14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Σχετικά έγγραφα
+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

21 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ +Μνήμη τοῦ Ὁσίοσ Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλοσ..

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

17 ΝΟΕΜΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΚΑ (Θ ΛΟΥΚΑ). Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας ( 270). Γενναδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως ( 471).

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Κυριακὴ ΙΖ Ματθαίου Ὁσίων Αὐξεντίου, Ἀβραμίου, Μάρωνος. Ἦχος δ. Ἑωθινὸν Δ.

+Κυριακὴ Α τῶμ Νηστειῶμ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

1 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

8 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ. Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Ἑωθινὸν Ζ Ἦχος α ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Δ ΕΩΘ.Δ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

4 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

31 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ. ΜΑΤΘΑΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος Ἦχος Β Ἑωθινόν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

13 ΝΟΕΜΒΡΙΟΤ 2016 ΚΤΡΙΑΚΗ Η ΛΟΤΚΑ

20 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Ἠλιοὺ προφήτου τοῦ Θεσβίτου. Ηχος πλ. α, ἑωθινὸν ϛ.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. α.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ηχος πλ. β, ἑωθινὸν δ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος. Ἦχος πλ. β

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

3 ΦΕΒΡΟΥΑΡΙΟΥ Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. ὁ β χορὸς

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

30 ΕΠΣΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Β ΛΟΥΚΑ

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

09 ΙΟΥΛΙΟΥ 2017 Κυριακὴ Ε Ματθαίου Παγκρατίου Ἐπισκ.Ταυρομενίου, Διονυσίου Ῥήτορος καὶ Μητροφάνους Μικραγιαννανιτῶν, τῶν ἐν Κύπρῳ Νεομαρτύρων τοῦ 1821

Ἦχος δ. Ἑωθινὸν ε. καὶ τὸ μέγα ἔλεος.

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

24 ΙΟΥΝΙΟΥ 2015 ΤΕΤΑΡΤΗ. +Τὸ Γενέσιον τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου,

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΖ Ματθαίου Ἱερομάρτυρος Χαραλάμπους, Ζήνωνος τοῦ Ταχυδρόμου. Ἦχος δ. Ἑωθινὸν Δ.

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+Κυπιακῇ ΣΤ ἑβδξμάδξρ Ματθαίξυ +Μμήμη τξῦ Ἁγίξυ καὶ ἐμδόνξυ Μεγαλξμάπτυπξρ Ππξκξοίξυ.

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Transcript:

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ. Αὐξεντίου ὁσίου ( 470). Αβραὰμ (ε αἰ.) καὶ Μάρωνος (δ αἰ.) τῶν ὁσίων. Ηχος δ, ἑωθινὸν δ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος δ' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 1

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἀπολυτίκιον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα Πατρί... Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,. Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος δ' Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῷ Ληστῇ ἀνοίξας Παράδεισον, ἄρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. Δόξα Πατρί... Κατεπλάγη Ἰωσήφ. Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. Καὶ νῦν... Θεοτοκίον Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.. Μετὰ τὴν β Στιχολογίαν, ἕτερα. Ταχὺ προκατάλαβε 2

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι, διὸ σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. Δόξα Πατρὶ... Κατεπλάγη Ἰωσὴφ Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις, Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι. Τὰ ἀναστάσιμα εὐλογητάρια. Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου, Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου, Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῷτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ... Τριαδικὸν Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν... Θεοτοκίον 3

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι ηὐλόγηταί σου... Ἡ Ὑπακοὴ -Ἦχος δ' Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Ἀντίφωνον Β Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν. Δόξα Πατρὶ... Καὶ νῦν... Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα,... 4

...ὁ Λόγος ἐκκαλύπτει. Προκείμενον Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς,...... ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α χορὸς Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,... ὁ α χορὸς ἦχος β Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς: Καὶ τῷ Πνεύματί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. ὁ Διάκονος: Πρόσχωμεν. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. ΕΩΘΙΝΟΝ Δ' ΛΟΥΚΑ 24,1-12 Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ Ἰδού, δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλ' ἠγέρθη. μνήσθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 5

λέγων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. ὁ δὲ Πέτρος ἀναστὰς ἒδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός. : Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός. Δόξα Πατρί... Ἦχος β Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. 6

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρμοῖς... ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος εἰς δ ᾠδὴ α'. Ἦχος δ'. Ὁ Εἱρμὸς Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα. ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς. Αὐξέντιον τὸν θεῖον ὑμνῶν προφρόνως. Θεοφάνους. ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Αὐξήσας, τὴν πρὸς Θεὸν ἀγάπησιν, Πάτερ Αὐξέντιε, καὶ κοσμικὴν στοργὴν καταλιπών, θεοφόρε κειμήλιον, χωρητικὸν τοῦ Πνεύματος, τῶν χαρισμάτων ἀναδέδειξαι. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὑπῆλθες, ἐθελουσίοις νεύμασι, Πάτερ Αὐξέντιε, σὺ τὸν ζυγὸν Κυρίου τὸν χρηστόν, καὶ τὴν γῆν ἐκαινούργησας, τῶν ἀρετῶν τοῖς δάκρυσι, καταπιαίνων ταύτην ἔνδοξε. Δόξα Πατρί... 7

Ξενώσας, βιοτικῆς συγχύσεως τὴν σὴν ψυχὴν καὶ τὸν νοῦν, καὶ πρὸς Θεὸν συνάψας ἐμμελῶς, ἐν συντόνοις ἀσκήσεσιν, ἐπὶ τῆς γῆς ὡς ἄσαρκος, ἐπολιτεύσω Παμμακάριστε. Καὶ νῦν...θεοτοκίον Ἐν σοὶ νῦν, ἐθεωρήθη Δέσποινα, ἡ ἀκατάληπτος, θεανδρικὴ πορεία τοῦ Χριστοῦ, ὃς Θεός τε καὶ ἄνθρωπος, ἐκ σοῦ Ἁγνὴ γεγέννηται, ἀνακαινίζων τὴν οὐσίαν μου. ᾠδὴ γ'. Ἦχος δ'. Ὁ Εἱρμὸς Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν. ᾨδὴ γ' Ὁ Εἱρμὸς Οὐκ ἐν σοφίᾳ, Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Νενευρωμένος, τοῦ Σταυροῦ τῇ δυνάμει κατήργησας, τῶν δαιμόνων τὰς ὁρμάς, καὶ μεθοδείας διέλυσας, ἀσκήσει τρεπόμενος, τὴν τούτων ἔφοδον. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν Τὴν τῶν Ἀγγέλων, ἐπὶ γῆς πολιτείαν μιμούμενος, τὸ καθαρὸν ἐν προσευχαῖς, ἐν ἀγρυπνίαις τὸ εὔτονον, προθύμως διήνυσας, Πάτερ Αὐξέντιε. Δόξα Πατρί... Ἰὸν θανάτου, ταῖς ψυχαῖς προξενοῦσαν Αὐξέντιε, ἐπιγνοὺς τὴν ἡδονήν, δι' ἐγκρατείας ἐνέκρωσας, αὐτῆς τὰ κινήματα, θεόφρον Ὅσιε. Καὶ νῦν...θεοτοκίον Ὁ διαπλάσας, κατ' ἀρχάς ἐκ χοὸς με τὸν ἄνθρωπον, πλαστουργεῖται δι' ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος. 8

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κάθισμα Ἦχος α' Τὸν τάφον σου Εἰς ὄρος ἀνελθών, θεωρίας Παμμάκαρ, καὶ πράξεως σαφῶς, ἀστραπαῖς τῶν θαυμάτων, ὡς ἥλιος ἔλαμψας, καταυγάζων τὰ πέρατα ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ὑμνολογοῦντές σε πίστει, καὶ πόθῳ γεραίρομεν. Δόξα... Ἦχος πλ. δ' Τὴν Σοφίαν Ἀνελθὼν ἐν τῷ ὄρει τῶν ἀρετῶν, βραχυτάτῳ κελλίῳ μάκαρ σαυτόν, συγκλείσας στενούμενος, ἐπὶ γῆς δι' ἀσκήσεως, καὶ πρὸς πλάτος θεῖον, πανσόφως πτερούμενος, λογισμῷ τελείῳ ἀνῆλθες μακάριε ὅθεν τοὺς εἰς βάθη πειρασμῶν ἐκπεσόντας, ἀνείλκυσας Ὅσιε, ἐνεργῶν τὰ τεράστια, θεοφόρε Αὐξέντιε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Καὶ νῦν... Θεοτοκίον Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως Τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζουσι γενεαὶ τῶν ἀνθρώπων τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Δέσποινα. ᾠδὴ δ'. Ἦχος δ'. Ὁ Εἱρμὸς Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας, διὸ σοι κραυγάζομεν. Δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι. Δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἀπειρογάμως ἐκύησας ὢ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν. ᾨδὴ δ' Ὁ Εἱρμὸς Ἐπαρθέντα σε ἰδοῦσα 9

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Νικητὴς κατὰ πνευμάτων τῆς πονηρίας, τῇ τοῦ Ἁγίου Πνεύματος, Πάτερ συνεργείᾳ, ὤφθης καὶ τῇ χάριτι, κραυγάζων Αὐξέντιε Δόξα τῇ δυνάμει σου Κύριε. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Νικητὴς κατὰ πνευμάτων τῆς πονηρίας,.. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Τῶν χειμάρρων θεοφόρε τῆς ἀνομίας, τῇ προσευχῇ παμμάκαρ, σεαυτὸν ὀχυρώσας, ἔφυγες τὸν τάραχον τρυφῆς τὸν χειμάρρουν δέ, πέπωκας ἀξίως πανόλβιε. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ὁ θεοφόρος τὴν πίστιν καὶ τὴν ἀγάπην, τὴν πρὸς Θεὸν αὐξήσας, πρὸς μετάρσιον ὕψος, θείας οἰκειώσεως, ὑψώθη κραυγάζων σοι Δόξα τῇ δυνάμει σου Κύριε. Δόξα Πατρί... Νουνεχῶς Πάτερ προκρίνας, τῆς τῶν προσκαίρων χαμαιπετοῦς κυβείας, τὴν μὴ σαλευομένην, θείαν ὡραιότητα, προθύμως, ἐκραύγαζες Δόξα τῇ δυνάμει σου Κύριε. Καὶ νῦν..θεοτοκίον Θεὸν Λόγον σε τεκοῦσαν σαφῶς εἰδότες σωματικῶς κυρίως, οἱ πιστοὶ Θεοτόκον πάντες ὀνομάζομεν, τὴν κλῆσιν κατάλληλον,. φύσει τῶν πραγμάτων προσάγοντες. ᾠδὴ ε'. Ἦχος δ'. Ὁ Εἱρμὸς Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντας σε. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Σὲ ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. ᾨδὴ ε' Ὁ Εἱρμὸς 10

Σὺ Κύριέ μου φῶς, Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἐχόμενα τῆς σῆς, ὁδοῦ Πάτερ τὰ σκάνδαλα, ὀξύτητι διανοίας, ἀλωβήτως διῆλθες, καὶ ψυχῆς καθαρότητι. Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Ἰσότητι φρενῶν, τὴν ζωὴν διελήλυθας, τὰ πρόσκαιρα παρατρέχων, αἰωνίοις δὲ Πάτερ, εἰς ἀεὶ προστιθέμενος. Δόξα Πατρί... Ὁ βίος σου λαμπρός, καὶ ἡ πίστις ὀρθόδοξος, ἡ ἄσκησις θαυμασία, ἠρτυμένος ὁ λόγος, τῇ χάριτι Αὐξέντιε. Καὶ νῦν...θεοτοκίον Νοῦν ἔχοντες ὀρθόν, διδαγμάτων ἀνάπλεων, σὲ πάναγνε Θεοτόκον, ὀνομάζομεν πάντες,.. καὶ πόθῳ μακαρίζομεν. ᾠδὴ ς'. Ἦχος δ', ὁ Εἱρμὸς Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέῤῥαξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας. Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε. Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καὶ νότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν. ᾨδὴ ς' Ὁ Εἱρμὸς Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Υἱὸν σε, καὶ φωτὸς καὶ ἡμέρας ἀνέδειξεν, ἡ πολιτεία σου μάκαρ, εὐσχημόνως Πάτερ περιπατοῦντα, καὶ φωστῆρα, ζωῆς ἐν κόσμῳ λόγον ἐπέχοντα. 11

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν. Υἱὸν σε, καὶ φωτὸς Δόξα Πατρί... Μελέτην, τοῦ θανάτου τὸν βίον σου θέμενος, διαφερόντως τὸν ὅρον, τῆς σοφίας Πάτερ κατανοήσας, μετετέθης, πρὸς τὴν Σοφίαν τὴν ἐνυπόστατον. Καὶ νῦν...θεοτοκίον Ναὸν σε, τοῦ Θεοῦ καὶ παστάδα γινώσκομεν, στάμνον λυχνίαν καὶ πλάκα, κεκτημένην ἔνδον ἐγγεγραμμένον, τὸν δι' οἶκτον, σωματωθέντα Λόγον πανάμωμε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον Ἦχος δ'. Ἐπεφάνης σήμερον Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος. Ὁ Οἶκος Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς, Αὐτὸς γάρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ. Στίχοι Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίω, Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία. Λεῖψε βίον δεκάτῃ Αὐξέντιος ἠδέ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρωνος. Στίχοι Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων, Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμ. Στίχοι Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον, Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ. ᾠδὴ α 12

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. ᾠδὴ γ Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου......στεφάνων δόξης ἀξίωσον. ᾠδὴ δ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε. ᾠδὴ ε Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα. ᾠδὴ Ϛ Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾠδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... 13

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... Καταβασία ᾠδὴ θ. Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὅτι ἅγιος ἐστι. Ἐξαποστειλάριον Δ ἦχος β Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι. Γυναῖκες ἀκουτίσθητε 14

Αὐξήσει τῶν ἀγώνων σου, ἐπηύξησας τὰ τάλαντα, ἃ ἐπιστεύθης καὶ ταῦτα, τῷ σῷ προσῆξας Δεσπότῃ, καὶ τὸ Εὖ δοῦλε ἤκουσας, καὶ τὰ τούτου ἀκόλουθα, πρὸς ὃν ἀεὶ μνημόνευε, τῶν σὲ τιμώντων ἐκ πόθου, Αὐξέντιε θεοφόρε. Θεοτοκίον Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ πόθῳ, τῇ παναχράντῳ καὶ θείᾳ, εἰκόνι σου Πανάμωμε, ἀφ' ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι,...σὲ Θεοτόκον κυρίως. ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἦχος δ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας διὸ βοῶμέν σοι Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. Ἕτερα Στιχηρά, Ἀνατολικά. 15

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Θάνατον κατεδέξω σαρκί, ἡμῖν ἀθανασίαν πραγματευσόμενος Σωτήρ, καὶ ἐν τάφῳ ᾤκησας, ἵνα ἡμᾶς τοῦ ᾅδου ἐλευθερώσῃς, συναναστήσας ἑαυτῷ, παθῶν, μὲν ὡς ἄνθρωπος, ἀλλ' ἀναστὰς ὡς Θεός. Διὰ τοῦτο βοῶμεν Δόξα σοι ζωοδότα Κύριε, μόνε Φιλάνθρωπε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πέτραι ἐσχίσθησαν Σωτήρ, ὅτε ἐν τῷ Κρανίῳ ὁ Σταυρός σου ἐπάγη, ἔφριξαν ᾅδου πυλωροί, ὅτε ἐν τῷ μνημείῳ ὡς θνητὸς κατετέθης καὶ γάρ του θανάτου καταργήσας τὴν ἰσχύν, τοῖς τεθνεῶσι πάσιν ἀφθαρσίαν παρέσχες, τῇ Ἀναστάσει σου Σωτήρ. Ζωοδότα Κύριε δόξα σοι. Στίχ. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Ἐπεθύμησαν Γυναῖκες, ἰδεῖν σου τὴν Ἀνάστασιν, Χριστὲ ὁ Θεός ἦλθε προλαβοῦσα Μαρία ἡ Μαγδαληνή, εὗρε τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, καὶ τὸν Ἄγγελον καθεζόμενον καὶ λέγοντα Τί ζητεῖτε τὸν ζώντα μετὰ τῶν νεκρῶν; ἀνέστη ὡς Θεός, ἵνα σώσῃ τὰ σύμπαντα. Στίχ Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδία μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.. Ποῦ ἐστιν Ἰησοῦς, ὃν ἑλογίσασθε φυλάττειν; εἴπατε Ἰουδαῖοι, ποῦ ἐστιν, ὃν ἐθήκατε ἐν τῷ μνήματι, τὸν λίθον σφραγίσαντες, δότε τὸν νεκρόν, οἱ τὴν ζωήν ἀρνησάμενοι, δότε τὸν ταφέντα, ἢ πιστεύσατε τῷ ἀναστάντι, κἂν ὑμεῖς σιγήσητε τοῦ Κυρίου τὴν Ἔγερσιν, οἱ λίθοι κεκράξονται, μάλιστα ὁ ἀποκυλισθεὶς ἐκ τοῦ μνήματος. Μέγα σου τὸ ἔλεος! Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! Σωτὴρ ἡμῶν δόξα σοι. ΕΩΘΙΝΟΝ Δ' Δόξα Πατρί... Ἦχος δ' Ὄρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες. Τί τὸν ζῶντα μετὰ τῷν νεκρῶν ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς προεῖπε, τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ' ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί ἀλλ' ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια. Καὶ νῦν... ἦχος β (πάντοτε) Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Δοξολογία Μεγάλη εἰς ἦχον δ ( Ἀργή ἢ σύντομος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. 16

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 17

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν) Ἀντίφωνον Α Ἦχος β. Στίχ. Α. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. Στίχ. Β. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Γ. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Δ Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί... Καὶ νῦν. 18

Ἀντίφωνον Β Ἦχος β. Στίχ. Α. Αἴνει, ἡ ψυχή μου τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. Στίχ. Β. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Στίχ. Γ. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Στίχ. Δ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν. Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... Δόξα Πατρὶ... Καὶ νῦν... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς Ἀντίφωνον Γ' Στίχ. α. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἀπολυτίκιον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Στίχ. β. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα,... Μικρὰ Εἴσοδος. Εἰσοδικὸν Ἦχος β' ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 19

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος δ Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Τοῦ Ναοῦ Κοντάκιον Ἦχος β ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε. Τρισάγιον. Απόστολος Προκείμενον ἦχος δ Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Πρὸς Κορινθίους Β Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα ( 6:16-18; 7:1) Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺςκαὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰςἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Ἀλληλούϊα (γ ) Ἦχος δ [Ψαλμός μδ 44]. Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης. Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον (ιε 21 28) Τῷ καιρῷ ἐκείνῳ, ἐξἦλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα Ἐλέησόν με, Κύριε, υἱὲ Δαυῒδ ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες 20

Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα Κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπε Ναί, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ Ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως ἦχος β ( Ἀρχαία Τάξις) ἢ δ Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν ἦχος δ Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα. ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς). https://agioskosmasoaitolos.wordpress.com 21