9 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον μετὰ τὰ Φῶτα. Πολυεύκτου μάρτυρος ( 295) Εὐστρατίου ὁσίου (θ αἰ.). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α' Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς, Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 1
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Ἦχος δ Ταχὺ προκατάλαβε Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν. Δόξα Πατρί... Ὁ Μάρτυς σου, Κύριε,. Καὶ νῦν... Ἀπολυτίκιον Ἦχος α Ἀπολυτίκιον Ἦχος α Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Τοῖς οἰκτιρμοῖς σου ὁ Θεὸς δυσωπούμενος, τὸ πλανηθὲν ἀπολωλὸς ἐξεζήτησας, διὰ σπλάγχνα ἐλέους σου φιλάνθρωπε ὅθεν παραγέγονας, ἐπὶ τὸν Ἰορδάνην, γνωρίσαι τὸ μυστήριον, τῆς Ἁγίας Τριάδος καὶ ἀνυμνοῦντες κραυγάζομεν πιστῶς Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Τοῖς οἰκτιρμοῖς.. Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα Ἦχος πλ. δ' Ἀνέστης ἐκ νεκρῶν Ἐπέφανεν ἡμῖν, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις μυστικῶς, Ἰορδάνου χωνεῦσαι, πᾶσαν τὴν ἁμαρτίαν, ὡς ἐλεήμων καὶ ὑπεράγαθος, πᾶσα κτίσις σκιρτάτω, ὅτι βαπτίζεται Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ Ἐπέφανεν ἡμῖν, ὁ τῶν ὅλων Δεσπότης, Καὶ εὐθὺς ὁ Ν' ψαλμὸς (χύμα) ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΟΡΤΗΣ 2
ᾠδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς Στίβει θαλάσσης, κυματούμενον σάλον, Ἤπειρον αὖθις, Ἰσραήλ δεδειγμένον. Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων, Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος, Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου. Στίβει θαλάσσης, κυματούμενον σάλον.. Ὄρθρου φανέντος τοῖς βροτοῖς σελασφόρου, Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα, Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι, Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε, Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ, Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος, Ὄπα κρατίστην. Οὗτος ἠγαπημένος, Ἴσος τέ μοι παῖς, χρηματίζει τὴν φύσιν. Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς. Τὴν σὴν δίδου μοι Μάρτυς εὐκταίαν χάριν Θεοφάνους ᾨδὴ α' Ἦχος πλ. δ' Ἡ κεκομμένη. Τῆς πολυεύκτου, τρυφῆς ἐμφορούμενος, καὶ μακαρίας αἴγλης, ἔνδοξε πληρούμενος, καὶ τῆς Ἀγγελικῆς χορείας ἀξιούμενος, τοὺς τὴν σὴν εὐφημοῦντας Ἑορτήν, Πολύευκτε περίσῳζε, τῷ Κυρίῳ ψάλλοντας Ἐνδόξως γὰρ δεδόξασται.. Ἡ φωτοφόρος, καὶ εὔσημος μνήμη σου, φωτὸς τοῦ θειοτάτου, πλήρης ἀνατέταλκε, φωτίζουσα λαμπρῶς, τοὺς πίστει ἀνυμνοῦντάς σε, γενναῖε στρατιῶτα τοῦ Χριστοῦ, Πολύευκτε πανόλβιε, τῷ Κυρίῳ ψάλλοντας Ἐνδόξως γὰρ δεδόξασται. Δόξα Πατρί... Νενευρωμένος, ἰσχύϊ τοῦ Πνεύματος, καὶ θείαν δυναστείαν, Μάκαρ ἐνδυσάμενος, ἐχώρησας στερρῶς, πρὸς τὴν πάλην τοῦ ἀλάστορος, καὶ τοῦτον κατὰ κράτος καθελών, προθύμως 3
Καὶ νῦν... Θεοτοκίον Σεσαρκωμένον, τὸν πρότερον ἄσαρκον, Παρθένε Θεοτόκε, τέτοκας πανάχραντε, πανάμωμος σαφῶς, Παρθένος διαμείνασα, τὸν πλούτῳ εὐσπλαγχνίας δι' ἡμᾶς, πτωχεύσαντα καὶ σώσαντα τοὺς αὐτῷ κραυγάζοντας ἐνδόξως γὰρ δεδόξασται. ΤΗΣ ΕΟΡΤΗΣ ᾨδὴ γ' Ὁ Εἱρμὸς Ὅσοι παλαιῶν, ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων, συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες, ἐκ λόγων μελωδίαν, Ὦ τῶν πρὸς ἡμᾶς, ἤδεται δωρημάτων. ὁ β χορὸς Ὅσοι παλαιῶν,... α χορὸς Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν, Ἐπισκοπεῖται, σαρκικῇ παρουσίᾳ. Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ, Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν. ὁ β χορὸς Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει, Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης. Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων. ᾨδὴ γ' Σὺ εἶ τὸ στερέωμα. Ἤμειψας τὸ φρόνημα, πρὸς τὴν εὐσέβειαν ἄνωθεν, ἀξιωθείς, θείας ὀπτασίας, τοῦ Σωτῆρος Πολύευκτε.. Νίκης ἐφιέμενος, πάντων κατέπτυσας Ἔνδοξε, τῶν ἐπὶ γῆς, καὶ τῆς οὐρανίου, κληρουχίας ἠξίωσαι. Δόξα Πατρί... Δόξης ὀρεγόμενος, τῆς ὑπὲρ ἔννοιαν ὥρμησας, καρτερικῶς, καὶ τὴν τῶν ειδώλων, ἀδοξίαν κατέβαλες. Καὶ νῦν... Θεοτοκίον 4
Ἴθυνόν μοι Δέσποινα, τὰ διαβήματα, ἵνα σοῦ, πρὸς τὸν Υἱόν, δι' ἐπαινουμένης, πολιτείας πορεύσωμαι. Ὁ Εἱρμὸς Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,... Κοντάκιον Ἦχος δ' Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦν σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. Κάθισμα τοῦ Ἁγίου Ἦχος πλ. α' Τὸν συνάναρχον Λόγον Ὡς καλὸς στρατιώτης Χριστοῦ τοῦ πάντων Θεοῦ, ἐν τῇ χάριτι τούτου ἐνδυναμούμενος, ὅλον μετέθηκας σαυτόν, ἐν τῇ ἀγάπῃ αὐτοῦ, διὰ Νεάρχου τοῦ πιστοῦ, συστρατιώτου σου σοφέ διὸ νομίμως ἀθλήσας, ἀξίως ἐστεφανώθης, παρὰ Κυρίου Μάρτυς Πολύευκτε. Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον Ἰορδάνου τὸ ῥεῖθρον περιβαλλόμενος, ὁ τὸ φῶς παραδόξως ἀναβαλλόμενος, ἐν αὐτῷ τὴν τοῦ Ἀδάμ, φύσιν ἀνέπλασας, συντριβεῖσαν πονηρᾷ, παρακοῇ Λόγε Θεοῦ διὸ σε ἀνευφημοῦμεν, καὶ τὴν ἁγίαν σου πάντες, δοξολογοῦμεν Ἐπιφάνειαν. ΤΗΣ ΕΟΡΤΗΣ ᾠδὴ δ'. Ἦχος β'. Ὁ Εἱρμὸς Ἰαμβικὸς Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας, Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου, ᾧ τῶν δυναστῶν τὰ κράτη συνετρίβη ὁ α χορὸς Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος, Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν, Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας, Υἷας συνελκῦσαί τε τῇ σῇ Βαπτίσει, Μάκαρ,φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου. Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον, Τρανῶς ὁ κήρυξ ἐκβοᾶται τῇ κτίσει, Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ, Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει, 5
Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν. Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων, Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων, Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος, Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος, Τοῦτον καθειργνύς, ἐκσαώζει τὴν κτίσιν. ᾨδὴ δ' Σὺ μου ἰσχύς, Κύριε, Δι εὐσεβοῦς, ὁμολογίας Πανάριστε, τῷ Δεσπότῃ, σαυτὸν προσενήνοχας, τὴν δι αὐτόν, Ἔνδοξε σφαγήν, πόθῳ δεδεγμένος καὶ μώμου παντὸς ἐλεύθερος, γενόμενος ἐντεῦθεν, τῷ Σωτῆρι κραυγάζεις. Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Δι εὐσεβοῦς, ὁμολογίας Πανάριστε.. Ὁ γλυκασμός, τῆς εὐσεβείας ἠδύνθη σοι ἐπτερώθης, θείας ἀγαπήσεως, τῷ καθαρῷ καὶ εἰλικρινεῖ, πόθῳ τετρωμένος, καὶ ἔρωτι πυρπολούμενος, τῆς ἄνω Βασιλείας, μελῳδεῖς τῷ Δεσπότῃ Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Ὑπερφυεῖ, ὁμοφροσύνῃ συνδούμενος, τῷ Νεάρχῳ, τούτου τε τοῖς ῥήμασι, κατηχηθείς, πρὸς τὴν εὐσεβῆ, πίστιν τῆς Τριάδος, θέοφρον Μάρτυς Πολύευκτε, τῆς ὄντως πολυεύκτου, καὶ τῆς πεποθημένης, ἠξιώθης Μαρτύρων φαιδρότητος. Δόξα Πατρί... Μαρτυρικοῖς συνηριθμήθης στρατεύμασι βασιλείαν, ἔλαβες ἀσάλευτον, νεοσφαγής, ταύτης ἐπιβάς, ἔτι τῶν αἱμάτων, σταζόντων ἤχθης δὲ Πάνσοφε, χαρᾶς ἀδιαδόχου, καὶ φωτὸς ἀνεσπέρου, καὶ μεγάλης εὐκλείας τευξόμενος. Καὶ νῦν... Θεοτοκίον Ὁμοιωθείς, τοῖς ἐπὶ γῆς ὁ οὐράνιος, οὐρανίους, τούτους ἀπειργάσατο, καὶ πεπονθώς, φύσει παθητῇ, θείας ἀπαθείας, τὴν μέθεξιν ἐδωρήσατο τὴν τοῦτον οὖν τεκοῦσαν, ἀπειρόγαμον Κόρην,..Θεοτόκον εἰδότες δοξάζομεν. ΤΗΣ ΕΟΡΤΗΣ ᾨδὴ ε' Ὁ Εἱρμὸς Ἰαμβικὸς Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, 6
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν, Μόνοις προσιτήν, οἷς Θεὸς κατηλλάγη. Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου, Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων, Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις, Ἵστησιν ἀμφ' ὤμοισιν ἐξάρας ἄνω, Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων, Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας. Μετ εὐσεβείας προσδράμωμεν εὐτόνως, Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου, Λόγον κατοπτεύσοντες ἐξ ἀκηράτου, Ἄντλημα προσφέροντα δίψης ἐνθέου, Κόσμου προσηνῶς ἐξακεύμενον νόσον. ᾨδή ε' Ἵνα τὶ με ἀπώσω, Ἵνα τῆς ἀϊδίου, τύχῃς ἀπολαύσεως Μακαριώτατε, τὰ τερπνὰ τοῦ βίου, καὶ τῆς φύσεως τὴν οἰκειότητα, καὶ τρυφὴν καὶ δόξαν, καὶ τὴν ζωὴν αὐτὴν παρεῖδες, καὶ ἐλπίδος τῆς σῆς οὐ διήμαρτες. Μεμυσταγωγημένος, τὰ τῆς θείας ὄψεως θεῖα μυστήρια, σταθερᾷ τῇ γνώμῃ, πρὸς τελείους ἀγῶνες ἐχώρησας καὶ τροπαιοφόρος, ἀναδειχθεὶς τῶν ἀκηράτων, ἠξιώθης στεφάνων Πολύευκτε. Δόξα Πατρί... Ἀθεώτατον σέβας, φύσει μισοπόνηρον ἔχων τὸ φρόνημα, εὐσεβῶς ἀπώσω, καὶ Θεοὺς τοὺς ματαίους κατέστρεψας, εὐσεβείας ζήλῳ πυρποληθεὶς καὶ προθυμίας, θεοπνεύστου πλησθεὶς Παναοίδιμε. Καὶ νῦν... Θεοτοκίον Ῥήσεσι τῶν χειλέων, Πάναγνε ἑπόμενοι σὲ μακαρίζομεν μετὰ σοῦ γὰρ ὄντως, μεγαλεῖα ποιήσας ὁ Κύριος, ἐμεγάλυνέ σε, καὶ ἀληθῆ Θεοῦ Μητέρα, γεννηθεὶς ἐκ γαστρός σου ἀνέδειξεν. ΤΗΣ ΕΟΡΤΗΣ ᾨδὴ ς' ὁ Εἱρμὸς 7
ὁ β χορὸς Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ, Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο. Ναὶ, φησιν, οὗτος, συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν, καὶ βροτὸς προμηθείᾳ. ὁ α χορὸς Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,.. ὁ β χορὸς Ἐκ ποντίου λέοντος ὁ τριέσπερος, Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος, Αὖθις προῆλθε, τῆς παλιγγενεσίας, Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου, Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ' ἐσχάτων. ὁ α χορὸς Ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν, Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον, Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ, Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ. ᾨδὴ ς' Ἄβυσσος ἁμαρτιῶν. Τάξεως Ἀγγελικῆς, ἠξιώθης ἀξιάγαστε Μάρτυς, ἀγγελικὸν τὸν ζῆλον, προφανῶς ἐνδειξάμενος σὺν αὐτοῖς οὖν ἐκτενῶς, Μάκαρ ἱκέτευε λυτρωθῆναι, ἐκ πειρασμῶν τοὺς ἀνυμνοῦντάς σε. Ὕπνωσας ἀγαπητοῖς, Ἀθλητὰ τὸν ὀφειλόμενον ὕπνον, ἀποτμηθεὶς τὴν κάραν, διὰ ξίφους πολύαθλε καὶ τανῦν ἐν οὐρανοῖς, κλῆρον ἀκήρατον ἐκληρώσω, μετὰ Μαρτύρων αὐλιζόμενος. Δόξα Πατρί... Σύμμορφος καὶ κοινωνός, παθημάτων τοῦ Σωτῆρος ἐγένου, τοῦ δι' ἡμᾶς τῷ πάθει, τοῦ Σταυροῦ ὁμιλήσαντος καὶ νῦν Μάκαρ σὺν αὐτῷ, ὡς ἐπηγγείλατο βασιλεύεις, εἰς τὸν αἰῶνα τὸν ἀπέραντον. Καὶ νῦν... Θεοτοκίον Ἔχουσα τὸ συμπαθές, ὡς τεκοῦσα τὸν φιλάνθρωπον Λόγον, σῶσον ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως σὲ γὰρ μόνον οἱ πιστοί, πάναγνε Δέσποινα προστασίαν, ἀκαταμάχητον κεκτήμεθα. Ὁ Εἱρμὸς 8
Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίας συνωθεῖ ἀπογνώσεως ἀλλ Αὐτὸς τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ Βασιλεύς... Κοντάκιον τοῦ Ἁγίου Ἦχος δ' Ἐπεφάνης σήμερον Ὁ Δεσπότης κλίνας μὲν ἐν Ἰορδάνῃ, κεφαλὴν συνέτριψε, τάς τῶν δρακόντων κεφαλάς τοῦ Ἀθλοφόρου ἡ κάρα δέ, ἀποτμηθεῖσα τὸν δόλιον ᾔσχυνεν. Ὁ Οἶκος Ἐν Ἰορδάνῃ ποταμῷ, ὁ Κτίστης τῶν ἁπάντων, τὴν κάραν ὑποκλίνας, τὸ Βάπτισμα λαμβάνει καὶ τῶν δρακόντων κεφαλὰς ἀοράτως συνθλάσας, ῥώμην παρέσχε τοῖς βροτοῖς κατὰ τοῦ μεγαλόφρονος, τοῦ πρὶν ἐν Παραδείσῳ πτερνίσαντος τὸν Ἀδάμ, ἐν βρώσει τῇ τοῦ ξύλου, καὶ θανάτῳ ὑποβαλόντος αὐτὸν παρ ἐλπίδα. Διὸ ὁ ἀθλητὴς νῦν Πολύευκτος, κολακείαις γυναικὸς μὴ ὑποκύψας, ἤθλησε στερρῶς, προτείνας τὴν κάραν, ἥνπερ ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνε. Συναξάριον Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου. Στίχοι Ὁ Πολύευκτος, οὗ πάθος τομὴ Λόγε, Πολλῆς δι εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν. Ἀμφ' ἐνάτην Πολύευκτε τομὴ μέγα δῶκέ σου εὖχος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐστρατίου τοῦ θαυματουργοῦ. Στίχοι Κἂν Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος, Τὸ σῶμα τῇ γῇ θαυμάτων βλύζει χάριν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. ᾨδὴ η Ὁ Εἱρμὸς Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνα Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 9
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... ᾠδὴ θ. Ὁ Εἱρμὸς Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος Διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἐν πνεύματι τῷ ἱερῷ Πολύευκτον κτησάμενος, ἐκ ψυχῆς Πολυεύκτου, τὸν πλοῦτον τὸν οὐράνιον, ὦ Πολύευκτε μάκαρ, καὶ δόξαν καὶ λαμπρότητα, ἐν Θεῷ γενόμενος καὶ στέφος θεῖον ἐδέξω, ἐκ χειρὸς τοῦ Ὑψίστου, σὺν Μαρτύρων τοῖς χοροῖς, ὡς Μάρτυς τῆς ἀληθείας. Ἕτερον τῆς Ἑορτῆς ὅμοιον Ἐν δουλικῷ τῷ σχήματι, παραγέγονας Λόγε, καὶ Βάπτισμα ὁ ἄχρονος, ὡς βροτὸς ἐπεζήτεις ἐξέστη γῆ καὶ οὐρανός, καὶ Ἀγγέλων τάγματα, καὶ τῶν ὑδάτων ἡ φύσις, ὁ δὲ Πρόδρομος πτήξας, ἐν δειλίᾳ καὶ χαρᾷ, τὴν λειτουργίαν ἐτέλει.. Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 10
Ὁ Ἀναγνώστης χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινήν... Σὸν γὰρ ἐστὶν... Ἀποστιχα Στιχηρὰ Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ Φράσον καὶ εἰπέ, ὦ Προφῆτα Ἡσαΐα Τὶς ὁ κεκραγώς, ἐν ἐρήμῳ τῇ βοήσει; Ἀντλήσατε δὴ ὕδωρ, εὐφροσύνης καθάρσιον. Οὗτος Ἰωάννης ὁ βαπτίζων, ἐν τῇ ἐρήμῳ καὶ βοήσας Χριστὸς ἔρχεται Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, Ὢ τῆς ὑπὲρ νοῦν, καὶ ἀφάτου εὐσπλαγχνίας! πῶς ὁ Ποιητής, τῷ ποιήματι προσκλίνει, τὴν ἄχραντον καὶ θείαν, κορυφὴν τῷ βαπτίσματι! Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι, ἐν ᾧ ψάλλομεν Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι. Στίχ. Τὶ σοί ἐστι θάλασσα, ὅτι ἔφυγες; καὶ σοὶ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ὡς ἐπιβλαβῶν, τῶν γηΐνων ἀπαχθέντες, δεῦτε νοητῶς, καθαρθῶμεν τάς αἰσθήσεις καὶ τὸν Χριστὸν ἰδόντες ἐν σαρκὶ βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, πάντες σὺν αὐτῷ ὑμνολογοῦντες, πιστῶς κράξωμεν Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι. Δόξα...Καὶ νῦν... ὅμοιον Τρυφὴ ζωτική, ἐκ χειμάρρου Ἰορδάνου, ἀνέβλυσεν ἡμῖν, τοῦ Βαπτίσματος ἡ χάρις, ἐν ᾧ οἱ φωτισθέντες, τῷ Βαπτίσματι λέγομεν Δόξα τῷ φανέντι ἐν τῷ κόσμῳ, καὶ ζωὴν ἡμῖν παρεσχηκότι ᾧ καὶ ψάλλομεν. Εὐλογημένος ὁ φανεὶς, Θεὸς ἡμῶν δόξα σοι. 11
ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. Μεθ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν. Ἦχος δ Ταχὺ προκατάλαβε Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν. Δόξα Πατρί... Καὶ νῦν... Ἀπολυτίκιον Ἦχος α Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ παρόντα ΑΝΤΙΦΩΝΑ Αντίφωνον α Ἦχος β. Στίχ. α'. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,ἰσραὴλ ἐξουσία αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β'. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ'. Τί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ'. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ιακὼβ Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρὶ... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος β' Στίχ. α'. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β'. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ... Στίχ. γ'. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. 12
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ... Στίχ. δ'. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ... Δόξα Πατρί... Καὶ νῦν καὶ ἀεὶ... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον Γ' Ἦχος α' Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Στίχ. β'. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε... Στίχ. γ'. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε... Μικρὰ Εἴσοδος. Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς....ψάλλοντάς σοι Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Ἀπολυτίκιον Ἦχος α Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι Ἦχος δ Ταχὺ προκατάλαβε 13
Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) Κοντάκιον Ἦχος δ' Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον Τρισάγιον. Ἀπόστολος Προκείμενον. Ἦχος πλ. β Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι. Στίχ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (6:10-17) Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ματθαῖον (δ 1 11) Τῷ καιρῷ ἐκείνῳ, ἀνήχθη ὁ Ιησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Γέγραπται, Οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἔφη αὐτῷ ὁ Ιησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,καὶ λέγει αὐτῷ Ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ Ιησοῦς, Ὕπαγε, ὀπἰσω μου, Σατανᾶ γέγραπται γάρ Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. ὁ α χορὸς Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τό Εξαιρέτως 14
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα. ἦχος β Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα ἦχος β Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς) Ἀπόλυσις https://agioskosmasoaitolos.wordpress.com 15