21 ΜΑΪΟΤ Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.

Σχετικά έγγραφα
10 ΙΟΤΝΙΟΤ ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ Σῌ ΠΑΡΑΚΕΤῌ ΕΠΕΡΑ (9/6/17)

6 ΙΟΥΝΙΟΥ 2015 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (05/06/15)

να α τω α α ας και στο ος α νε

Ἡ ἀπόδοσις τῆς ἑορτῆς τῶν Μυροφόρων,

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

18 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. Ἦχος πλ. δ Ἑωθινόν Θ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/8/19)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΑΣ ΤΩΝ ΑΓΙΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ & ΕΛΕΝΗΣ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

13 IOYNIOY 2013 Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΛΗΨΕΩΣ (12/06/13)

20 ΑΤΓΟΤΣΟΤ ΚΤΡΙΑΚΗ ΙΑ ΜΑΣΘΑΙΟΤ

16 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΙΖʹ ΛΟΥΚΑ (Ἀσώτου).

Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

9 ΑΥΓΟΥΣΤΟΥ 2015 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ, ἡ μετὰ τὴν ἑορτήν. Ματθίου τοῦ ἀποστόλου ( 63)

ΚΥΡΙΑΚΗ Β. Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος αʹ.

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Τῶν ἑπτὰ παίδων τῶν ἐν Εφέσῳ. Ηχος πλ. α, ἑωθινὸν ϛ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (3/8/13)

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

25 ΜΑΪΟΤ 2017 ΕΠΕΡΙΝΟ ΣΗ ΑΝΑΛΗΨΕΩ

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Δευτέρα. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ (15/9/13)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

«Η ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ».

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

7 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙϚ ΜΑΤΘΑΙΟΥ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

12 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 ΚΤΡΙΑΚΗ ΣΟΤ Α ΩΣΟΤ (ΙΖ ΛΟΤΚΑ)

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

\ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. \ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

25 ΜΑΪΟΥ Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου

Γ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ὑπατίου ἐπισμόπου Γαγγρῶν ἱερομ. ({ 326), \ Ἀκακίου ὁμολογητοῦ ἐπισκόπου Μελιτινῆς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (22/8/2014)

+ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ρωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου.

17 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ιʹ ΜΑΤΘΑΙΟΥ. (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ) Μύρωνος μάρτυρος. Ἦχος αʹ. Ἑωθινὸν Ιʹ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (16/8/14)

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

18 ΙΑΝΟΥΑΡΙΟΥ ΚΥΡΙΑΚΗ

5 ΑΠΡΙΛΙΟΥ 2015 Η εἰς Ιερουσαλὴμ εἴσοδος τοῦ Κυρίου ἡμῶν Ιησοῦ Χριστοῦ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (04/04/15)

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Παρασκευή. Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

+ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ (ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΘΕΟΥΑΝΕΙΩΝ)

14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Μνήμη τῆς Ϛ Οἰκουμενικῆς Συνόδου τῆς ἐν Τρούλλῳ (680 μ.χ.) Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (13/9/13) ὁ Ἱερεύς: ὁ α χορός: ὁ Ἀναγνώστης:

11 ΑΥΓΟΥΣΤΟΥ 2019 (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ)

Ο πύργος της Βαβέλ Πως «εξηγεί» η ιουδαιοχριστιανική θρησκεία την ποικιλία γλωσσών στον κόσμο

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

13 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

5 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 ΚΥΡΙΑΚΗ (ΙϚ ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ

4 ΜΑΡΣΙΟΤ 2012 ΚΤΡΙΑΚΗ Α ΣΩΝ ΝΗ ΣΕΙΩΝ (ΣΗ ΟΡΘΟΔΟΞΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ Ζ ΕΣΠΕΡΙΝΟΣ

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

ΣΗ ΔΕΤΣΕΡΑ ΕΠΕΡΑ(13/11/2017)

+Τῶμ Αγίωμ ἐμδόνωμ καί οαμευφήμωμ Αοξστόλωμ.

Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

19 ΝΟΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Ιωάννου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μνείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452).

24 ΙΟΥΝΙΟΥ 2014 ΤΡΙΤΗ.

21 ΝΟΕΜΒΡΙΟΥ 2012 Τετάρτη . ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟ- ΚΟΥ ΜΑΡΙΑΣ

5 MΑΪΟΥ ΚΤΡΙΑΚΗ ΣΟΤ ΑΝΣΙΠΑΧΑ (ΘΩΜΑ)

ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Μνήμη Ἁγίου Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Τῷ Σαββάτῳ ἑσπέρας.

17 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (16/09/16)

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Τετάρτη. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304).

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

6 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Ηχος βαρύς Εωθινόν Ε. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (5/10/19)

6 ΑΥΓΟΥΣΤΟΥ 2013 Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

+Κυριακῇ ΣΤ Ματθαίου 28 ΙΟΥΛΙΟΥ 2019 Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (27/7/19) +Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

ΕΣΠΕΡ. ΠΕΜΠΤΗΣ ΜΕΤΑ ΤΗΝ ΑΝΑΛΗΨΗ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

17 ΙΟΥΛΙΟΥ Τῶν ἁγίων 630 θεοφόρων πατέρων τῆς ἐν Χαλκηδόνι Δʹ Οἰκουμενικῆς Συνόδου (451),

+Κυριακῇ Σ ἑβδομάδος Ματθαίου +Σῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ υνόδου, ἐν Χαλκηδόνι.

7 ΙΑΝΟΤΑΡΙΟΤ Ή ύναξις τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ιωάννου

Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (22/08/15)

26 ΟΚΤΩΒΡΙΟΥ 2015 Δημητρίου μεγαλομάρτυρος τοῦ μυροβλύτου ( 306), ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ (740).

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΑΣ ΖΩΝΗΣ

4 ΙΟΤΝΙΟΤ ΚΤΡΙΑΚΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴμ ἁγίαμ Πεμτηκοστὴμ ἑορτάζομεμ

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

14 ΕΠΣΕΜΒΡΙΟΤ Ἡ παγκόςμιοσ Ὕψωςισ τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Transcript:

21 ΜΑΪΟΤ 2018 +Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης. Σῌ ΚΤΡΙΑΚΗ ΕΠΕΡΑ (20/5/18) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστ, τ βασιλεῖ ἡμῶν Θε. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτ Χριστ, τ βασιλεῖ καὶ Θε ἡμῶν. Ψαλμὸς ργ (103) Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 1

Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τ Θε βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τ Θε μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. 2

ὁ διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Ἦχος πλ. β. Ψαλμὸς ρμ (140) Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἡ ἀπεγνωσμένη Ἐκ γαστρὸς ἐτέχθης πρὸ ἑωσφόρου, ἐκ Πατρὸς ἀμήτωρ πρὸ τῶν αἰώνων, κἄν Ἄρειος κτίσμα σε, καὶ οὐ Θεὸν δοξάζῃ, τόλμῃ συνάπτων σε τὸν κτίστην, τοῖς κτίσμασιν ἀφρόνως, ὕλην πυρὸς τοῦ αἰωνίου, ἑαυτ θησαυρίζων ἀλλ' ἡ σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Τίς σου τὸν χιτῶνα Σῶτερ διεῖλεν; Ἄρειος, σὺ ἔφης, ὁ τῆς Τριάδος, τεμὼν τὴν ὁμότιμον ἀρχὴν εἰς διαιρέσεις, οὗτος ἠθέτησέ σε εἶναι, τὸν ἕνα τῆς Τριάδος οὗτος Νεστόριον διδάσκει, Θεοτόκον μὴ λέγειν ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Κρημν περιπίπτει τῆς ἁμαρτίας, Ἄρειος, ὁ μύσας τὸ φῶς μὴ βλέπειν, καὶ θείῳ σπαράττεται, ἀγκίστρῳ τοῖς ἐγκάτοις, πᾶσαν ἐκδοῦναι τὴν οὐσίαν, καὶ τὴν ψυχήν βιαίως, ἄλλος Ἰούδας χρηματίσας, τῇ γνώμῃ καὶ τ τρόπῳ, ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον. Ἦχος δ Στίχ. Ὅτι παρὰ τ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ἔδωκας σημείωσιν Ὅπλον κραταιότατον, τ Βασιλεῖ ἡμῶν δέδωκας, τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ἐβασίλευσεν, ἐπὶ γῆς δικαίως, λάμψας εὐσεβείᾳ, καὶ βασιλείας οὐρανῶν, κατηξιώθη τῇ εὐσπλαγχνίᾳ σου, μεθ' οὗ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. 3

Ἔδωκας φιλάνθρωπε, τ εὐσεβεῖ σου θεράποντι, Σολομῶντος τὴν φρόνησιν, Δαυῒδ τὴν πραότητα καὶ τῶν Ἀποστόλων τὴν ὀρθοδοξίαν, ὡς βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Πρῶτος καθυπέταξας, τὴν ἁλουργίδα ἀείμνηστε, Βασιλεῦ ἑκουσίως Χριστ, αὐτὸν ἐπιγνοὺς Θεόν, καὶ παμβασιλέα, πάντων εὐεργέτην, νικοποιὸν πάσης ἀρχῆς, καὶ ἐξουσίας τὸν ὑπερκείμενον, ἐντεῦθέν σοι φιλόχριστε, τὴν βασιλείαν κατεύθυνεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Δόξα Πατρί... Ἦχος β Πλουσίων δωρεῶν τὰ κρείττονα, εἰληφῶς παρὰ Θεοῦ, Ἄναξ κράτιστε, Κωνσταντῖνε μέγιστε, καλῶς ἐν τούτοις διέπρεψας καταυγασθεὶς γὰρ ἀκτῖσι τοῦ παναγίου Πνεύματος, ὑπὸ Σιλβέστρου ἱερέως, ὡς διὰ τοῦ βαπτίσματος, ἐν Βασιλεῦσιν ὤφθης ἀήττητος, τὴν οἰκουμένην ὡς προῖκα προικοδοτήσας τ Κτίστῃ σου, καὶ πόλιν βασιλεύουσαν θεοσεβῆ. Διὸ ἱκετεύων μὴ παύσῃ Χριστ τ Θε, δωρηθῆναι ἅπασι, τοῖς τελοῦσι τὴν μνήμην σου, ὡς παρρησίαν ἔχων, ἁμαρτιῶν συγχώρησιν, καὶ τὸ μέγα ἔλεος. Καὶ νῦν... ἦχος πλ. β Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ Παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, Ἐλέησον ἡμᾶς. Εἴσοδος. Σοφία Ὀρθοί! Ἦχος β' Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Ἑσπέρας Προκείμενον Τῇ Κυριακῇ ἑσπέρας Ἦχος πλ. δ' Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Βασιλειῶν Γ' τὸ Ἀνάγνωσμα Ἔστη Σολομῶν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε Κύριε ὁ Θεός Ἰσραήλ, οὐκ ἔστιν ὡς σὺ 4

Θεὸς ἐν τ οὐραν ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησιν μου, Κύριε ὁ Θεός, Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου σήμερον πρὸς σέ, τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον, ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας, ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου, Ἰσραήλ, ὅσα ἅν προσεύξωνται εἰς τὸν τόπον τοῦτον καὶ σὺ εἰσακούσῃ ἐν τ τόπῳ τῆς κατοικήσεώς σου ἐν τ οὐραν, καὶ ποιήσεις, καὶ ἵλεως ἔσῃ. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τ Κυρίῳ ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆ αὔξουσα τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει, οὕτως ἀνατελεῖ Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Διὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἅν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται τὰ ἔθνη τὴν δικαιοσύνην σου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου, καὶ καλέσουσι τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό, καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Καὶ οὐκ ἔτι κληθήσῃ Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐκ ἔτι κληθήσεται, Ἔρημος σοὶ γὰρ κληθήσεται, θέλημα ἐμόν, καὶ τῇ γῇ σου, Οἰκουμένη, ὅτι εὐδοκήσει Κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτω κατοικήσουσιν οἱ υἱοί σου, καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα Φωτίζου, φωτίζου, Ἱερουσαλήμ ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπὶ ἔθνη, ἐπὶ σὲ δὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε συνηγμένα τὰ τέκνα σου, ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. Τότε ὄψει, καὶ χαρήσῃ καὶ φοβηθήσῃ, καὶ ἐκστήσῃ τῇ καρδίᾳ ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης, καὶ ἐθνῶν καὶ λαῶν. Καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ. Πάντες ἐκ Σαβᾶ ἥξουσι, φέροντες χρυσίον, καὶ λίβανον οἴσουσί σοι, καὶ λίθον τίμιον καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται. Καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονται, καὶ κριοὶ Ναβαιώθ ἥξουσί σοι, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Τῖνες οἵ δε ὡς νεφέλαι πέτανται, καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον αὐτῶν μέτ' αὐτῶν, διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι διὰ γὰρ ὀργήν μου ἐπάταξά σε, καὶ διὰ ἔλεός μου ἠγάπησά σε. Καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, καὶ βασιλεῖς αὐτῶν ἀγομένους. Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵ τινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσονται. Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω. Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε, καὶ κληθήσῃ Πόλις Κυρίου Σιών, τοῦ Ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε 5

ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν σοι. Καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος ὁ σῴζων σε, καὶ ἐξαιρούμενός σε ὁ Θεὸς Ἰσραήλ. Ὁ διάκονος: Εἴπωμεν πάντες Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τ Πατρὶ καὶ τ Υἱ καὶ τ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν Ἀπόστιχα Στιχηρὰ προσόμοια Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν Πρῶτος, Βασιλεὺς Χριστιανῶν, παρὰ τοῦ Θεοῦ, Κωνσταντῖνε, τὸ σκῆπτρον ἔλαβες σοὶ γὰρ πεφανέρωται ἐν γῇ κρυπτόμενον, τὸ σωτήριον σύμβολον, δι' οὗ καὶ τὰ ἔθνη, πάντα καθυπέταξας τοῖς τῶν Ῥωμαίων ποσίν, ὅπλον ἀπροσμάχητον ἔχων, τὸν ζωοποιὸν Σταυρὸν μάκαρ, δι' οὗ καὶ προσήχθης τ Θε ἡμῶν. Στίχ. Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ὄντως, μακαρία ἡ γαστήρ, καὶ ἡγιασμένη κοιλία, ἡ σὲ βαστάσασα, Μέδων κοσμοπόθητε, Χριστιανῶν ἡ χαρά, Κωνσταντῖνε θεόστεπτε, Ἀνάκτων ἡ δόξα, πλοῦτος καὶ ὑπέρμαχος τῶν ὀρφανῶν καὶ χηρῶν, σκέπη ταπεινῶν καὶ ἀπόρων, θλίψεων ἀνόρθωσις ὄντως, καὶ τῶν αἰχμαλώτων ἡ ἀνάρρυσις. Στίχ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως. Πόθῳ, καὶ ἀγάπῃ τοῦ Χριστοῦ, κατεπειγομένη ἡ Μήτηρ, τοῦ γλυκυτάτου βλαστοῦ, σπεύδουσα ἀφίκετο ἐν τῇ ἁγίᾳ Σιών, εἰς τὸν τόπον τὸν ἅγιον, ἐν ᾧ ἐσταυρώθῃ, θέλων ὁ Σωτὴρ ἡμῶν, διὰ τὸ σῶσαι ἡμᾶς, ἔνθα, τὸν Σταυρὸν ἀραμένη, χαίρουσα ἐκραύγαζε Δόξα, τ δωρησαμένῳ μοι ὃν ἤλπιζον. Δόξα Πατρί... Ἦχος πλ. δ' Σέλας φαεινότατον, κομήτης ἑσπερώτατος, ἐξ ἀπιστίας εἰς πίστιν Θεότητος μετοχετευθείς, ἤχθης ἁγιάσαι λαὸν καὶ πόλιν, καὶ τύπον Σταυροῦ ἐν οὐραν κατοπτεύσας, ἤκουσας ἐκεῖθεν. Ἐν τούτῳ νίκα τοὺς ἐχθρούς σου. Ὅθεν δεξάμενος τὴν γνῶσιν τοῦ Πνεύματος, Ἱερεύς τε χρισθεὶς καὶ Βασιλεύς, ἐλαίῳ ἐστήριξας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὀρθοδόξων Βασιλέων πατήρ, οὗ καὶ ἡ λάρναξ ἰάσεις βρύει. Κωνσταντῖνε Ἰσαπόστολε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 6

Καὶ νῦν... ἦχος γ Ἀποστολικῶν παραδόσεων, ἀκριβεῖς φύλακες γεγόνατε, ἅγιοι Πατέρες τῆς γὰρ ἁγίας Τριάδος τὸ ὁμοούσιον, ὀρθοδόξως δογματίσαντες, Ἀρείου τὸ βλάσφημον, συνοδικῶς κατεβάλετε, μεθ' ὃν καὶ Μακεδόνιον, πνευματομάχον ἀπελέγξαντες, κατεκρίνατε Νεστόριον, Εὐτυχέα, καὶ Διόσκορον, Σαβέλλιόν τε, καὶ Σεβῆρον τὸν ἀκέφαλον, ὧν τῆς πλάνης αἰτήσασθε ῥυσθέντας ἡμᾶς, ἀκηλίδωτον ἡμῶν τὸν βίον, ἐν τῇ πίστει φυλάττεσθαι, δεόμεθα. ὁ προεστὼς: Νῦν ἀπολύεις Τρισάγιον Ἀπολυτίκιον τῶν Πατέρων Ἦχος πλ. δ' Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι. ὁ β χορὸς Δόξα Πατρί... Ἦχος πλ. δ' Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐραν θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Καὶ νῦν.. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος δ Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου. Ἀπόλυσις «... Ο ἐν δόξῃ ἀναληφθείς ἀφ' ἡμῶν εἰς τούς οὐρανούς Χριστός ὁ ἀληθινός Θεός...». https://agioskosmasoaitolos.wordpress.com 7