10 ΑΠΡΙΛΙΟΥ 2019 Τετάρτη τῆς E Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος δ 10.04.2019 Τερεντίου, Πομπηΐου, Μαξίμου, Ἐπαμεινώνδου, Μιλτιάδου καὶ ἑτέρων Γρηγορίου Ε Πατρ.Κων/πόλεως Εἰς τὸν Ὄρθρον. ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον δ (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ δ ἤχου (τῆς ἑβδομάδος). Τὸν Ἄναρχόν σου Πατέρα, καὶ σέ, Χριστὲ ὁ Θεός, καὶ τὸ Πανάγιόν σου Πνεῦμα, χερουβικῶς δοξολογεῖν τολμῶντες, λέγομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Ὡς αἱ τάξεις νῦν τῶν Ἀγγέλων ἐν οὐρανῷ, καὶ στάσεις φόβῳ ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι, Ἀγαθέ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Τῶν νοερῶν σου λειτουργῶν, προσφέρειν, οἱ θνητοὶ τὸν ὕμνον τολμῶντες, λέγομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ δ ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος δ. Ἐξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ Σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις, Σωτὴρ ἡμῶν δόξα σοι. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Αὐτόμελον Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ Πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Σταυροθεοτοκίον Ὅμοιον Παρθένε Πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως τὸν Υἱὸν καὶ Θεόν σου, Ὅνπερ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Τετάρτης Ε ἑβδομάδος). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. Ἦχος πλ. δ. Τὸ προσταχθέν. 1
Ξύλου γευσάμενος, Ἀδὰμ μὴ προσηκόντως, τῆς ἀκρασίας τοὺς καρποὺς πικρῶς ἐτρύγησεν ὑψωθεὶς δὲ ἐν ξύλῳ τοῦτον ἐλυτρώσω, Οἰκτίρμον, τῆς καταδίκης τῆς χαλεπῆς διό σοι ἀναβοῶμεν Δίδου ἡμῖν, ἐγκρατεύεσθαι Δέσποτα, ἀπὸ καρποῦ φθοροποιοῦ, καὶ πράττειν σου τὸ θέλημα, ὅ πως εὕρωμεν ἔλεος. τὸ αὐτό. Σταυροθεοτοκίον. Ὅμοιον. Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα, τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα, ἐβόας Οἴμοι Τέκνον ἐμόν! Τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου δι ἧς, ἐζῴωσας τὸ πλάσμα σου; ἀ νυμνῶ σου τὸ εὔσπλαγχνον. Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. Ἦχος β. Τὴν ἄχραντον Εἰκόνα σου. Τὸ ξύλον τὸ πανάγιον, ἀνυμνοῦντες τοῦ Σταυροῦ, τὴν ἄκραν ἀγαθότητα, προσκυνοῦμέν σου ἀεί, Χριστὲ ὁ Θεός ἐν τούτῳ γὰρ κατῄσχυνας, τὰς δυνάμεις τοῦ ἐχθροῦ, καὶ ἔδωκας σημείωσιν, τοῖς πιστεύουσιν εἰς σέ ὅθεν εὐχαρίστως βοῶμέν σοι Πάντας ἀξίωσον, εὐθύμως εἰρηνεύοντας, ἀποπληρῶσαι τῆς Νηστείας τὸν χρόνον. τὸ αὐτό. Σταυροθεοτοκίον. Τὸν ἄμωμον Ποιμένα σε, καθορῶσα ἡ Ἀμνάς, ἐν ξύλῳ ἀναρτώμενον, θρηνῳδοῦσα μητρικῶς, ἐ βόα Θανάτῳ σε, Υἱὲ κατέκρινεν ὁ ἀχάριστος λαός, ἀνθ ὧν νεφέλην ἥπλωσας, εἰς διάβασιν αὐτῷ οἴμοι ἀτεκνοῦμαι ἡ ἄνανδρος! Ἀλλ ἐξανάστηθι καὶ λάμψον Ἥλιε, καὶ δοξασθήσομαι ἐν τοῖς υἱοῖς τῶν γηγενῶν. ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ γ ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου. Εἰς τὸ τέλος τῆς γ ᾠδῆς τοῦ κανόνος ψάλλεται ὁ τοῦ β τριῳδίου, ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς Πληθύς με σώζοις καλλινίκων Μαρτύρων. ποίημα Ἰωσήφ. ᾨδὴ α. «Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγῶν, ὁ Ἰσραηλίτης ἀνεβόα Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ἄσωμεν». Πληθὺς Ἀθλοφόρων πανευκλεῶν, Χριστὸν ἐκδυσώπει, πλῆθος ἔχοντα οἰκτιρμῶν, τὰ πλήθη μει ῶσαι τῶν κακῶν μου, ὅπως τὴν σὴν εὐφημήσω πανήγυριν. Λατρεύοντες ζῶντι καὶ ἀληθεῖ, Θεῷ Ἀθλοφόροι, τοῖς ἀψύχοις σέβας θεοῖς, οὐδόλως ἐνείματε, καὶ ζῶσα, τῷ Ζωοδότῃ θυσία προσήχθητε. Ἠκύρωσαν δόγμα θεοστυγές, καὶ μέσον σταδίου, τεσσαράκοντα Ἀθληταί, ἐκήρυξαν Λόγον σαρκωθέντα, τὸν ἀλογίας τὸν κόσμον ρυσάμενον. 2
Θυμὸν ἀλογώτατον δυσσεβοῦς, τυράννου γενναίως, ἀπεκρούσαντο οἱ σοφοί, ἀγάπῃ τηρούμενοι τῇ θείᾳ, καὶ πρὸς θυμὸν κινηθέντες τὸν δίκαιον. Ὑμνῶ σε Παρθένε, ὅτι Θεόν, Πανύμνητε μόνη, ἐσωμάτωσας ἐκ τῶν σῶν, τιμίων αἱμάτων Παναγία, καὶ ὑπὲρ λόγον φρικτῶς ἀπεκύησας. ᾨδὴ γ. τῶν Ἁγίων «Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε σύ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου». Στόμασιν ἐκήρυξαν, τοῖς ἱεροῖς αὑτῶν Κύριον, οἱ Ἀθληταί, ἔναντι τυράννων, ἐναθλοῦντες στεῤ ῥότατα. Μίαν γνώμην ἔχοντες, οἱ Ἀθληταὶ θανεῖν εἵλοντο, διὰ Χριστόν, καὶ πολυθεΐας, πλάνην πᾶσαν ἐπάτησαν. Ἔλυσαν τὸν σύνδεσμον, τῆς ματαιότητος δέσμιοι, διὰ Χριστόν, οἱ περὶ τὸν θεῖον, γεγονότες Τερέντιον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σῶσόν με κυήσασα τὸν Ὑπεράγαθον Κύριον, Μῆτερ Ἁγνή, παῦσον τῆς ψυχῆς μου, πολυτάραχον κλύδωνα. τοῦ Τριῳδίου (ποίημα τοῦ κυρίου Ἰωσήφ) Ἦχος πλ. δ. Οὐρανίας ἁψῖδος. Κατακρίνας τὴν ἔχθραν, ἐν τῷ Σταυρῷ ἔτεινας, σοῦ Δικαιοκρίτα παλάμας νῦν δὲ κατάκριτον, ὄντα με πταίσμασι, σῶσον τὸν ἄσωτον Σῶτερ, τὸν παραπικράναντα, Σὲ τὸν μακρόθυμον. Τὴν κτηνώδη ποθήσας, παθοποιὸν βίωσιν, σοῦ τῶν ἐντολῶν ἐμακρύνθην, Σῶτερ πανάγαθε, ξένοις δουλούμενος, καὶ ἀκαθάρτοις πολίταις νῦν δὲ ἐπιστρέφοντα, δέξαι καὶ σῶσόν με. Μογγιλάλου ὡς πάλαι, τὰς ἀκοὰς ἤνοιξας, ἄνοιξον ψυχῆς μου τὰ ὦτα, γνώμῃ κωφεύοντα, καὶ ἐνωτίζεσθαι, σοῦ τὸν σωτήριον λόγον, Ἰησοῦ ἀξίωσον, μόνε Φιλάνθρωπε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ σωτήριος Πύλη, ἡ πρὸς Θεὸν γέφυρα τῶν Χριστιανῶν ἡ προστάτις, Πάναγνε Δέσποινα, περιστατούμενον, ταῖς συμφοραῖς με τοῦ βίου, καὶ κλυδωνιζόμενον, Κόρη κυβέρνησον. Ἕτερον Τριῴδιον (ποίημα τοῦ κυρίου Θεοδώρου) Ἦχος β. Στειρωθέντα μου τὸν νοῦν. Διὰ σπλάγχνα οἰκτιρμῶν, ἀνελθὼν ἐν τῷ Σταυρῷ, ἀνείλκυσάς με, ἐκ βαράθρων παθῶν, καὶ ἀ νύψωσας Χριστὲ εἰς τὰ οὐράνια. 3
Ἐκπετάσας ἐν Σταυρῷ, τὰς παλάμας σου Χριστέ, τὰ ἔθνη πάντα, τὰ μακρὰν ἀπὸ σοῦ, ἠγκαλίσω κατεγγύς, στῆναι τοῦ κράτους σου. Τριαδικόν Τρισυπόστατε Μονάς, Ὑπερούσιε Τριάς, Θεότης μία, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, σῷζε τοὺς σέβοντάς Σε. Τίς αἰνεῖν σε γηγενῶν, κατ ἀξίαν ἱκανοῖ, Παρθενομῆτορ; Καὶ γὰρ σὺ ἐν γυναιξί, μόνη ὤφθης ἐκλεκτή, καὶ παμμακάριστος. Ἀνυψώθης ἐν Σταυρῷ, ἐλογχεύθης τὴν πλευράν, χολῆς ἐγεύσω, δι ἐμὲ ὦ Ἰησοῦ, τὸν ἐκ τῆς παρακοῆς, παραπικράναντά σε. Καταβασία Ἦχος β. Ὁ Εἱρμός. «Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἐξ αἱμάτων οἰκείων οἱ Ἀθληταί, ἑαυτοῖς πορφυρίδα βάψαντες νῦν, ὡραῖοι τοῖς στίγμασι, τῷ Χριστῷ προσηνέχθησαν, τρισηλίου δόξης φωτὶ λαμπρυνόμενοι, καὶ ἡμᾶς φωτίζοντες, αὐτοὺς μακαρίζοντας ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν αὐτῶν μνήμην, τελοῦντες λαμβάνομεν, ἰαμάτων χαρίσματα. Οἷς ἐν πίστει βοήσωμεν Πρεσβεύσατε γενναῖοι τῷ Χριστῷ, δωρηθῆναι ἄφεσιν τοῖς μέλπουσι, καὶ πιστῶς ἐκτελοῦσι, τὴν πάμφωτον μνήμην ὑμῶν. Σταυροθεοτοκίον Μαθητῶν ὑπεκρύβη φόβῳ χορός οἱ γνωστοὶ δὲ μακρόθεν ἵστανται νῦν μόνη δὲ συνέχομαι, καὶ τῇ λύπῃ τιτρώσκομαι, τὴν σφαγήν σου τέκνον, ὁρῶσα τὴν ἄδικον, ἡ Παρθένος ἔλεγε, τὰς ὄψεις σπαράττουσα. Δεῦρο πᾶσα κτίσις, νῦν τῷ τρόμῳ ληφθεῖσα, συνάλγησον, θρήνησον, τῇ Μητρὶ τοῦ Κυρίου σου, καὶ σὺν φόβῳ ἀνάκραξον Δόξα σοι τῷ πάντων Ποιητῇ, ὅτι θέλων πάσχεις Ὑπεράγαθε, καὶ ἑκουσίως σταυροῦσαι, τοῦ σῶσαι τὸν ἄνθρωπον. ᾨδὴ δ. «Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα». Ὡραιώθητε μάρτυρες, πόνων ἐπιδόσεσι φαιδρυνόμενοι, ὑπὲρ σάπφειρον χρυσίον τε, καρτεροῖς ἀγῶσιν ἐλαμπρύνθητε. Ζωηφόρον ἐνέργειαν, ἐκ ζωαρχικῆς Τριάδος δεξάμενοι, πάντα πόνον, πᾶσαν νέκρωσιν, ψυχῶν καὶ σωμάτων ἀπελαύνετε. Οὐκ ἀρνούμεθα Κύριον δαίμοσιν ἀφρόνως οὐκ ἐπιθύομεν, οἱ θεόφρονες ἐκραύγαζον, ὁμιλοῦντες πόνοις καὶ κολάσεσιν. 4
Ἰαμάτων χαρίσματα, χάριν ἀδαπάνητον, ῥῷσιν ἄπαυστον, ἀναβλύζοντες μακάριοι, τῶν ἀνθρώπων πάθη θεραπεύετε. Σὲ πανάμωμε Δέσποινα, πειρασμοῖς κυκλούμενος εἰς βοήθειαν, προσκαλοῦμαι Σπεῦσον σῶσόν με, τὸν Σωτῆρα Λόγον ἡ κυήσασα. ᾨδὴ ε. «Ὀρθρίζοντες βοῶμέν σοι Κύριε Σῶσον ἡμᾶς σύ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν». Καθείλετε τῆς πλάνης ὀχύρωμα, Ἀθλοφόροι, ταῖς ἀναμοχλεύσεσι, τῆς καρτερίας πανεύφημοι. Αἱμάτων ἐπιῤῥοαῖς ξηράναντες, τῆς ἀπάτης, τὸν βυθὸν μακάριοι, πᾶσαν ψυχὴν κατηρδεύσατε. Λογίων τῶν ἐνθέων πληρούμενοι, Ἀθλοφόροι, τῶν σοφῶν ἐλύσατε, τὴν ἀλογίαν ἐν Πνεύματι. Λυτρούμενος ἐπέφανεν Ἄχραντε, τοὺς ἀνθρώπους, ἐκ σοῦ ὁ Ὑπέρθεος, ἄνθρωπος Κόρη γενόμενος. ᾨδὴ Ϛ. «Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐ πλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε». Ἰσχύϊ σου Ἰησοῦ νευρούμενοι, ἐξενεύρισαν ἐχθροῦ δυναστείαν, καὶ δυνατοί, ἀνεδείχθησαν ὄντως, δι ἀσθενείας σαρκὸς προσπαλαίοντες, καὶ ῥίψαντες τὸν ἰσχυρόν, οἱ σεπτοὶ καὶ καλλίνικοι Μάρτυρες. Νενίκηκας, τὸν πολύμορφον ὄφιν, καὶ τὴν τούτου τοῖς ποσί σου συντρίψας, ὡς ἀληθῶς, κεφαλὴν νικηφόρον, τῇ κορυφῇ σου διάδημα εἴληφας, Τερέντιε Μάρτυς Χριστοῦ, τῶν ἁγίων Ἀγγέλων συμμέτοχε. Ἰάματα, ἡ σορὸς τῶν Μαρτύρων, ἀναβλύζει, καὶ τὰ πάθη καθαίρει, καὶ τῶν ψυχῶν, ἀποπλύνει τὸν ῥύπον, καὶ τῶν δαιμόνων βυθίζει τὰς φάλαγγας, ἁπάντων δὲ τῶν εὐσεβῶν, τὰς καρδίας ἀρδεύει τῇ χάριτι. Κατάσκιον, προεώρα σε ὄρος, ὁ Προφήτης Ἀββακοὺμ Θεοτόκε, ἐκ σοῦ Θεός, ὑπὲρ λόγον προῆλθε, σεσαρκωμένος, καὶ κόσμον διέσωσε, τῷ κλύδωνι τῆς χαλεπῆς, ἁμαρτίας δεινῶς συνεχόμενον. Καταβασία «Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐ πλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε». 5
ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. καὶ τὸ Συναξάριον. Τῇ Ι τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηΐου καὶ ἑτέρων τριάκοντα ἕξ ἔτι δὲ καὶ τῶν περὶ τὸν μακάριον Ζήνωνα καὶ Ἀλέξανδρον καὶ Θεόδωρον. Ἔπαθλα ποῖα τῆς τομῆς Τερεντίῳ; Ἃ μὴ προσέσχεν ὄψις, οὖς ἢ καρδία. Ἴδωμεν οὓς τέμνουσιν ἀθλητάς, ὅσοι Δεκὰς τετραπλῆ, πρὸς δὲ καὶ ἄλλοι μάλα. Ἀσφάραγον (ἤτοι λαιμὸν) δεκάτῃ γε Τερέντιος ἐξυπεκάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Δικαίας Ὀλδᾶς τῆς Προφήτιδος, ἐπὶ τῶν ἡμερῶν τοῦ εὐσεβεστάτου Βασιλέως Ἰωσίου καὶ Ἀρχιερέως Χελκίου διαλαμψάσης. (Ζ π.χ. αἰ.) Ἀφῆκεν Ὀλδὰ πνεῦμα μέλλοντα βλέπον, Ἡ Πνεύματος γέμουσα θείου πυθία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων Μαρτύρων Ἰακώβου πρεσβυτέρου καὶ Ἀζᾶ διακόνου. Τὸν Ἰάκωβον καὶ τετμημένον γράφω, Καὶ τῆς τομῆς φέροντα μισθὸν τὸ στέφος. Τμηθεὶς ὁ Χριστοῦ λευΐτης Ἀζᾶ κάραν, Χριστοῦ τὸν ἐχθρὸν Λευϊαθὰν αἰσχύνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων Ὁσιομαρτύρων τῆς Μονῆς Κβαμπτακιέβε τῆς Γεωργίας, ἀθλησάντων ἐν ἔτει 1386ῳ. Λαμπρὸν τὸ σμῆνος τῶν Ὁσιομαρτύρων, Τῶν τῆς Ἄγαρ πίστιν ἐκμυκτηρισάντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀναστασίας Ἡγουμένης τῆς Μονῆς τῶν Θεοφανείων καὶ τῶν σὺν αὐτῇ τριάκοντα πέντε μοναζουσῶν, τῶν ἐν Οὔγκλιτς μαρτυρησασῶν ἐν ἔτει 1609ῳ. Αἱ θεοφιλεῖς μονάστριαι τοῦ Οὔγκλιτς. Ὥσπερ ἀμνάδες ἐτύθητε Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων ἓξ χιλιάδων Μαρτύρων τῆς Γεωργίας, σφαγέντων ἐν τῇ ἡμέρᾳ τοῦ Πάσχα ὑπὸ τῶν Περσῶν ἐν ἔτει 1615ῳ. Ἑξαπτερύγων ζηλώσαντες τὴν δόξαν, Ἓξ χριστόψυχοι ἀθλοῦσι χιλιάδες. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος ἔνδοξος Νεομάρτυς Δῆμος ὁ ἁλιεύς, ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει 1763ῳ, ξίφει τελειοῦται. Δήμοις ἀθλητῶν, μὴ φοβηθεὶς δημίους, Δῆμος συνηρίθμηται ἀθλητὴς νέος. 6
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Ε, τοῦ νέου Ἱερομάρτυρος, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ Οἰκουμενικοῦ Πατριάρχου, τοῦ δι ἀγχόνης μαρτυρήσαντος ἐν αὐτῇ τῆ ἡμέρᾳ τῆς Λαμπροφόρου Ἀναστάσεως τοῦ Κυρίου, κατὰ τὸ ἔτος 1821. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις κατὰ τὴν Δευτέραν τῆς Διακαινησίμου. Ἐν ἀγχόνῃ κἄν τέθνηκας, Πατριάρχα, Ὅμως γε ἀεὶ ζῇς ἐν Ἐδὲμ τῇ θείᾳ. Ἕτεροι Ποιμὴν καλὸς τῆς Χριστοῦ Ἐκκλησίας, Ὑπὲρ ταύτης τέθνηκας προθύμως, Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Χρυσάνθου τοῦ Ξενοφωντινοῦ, ἀθλήσαντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει 1821. Χρυσοῦν τὸ ἄνθος τῆς Μονῆς Ξενοφῶντος, Χρύσανθος, φημί, νέος Ὁσιομάρτυς. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [ἐν τῇ η ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η ᾠδῆς τοῦ β Τριῳδίου, Ἦχος β. Ὁ Εἱρμός. «Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, ἐν Οὐρανοῖς δοξαζόμενον Θεόν, αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Ἦχος β. Ὁ Εἱρμός. «Τὴν παρθενίαν σου Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ δ Ἤχου. Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων καὶ Στιχηρὰ Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τιμίου Σταυροῦ (δίς) καὶ τὸ Μαρτυρικὸν (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους, Καὶ νῦν, 7
Ἀπόστιχα τῶν Αἴνων. Ἰδιόμελον. Ἦχος γ. Τὸ ὕψος τῶν ἀρετῶν, καταλιποῦσα ψυχή μου, ἐπὶ τὸ βάθος τῆς ἁμαρτίας κατελήλυθας, πονηροῖς ὀδοστάταις ἐμπεσοῦσα τραυμάτων δὲ ὀδωδότων γέμουσα, κεῖσαι ἐῤῥιμμένη ἄπορος Διὸ βόησον Χριστῷ τῷ Θεῷ, τῷ διὰ σὲ σταυρωθέντι, καὶ μώλωπας ἑκουσίως δεξαμένῳ Ἐπιμελήθητί μου Κύριε, καὶ σῶσόν με. Ἕτερον Ἰδιόμελον Ἦχος πλ. δ. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Τοῖς λῃστρικοῖς λογισμοῖς, τραυματισθεὶς ὁ δείλαιος, ἡμίθνητος γέγονα Κύριε Προφητῶν δὲ ὁ χορὸς παρεῖδεν, ἡμιθανῆ κατιδὼν τυγχάνοντα, καὶ τέχναις ἀνθρωπίναις ἀνιάτρευτον. Διὸ χαλεπῶς ὀδυνώμενος, ἐν ταπεινώσει καρδίας κραυγάζω σοι Χριστὲ ὁ Θεός, ἐπίχεε ὡς Εὔσπλαγχνος, ἐπ ἐμὲ τὸ μέγα σου ἔλεος. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι ηὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Σταυροθεοτοκίον Ἡ Πάναγνος ὡς εἶδέ σε, σαρκὶ κρεμάμενον τῷ ξύλῳ, τὴν καρδίαν ἐτιτρώσκετο καὶ ὠλόλυζε δακρύουσα Λόγε, ποῦ μου ἔδυς παμφίλτατε Ἰησοῦ, Υἱέ μου καὶ Κύριε; μὴ λίπῃς με μόνην, Χριστὲ τὴν τεκοῦσάν σε. ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., 8
ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης», τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. τοῦ ἁγίου τοῦ Ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ ᾠδὴν τῶν κανόνων), ἤτοι τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται ὁ Ἑσπερινὸς τῆς 11 ης Ἀπριλίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 11.04.2019 Ἀντύπα Ἐπισκ. Περγάμου, Τρυφαίνης Ὁσίας ἐν Κυζίκῳ Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. πόρευσί της. 9