ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος γ Ὁσίου Νικήτα Ὁμολογητοῦ Ἰωσὴφ τοῦ Ὑμνογράφου

Σχετικά έγγραφα
ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος α τῶν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων Πατέρων

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος β Ματρώνης Μάρτυρος ἐν Θεσσαλονίκῃ

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ὁ Ὄρθρος Ἦχος δ Βασιλείου Ἐπισκ. Παρίου Ὁμολογητοῦ, Ἀνθούσης Ὁσίας

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

23 ΜΑΡΤΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

18 ΜΑΡΤΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

7 ΑΠΡΙΛΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Στίχους ι' καὶ ψάλλοµεν Στιχηρὰ Ἀναστάσιµα τῆς Ὀκτωήχου ς', καὶ τὰ παρόντα τοῦ τιµίου Σταυροῦ, Προσόµοια δ'. Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν ἀληθῶς ΤΟ Α

3 ΑΠΡΙΛΙΟΥ 2016 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ὁ Ὄρθρος Ἦχος α Βασιλείου Ἱερομάρτυρος, πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ὁ Ὄρθρος Ἦχος γ Κλαυδίου, Νικηφόρου κλπ Μαρτύρων, Θεοδώρας Ὁσίας ἐν Θεσσαλονίκῃ

νοικήσαντι ἐν σοί δόξα τῷ προελθόντι ἐκ σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος πλ. α Παφνουτίου Ἱερομάρτυρος, Φιλίππας Μάρτυρος, Γεωργίου Ἐπισκόπου Πισιδίας Ὁμολογητοῦ

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος δ Τερεντίου, Πομπηΐου, Μαξίμου, Ἐπαμεινώνδου, Μιλτιάδου καὶ ἑτέρων Γρηγορίου Ε Πατρ.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος πλ. α Συμεὼν Ἱερομάρτυρος ἐν Περσίδι, Ἀγαπητοῦ Πάπα Ῥώμης, Ἀνδριανοῦ Μάρτυρος, Μακαρίου Ἐπισκ.

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

ὁ Ὄρθρος Ἦχος β Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων καὶ τῶν σὺν αὐτῷ καὶ Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς Μαρτύρων

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

ὁ Ὄρθρος Καθαρὰ Παρασκευὴ Ἦχος πλ. δ Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ, Ἀριστοβούλου Βρετανίας, Μανουὴλ τοῦ Κρητός.

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

1 ΑΠΡΙΛΙΟΥ 2017 άββατομ τοῦ Ἀκαθίστου Ὕμμου.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

31 ΜΑΡΤΙΟΥ 2019 Κυριακὴ Γ Νηστειῶν Σταυροπροσκυνήσεως Ὑπατίου ἐπισκόπου Γαγγρῶν ἱεροµ. ( 326), Ἀκακίου ὁµολογητοῦ ἐπισκόπου Μελιτινῆς.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 2017

Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΥΡΙΑΚΗ Γ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ).

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ Εὐμενίου ἐπισκόπου Γορτύνης Κρήτης (ζ αἰ.). Ἦχος δ. Ἑωθινὸν β.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἦχος βαρύς, Εωθινόν Ζ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

+Κυριακῇ ΣΤ ἑβδομάδος Ματθαίου

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

15 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

Ηχος πλ. β, ἑωθινὸν δ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Τῌ ΚΕ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

21 ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτ. Ἐπισκόπου Ἀθηνῶν, Ἰωνᾶ τοῦ Προφήτου. * * * * *

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

25 ΜΑΡΤΙΟΥ 2013 Δευτέρα. Ο ΕΤΑΓΓΕΛΙΜΟ ΣΗ ΤΠΕΡΑΓΙΑ ΘΕΟΣΟΚΟΤ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΤ ΜΑΡΙΑ. ( Εθμικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλλημικῆς ἐπαμαστάσεως τοῦ 1821).

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

26 ΙΟΥΛΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

14 ΣΕΠΤΕΜΒΡΙΟΥ Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΣΑΒΒΑΤΟΝ 13 ΜΑΪΟΥ 2017 «Μετὰ τὴν ἑορτὴν τῆς Μεσοπεντηκοστῆς». Γλυκερίας μάρτυρος ( 177). Σεργίου ὁμολογητοῦ, Παυσικάκου ἐπισκόπου Συνάδων (Ϛ αἰ.).

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

23 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον πρὸ τῶν Βαΐων Τοῦ Ἁγίου καὶ δικαίου Λαζάρου τοῦ τετραημέρου.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Transcript:

Εἰς τὸν Ὄρθρον. 03 ΑΠΡΙΛΙΟΥ 2019 Τετάρτη τῆς Δ Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος γ 03.04.2019 Ὁσίου Νικήτα Ὁμολογητοῦ Ἰωσὴφ τοῦ Ὑμνογράφου ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον γ (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ γ ἤχου (τῆς ἑβδομάδος). Τριὰς ὁμοούσιε καὶ ἀδιαίρετε, Μονὰς τρισυπόστατε καὶ συναΐδιε, σοί ὡς Θεῷ τῶν Ἀγγέλων τὸν ὕμνον κραυγάζομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Πατέρα ἄναρχον, Υἱὸν συνάναρχον, Πνεῦμα συναΐδιον, Θεότητα μίαν χερουβικῶς δοξολογεῖν τολῶντες λέγομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ γ ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος γ. Τὴν ὡραιότητα. Τὸ ἀναρίθμητον τῆς ἐξουσίας σου, καὶ τὸ ἑκούσιον τὸ τῆς σταυρώσεως, αἱ τῶν Ἀγγέλων στρατιαί, ἐξίσταντο καθορῶσαι, πῶς ὁ ἀθεώρητος, ἐν σαρκὶ ἐμαστίζετο, θέλων ἐκλυτρώσασθαι ἐκ φθορᾶς τὸ ἀνθρώπινον διὸ ὡς Ζωοδότῃ βοῶμεν σοι Δόξα Χριστὲ τῇ Βασιλείᾳ σου. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Σταυρὸς ἐπάγη ἐπὶ γῆς, καὶ ἥψατο τῶν Οὐρανῶν οὐχ ὡς τοῦ ξύλου φθάσαντος τὸ ὕψος, ἀλλὰ σοῦ τοῦ ἐν αὐτῷ πληροῦντος τὰ σύμπαντα, δόξα σοι. Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Τετάρτης δ ἑβδομάδος). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. Ἦχος πλ. β. Ἐλπὶς τοῦ κόσμου ἀγαθή. Τῆς ἐγκρατείας τὸν καιρόν, ἁγιάζων ὁ θεῖος, καὶ πανσεβάσμιος Σταυρός, εἰς προσκύνησιν κεῖται, προσέλθωμεν ἐν συνειδήσει καθαρᾷ, ἀντλήσωμεν ἁγιασμὸν καὶ φωτισμόν, καὶ φόβῳ ἐκβο ήσωμεν Σωτὴρ ἡμῶν Φιλάνθρωπε, δόξα τῇ εὐσπλαγχνίᾳ σου. τὸ αὐτό.. Ὅμοιον. 1

Παρισταμένη τῷ Σταυρῷ, ἡ Ἀπειρόγαμος Μήτηρ, τοῦ ἐξ αὐτῆς ἄνευ σπορᾶς τεχθέντος, ἀνεβόησε Ῥομφαία τὴν καρδίαν μου, διῆλθεν ὦ Υἱέ, μὴ φέρουσα κρεμάμενον ἐν ξύλῳ σε ὁρᾶν, ὃν τρέμουσι τὰ σύμπαντα, ὡς Κτίστην καὶ Θεόν. Μακρόθυμε δόξα σοι. Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. Ἦχος α. Ἀπεγνωσμένην. Λαμπροφοροῦντες ταῖς ἀρεταῖς προσέλθωμεν, τῆς ἐγκρατείας τὸ καθαρὸν κτησάμενοι, καὶ Σταυρὸν τὸν Τίμιον, βοῶντες προσκυνήσωμεν Ἁγίασον ἡμῶν σὺν ταῖς ψυχαῖς, καὶ τὰ σώματα, ἀξίωσον ἡμᾶς, καὶ τοῦ ἀχράντου Πάθους σου, ὁ μόνος Θεὸς ἁπάντων, χαριζόμενος ἡμῖν καὶ τὰ ἐλέη σου. τὸ αὐτό.. Ἦχος α. Τὸν τάφον σου. Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη, δι ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα; ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ γ ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκεται ὁ Κανὼν τοῦ Τιμίου Σταυροῦ μόνον ᾨδὴ α. Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῷ ζωηφόρῳ Σταυρῷ, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, τούτου τὰ θαύματα. Τὸ Ξύλον τὸ ἅγιον, ἐν ᾧ Χριστὸς ἐξεπέτασε, παλάμας τροπούμενος, τὰς ἐναντίας ἀρχάς, προσκυνήσωμεν, νηστείᾳ φαιδρυνθέντες, εἰς δόξαν καὶ αἴνεσιν, τοῦ Παντοκράτορος. Ὁρᾶται προκείμενος, ἁγιασμὸν παρεχόμενος, Σταυρὸς ὁ σωτήριος, τούτῳ προσέλθωμεν, καθαγνίσαντες, καὶ σῶμα καὶ καρδίαν, καὶ ἀπαρυσώμεθα, χάριν σωτήριον. Πυρί με καθάρισον, τῶν ἐντολῶν σου Φιλάνθρωπε, καὶ σοῦ τὰ σωτηρία, δίδου Παθήματα, νῦν θεάσασθαι, καὶ πόθῳ προσκυνῆσαι, Σταυρῷ τειχιζόμενον, καὶ συντηρούμενον. Ἀνάρτησιν βλέπουσα, τὴν ἐν Σταυρῷ σου Φιλάνθρωπε, ὠλόλυζε κράζουσα, ἡ σὲ κυήσασα Πῶς κατάκριτος, ὁ μέλλων πάντα κρίναι, ὁρᾶται κρεμάμενος, δόξης ὁ Κύριος; ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους Ζωοδότα, ἰάσεων, ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. Νηστείας ἐν ὕδατι καρδίας, ῥυφθέντες τὸ ξύλον τοῦ Σταυροῦ, πιστῶς περιπτυξώμεθα, ἐν ᾧ Χριστὸς σταυρούμενος, ὕδωρ ἡμῖν ἐπήγασεν, ὡς εὐεργέτης, ἀφέσεως. 2

Σταυροῦ τῷ ἱστίῳ πτερωθέντες, τὸν πλοῦτον σωτήριον ἰδού, νηστείας ἐκμεσάσαντες, Μεσσία Ἰησοῦ ὁ Θεός, δι οὗ ἡμᾶς τοῦ Πάθους σου πρὸς τὸν λιμένα ἐγκαθόρμισον. Ἐτύπου Μωσῆς σε ἐν τῷ ὄρει, ἐθνῶν εἰς ἀναίρεσιν Σταυρέ, ἡμεῖς δὲ ἐκτυποῦμέν σε, καρδίᾳ καθορῶντές σε, καὶ προσκυνοῦντες τρέπομεν, ἐχθροὺς ἀσάρκους τῇ δυνάμει σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Βουλήσει σου ἄνθρωπος ἐγένου, Θεὸς ὤν, καὶ πάντων Ποιητής, καὶ νῦν Σταυρῷ κρεμάμενον, σὲ καθορῶ Υἱέ μου Χριστέ, ἡ σὲ τεκοῦσα ἔλεγε, καὶ τὴν καρδίαν τιτρώσκομαι. τοῦ Τριῳδίου Ἦχος πλ. β. Κύριος ὢν πάντων. Κύριος ὢν πάντων, καὶ Κτίστης Θεός, μέσον γῆς ἐπὶ Σταυροῦ ὑψώθης, πρὸς σεαυτὸν ἀνυψῶν, τὴν πεσοῦσαν ἀνθρώπων οὐσίαν, κακίστῃ τοῦ ἐχθροῦ συμβουλίᾳ, ὅθεν σε πιστῶς δοξάζομεν, τῷ Πάθει στερεούμενοι. Καθάραντες αἰσθήσεις νηστείας φωτί, τοῦ Σταυροῦ ταῖς νοηταῖς ἀκτίσι, πλουσιωτάτως πιστοὶ αὐγασθῶμεν, καὶ τοῦτον εὐλαβῶς, προκείμενον σήμερον ὁρῶντες, χείλεσιν ἁγνοῖς καὶ στόμασι, καὶ καρδίᾳ προσκυνήσωμεν. Τόπον οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, προσκυνήσωμεν Σταυρὸν τὸν θεῖον, πέτρᾳ Θεοῦ ἐντολῶν, στηριχθῆναι τοὺς πόδας αἰτοῦντες, ψυχῆς ἡμῶν καὶ κατευθυνθῆναι, ταύτης διαβήματα ὁδόν, εἰς εἰρήνης θείᾳ χάριτι. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Κόρης ἐξ ἀνάνδρου Χριστὲ προῆλθες, προσλαβόμενος ἐκ ταύτης σάρκα, ἔννουν καὶ ἔμψυχον, καὶ Σταυρῷ σου ἐχθρὸν ἀφανίσας, φθαρεῖσαν τῶν βροτῶν τὴν οὐσίαν, πάλιν ἀνεκαίνισας, διὸ δοξάζει τὴν εὐσπλαγχνίαν σου. Ἕτερον Τριῴδιον ποίημα Θεοδώρου Ἦχος α. Στερέωσον Κύριε. Κροτήσατε ἅπαντα ὕμνοις τὰ πέρατα, καθορῶντα προσκυνούμενον τὸ Ξύλον, ἐν ᾧ Χριστὸς ἀπεκρεμάσθη, καὶ διάβολος ἐτραυματίσθη. Προτίθεται σήμερον ὁ Ζωηφόρος, χαρᾷ, δεῦτε προσκυνήσωμεν σὺν φόβῳ, τὸν τοῦ Κυρίου Τίμιον Σταυρόν, ἵνα λάβωμεν ἅγιον Πνεῦμα. Τρισάκτινε Ἥλιε τρισσοκλεέστατον φῶς, Θεὲ Πάτερ Υἱέ, καὶ ἅγιον Πνεῦμα, ἡ ἄναρχος φύσις καὶ δόξα, τοὺς ὑμνοῦντάς σε ῥῦσαι κινδύνων. Θεοτοκίον Ὑμνοῦσί σε τάξεις Ἀγγέλων εὐλογημένη, Θεοτόκε, πανύμνητε καὶ Παρθένε, μεθ ὧν σὲ νῦν γένος ἀνθρώπων, ὡς ἀνύμφευτον δοξολογοῦμεν. Στίχ. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. Ἐρχόμενος ἅψασθαί σου ζωηφόρε Σταυρέ, φρίττω γλῶσσαν καὶ διάνοιαν, προβλέπων, ὅτι ἐν σοὶ κατεκενώθη, τοῦ Κυρίου μου τὸ θεῖον Αἷμα. Καταβασία Ἦχος α. Ὁ Εἱρμός. 3

«Στερέωσον Κύριε τὴν Ἐκκλησίαν σου, ἣν ἐκτήσω τῇ δυνάμει τοῦ Σταυροῦ σου, ἐν αὐτῷ γὰρ τὸν ἐχθρὸν ἐθριάμβευσας, καὶ ἐφώτισας τὴν οἰκουμένην». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Τριῳδίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδια Καθίσματα Ἦχος πλ. β. Αὐτόμελον. Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Ὁ Σταυρός σου Κύριε ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι αὐτοῦ σοι προσπίπτομεν Ἐλέησον ἡμᾶς. Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθῳ ὁ Ἅιδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς. ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος ἐν Σταυροῦ τῷ ξύλῳ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας Δόξα Χριστὲ τῇ δυνάμει σου. Αἰνιττόμενος τὸν τύπον, τοῦ Σταυροῦ χεῖρας ἔτεινεν, ἐναλλὰξ ἐγγόνοις, πάλαι Ἰακὼβ ὁ ἀοίδιμος, ἐπευλογῶν καὶ σημαίνων τὴν σωτήριον, εὐλογίαν πάντας, ἐφ ἡμᾶς διαβαίνουσαν. Συντηρούμενοι σφραγῖδι, τοῦ Σταυροῦ καὶ προκείμενον, ἐν ἀγαλλιάσει, πνεύματος αὐτὸν ἀσπαζόμενοι, πρὸς τὰ σωτήρια Πάθη ἐπειχθείημεν, τὰ ὀλέθρια, πάθη σαρκός θανατώσαντες. Τὸ σωτήριόν σε ὅπλον, τὸ ἀήττητον τρόπαιον, τὸ χαρᾶς σημεῖον, θάνατος δι οὗ τεθανάτωται, περιπτυσσόμεθα δόξῃ κλεϊζόμενοι, τοῦ ἐν σοὶ προσπαγέντος, Σταυρὲ πανσεβάσμιε. Ὁρατός μοι καθωράθης, ὁ Ἀγγέλοις ἀπρόσιτος, Ἰησοῦ Υἱέ μου, σάρκα ἐξ ἐμοῦ δανεισάμενος, καὶ νῦν ὁρῶσά σε ξύλῳ καθηλούμενον, ἐποδύρομαι, ἡ τοῦ Χριστοῦ Μήτηρ ἔλεγε. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου σὺ γὰρ τρισμακάριστον ὦ ξύλον, ἔσχες εἰς ὕψος τὸν ἐπὶ πάντων Θεόν, καὶ ἔδειξας ἄχρονον ἡμῖν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν δωρούμενος. Νεκρὸς ἐχρημάτισας, ἐπὶ Σταυροῦ ἡλούμενος, πάντων ἡ ζωὴ καὶ σωτηρία. Τοῦτον οὖν δίδου, κεκαθαρμένῃ ψυχῇ, Σῶτερ περιπτύξασθαι, καὶ σοῦ, Πάθη τὰ σωτήρια, κατιδεῖν ἀγαλλόμενοι. Παρίστανται τάξεις σοι, τῶν Ἀσωμάτων τρέμουσαι, Ξύλον ζωοδώρητον, ἐν σοὶ γάρ, τίμιον Αἷμα Χριστὸς ἐξέχεε, λύθρον ἀναστέλλων ἐναγές, δαίμοσι φερόμενον, ἐπ ὀλέθρῳ τοῦ πλάσματος. Ῥομφαίᾳ πληγέντα με, τοῦ δυσμενοῦς ἰάτρευσον, Αἵματί σου Λόγε καὶ τῇ λόγχῃ, ἁμαρτιῶν μου τάχος διάῤῥηξον, Σῶτερ τὸ χειρόγραφον βοῶ, βίβλῳ καταγράφων με, σῳζομένων ὡς εὔσπλαγχνος. 4

Ὁ βότρυς ὁ πέπειρος, πῶς ἐπὶ ξύλου κρέμασαι; Ἥλιε τῆς δόξης πῶς ἐπήρθης, φέγγος ἡλίου, σκοτίζων πάθει σου. Σῶτερ ἡ τεκοῦσά σε, Ἀμνάς, πάλαι ἀνεβόα σοι, μητρικῶς ἀλαλάζουσα. ᾨδὴ Ϛ. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες τοῦ θεοδέγμονος, Σταυροῦ τὰς χεῖρας κροτήσωμεν, τὸν ἐπ αὐτῷ τεθέντα Θεὸν δοξάζοντες. Συνέσεισας, τὸ τοῦ Ἄδου πηγνύμενος οἴκημα, τοῖς πιστοῖς δέ, ἀδιάσειστον ἔρεισμα γέγονας, καὶ βεβαία σκέπη, τοῦ Κυρίου Σταυρὲ πανσεβάσμιε. Κατάκαρποι, ἀρεταῖς γεγονότες τρυγήσωμεν, θείου Ξύλου, ζωηφόρους καρπούς, οὓς ἐβλάστησεν, ἁπλωθεὶς ἐν τούτῳ, Ἰησοῦς ἡ κατάκαρπος ἄμπελος. Ὑμνοῦμέν σου, Ἰησοῦ τὴν πολλὴν ἀγαθότητα, προσκυνοῦντες, τὸν Σταυρόν σου τὴν λόγχην, τὸν κάλαμον, δι αὐτῶν γὰρ εἷλες, τὸ τῆς ἔχθρας Οἰκτίρμον μεσότοιχον. Ναμάτων σε, ποταμὸν ζωηῤῥύτων ἐκύησεν, ἡ Παρθένος, ὡς πηγὴ τῆς ἡμῶν ἀναπλάσεως, τὸν Σταυρῷ ταθέντα, καὶ κρουνοὺς σωτηρίας πηγάσαντα. Καταβασία «Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Κοντάκιον Αὐτόμελον. Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ. Θανάτου τὸ κέντρον, καὶ Ἅιδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν Ἅιδῃ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον. ὁ Οἶκος Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύω τοῖς ληστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου ὃν εἶδεν ὁ Ἅιδης, καὶ εἶπε τοῖς κάτω Ὦ λειτουργοί μου καὶ δυνάμεις μου, τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου, ξυλίνη με λόγχη ἐκέντησεν ἄφνω καὶ διαῤῥήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀ δὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι Ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον. καὶ τὸ Συναξάριον. Τῇ Γ τοῦ αὐτοῦ μηνὸς Ἀπριλίου, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Νικήτα τοῦ Ὁ μολογητοῦ, Ἡγουμένου τῆς Μονῆς τοῦ Μηδικίου. Ῥυσθεὶς βίου Νικήτας, ὡς στρουθὸς πάγης, Πτεροῖς νοητοῖς ἵπταται πρὸς τὸν πόλον. Νικήταν καλέουσι τρίτῃ ἐπὶ δῶρα Θεοῖο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ Ὑμνoγράφου. Ζῶντος Θεοῦ σὺ θεῖος ὑμνητής, Πάτερ, 5

Ἐγὼ δέ, σοῦ θανόντος, ὑμνητὴς νέος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Μάρτυς τοῦ Χριστοῦ Ἐλπιδoφόρος ξίφει τελειοῦται. Ξίφους ἀληθὴς Μάρτυς Ἐλπιδoφόρος, Θεοῦ φέρει ἄψευστον εὐελπιστίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Δίου. Βαλὼν κεράμῳ δυσσεβὴς Δίου κάραν, Ὡς σκεῦος αὐτὴν συντρίβει κεραμέως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Βυθονίου. Ὁ Βυθόνιος εἰς βυθὸν βεβλημένος, Τὴν κλῆσιν εὗρεν εἰς προφητείαν τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Γαλύκου. Δηχθεὶς ὀδοῦσι Γάλυκος τῶν θηρίων. Θηρὸς νοητοῦ τοὺς ὀδόντας συντρίβει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰλλυριοῦ, τοῦ ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος ἀσκήσαντος. Ἐκ Μυρσιῶνος, Ἰλλυριέ, πρὸς πόλον, Οὐχ ὡς ὁ Χριστὸς ἐξ Ἐλαιῶνος, φέρῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Φάρας, Ἡγουμένης ἐν Ἐβοριὰκ τῆς Γαλλίας. (ΣΤ αἰ.) Φάρα παρθένων μοναζουσῶν ἀκρότης, Τὸν Νυμφίον εὕρατο, Ὅνπερ ἐπόθει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νεκταρίου τοῦ Μπεζέσκ. (+1492) Πτωχείᾳ ζήσας Νεκτάριος ὁ θεῖος, Πλουτεῖ νῦν χαίρων ἐν θείῳ Παραδείσῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Παῦλος ὁ Ῥῶσσος, ὁ ἀπελεύθερος, ὁ ἐν ἔτει 1683ῳ ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ξίφει τελειοῦται. Πρὸς Παῦλον ἔσχε κοινὰ κλῆσιν καὶ ξίφος, Παῦλος νέαθλος οὗτος, ὃς Ῥῶσσος πέλει. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [ἐν τῇ η ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η ᾠδῆς τοῦ β Τριῳδίου, Ἦχος α. Ὁ Εἱρμός. «Χεῖρας ἐν λάκκῳ βληθεὶς τῶν λεόντων, ποτὲ ὁ μέγας ἐν Προφήταις, σταυροειδῶς ἐκπετάσας, Δανιὴλ ἀβλαβής, ἐκ τῆς τοῦ πάντων καταβρώσεως σέσωσται, εὐλογῶν τὸν πάντων, Θεὸν εἰς τοὺς αἰῶνας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου 6

Ἦχος α. Ὁ Εἱρμός. «Ὦ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκί, σὲ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτῳ νῦν μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ : Τοῦ Τιμίου Σταυροῦ Ἦχος γ. Ἐν Πνεύματι τῷ ἱερῷ. Μεσότητι τῶν Νηστειῶν, τὸ πανσέβαστον Ξύλον, τοὺς πάντας εἰς προσκύνησιν, προσκαλεῖται τοὺς ὅσοι, τὰ ἑαυτῶν παθήματα, τοῖς τοῦ Χριστοῦ παθήμασιν, ἀξίως συναφικνοῦσι. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὸ Ξύλον, τοῦ φρικτοῦ μυστηρίου. Ἡ ἄνυμφος καὶ πάναγνος, τοῦ Θεοῦ Λόγου Μήτηρ, ἐβόα ὀλολύζουσα, ἐν κλαυθμῷ θρηνωδοῦσα. Τοιαῦτά μοι ὁ Γαβριήλ, τῆς χαρᾶς ἐκόμιζε, τὰ εὐαγγέλια Τέκνον, ἄπιθι τοῦ πληρῶσαι, τὴν ἀπόῤ ῥητον βουλήν, καὶ θείαν οἰκονομίαν. [ψαλμοὶ τῶν Αἴνων καὶ Στιχηρὰ Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τιμίου Σταυροῦ (δίς) καὶ τὸ Μαρτυρικὸν (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους, Καὶ νῦν, Θεοτοκίον Ἀπόστιχα τῶν Αἴνων. Ἰδιόμελον. Ἦχος πλ. δ. Τῆς Νηστείας τὴν ὁδὸν μεσάσαντες, τὴν ἄγουσαν ἐπὶ τὸν Σταυρόν σου τὸν τίμιον, τὴν σὴν ἡμέραν ἰδεῖν, ἣν εἶδεν Ἀβραὰμ καὶ ἐχάρη, ὡς ἐκ τάφου τοῦ βουνοῦ, ζῶντα λαβὼν τὸν Ἰσαάκ, εὐδόκησον καὶ ἡμᾶς, πίστει ῥυσθέντας τοῦ ἐχθροῦ, καὶ Δείπνου μετασχεῖν τοῦ μυστικοῦ, ἐν εἰρήνῃ κράζοντας, ὁ φωτισμὸς καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Τῆς Νηστείας τὴν ὁδὸν μεσάσαντες,.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τὴ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς. Τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἰδιόμελον τοῦ Τιμίου Σταυροῦ Ἦχος πλ. δ. Μεσάσαντες τὸ πέλαγος τῆς ἐγκρατείας, λιμένα ἐκδεχόμεθα τῆς σωτηρίας, τὸν καιρὸν τοῦ Πάθους σου, τοῦ ἑκουσίου Κύριε, ἀλλ ὡς εὔσπλαγχνος καὶ οἰκτίρμων, καὶ τὴν ἡμέραν τῆς ἐνδόξου Ἀναστάσεώς σου, ἐν εἰρήνῃ ἀξίωσον ἡμᾶς, θεάσασθαι φιλάνθρωπε. ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., 7

Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Ἰστέον ὅτι: Α Ὥραν (Δευτέραν Τετάρτην Παρασκευὴν τῆς Δ ἑβδομάδος) ἀντὶ τοῦ «Τὰ διαβήματά μου» ψάλλομεν ἀργῶς καὶ μεγαλοπρεπῶς «Τὸν Σταυρόν σου προσκυνοῦμεν, Δέσποτα..» (τρίς). Ἐπίσης μετὰ τὸ Τρισάγιον ἀντὶ ἑτέρου Κοντακίου ἢ ἄλλων καθιερωμένων Τροπαρίων, καθ ὅλην τὴν ἑβδομάδα, ἀπαγγέλλομεν: «Οὐκέτι φλογίνη ρομφαία». Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια, τὸ «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὸ Κοντάκιον τοῦ Τιμίου Σταυροῦ Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτῇ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ. Θανάτου τὸ κέντρον, καὶ Ἅιδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοῖς ἐν Ἅιδῃ Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον. «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται ὁ Ἑσπερινὸς τῆς 04 ης Ἀπριλίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 04.04.2019 Γεωργίου Ὁσίου τοῦ ἐν Μαλεῷ, Πλάτωνος Στουδίτου, Ζωσιμᾶ Ὁσίου, Θεωνᾶ Θεσσαλονίκης Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 8