08 ΜΑΡΤΙΟΥ 2019 Παρασκευὴ τῆς Τυρινῆς ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος βαρύς. Θεοφυλάκτου Νικομηδείας τοῦ Ὁμολογητοῦ ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΑΛΛΗΛΟΥΪΑ ὁ Χορός εἰς ἦχον βαρὺν (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ Στίχ. α. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Στίχ. β. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Στίχ. γ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Στίχ. δ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ βαρέως ἤχου (τῆς ἑβδομάδος). ΤΡΙΑΔΙΚΑ Ὁ ὑψίστῃ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Δόξα. Τῇ ἀπροσίτῳ Θεότητι, τῇ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡ μᾶς. Καὶ νῦν. Ὡς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς ἔγερσιν, δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ τῆς Παρακλητικῆς τοῦ ἤχου τῆς ἑβδομάδος. Μετὰ τὴν α Στιχολογίαν Καθίσματα Σταυρώσιμα Ἦχος βαρύς. Ὁ δι ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥᾴθυμον, τῷ Σταυρῷ σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος. 1
Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον. Θεοτόκε ἀειπάρθενε, ἐν τῷ Σταυρῷ ὁρῶσα, τὸν Υἱόν σου κρεμάμενον, ὡς Μήτηρ θρηνῳδοῦσα, τὴν αὐτοῦ ἐμεγάλυνας, φοβερὰν συγκατάβασιν, ἀπειρόγαμε Δέσποινα. Εἰς τὴν β στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς τῆς Τυρινῆς) Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. Ἦχος βαρύς. Ὡς ἔχουσα τὸ συμπαθές. Ἀνύψωσον Ἐκκλησιῶν, τὸ κέρας τίμιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τῇ σῇ δυνάμει τὴν ὀφρύν, καὶ εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας ἀξίωσον προφθᾶσαί σου πάντας ἡμᾶς τὴν προπομπήν, καὶ καταπροσκυνῆσαί σε τὸ ὑποπόδιον Χριστοῦ ἐν σοί γὰρ ἐγκαυχώμεθα, Ξύλον εὐλογημένον. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον λαόν, σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα δεινῶς ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε. ὁ Ν Ψαλμὸς χῦμα, «Σῶσον, ὁ Θεός» οὐ λέγεται. οὐδὲ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ ΚΑΝΟΝΕΣ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς Θεῖον Θεοφύλακτον ἐν ᾠδαῖς εὐφημήσω. (ποίημα Θεοφάνους) ᾨδὴ α. Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Ἄσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ ὅτι μόνος ἐνδόξως δεδόξασται». Θρόνῳ τῷ τοῦ Δεσπότου, πάτερ θεοφόρε Θεοφύλακτε, παριστάμενος πίστει, τοὺς τελοῦντας τὴν μνήμην σου φυλάττε. Ἔχρισέ σε ἀξίως, χάρις ἡ τοῦ Πνεύματος πανόλβιε, ἕνεκεν ἀληθείας, καὶ τῶν τρόπων σου χάριν χρηστότητος. Ἵνα τῶν οὐρανίων, μάκαρ ἐπιτύχῃς τὰ ἐπίγεια, κατεπάτησας πάντα, καὶ Χριστῷ τῷ Θεῷ ἠκολούθησας. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὅλος ἐπιθυμία, ὁ ἐκ τῆς γαστρός σου Θεονύμφευτε, εὐδοκήσας τεχθῆναι, γλυκασμός τε καὶ φῶς Ἁγνὴ ἄδυτον. ὁ Κανὼν τοῦ Τριῳδίου (Ἰωσήφ) Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Ὁ τῆς ἐγκρατείας θεῖος καιρός, ἐπέλαμψε πᾶσι, μετανοίας τὸν φωτισμόν, τὸ σκότος ἐξαίρων τῶν πταισμάτων τοῦτον προθύμῳ καρδίᾳ δεξώμεθα. Ἰδοὺ μετανοίας ἡ καλλονή, ψυχὰς μεταπλάττει, τῆς νηστείας προσαγωγή ταύτῃ νηφαλέως εἰσελθόντες, καὶ τῶν πταισμάτων πιστοὶ λύσιν λάβωμεν. 2
Δόξα. Ἀρχαὶ Ἐξουσίαι καὶ Χερουβίμ, καὶ πᾶσαι δυνάμεις, δυσωπήσατε τὸν καιρόν, ἡμᾶς τῆς νηστείας ἐκτελέσαι, ἐν μετανοίᾳ καὶ πάσῃ σεμνότητι. Καὶ νῦν. Θεοτοκίον Ἁγία Παρθένε ἡ τῶν πιστῶν, ἀντίληψις μόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῷ τῆς νηστείας πᾶσι δίδου, τοῖς Θεοτόκον ἁγνήν σε γινώσκουσι. ᾨδὴ γ. ὁ Κανὼν τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Σύ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε σύ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου». Νόμοις σὺ πειθόμενος, τοῖς τοῦ Δεσπότου σου ἔνδοξε, Ἀρχιερεῦ, νόμων παρανόμων, βασιλέων ἠλόγησας. Θεῖον ἐξεικόνισμα, Χριστοῦ καὶ ἄχραντον ἔσεβες, Ἀρχιερεῦ, τὰς τῶν ἀσεβούντων ἀσεβείας ἀρνούμενος. Ἔτλης τὸ μαρτύριον, τῆς συνειδήσεως πρότερον, ἀσκητικῶς καὶ νῦν τῶν Μαρτύρων, ἀνεδήσω τὸν στέφανον. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἵνα τρίβον Δέσποτα, πρὸς ἁγιότητα φέρουσαν, δείξῃς ἡμῖν, μήτραν παναγίαν, παναγίως κατῴκησας. καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Ἦχος πλ. δ. Οὐρανίας ἁψῖδος. Τὰ ὀλέθρια πάθη, τὰ τῆς ψυχῆς φύγωμεν, τῇ ὑποδοχῇ τῆς νηστείας καὶ κατανύξεως, ἐπιδειξώμεθα, καρποὺς οἱ πρὶν ἁμαρτίαις, τὸν Θεὸν τὸν εὔσπλαγχνον παραπικράναντες. Τὰς λαμπάδας ἐλαίῳ, τῶν ἀγαθῶν πράξεων, πάντες νῦν ἐφᾶψαι σπουδαίως προθυμηθείημεν, ὅπως εἰσέλθωμεν, σὺν ταῖς φρονίμοις Παρθένοις, εἰς τὸν φωτεινότατον νυμφῶνα χαίροντες. Δόξα. Θεηγόροι Προφῆται, θεοειδεῖς Μάρτυρες, θεῖοι Μαθηταὶ τοῦ Σωτῆρος, τοῦτον αἰτήσασθε, καλῶς ἀπάρξασθαι, καὶ εὐαρέστως τελέσαι, τὸ νηστείας στάδιον πάντας δεόμεθα. Καὶ νῦν. Θεοτοκίον Ὡς αἰτίαν σε πάντων, τῶν ἀγαθῶν Δέσποινα, πάντες ἐκτενῶς δυσωποῦμεν, συνεισελθεῖν ἡμᾶς, τῇ μεσιτείᾳ σου, τῷ τῆς νηστείας ἀγῶνι, καὶ πέρας δωρήσασθαι, τούτου σωτήριον. Καταβασία Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» ΜΕΣΩιΔΙΟΝ ΚΑΘΙΣΜΆ τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. 3
Ἐξασκήσας ὁσίως Πάτερ σοφέ, Ἱεράρχης ἐχρίσθης ἱερουργεῖν, τὰ θεῖα μυστήρια, εἰς ψυχῶν περιποίησιν τὴν Χριστοῦ δὲ εἰκόνα, τιμήσας ὑπήνεγκας, ἐξορίας θλίψεις, καὶ χρόνιον κάθειρξιν ὅθεν μετὰ τέλος, ἀναβλύζων ἰάσεις, ἰᾶσαι τοὺς κάμνοντας, καὶ φωτίζεις τοὺς ψάλλοντας Ἱεράρχα Θεοφύλακτε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ἠλάλαζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα. αὖθις ἀποπληροῦμεν τοὺς Κανόνες ᾨδὴ δ. ὁ Κανὼν τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα». Οὐ τὸ πῦρ ἐδειλίασας, τὸ τῶν πειρασμῶν παμμάκαρ θεόπνευστε, οὐκ ἐχαύνωσε τὸν τόνον σου, τῆς τρυφῆς τὸ λεῖον Θεοφύλακτε. Φυλακήν σου τῷ στόματι, ἔθετο Χριστὸς καὶ χείλεσιν, Ὅσιε ὅθεν ἔμεινας ἀσάλευτος, ἀσεβῶν συστάντων ἐναντίον σου. Ὑπομένων ὑπέμεινας, τὸν ἐπὶ τὴν πέτραν πόδας σου στήσαντα, καὶ προσέσχε σοι ὁ Ὕψιστος, τὴν αὐτοῦ εἰκόνα προσκυνήσαντι. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Λυτρωθέντες τῷ τόκῳ σου, τοῦ τῆς ἁμαρτίας χρέους Πανάμωμε, χαριστήριον ἐφύμνιον, ἀναμέλπομέν σοι Θεονύμφευτε. ὁ Κανὼν τῆς ἡμέρας ἐκ τοῦ Τριῳδίου Ἦχος πλ. δ. Εἰσακήκοα Κύριε. Ὥσπερ ὄρθρος προκύψασα, νῦν ἡ τῆς νηστείας χάρις προβάλλεται, μετανοίας τὸν καιρὸν ἡμῖν, ὀφλημάτων σκότος διαλύοντα. Διαθρέψωμεν πένητας, ἔλεον ἐλέῳ ἀντιλαμβάνοντες, καὶ νηστείας θείῳ ὕδατι, ψυχικὰς κηλῖδας ἀποπλύνωμεν. Δόξα. Ἐπουράνιοι Ἄγγελοι, τὸν ἀγαθοδότην ἐκδυσωπήσατε, τὴν οἰκτρὰν ἡμῶν μετάνοιαν, οἰκτιρμοῖς ἀμέτροις ὑποδέξασθαι. Καὶ νῦν. Θεοτοκίον Καθαρὸν ἱλαστήριον, τῶν ἁμαρτανόντων ἁγία Δέσποινα, μεσιτείᾳ σου διάῤῥηξον, τῶν ἁμαρτιῶν μου τὸ χειρόγραφον. ᾨδὴ ε. ὁ Κανὼν τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου 4
Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Ὀρθρίζοντες βοῶμέν σοι Κύριε, σῶσον ἡμᾶς, σύ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν». Αἱ χεῖρές σου ὁσίως θεόπνευστε, πρὸς τὸν Θεόν, Πάτερ ἐπαιρόμεναι, τοὺς δυσσεβεῖς ἐτροπώσαντο. Κρατήσας τῆς χειρός σου ὁ Κύριος θεοφόρε, Πάτερ καθωδήγησε, πρὸς οὐρανίαν ἀπόλαυσιν. Τὴν τρίβον τὴν στενὴν Θεοφύλακτε, διαπερῶν, πρὸς πλάτος κατήντησας, τοῦ Παραδείσου θεόπνευστε. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Οἱ μὴ σὲ Θεοτόκον γινώσκοντες, Θεομῆτορ, φῶς οὐ μὴ θεάσωνται, τὸ γεννηθὲν ἐκ σοῦ Πάναγνε. ὁ Κανὼν τῆς ἡμέρας ἐκ τοῦ Τριῳδίου Ἦχος πλ. δ. Ἵνα τί με ἀπώσω. Τὴν παροῦσαν ἡμέραν, ἀπαρχὴν ποιούμενοι βίου σεμνότητος ἑαυτοὺς προθύμως, πρὸς ἀγῶνας πιστοὶ εὐτρεπίσωμεν, τῆς σαρκὸς τοὺς πόνους, καὶ τῆς ψυχῆς τὴν εὐκαρπίαν, τῷ τῶν ὅλων Δεσπότῃ προσάγοντες. Μωϋσῆν ἡ νηστεία, θείας θεοπτίας ἀνέδειξε μέτοχον τοῦτον οὖν ψυχή μου, μιμουμένη νηστείᾳ ἀνάλαβε, θείας ἀναβάσεις, ἐν σεαυτῇ διαθεμένῃ, ὅπως ἴδῃς Θεοῦ τὴν λαμπρότητα. Ἱερῶν Ἀποστόλων, καὶ ἱερωνύμων Μαρτύρων δεήσεσι, τῆς νηστείας χρόνον, διανῦσαι ἡμᾶς καταξίωσον, Ἰησοῦ οἰκτίρμον, ἐν μετανοίᾳ καὶ παντοίᾳ, ἀποχῇ ἁμαρτίας δεόμεθα. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῆς νηστείας τὴν πύλην, μέλλοντες εἰσέρχεσθαι ἐκδυσωποῦμέν σε, τοῦ Θεοῦ τὴν πύλην, συνελθεῖν τοῖς οἰκέταις σου Δέσποινα, καὶ πλατῦναι πάντως, τοὺς λογισμοὺς καὶ διανοίας, τὰ σωτήρια πράττειν θελήματα. Εἶτα, τὸ Τριῴδιον (Ἰωσήφ) Ἦχος πλ. β. Τῷ θείῳ φέγγει σου. Σταυρῷ τὰς χεῖρας προσηλωθείς, λόγχῃ τὴν πλευρὰν διανυγείς, τὸ γραμματεῖον φιλάνθρωπε, τοῦ παραπεσόντος Ἀδὰμ διέῤῥρηξας διό σε Ζωοδότα ὕμνοις δοξάζομεν. Δολίως ὄφις ὁ πονηρός, πάθη ἐπιθείς μοι ψυχικά, τοῦ Παραδείσου ἐξώρισε σύ δὲ τὰς παλάμας, ἐν τῷ Σταυρῷ προσπαγείς, πρὸς ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας. Ὁ τῆς νηστείας θεῖος καιρός, πάθη ἐκκαθαίρων ψυχικά, καὶ ψυχικοὺς πλύνων μώλωπας, ἦλθε νῦν ἐπέστη πιστοὶ συνδράμωμεν, καὶ τοῦτον φιλοφρόνως ὑποδεξώμεθα. Καιρὸς ἐπέφανεν ἀγαθός, θείαν εὐφροσύνην τῆς ψυχῆς, ἅπαν ἐνδύων τὸ πρόσωπον δεῦτε γηθοσύνως τοῦτον δεξώμεθα, νηστείᾳ καὶ δεήσει προκαθαιρόμενοι. 5
Νηστείαν, δάκρυα, προσευχήν, ἦθος ταπεινὸν τῷ δι ἡμᾶς, ταπεινωθέντι προσάξωμεν, ὅπως ἐν ἡμέρᾳ τῆς ἐγκρατείας, συγχώρησιν βραβεύσῃ τῶν ἐπταισμένων ἡμῖν. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ταῖς φωτοβόλοις σου ἀστραπαῖς, Δέσποινα τοῦ κόσμου ἀγαθή, τὸ τῆς ψυχῆς μου ἀπέλασον σκότος, καὶ τὴν νύκτα τῆς ἁμαρτίας μου, προθύμως ἵνα ψάλλω, καὶ μακαρίζω σε. Ἕτερον Ἦχος πλ. δ. Ἵνα τί με ἀπώσω. Τὸν Σταυρὸν προσκυνῶ σου, Κύριε φιλάνθρωπε, δι οὗ με ἔσωσας, καὶ ὑμνῶ τὰ πάθη, τὰ σωτήρια καὶ θεῖα Δέσποτα δι ὧν τῶν παθῶν μου, τῶν ἀλγεινῶν ἐῤῥύσθην Λόγε, εἰς ζωὴν μετελθὼν τὴν ἀπήμονα. Τῷ Σταυρῷ πεποιθότες, τὴν τῶν ἐναντίων ἀπάτην τρεπόμεθα ἐν αὐτῷ παγέντες, οἱ πιστοὶ γνωρισθέντες ἐγνώσθημεν, τῷ Θεῷ ὡς ἄρνες, νεογενεῖς ἐκλελεγμένοι, καὶ τὸ ἄδολον γάλα πεπώκαμεν. Δόξα. Τὸν Πατέρα καὶ Λόγον, πάντες καὶ τὸ ἅγιον Πνεῦμα δοξάζομεν, ἐν μιᾷ τῇ φύσει, γνωρισμόν, τηλαυγῆ ἐκτιθέμενοι, προσκυνοῦντες ἄμφω, καὶ διαιροῦντες τοῖς προσώποις, ἀσυγχύτως ἀτρέπτως λατρεύοντες. Καὶ νῦν. Θεοτοκίον Ἡ ἐλπὶς τῶν περάτων, ἡ χαρὰ τῶν δούλων σου, σὺ εἶ Παρθένε ἁγνή τοὺς τιμῶντας πόθῳ, τὴν Εἰκόνα σου φυλάττε Πάναγνε, καὶ ταῖς σαῖς πρεσβείαις, πάντας ἡμᾶς τοῦ ἀλλοτρίου, ἐλευθέρωσον ὡς συμπαθέστατος. Τὴν εὐθεῖαν ὁδόν σου, Κύριε κατεύθυνον, πᾶσι τοῖς δούλοις σου, τοῖς τιμῶσι πόθῳ, τῆς νηστείας τὸ στάδιον στήριξον, καὶ ταῖς εἰς τὸ κρεῖττον, ἐπαγωγαῖς τῆς σῆς ἁγίας, Βασιλείας ἡμᾶς καταξίωσον. ᾨδὴ Ϛ. ὁ Κανὼν τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν». Νεκρώσας τὰς αἰσθήσεις ἐγκρατῶς, παθῶν ἐβασίλευσας, καὶ νῦν Θεοφύλακτε, ἀπαθείας ἐντρυφᾷς ταῖς λαμπρότησιν. Εἰκόνα τοῦ Σωτῆρος προσκυνεῖν, τοὺς πάντας ἐδίδαξας, ἔργοις καὶ δόγμασι, διαπρέψας ἐμφανῶς Θεοφύλακτε. Νεφέλην σε τὸν ὄμβρον τῆς ζωῆς, ὁ Χριστὸς ἀνέδειξε, πάτερ πηγάζουσαν, Ἱεράρχα τοῦ Χριστοῦ Θεοφύλακτε. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὡραῖος παρὰ πάντας τοὺς βροτούς, ὁ Υἱός σου Πάναγνε, κάλλει Θεότητος, εἰ καὶ σάρκα δι ἡμᾶς ἀνελάβετο. ὁ Κανὼν τῆς ἡμέρας ἐκ τοῦ Τριῳδίου Ἦχος πλ. δ. Ἱλάσθητί μοι Σωτήρ. 6
Νηστεύσας ὁ Λυτρωτής, τὸν ἐνεστῶτα καιρὸν ἡμῖν, ὡρίσατο ψυχικῶν, κηλίδων καθάρσιον ζεούσῃ προσέλθωμεν, οἱ πιστοὶ καρδίᾳ, ὅπως λάβωμεν συγχώρησιν. Ὁ τοῦ Τελώνου Χριστέ, τὸν στεναγμὸν προσδεξάμενος, καὶ Πόρνης τὸν ἐκ ψυχῆς, κλαυθμὸν προσαγόμενος, δέξαι ὡς φιλάνθρωπος, τὰς ἡμῶν δεήσεις, ἱλασμὸν ἡμῖν δωρούμενος. Δόξα. Κηρύκων καὶ Προφητῶν, Μαρτύρων καὶ Ἀποστόλων σου, Ὁσίων Ἱεραρχῶν, καὶ Χριστὲ παρακλήσεσιν, πάντων Δικαίων σου, ἱλασμὸν πταισμάτων, ταῖς ψυχαῖς ἡμῶν κατάπεμψον. Καὶ νῦν. Θεοτοκίον Ἡ μόνη τὸ ἀσθενές, τῆς ἀνθρωπίνης ὑπάρξεως, τῷ θείῳ σου τοκετῷ, Ἁγνὴ ἐπιῤῥώσασα, συνεργός μοι φάνηθι, πρὸς τὸ τῆς νηστείας, εἰσιόντι θεῖον στάδιον. Καταβασία Ἦχος πλ. δ. Ὁ Εἱρμός. «Ἱλάσθητί μοι Σωτήρ πολλαὶ γὰρ αἱ ἀνομίαι μου καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι πρὸ σέ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] Οἱ Μάρτυρες σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι αὐτῶν σε δυσωποῦμεν Σῶσον ἡμᾶς. καὶ τὸ Συναξάριον. Τῇ Η τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφυλάκτου, Ἐπισκόπου Νικομηδείας. (845) Στίχοι Καὶ σαρκὸς ἐξόριστος, ὡς καὶ πατρίδος, Θεῖος Θεοφύλακτος, οὗ Θεὸς φύλαξ. Ἤλυθεν ὀγδοάτῃ Θεοφύλακτος Θεοῦ ἄγχι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου Ἐπισκόπου Πλουσιάδος, ἤτοι τῆς κατὰ Βιθυνίαν περιωνύμου Προύσσης, τοῦ Ὁμολογητοῦ, ὑπὲρ τῶν Ἁγίων Εἰκόνων εὐσθενῶς ἀγωνισθέντος καὶ δεινοπαθήσαντος. Στίχοι Σάλπιγξ σιωπᾷ Παῦλος ὁ Πλουσιάδος, Σάλπιγγος ἠχὴν τὴν τελευταίαν μένων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἀποστόλου Ἑρμοῦ ἢ Ἑρμᾶ, Ἐπισκόπου Δαλματίας κατασταθέντος, οὗ μέμνηται ὁ Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. (ις 14) Στίχοι Ἑρμῇ θανόντι τῷ μαθητῇ Κυρίου, Ἑρμῷον ἔμπνουν ἐκ λόγων διαγλύφω. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος τοῦ Χριστοῦ Μάρτυς Δίων μαχαίρᾳ τελειοῦται. Στίχοι Κἄν δεξιὰ σφάττει σε δεινὴ τοῦ πλάνου, Ἡ δεξιὰ στέφει σε Δεσπότου Δίων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος ἐν εἰρήνῃ τελειοῦται. (363) Στίχοι Ὁ Δομέτιος τῆς τελευτῆς τὸ χρέος, Δι ἐκβιβαστῶν ἐξέτισεν Ἀγγέλων. 7
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν Λαζάρου (+1391), ἡγουμένου τῆς Μονῆς Μουρμὰνς ἐν τῇ λίμνῃ Ὀνέγκα καὶ τοῦ διαδόχου αὐτοῦ Ἀθανασίου. (ΙΕ αἰ.) Στίχοι Λάζαρος Μουρμὰνς ὁ φίλος τοῦ Κυρίου, Ἔσχεν Ἀθανάσιον μιμητὴν πόνων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Φήλικος ἐκ Βουργουνδίας, Ἐπισκόπου Ντάνγουϊτς καὶ φωτιστοῦ Ἀνατολικῆς Ἀγγλίας. ( 648) Στίχοι Ὡς ἀστὴρ ἀνέτειλας τῆς Βουργουνδίας, Καὶ φωστὴρ κατέστης, Φῆλιξ Ἀγγλίας. Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις τελεῖται τῶν ἐν τοῖς Σπηλαίοις τοῦ Κιέβου διαλαμψάντων Ὁσίων Πατέρων. Στίχοι Τοῦ Κιέβου ἀγλαῶς τὰ σπήλαια σκιρτῶσι, Τῶν ὁσίων ἀσκητῶν πατέρων τῇ συνάξει. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Καταβασία Ἦχος πλ. δ. Ὁ Εἱρμός. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸ Κύριον. «Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος β (εἱρμολογικῶς) Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Ἦχος β. Ὁ Εἱρμός. 8
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ, δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου καὶ γὰρ τὸν πόθον οἶδας τὸν ἔνθεον ἡμῶν σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ βαρέως Ἤχου. Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος. Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος. Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου, φῶς κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος. ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου (δίς), τὸ Μαρτυρικὸν (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους, καὶ Δόξα. Καὶ νῦν, τὸ ΣταυροΘεοτοκίον Ἀπόστιχα τῶν Αἴνων. Ἰδιόμελον. Ἦχος πλ. β. Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν ἀφ οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Πρὸ τοῦ σωτηρίου Σταυροῦ,.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Ἦχος πλ. β. Τριήμερος ἀνέστης. Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα ἀνεβόα μητρικῶς Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον; ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, ὁ Ἀναγνώστης Ἀπολυτίκιον. Ἐν τῷ ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν Οὐρανῷ ἑστᾶναι νομίζομεν, Θεοτόκε πύλη ἐπουράνιε, ἄ νοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» 9
ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς Ἐπουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον τὰ ἔθνη πράϋνον τὸν κόσμον εἰρήνευσον τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου» «Ναί, Κύριε Βασιλεῦ» (δίς). καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου Α. Ὥρα Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς ε. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν. Κρῖνον αὐτούς, ὁ Θεός ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβει ῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, Καὶ καυχήσονται ἐν σοί πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. Ψαλμὸς πθ. Kύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σύ εἶ. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν καὶ εἶπας Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. 10
Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος Ὅτι ἐπῆλθε πρᾳότης ἐφ ἡμᾶς, καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου; καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; Τὴν δεξιάν σου οὕτω γνώρισόν μοι, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἐπίστρεψον, Κύριε ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν, Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν, Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ψαλμὸς ρ. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ πότε ἥξεις πρός με; Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ποιοῦντας παραβάσεις ἐμίσησα Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή ἐκκλίνοντος ἀπ ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ ἐμοῦ Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) Κύριε, ἐλέησον. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. καὶ ψάλλομεν Ἦχος πλ. β. Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Στίχ. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Στίχ. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ εἰσάκουσον τῆς φωνῆς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Εἶτα Καὶ νῦν. Τί σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης. Παράδεισον ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας. Παρθένον ὅτι ἔμεινας ἄφθορος. Ἁγνὴν Μητέρα ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις Υἱὸν τὸν πάντων Θεόν αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. καὶ εὐθὺς ψάλλομεν τοὺς ἑπομένους Στίχους. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. (δίς) Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. (δίς) 11
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. (δίς) Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. (τρίς) Τρισάγιον: Ἅγιος ὁ Θεός,.. Δόξα. Καὶ νῦν. Παναγία Τριάς,.. Κύριε, ἐλέησον. (γ ) Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν,.. ὁ Ἱερεύς Ὅτι σοῦ ἐστιν.. Κοντάκιον τῇ Τετάρτῃ καὶ Παρασκευῇ, λέγομεν τοῦτο Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν ἄνελε τῷ Σταυρῷ σου τοὺς ἡμᾶς πολεμοῦντας γνώτωσαν πῶς ἰσχύει ὀρθοδόξων ἡ πίστις πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Εἶτα Κύριε, ἐλέησον. (μ ) Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεὸς, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν, ἐν τῇ ὥρᾳ ταύτῃ, τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (τρίς) Δόξα. Καὶ νῦν. Tὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. ὁ Ἱερεύς Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτου ἐφ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς. ὁ Προεστώς Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῶς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ναί, Κύριε Βασιλεῦ,.. καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ ὁ Προεστώς Χριστέ, τὸ Φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ ἡμᾶς τὸ Φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα Φῶς τὸ ἀπρόσιτον καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τῶν ἐντολῶν σου πρεσβείαις τῆς παναχράντου σου μητρὸς καὶ πάντων σου τῶν Ἁγίων. Γ. Ὥρα Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. 12
Ψαλμὸς ιϛ. Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σέ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου. Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς Ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. Καὶ τῶν κεκρυμμένων σου ἐ πλήσθη ἡ γαστὴρ αὐτῶν Ἐχορτάσθησαν ὑείων, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Ψαλμὸς κδ. Πρὸς σέ, Κύριε, ᾖρα τὴν ψυχήν μου. Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου. Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σύ εἶ ὁ Θεὸς ὁ σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὐτοῦ. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, καὶ ἱλάσθητι τῇ ἁμαρτίᾳ μου πολλὴ γάρ ἐστι. Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; Νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν, καὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς. Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. 13
Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε, Κύριε. Λύτρωσαι, ὁ Θεός, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Ψαλμὸς ν. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἀμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοί μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) Κύριε, ἐλέησον. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. καὶ ψάλλομεν Ἦχος πλ. β. Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ ἡμῶν, ἀλλ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. Στίχ. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ ἡμῶν, ἀλλ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. Στίχ. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Κύριε, ὁ τὸ Πανάγιόν σου Πνεῦμα ἐν τῇ τρίτῃ ὥρᾳ τοῖς Ἀποστόλοις σου καταπέμψας, τοῦτο, Ἀγαθέ, μὴ ἀντανέλῃς ἀφ ἡμῶν, ἀλλ ἐγκαίνισον ἡμῖν τοῖς δεομένοις σου. Καὶ νῦν. 14
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ ἡμέραν κατευοδῶσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν. Τρισάγιον: Ἅγιος ὁ Θεός,.. Δόξα. Καὶ νῦν. Παναγία Τριάς,.. Κύριε, ἐλέησον. (γ ) Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν,.. ὁ Ἱερεύς Ὅτι σοῦ ἐστιν.. καὶ τὰ Τροπάρια ταῦτα Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἀλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας. Φιλάνθρωπε, δόξα σοι. Δόξα. Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιᾶσαι τὰ πνεύματα ἡμῶν μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον, ὁ πανταχοῦ ὥσπερ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτόν, Οἰκτίρμον, ἵνα συννημμένοι σοι ὑ μνῶμεν καὶ δοξολογῶμεν τὸ Πανάγιόν σου Πνεῦμα. Καὶ νῦν. Ἡ ἐλπὶς καὶ προστασία καὶ καταφυγὴ τῶν Χριστιανῶν, τὸ ἀκαταμάχητον τεῖχος, τῶν καταπονουμένων ὁ λιμὴν ὁ ἀχείμαστος σὺ εἶ, Θεοτόκε ἄχραντε ἀλλ ὡς τὸν κόσμον σῴζουσα τῇ ἀπαύστῳ πρεσβείᾳ σου, μνήσθητι καὶ ἡμῶν, Παρθένε πανύμνητε. Εἶτα Κύριε, ἐλέησον. (μ ) Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεὸς, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν, ἐν τῇ ὥρᾳ ταύτῃ, τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡ μῶν πρὸς τὰς ἐντολάς σου τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (τρίς) Δόξα. Καὶ νῦν. Tὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. ὁ Ἱερεύς Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτου ἐφ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς. ὁ Προεστώς Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῶς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ναί, Κύριε Βασιλεῦ,.. καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ 15
ὁ Προεστώς ( ἢ ὁ Ἀναγνώστης) Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ Moνογενὲς Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν καὶ οἷς ἐπίστασαι κρίμασι σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΣΤ. Ὥρα Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς νγ. Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ ἐμέ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ψαλμὸς νδ. Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ ἐμέ Φόβος καὶ τρόμος ἦλθεν ἐπ ἐμέ, καὶ ἐκάλυψέ με σκότος. Καὶ εἶπα Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω; Ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Προσεδεχόμην τὸν Θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς Ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν ἐπ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ αὐτοῦ. Σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, Ὅς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου ἐπορεύθημεν ἐν ὁμονοίᾳ. Ἐλθέτω δὴ θάνατος ἐπ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. Λυτρώσεται ἐν εἰρήνῃ τῆν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. Εἰσακούσεται ὁ Θεός, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, ὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀνταποδιδόναι. Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, 16
Καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Σὺ δέ, ὁ Θεός, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν. Ἐγὼ δέ, Κύριε, ἐλπιῶ ἐπὶ σέ. Ψαλμὸς Ϟ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ αὐτόν, Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σύ, Κύριε, ἡ ἐλπίς μου τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, Ὅτι τοῖς Ἀγγελοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ μετ ἀὐτοῦ εἰμι ἐν θλίψει, Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα σοι, ὁ Θεός. (τρίς) Κύριε, ἐλέησον. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. καὶ ψάλλομεν Ἦχος β. Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ Ἀ δὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. Στίχ. Ἐνώτισαι, ὁ Θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ Ἀ δὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. Ὁ ἐν ἕκτῃ ἡμέρᾳ τε καὶ ὥρᾳ τῷ Σταυρῷ προσηλώσας τὴν ἐν τῷ παραδείσῳ τολμηθεῖσαν τῷ Ἀ δὰμ ἁμαρτίαν, καὶ τῶν πταισμάτων ἡμῶν τὸ χειρόγραφον διάῤῥηξον, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς. Καὶ νῦν. Ὅτι οὐκ ἔχομεν παῤῥησίαν διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε πολλὰ γὰρ ἰσχύει δέησις μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς 17
ἁμαρτωλῶν ἱκεσίας, ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστὶ καὶ σῴζειν δυνάμενος ὁ καὶ παθεῖν ὑπὲρ ἡ μῶν καταδεξάμενος. Τρισάγιον: Ἅγιος ὁ Θεός,.. Δόξα. Καὶ νῦν. Παναγία Τριάς,.. Κύριε, ἐλέησον. (γ ) Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν,.. ὁ Ἱερεύς Ὅτι σοῦ ἐστιν.. Τροπάριον τῆς Προφητείας. Ἦχος γ. Βασιλεῦ ἅγιε παντοδύναμε, ὃν φρίσσει καὶ τρέμει τὰ σύμπαντα, σῶσον ἡμᾶς δύνασαι γὰρ συγχωρεῖν ἁμαρτίας, ὡς εὔσπλαγχνος. Δόξα. Καὶ νῦν. τὸ αὐτό. Ἦχος πλ. β. Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως Κύριε, καὶ σῶσον ἡμᾶς, ὁ τεχθεὶς ἐκ Παρθένου, φιλάνθρωπε. (δίς) Προκείμενον. Ἦχος α. Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ ἡμᾶς. Στίχ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ. Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα. (η 7 17) Τάδε λέγει Κύριος Παντοκράτωρ Ἰδού, ἐγὼ σῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν, καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐτὸν εἰς τὴν γῆν αὐτοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλήμ καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν, ἐν ἀληθείᾳ, καὶ ἐν δικαιοσύνῃ. Τάδε λέγει Κύριος Παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους, ἐκ στόματος τῶν Προφητῶν, ἀφ ἧς ἡμέρας τεθεμελίωται ὁ οἶκος Κυρίου Παντοκράτορος, καὶ ὁ Ναός, ἀφ οὗ ᾠκοδόμηται. Διότι πρὸ τῶν ἡμερῶν ἐκείνων, ὁ μισθὸς τῶν ἀνθρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισθὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς θλίψεως Καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνθρώπους, ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. Καὶ νῦν, οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει Κύριος Παντοκράτωρ ἀλλ ἢ δείξω εἰρήνην Ἡ ἄμπελος δώσει τὸν καρπὸν αὑτῆς, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὑτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὑτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου ταῦτα πάντα. Καὶ ἔσται, ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ οἶκος Ἰούδα, καὶ ὁ οἶκος Ἰσραήλ, οὕτω διασώσω ὑμᾶς, καὶ ἔσεσθε ἐν εὐλογίᾳ. Θαρσεῖτε, καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν, διότι τάδε λέγει Κύριος Παντοκράτωρ Ὃν τρόπον διενοήθην τοῦ κακῶσαι ὑμᾶς, ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μετενόησα, οὕτω παρατέταγμαι καὶ διανενόημαι, ἐν ταῖς ἡμέραις ταύταις, τοῦ καλῶς ποιῆσαι τῇ Ἱερουσαλήμ, καὶ τῷ οἴκῳ Ἰούδᾳ. Θαρσεῖτε. Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ, ἀλήθειαν καὶ κρῖμα εἰρηνικὸν κρίνετε ἐν ταῖς πύλαις ὑμῶν Καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος Παντοκράτωρ. Προκείμενον. Ἦχος γ. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. καὶ αὖθις Κοντάκιον τῇ Τετάρτῃ καὶ Παρασκευῇ, λέγομεν τοῦτο 18
Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς ἐχθροῖς βλασφημοῦσί σε καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν ἄνελε τῷ Σταυρῷ σου τοὺς ἡμᾶς πολεμοῦντας γνώτωσαν πῶς ἰσχύει ὀρθοδόξων ἡ πίστις πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Τρισάγιον: Ἅγιος ὁ Θεός,.. Δόξα. Καὶ νῦν. Παναγία Τριάς,.. Κύριε, ἐλέησον. (γ ) Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν,.. ὁ Ἱερεύς Ὅτι σοῦ ἐστιν.. Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χεῖρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη κράζοντα Κύριε, δόξα σοι. Δόξα. Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν, Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡ μῶν, Χριστὲ ὁ Θεός βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ Ἐχθροῦ. Ὅθεν εὐχαρίστως βοῶμέν σοι Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον. Kαὶ νῦν. τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, τὸ παρὸν Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε διὰ γὰρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου κατεβλήθη ὁ ᾅδης καὶ ὁ θάνατος τέθνηκε νεκρωθέντες ἀνέστημεν καὶ ζωῆς ἠξιώθημεν τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν. Διὸ εὐχαριστοῦντες δοξολογοῦμεν ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν καὶ μόνον πολυέλεον. Εἶτα Κύριε, ἐλέησον. (μ ) Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεὸς, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν, ἐν τῇ ὥρᾳ ταύτῃ, τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡ μῶν πρὸς τὰς ἐντολάς σου τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. (τρίς) Δόξα. Καὶ νῦν. Tὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, πάτερ. ὁ Ἱερεύς Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτου ἐφ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς. ὁ Προεστώς Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῶς. Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ναί, Κύριε Βασιλεῦ,.. καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ 19
ὁ Προεστώς ( ἢ ὁ Ἀναγνώστης) Θεὲ καὶ Κύριε τῶν Δυνάμεων, καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαῤῥήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους, αὐτός, Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας καὶ ἱκετηρίους ἐντεύξεις, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς, ἵνα, πρὸς σὲ διὰ παντὸς ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρὶ σὺν τῷ μονογενεῖ σου Υἱῷ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ Ἱερεύς Δόξα Σοι, ὁ Θεὸς ἡμῶν... καὶ τὴν Ἀπόλυσιν. Θ.Λειτουργία δὲν τελεῖται σήμερον ἡ Θ Ὥρα θὰ διαβασθῇ τὸ Ἑσπέρας, πρὸ τοῦ Ἑσπερινοῦ Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 20