16 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

30 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

26 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

19 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

30 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

8 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

26 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

2 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

13 ΝΟΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

16 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Ἦχος πλ. β. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

28 ΙΟΥΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

18 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

23 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

21 AΠΡΙΛΙΟΥ 2019 Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΠΡΩΪ

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

6 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

Τῇ ΚΖ' ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ α χορός

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

Transcript:

16 ΝΟΕΜΒΡΙΟΥ 2018 Τοῦ Ἁγίου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ματθαίου καὶ µνήµη τῆς ἁγίας παρθενοµάρτυρος Ἰφιγενείας. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος γ Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήµονι Θεῷ, ἵνα πταισµάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡµῶν. Δόξα Πατρί... Θείας πίστεως Θείοις νάµασι ἐγαλουχήθης, καὶ Χριστοῦ ἐγένου µύστις, τῷ Ἀποστόλου Ἀνδρέου βαπτίσµατι, ἐν παῤῥησίᾳ πολλῇ, Ἰφιγένεια, ὁµολογίᾳ Χριστοῦ ἐµαρτύρησας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡµῖν τὸ µέγα ἔλεος. Καὶ νῦν... Θεοτοκίον. Σὲ τὴν µεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡµῶν, ἀνυµνοῦµεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡµῶν τὸ διὰ Σταυροῦ καταδεξάµενος πάθος, ἐλυτρώσατο ἡµᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. 1

Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος α Τὸν τάφον σου Σωτήρ Ὡς σκεῦος τοῦ Θεοῦ, ἱκανώθης ἁγία, κοράσιον σεµνόν, τῆς ἀνδρείας σηµεῖον, ἐβάστασας τῷ σθένει σου, Ἐκκλησίαν τοῖς ἄθλοις σου. Ὅθεν σήµερον, τὴν φωτοφόρον σου µνήµην, ἑορτάζοντες, σὲ Ἰφιγένεια µάρτυς, Χριστὸν µεγαλύνοντες. Δόξα Πατρὶ...Καὶ νῦν... Θεοτοκίον Τὴν κλεῖδα οὐρανοῦ Θεοτόκον Παρθένον, ὑµνήσωµεν πιστοὶ σωτηρίας τὴν πύλην, ὡς πολλὴν τὴν ἀγάπησιν χορηγοῦσα τῷ κόσµῳ σου. Πάντες κλίνωµεν ἐν ἱκεσίᾳ αὐχένας, ὦ µεσίτρια καὶ παναµώµητε κόρη, Χριστὸν εἰσακοῦσαί σου. Μετὰ τὴν β Στιχολογίαν. Ἦχος δ Κατεπλάγη Ιωσήφ. Μαρτυρήσασα δεινῶς, τὸν καταγέλαστον ἐχθρόν, ἐταπείνωσας σεµνή, τῇ καρτερίᾳ τῇ πολλῇ, καὶ τὸ σαρκίον ἀπηνῶς δοκιµασθεῖσα, ᾔσχυνας ἐχθρῶν τὰ µηχανήµατα, ἔχουσα Θεόν, Μάρτυς ὡς φύλακα, δι οὗ ἐνίκας µαταίαν φθαρτότητα καὶ οὐρανός σε ἐθαύµασε διὸ ἀξίως περιελήφθης τοῖς οὐρανίοις σκηνώµασι. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον, ὅµοιον Συνηνώθη οὐρανὸς τῇ παρθενίᾳ σου τῇ γῇ, ἀκροᾶται ὁ Θεὸς πάντων ἀνθρώπων τῆς φωνῆς, καὶ ὡς µεσίτρια κοινή ἐµφανισθεῖσα, ἔσβεσας ἀλγῶν τὰ ἐνοχλήµατα, ἔκλινας ἐν γῇ, οὖς σου εὐήκοον, Υἱοῦ σου ἔλεος χέεις ἔνδοξε, σοὶ εὐλαβῶς καταφεύγουσι διὸ σὺ µάχαις πνευµατοφόροις ἀκαταβλήτους ἀνάδειξον. Μετὰ τὸν Πολυέλεον, ἕτερα. Ἦχος δ Ταχὺ προκατάλαβε Καινῇ τοῦ Κυρίου σου, ἐνισχυθεῖσα χαρᾷ, τυράννου τὰ πλήγµατα, ἐν ἀπτοήτῳ ψυχῇ, ὑπέστης πανεύφηµε ὅθεν καὶ προσευχῇ σου, Ἰφιγένεια, ἦρας, τῶν πολλῶν παθηµάτων τοὺς ἀπέλπιδας πόνους ἐντεῦθεν ἐν ἀθλήσει σκληρᾷ, λαµπρῶς ἐθριάµβευσας. 2

Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον Ἰδόντες τὸ ἄµετρον τῆς εὐσπλαγχνίας ἁγνή, τιµῶντές σου ὄνοµα ἐν οὐρανίαις σκηναῖς, αἰτοῦµεν συµπάθειαν πᾶσι τοῖς βουλοµένοις ἐν Χριστῷ εὐσεβοῦσι, ἔχουσι σκοτισθεῖσαν ἐξ ἀγνοίας καρδίαν ἐλαύνουσα ἐν τάχει θερµῶς Χριστὸν παρεκάλεσας. ΑΝΑΒΑΘΜΟΙ Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός µου πολλὰ πολεµεῖ µε πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ µου. Ἐκ νεότητός µου πολλὰ πολεµεῖ µε πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ µου. Οἱ µισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραµµένοι. Οἱ µισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραµµένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύµατι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαµπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείµενον Ἦχος δ Ὑποµένων ὑπέµεινα τὸν Κύριον καὶ προσέσχε µοι καί εἰσήκουσε τῆς δεήσεώς µου. Ὑποµένων ὑπέµεινα τὸν Κύριον καὶ προσέσχε µοι καί εἰσήκουσε τῆς δεήσεώς µου. Στίχ. Καί ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας µου καὶ κατηύθυνε τὰ διαβήµατά µου. Ὑποµένων ὑπέµεινα τὸν Κύριον καὶ προσέσχε µοι καί εἰσήκουσε τῆς δεήσεώς µου. 3

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν. ὁ α χορὸς Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ... ὁ α χορὸς ἦχος β Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύµατί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. ὁ Διάκονος: Πρόσχωµεν. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. (κε 1-13) ὁ Ἱερεὺς: Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην... ὁ α χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ εὐθὺς ὁ Ν Ψαλµὸς χῦµα Δόξα Πατρὶ... Ἦχος β Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. 4

Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. τὸ Ἰδιόµελον Ἦχος πλ. β' Ἐν µαρτυρίῳ πορευθεῖσα καὶ ἀνδρείως τελοῦσα, ἐνεδύθης τοῦ Χριστοῦ τὴν δύναµιν, παριδοῦσα τὸ ἴδιον σαρκίον, παρθενοµάρτυς Ἰφιγένεια. Καὶ ἐν τοῖς ἀγῶσι τὸν ἐχθρὸν καταπλήξασα, τῇ ἀτρέπτῳ στάσει, καὶ τῇ ἐνεργούσῃ ἐν σοὶ θείᾳ χάριτι, ἐπαξίως ἐδοξάσθης παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἐν τῇ ἀφθόνῳ δόξῃ τῶν θείων δωρεῶν. Ὅθεν δυσωποῦµέν σε, µεσιτεύειν τῇ σθεναρᾷ σου προσευχῇ ὑπὲρ ἡµῶν, αἴτει δὲ ἄφεσιν ἁµαρτιῶν, ἐκ κινδύνων προστασίαν καὶ τὸ θεῖον ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρµοῖς... Κοντάκιον Ἦχος δ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ἡ ὑψωθεῖσα τῇ ἀνδρείᾳ σου µάρτυς, τῶν ἐπιγείων τὸ φθαρτὸν παριδοῦσα, ταῖς ψυχικαῖς δυνάµεσι ἀντέστης πληγαῖς εὗρες τὸν Παράδεισον µακαρία παρθένε, χαίρουσα εἰσέδραµες καὶ τὰ ἄρρητα εἶδες, καὶ τῶν γονέων ἤγειρας χαρὰν, διὰ τὴν νίκην σεπτὴ Ἰφιγένεια. Ὁ Οἶκος Τῷ πόθῳ ἐπτερώθης τοῦ κτίστου σου καὶ ἠνδρώθης γενναίῳ φρονήµατι, ἐφηβείας τρυφερότητα καὶ γυναικείαν φιλαρέσκειαν, ὡς ἀφέλειαν ἀποκηρύξασα πάντας γὰρ ἐκπλήττεις ἐν τῇ ἀθλήσει σου µάρτυς. Πάντα τὰ δεινὰ ὑπερκεράσασα, γονέων ἐξορίαν, τεµαχισµὸν µαστῶν, ὀνύχων ἐφέλκυσιν, ἐξάρθρωσιν µελῶν, οὐρανίῳ νέκταρι ἐτράφης καὶ χρυσῷ στεφάνῳ ἐστέφθης ὑπὸ τοῦ δωρεοδόχου Κυρίου, διὰ τὴν νίκην σεπτὴ Ἰφιγένεια. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΙΣΤ τοῦ αὐτοῦ µηνὸς, Μνήµη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. Τῇ αὐτῇ ἡµέρᾳ, µνήµη τῆς ἁγίας παρθενοµάρτυρος Ἰφιγενείας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡµᾶς. Ἀµήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόµα µου καὶ πληρωθήσεται Πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τὴν Εἴσοδον. ᾨδὴ γ 5

Τοὺς σοὺς ὑµνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευµατικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου......στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούµ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάµει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύµπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου σύ γάρ ἀπειρόγαµε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑµνοῦσί σε, τήν εἰρήνην βραβεύουσα. ᾨδὴ ς Τὴν θείαν ταύτην καὶ πάντιµον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεοµήτορος, δεῦτε τὰς χεῖρας κροτήσωµεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύµνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καµίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε µὲν τυπούµενος, νῦν δὲ ἐνεργούµενος, τὴν οἰκουµένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑµνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. 6

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Τὴν Τιµιωτέραν... Στίχ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν. Τὴν Τιµιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιµιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιµιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡµῶν, τῷ Ἀβραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιµιωτέραν... Καταβασία ᾠδὴ θ Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύµατι, λαµπαδουχούµενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεοµήτορος, καὶ βοάτω. Χαίροις παµµακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος γ Ἐν πνεύµατι τῷ Ἱερῷ Τοῦ τελωνείου τὸν ζυγόν, ἀποῤῥίψας ἐµφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον, τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυµαστῶς ἑπόµενος, ἐν µετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ µύστης τῶν ἀποῤῥήτων. Ὁ οὐρανὸν τοῖς ἄστροις. 7

Ἐν µαρτυρίῳ ἐφάνη ἡ σὴ ἀδούλωτος ψυχή, τὸ τρυφερόν σου σαρκίον ἤρθη εἰς σκήνωµα σεπτόν, καὶ οἱ πιστοὶ προσκυνοῦµεν Ἰφιγενείας τὴν χάριν. Θεοτοκίον ὅµοιον Ὁ θαυµαστῶς προκρίνας ἀνακαινίσαι τὸν Ἀδάµ, καὶ τῇ σαρκὶ φορέσας ἐν ἀφθαρσίᾳ τὴν φθοράν, Παρθένε σκεῦος ἐγένου......τοῦ Ζωοδότου εἰς κόσµον. ΑΙΝΟΙ Ἦχος δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Ἔδωκας σηµείωσιν Ἔλαµψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύµατος, καὶ πᾶσαν κατηύγασας, οἰκουµένην µάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήµερον, ἐκτελοῦµεν πανήγυριν, ὡς πηγὴν ἁγιάσµατος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἐν ὕψει καθήµενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύµατος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον διό σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίροµεν, τὴν ἁγίαν σου σήµερον, ἐκτελοῦντες πανήγυριν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἐβρόντησας πάνσοφε, τῇ οἰκουµένῃ διδάγµατα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλοµανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάµψεσιν, εἰδώλων τὰ τεµένη δέ, καταστρεψάµενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόµησας. Προσόµοια τῆς Ἁγίας Ἦχος α 8

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Δόξα Πατρί...Ἦχος πλ.α Ἀνέπτης εἰς οὐρανούς, ἡ τοῦ Χριστοῦ περιστερὰ πτέρυξι τῆς ἀθλήσεως εἰς ὁµολογίαν πίστεως καὶ τῆς ἀποστολικῆς σου διαθέσεως ἐν τῷ µαρτυρίῳ. Νυµφίον τὸν Χριστὸν καὶ Θεὸν ἀγαπήσασα, ταῖς ἀρεταῖς κοσµηθεῖσα, καὶ πεποικιλµένη πόνοις ἐνθέοις, τοῦ νυµφῶνος τοῦ αὐτοῦ Ἰφιγένεια ἠξίωσαι. Ὅθεν ἀποξήρανον τὴν πηγὴν τῶν παθῶν µου καὶ χειµάρρου καταξίωσον τρυφῆς µε, ταῖς ἀειζώοις πρεσβείαις σου. Καὶ νῦν...ἦχος ὁ αὐτός Μακαρίζοµέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζοµέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡµῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.α ( Ἀργή ἢ σύντοµος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 9

Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. 10

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ εὐθύς τὸ ἀπολυτίκιον Ἦχος γ. Θείας πίστεως Θείοις νάµασι ἐγαλουχήθης, καὶ Χριστοῦ ἐγένου µύστις, τῷ Ἀποστόλου Ἀνδρέου βαπτίσµατι, ἐν παῤῥησίᾳ πολλῇ, Ἰφιγένεια, ὁµολογίᾳ Χριστοῦ ἐµαρτύρησας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡµῖν τὸ µέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ἀντίφωνον Α Ἦχος β ὁ Ἀναγνώστης: Στίχ. α'. Ἀγαθὸν τὸ ἐξοµολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόµατί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. ὁ Ἀναγνώστης: Στίχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ὁ Ἀναγνώστης: Στίχ. γ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡµῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί...Καὶ νῦν... ὁµοῦ οἱ δύο χοροί Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β 11

ὁ Ἀναγνώστης: Στίχ. α. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναµιν καὶ περιεζώσατο. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς, ψάλλοντάς σοι Ἀλληλούϊα. ὁ Ἀναγνώστης: Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουµένην, ἥτις οὐ σαλευθήσεται. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς... ὁ Ἀναγνώστης: Στίχ. γ. Τῷ οἴκῳ σου πρέπει ἁγίασµα, Κύριε εἰς µακρότητα ἡµερῶν. Σῶσον, ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς... ὁ Ἀναγνώστης Δόξα Πατρί... Καὶ νῦν... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. Ἀντίφωνον Γ ὁ Ἀναγνώστης: Στίχ.α Δεῦτε ἀγαλλιασώµεθα τῷ Κυρίῳ, ἀλαλάξωµεν τῷ Θεῷ τῷ Σωτῆρι ἡµῶν. Ἦχος γ Θείας πίστεως Θείοις νάµασι ἐγαλουχήθης, καὶ Χριστοῦ ἐγένου µύστις, τῷ Ἀποστόλου Ἀνδρέου βαπτίσµατι, ἐν παῤῥησίᾳ πολλῇ, Ἰφιγένεια, ὁµολογίᾳ Χριστοῦ ἐµαρτύρησας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡµῖν τὸ µέγα ἔλεος. ὁ Ἀναγνώστης: Στίχ. β Προφθάσωµεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξοµολογήσει, καὶ ἐν ψαλµοῖς ἀλαλάξωµεν αὐτῷ, ὅτι Θεὸς µέγας, Κύριος καὶ Βασιλεὺς µέγας ἐπὶ πᾶσαν τὴν γῆν. Θείοις νάµασι ἐγαλουχήθης... Μικρὰ Εἴσοδος. 12

Εἰσοδικὸν (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ, σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυµαστός...ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἀπολυτίκιον Ἦχος γ Ἀπόστολε Ἅγιε καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήµονι Θεῷ, ἵνα πταισµάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡµῶν. τῆς Ἁγίας, ὁ αὐτός Θείας πίστεως Θείοις νάµασι ἐγαλουχήθης, καὶ Χριστοῦ ἐγένου µύστις, τῷ Ἀποστόλου Ἀνδρέου βαπτίσµατι, ἐν παῤῥησίᾳ πολλῇ, Ἰφιγένεια, ὁµολογίᾳ Χριστοῦ ἐµαρτύρησας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡµῖν τὸ µέγα ἔλεος. Τοῦ Ναοῦ Κοντάκιον Ἦχος δ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίµητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισµα τῆς δόξης τοῦ Θεοῦ, σήµερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύµατι θείῳ, ἣν ἀνυµνοῦσιν Ἄγγελοι Θεοῦ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. Τρισάγιον. Ἀπόστολος Προκείµενον ἦχος δ Στίχ. Θαυµαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα. (Κεφ. γ :23-29, δ :1-5) Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόµον ἐφρουρούµεθα συγκεκλεισµένοι εἰς τὴν µέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόµος παιδαγωγὸς ἡµῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶµεν ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσµεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ιησοῦ ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ιουδαῖος οὐδὲ Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ πάντες γὰρ ὑµεῖς εἷς ἐστε ἐν 13

Χριστῷ Ιησοῦ. Εἰ δὲ ὑµεῖς Χριστοῦ, ἄρα τοῦ Αβραὰµ σπέρµα ἐστὲ καὶ κατ ἐπαγγελίαν κληρονόµοι. Λέγω δέ, ἐφ ὅσον χρόνον ὁ κληρονόµος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόµους ἄχρι τῆς προθεσµίας τοῦ πατρός. Οὕτω καὶ ἡµεῖς, ὅτε ἦµεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσµου ἦµεν δεδουλωµένοι ὅτε δὲ ἦλθε τὸ πλήρωµα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόµενον ἐκ γυναικός, γενόµενον ὑπὸ νόµον, ἵνα τοὺς ὑπὸ νόµον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωµεν. ἦχος α Ἀλληλούϊα [γ ]. Στίχ. Ὑποµένων ὑπέµεινα τὸν Κύριον καὶ προσέσχε µοι καί εἰσήκουσε τῆς δεήσεώς µου. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας µου καὶ κατεύθυνε τὰ διαβήµατά µου. Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. 10: 16-22) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς... Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου Εἰς τό, Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Κοινωνικὸν Εἰς µνηµόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. ἦχος β Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν. ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς) Ἀπόλυσις 14