῖσ ἑαυτοῦ μαθηταῖσ Ἰδοὺ ἐγὼ ἀποςτέλλω ὑμᾶσ ὡσ πρόβατα ἐν μέςῳ λύκων γίνεςθε οὖν φρόνιμοι ὡσ οἱ ὄφεισ καὶ ἀκέραιοι ὡσ αἱ περιςτεραί. Προςέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώςουςι γὰρ ὑμᾶσ εἰσ ςυνέδρια, καὶ ἐν ταῖσ ςυναγωγαῖσ αὐτῶν μαςτιγώςουςιν ὑμᾶσ καὶ ἐπὶ ἡγεμόνασ δὲ καὶ βαςιλεῖσ ἀχθήςεςθε ἕνεκεν ἐμοῦ εἰσ μαρτύριον αὐτοῖσ καὶ τοῖσ ἔθνεςιν. Ὅταν δὲ παραδιδῶςιν ὑμᾶσ, μὴ μεριμνήςητε πῶσ ἢ τί λαλήςητε δοθήςεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήςητε οὐ γὰρ ὑμεῖσ ἐςτε οἱ λαλοῦντεσ ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸσ ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώςει δὲ ἀδελφὸσ ἀδελφὸν εἰσ θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναςτήςονται τέκνα ἐπὶ γονεῖσ καὶ θανατώςουςιν αὐτούσ καὶ ἔςεςθε μιςούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου ὁ δὲ ὑπομείνασ εἰσ τέλοσ οὗτοσ ςωθήςεται. Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικὸν Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. ἈλληλουἸα, ἈλληλουἸα, ἈλληλουἸα. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). Ἀπόλυσις «Ο ἀναστάς ἐκ νεκρῶν...» https://agioskosmasoaitolos.wordpress.com 18