Εἰς τὸν Ὄρθρον. 20 ΜΑΡΤΙΟΥ 2019 Τετάρτη τῆς Β Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος α 20.03.2019 τῶν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων Πατέρων ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον α (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ α ἤχου (τῆς ἑβδομάδος). Σωματικαῖς μορφώσεσι, τῶν ἀσωμάτων δυνάμεων, πρὸς νοερὰν καὶ ἄϋλον ἀναγόμενοι ἔννοιαν, καὶ τρισαγίῳ μελῳδήματι, Τρισυποστάτου Θεότητος, ἐκδεχόμενοι ἔλλαμψιν, χερουβικῶς βοήσωμεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Δόξα. Μετὰ πασῶν τῶν οὐρανίων Δυνάμεων, χερουβικῶς τῷ ἐν ὑψίστοις βοήσωμεν, τὸν Τρισάγιον ἀναπέμποντες αἶνον Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Καὶ νῦν. Ἐξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν σοι Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον, βοῶμέν σοι Δυνατέ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ α ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ὁρῶσα σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη; δι ἧς ἔσωσας, τὸ τῶν χειρῶν σου οἰκτίρμον, πλαστούργημα Δέσποτα. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁ πάντων, Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου μὴ ὑπερίδῃς ἡμᾶς. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. Τὸν Ἄρνα ἐπὶ ξύλου ἡ ἀμνὰς καθορῶσα, μετὰ λῃστῶν μακροθύμως σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ κεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς Τί τὸ ξένον καὶ φρικῶδες, Υἱέ μου μυστήριον; πῶς καλύπτει τάφος τὸν ἀπερίγραπτον Θεόν; ἄφραστον τὸ τελούμενον! Μὴ με τὴν τεκοῦσαν ἐάσῃς, Υἱέ μου γλυκύτατε. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Τετάρτης β ἑβδομάδος «Χριστὲ ἐπὶ Σταυροῦ», κ.λπ.). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. 1
Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Χριστὲ ἐπὶ Σταυροῦ, ἁπλωθεὶς ἐνεκρώθης, νεκρώσας τὸν ἐχθρόν, καὶ ἀρχέκακον ὄφιν, ζῳώσας δὲ τοὺς δήγματι, τῷ ἐκείνου τεθνήξαντας ὅθεν δέομαι, τὴν νεκρωθεῖσαν ψυχήν μου, Σῶτερ ζῴωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, πρὸς σὲ ἀτενίζουσαν. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. Ὡς εἶδεν ἐν Σταυρῷ, ἡ, Ἀμνὰς σὲ τὸν Ἄρνα, κρεμάμενον Χριστέ, τῶν κακούργων ἐν μέσῳ ἐβόα δακρύουσα, καὶ πικρῶς ὀλολύζουσα Τέκνον φίλτατον, τί τὸ ὁρώμενον θαῦμα; Μῆτερ ἄχραντε, ζωὴ παγκόσμιος τοῦτο, ἀντέφης γνωσθήσεται. Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἀισμάτων σάλπιγγι, κατασαλπίσωμεν, ἡμέραν εὔσημον, διεξερχόμενοι, τῆς ἐγκρατείας τὸν καιρόν, καὶ κράξωμεν ἐκβοῶντες Αὕτη τὴν ζωὴν ἡμῶν ἐν τῷ Κόσμῳ ἐξήνθησεν, ἐναπομαράνασα, ἀκρασίας τὸν θάνατον δυνάμει τοῦ Σταυροῦ σου Χριστὲ Λόγε, ἐν ταύτῃ τοὺς δούλους σου φύλαττε. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο, ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον, καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν. ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ γ ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου. Εἰς τὸ τέλος τῆς γ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς (ἐννοεῖται ὅτι, ἂν μετὰ τὸ Μηναῖον ἀνεγνώσθησαν τριῴδια, τότε ψάλλεται ὁ εἱρμὸς τοῦ β τριῳδίου), ὁ Κανὼν τῶν Σαββαϊτῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων Ὕμνοις γεραίρω Μάρτυρας μονοτρόπους. Στεφάνου Σαββαΐτου. ᾨδὴ α. Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Ἆισμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ δουλείας, ᾠ δὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες Ἄσωμέν σοι τῷ μόνῳ Δεσπότῃ». Ὕμνοις τὴν θεόπνευστον πληθύν, τῶν ἱερῶν Μαρτύρων σου, ποθοῦντι εὐφημῆσαι, Χριστέ μοι οὐρανόθεν, παράσχου φῶς γνώσεως, τούτων ταῖς ἱκεσίαις, ἵνα μέλψω θεόφθεγκτον ᾆσμα. Νόμῳ τῷ τοῦ Πνεύματος σοφοί, τὰ μέλη κυβερνήσαντες, ὑμῶν καὶ τὰς αἰσθήσεις, ναοὶ ἡγιασμένοι, Θεοῦ ἀνεδείχθητε, Μάρτυρες θεοφόροι, ἐν ὑμῖν γὰρ Χριστὸς ἐνηυλίσθη. Δόξα. Ὄλβον τὸν φθειρόμενον ἐν γῇ, καταλιπόντες Ἅγιοι, καὶ τὰ τερπνὰ τοῦ βίου ὡς ὄναρ παριδόντες, Χριστοῦ ᾑρετίσασθε, τὴν μὴ σαλευομένην Βασιλείαν, ἧς νῦν ἐμφορεῖσθε. Καὶ νῦν. 2
Θεοτοκίον Κλίμαξ ἀνεδείχθης μυστική, ἣν Ἰακὼβ τεθέαται, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ ἐξ ἧς ἀῤῥήτῳ λόγῳ, προ ῆλθεν ὁ ἄσαρκος, σὰρξ ἀτρέπτως ὑπάρξας, ὑπὲρ λόγον ἐκ σοῦ Θεοτόκε. ᾨδὴ γ. τῶν Σαββαϊτῶν Μαρτύρων Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε». Ἱερεύσαντες ὅλον, τὸν ἑαυτῶν Ἅγιοι, βίον ἀκηλίδωτον ὅλως, τῷ παντεπόπτῃ Θεῷ, προσενηνόχατε, ὁλοκαυτώματα θεῖα, ἑαυτοὺς καὶ τέλειον, στέφανον ᾔρασθε. Σάββα τοῦ θεοφόρου, ὡς φοιτηταὶ γνήσιοι, τὴν ἐκ τῶν θορύβων ποθήσαντες ἀναχώρησιν, ἀνεπιστρόφως ὁδόν, τὴν τεθλιμμένην πατοῦντες, πρὸς ζωὴν ἐφθάσατε, τὴν ἀτελεύτητον. Γεωργήσαντες σπόρον, τὸν ἐν ὑμῖν Ὅσιοι, ἐγκαταβληθέντα τοῦ λόγου, καὶ τῶν δακρύων ῥοαῖς, ἄγαν ἀρδεύοντες, ἑκατοστεύοντα στάχυν, τῷ Θεῷ προσάγετε, καρποφορήσαντες. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐνοικήσας Παρθένῳ σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μόνε φιλάνθρωπε. καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ γ ᾨδή. Τριῴδιον. Ποίημα Ἰωσήφ. Ἦχος α. Στερεωθήτω ἡ καρδία μου. Σταυρῷ παλάμας ἐξεπέτασας, τῆς ταθείσης πάλαι χειρὸς τοῦ Ἀδάμ, πρὸς τὸ τῆς γνώσεως φυτόν, ἀναιρῶν τὸ ἁμάρτημα, διὰ σπλάγχνα οἰκτιρμῶν, Λόγε Θεοῦ ὑπεράγαθε. Στερέωσόν μου τὴν διάνοιαν, κλονουμένην φθόνῳ τοῦ ὄφεως, τὰς τῶν παθῶν ἐπαγωγάς, τῷ σῷ πάθει ἀνάστειλον, ὁ παθὼν καὶ τὴν ἀπάθειαν, πιστοῖς χαρισάμενος. Ἡ τῆς Νηστείας χάρις ἔλαμψεν, ἀκρασίας σκότος διώκουσα. Ἰδοὺ εὐπρόσδεκτος καιρός, καὶ ἡμέρα σωτήριος, μετανοίας ἐνδειξώμεθα, καρποὺς καὶ ζησώμεθα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Καταπιπτόντων ἐπανόρθωσις, ἡδονῶν κρημνῷ συμπτωθέντα με, καὶ ἁμαρτίαις χαλεπαῖς, ἐμπεσόντα εἰς βάραθρα, ἐξανάστησον Ἁγνή, καὶ πρὸς ζωὴν καθοδήγησον. Ἕτερον ποίημα Θεοδώρου. Ἦχος γ. Στερέωσον Κύριε, τὰς καρδίας. Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, τῷ σῷ Σταυρῷ, μὴ ἐκκλίνειν ἀπὸ σοῦ, ἐπὶ λόγους πονηρούς, ἢ εἰς πράξεις βδελυράς. Τοῦ πάθους σου Δέσποτα, ὁ Οὐρανὸς καὶ ἡ γῆ, αἰσθόμενοι ἠλλοιοῦντο ἐμφανῶς, Βασιλέα τοῦ παντός, σὲ δεικνύντες ἀληθῶς. Δόξα. Ἰσότιμε ἄναρχε, παναγία Τριάς, ζωοποιέ, καὶ ἀρχίφωτε Μονάς, ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμά με σῶσον. 3
Καὶ νῦν. Θεοτοκίον Μητρόθεε ἄνανδρε, τίκτεις μόνη Θεόν, μὴ φθαρεῖσα παρθενίας τὸ ἁγνόν, ἀλλὰ μείνασα σεμνή, ὥσπερ ἧς πρὸ τοῦ τόκου. Τὴν κόκκινον χλαῖνάν σου, ἥλους καὶ τὸν Σταυρόν, τὸν σπόγγον τε, καὶ τὴν λόγχην Ἰησοῦ, προσκυνῶ καὶ ἀνυμνῶ, τὰ ζῳώσαντα τὸ πᾶν. Ἦχος γ. Ὁ Εἱρμός. «Στερέωσον Κύριε, τὰς καρδίας ἡμῶν, καὶ φώτισον εἰς τὴν σὴν ὑμνῳδίαν, τοῦ δοξάζειν σε Σωτήρ, εἰς τοὺς αἰῶνας ἅπαντας». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος πλ. δ. Τὸ προσταχθέν. Δι ἐγκρατείας τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμάς, καὶ τὰς κινήσεις, Ἀσκηταὶ θεόληπτοι, ἑπόμενοι κατ ἴχνος, τῷ πάντα τεκτηναμένῳ μόνῳ Θεῷ, καθάπερ δεκτὴ θυσία καὶ ἱερά, προσηνέχθητε σφάγια, διὰ χειρὸς βαρβαρικῆς, τυπτόμενοι σφαττόμενοι, καὶ βιαίως κοπτόμενοι. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Τῷ τοῦ υἱοῦ σου καὶ Θεοῦ Σταυρῷ Παρθένε, περιφρουρούμενοι ἀεὶ τὰς τῶν δαιμόνων, προσβολὰς τροπούμεθα, καὶ τὰς μεθοδείας κυρίως σε Θεοτόκον καὶ ἀληθῶς, ὑμνοῦντες, καὶ πόθῳ πᾶσαι αἱ γενεαί, μακαρίζομεν Ἄχραντε, ὡς προεφήτευσας διό, πταισμάτων ἡμῖν ἄφεσιν, ταῖς πρεσβείαις σου δώρησαι. Εἰς τὸ τέλος τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου (ἢ τοῦ Τριῳδίου) ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. καὶ τὸ Συναξάριον. Τῇ Κ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ὁσίων Ἀββάδων, τῶν ἀναιρεθέντων ὑπὸ τῶν Μαύρων ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμένoυ. Διπλοῦς στεφάνους χειρὸς ἐκ τοῦ Κυρίου, πόνων χάριν δέχεσθε, καὶ τῶν αἱμάτων. Εἰκάδι Ἀββάδες ἐκ χθονὸς οὐρανὸν ἤλυθον εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν ἐν Ἀμινσῷ Ἀλεξανδρίας, Κλαυδίας, Εὐφρασίας, Ματρώνης, Ἰουλιανῆς, Εὐφημίας καὶ Θεοδοσίας. Δηλοῖ γυναικῶν τῶν πεπυρπολημένων, ἀριθμὸς ἑπτὰ παρθένος τῶν Παρθένων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ῥοδιανοῦ, ξίφει τελειωθέντος. Ὁ Ῥοδιανὸς ὡς ἐρυθρόν σοι ῥόδον, Χριστέ, προσήχθη, τὸ σῶμα βεβαμμένος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἀκύλας ὁ Ἔπαρχος, ξίφει τελειοῦται. 4
Ἄμωμον ἱερεῖον ὤφθης, Ἀκύλα, τμηθεὶς ἀμώμῳ Δεσπότῃ διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Λολλίων, πυγμαῖς βαλλόμενος τελειοῦται. Ὁ Λολλίων ἕστηκε τὰς πυγμὰς φέρων, καὶ μὴ στεναγμόν, μηδὲ μυγμὸν ἐκφέρων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἐμμανουήλ, ξίφει τελειοῦται. Ξίφει χεθήτω, κἂν κοτύλη φησί μοι, Ἐμμανουὴλ πέφυκεν αἵματος μία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας ἐνδόξου Μάρτυρος Μαρίας τῆς ἐν Πέργῃ. Τίς εἶ Μαρία; Ἀθλήτρια Κυρίου. Εὖγε! εἴσελθε ληψομένη τὰ στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Μαρτίνου, Ἐπισκόπου Μπράγκας τῆς ἐν Πορτογαλίᾳ. (+579) Μοναστὴς σεπτὸς καὶ κλεινὸς ἱεράρχης ὁ Μαρτῖνος δέδεικται ποιμὴν τῆς Μπράγκας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν (Γ)κούθμπερτ, Ἐπισκόπου Λίντισφαρν τῆς Ἀγγλίας. (+687) Ποιμὴν ἀλόγων προβάτων ὢν τὸ πρῴην, Γκούθμπερτ ἐφάνη ἄριστος ποιμενάρχης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Νικήτα, Ἐπισκόπου Ἀπολλωνιάδος. Ὑπὲρ τύπου σοῦ δεινὰ Νικήτας φέρων, νῦν σὸν πρόσωπον, Χριστέ, ἐν πόλῳ βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Ὁσιομάρτυς Μιχαὴλ ὁ ἐκ τῆς Λαύρας τοῦ Ὁσίου Σάββα τοῦ Ἡ γιασμένου, τὴν κεφαλὴν τμηθεὶς ἐν Ἱεροσολύμοις τελειοῦται. Χαίροις Μιχαήλ, τέκνον ὁσίου Σάββα, ἀσκήσεως γὰρ καὶ αἵματος εἶ μάρτυς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Ἀρτσὶλ τοῦ Β, τοῦ εὐσεβεστάτου βασιλέως τῆς Γεωργίας. Στέμμα ἔβαψας αἵματι μαρτυρίου, καὶ ἄλλο λαμπρόν, Ἀρτσίλ, εἴληφας στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Εὐφροσύνου, τοῦ ἀσκήσαντος ἐν τῇ Κυανῇ Λίμνῃ καὶ μαρτυρικῶς ἀναιρεθέντος ὑπὸ Πολωνῶν ἐπιδραμόντων στρατιωτῶν. (+1655) Πλέων ἐν λίμνῃ τῆς Χριστοῦ ἡσυχίας, ὁ Εὐφρόσυνος ἤθλησεν εὐφροσύνως. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Μύρων ὁ Κρής, ὁ μαρτυρήσας ἐν Κρήτῃ ἔν ἔτει 1793ῳ, ἀγχόνῃ τελειοῦται. Μύρον νοητὸν ὡράθης ἐξ ἀγχόνης, Μύρων ἀθλητά, δόξα Κρήτης καὶ κλέος. 5
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [ἐν τῇ η ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η ᾠδῆς τοῦ β Τριῳδίου, Ἦχος γ. Ὁ Εἱρμός. «Τὸν ἐν φλογί, τοῖς Παισὶ τῶν Ἑβραίων, συγκαταβάντα θεϊκῇ τῇ δυνάμει, καὶ ὀφθέντα Κύριον, Ἱερεῖς εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Ἦχος γ. Ὁ Εἱρμός. «Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, συλλαβοῦσαν ἐν γαστρί Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν Ἡσαΐας, κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ α Ἤχου. Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων Κύριε, τὴν ψυχήν μου καθάρισον ἀπὸ πάσης ἁμαρτίας, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων καὶ Στιχηρὰ Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου «Ὁ διὰ Σταυροῦ σου» (δίς) καὶ τὸ Μαρτυρικὸν «Φωστῆρες ἀνεδείχθησαν» (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους, Δόξα. Καὶ νῦν, Θεοτοκίον «Ἐν ξύλῳ προσπαγέντα». Ἀπόστιχα τῶν Αἴνων. Ἦχος βαρύς. Ὁ διὰ σταυροῦ σου Κύριε, λύσας θάνατον, ἐπεισαχθέντα τῷ Κόσμῳ, διὰ ξύλου βρῶσιν, ἣν ἀπηγόρευσας ἐν Παραδείσῳ αὐτός, διὰ τῆς ἐνεστώσης Νηστείας ἡμᾶς, ῥῦσαι πάσης ἡδονῆς ψυχοφθόρου, καὶ ἀξίωσον ἐργάζεσθαι τὴν μενοῦσαν βρῶσιν, εἰς ζωὴν αἰώνιον, ἵνα τύχωμεν τῶν στεφάνων τῆς ἀφθάρτου τρυφῆς, ὧν ἡτοίμασας, τοῖς ἀληθέσι νηστευταῖς δεόμεθα. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Ὁ διὰ σταυροῦ σου Κύριε,.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. 6
Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες Κύριε δόξα σοι. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Ἦχος βαρύς. Οὐκέτι κωλυόμεθα. Ἐν ξύλῳ προσπαγέντα σε ἑκουσίως, ὡς ἑώρακεν ἡ Πανάμωμος, θρηνῳδοῦσα ὕμνει τὸ κράτος σου. ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., Καὶ νῦν. ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης», τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. τοῦ ἁγίου τοῦ Ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ ᾠδὴν τῶν κανόνων), ἤτοι τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, Θεοτοκίον «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται ὁ 7
Ἑσπερινὸς τῆς 21 ας Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 21.03.2019 Ὁσίου Ἰακώβου Ὁμολογητοῦ, Θωμᾶ Πατριάρχου Κων/πόλεως Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 8