25 ΑΠΡΙΛΙΟΥ 2018 +ΣΟΤ ΑΓΙΟΤ ΑΠΟΣΟΛΟΤ ΚΑΙ ΕΤΑΓΓΕΛΙΣΟΤ ΜΑΡΚΟΤ Σῌ ΣΡΙΣῌ ΕΠΕΡΑ (24/4/18) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. Καὶ ψάλλεται τό «Χριστός ἀνέστη...», τρίς, ἅπαξ ἀπό τοῦ Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν. Ψαλμὸς ργ (103) Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. 1
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τ Θε βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τ Θε μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. ὁ διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν... Ἦχος α. Ψαλμὸς ρμ (140) 2
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Τῶν οὐρανίων ταγμάτων Τῶν θεηγόρων λογίων, τὸν συγγραφέα πιστοί, καὶ τῆς Αἰγύπτου μέγαν, πολιοῦχον ἀξίως, ὑμνήσωμεν βοῶντες Μᾶρκε σοφέ, διδαχαῖς καὶ πρεσβείαις σου, πρὸς τόν ἀκύμονα βίον πάντας ἡμᾶς, ὡς Ἀπόστολος ὁδήγησον Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτ διῆλθες, ὅλην Μακεδονίαν, ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μάρκε πάνσοφε. Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐλίπανας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα. Ἕτερα προσόμοια ἦχος ὁ αὐτὸς Στίχ. Ὅτι παρὰ τ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.. Πανεύφημοι Μάρτυρες Μάρκε παμμακάριστε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι. Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. Μάρκε παναοίδιμε Μωσῆς, Αἰγυπτίους πρώην μέν, ἐν τῇ θαλάσσῃ ἐβύθισεν, ἀλλὰ σὺ πάνσοφε, ἐκ θαλάσσης τούτους, τῆς πλάνης ἀνείλκυσας, δυνάμει τοῦ αὐτοῖς μετὰ σώματος, ἐπιδημήσαντος, καὶ τὰ τούτων χειροποίητα, καθελόντος, ὑψηλ βραχίονι Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ὦ Μᾶρκε πανίερε φωτί, ὁμιλῶν τοῦ Πνεύματος, πνευματικὸς ὅλος γέγονας, καὶ νῦν πανόλβιε, ταῖς πρὸς τὸν Δεσπότην, ἀνενδότοις νεύσεσι, καὶ μακαριωτάταις ἐλλάμψεσιν, θέσει θεούμενος, μυστηρίου τὸ κεφάλαιον, καὶ τὸ τέλος, εὗρες τὸ πολύευκτον. 3
Δόξα Πατρί... Ἦχος πλ.β' Σοῦ ἐξεχύθη χάρις ἐν χείλεσι, Μάρκε Ἀπόστολε, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι Καὶ νῦν... ἦχος β Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι, τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; Ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν, ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.. Εἴσοδος Σοφία Ὀρθοί! Ἦχος β' Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Ἑσπέρας Προκείμενον Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α' Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου. Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου. Ὁ διάκονος: Εἴπωμεν πάντες Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Ἀ Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τ Πατρὶ καὶ τ Υἱ καὶ τ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν Ἀπόστιχα 4
Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου. Ἦχος α'πανεύφημοι Μάρτυρες Ὦ Μᾶρκε θεόσοφε σοφοῦ, γραμματέως κάλαμος, καὶ ὀξυγράφου γεγένησαι, Χριστοῦ τὴν σάρκωσιν, θεοπνεύστως γράφων, καὶ τρανῶς φθεγγόμενος, ζωῆς ἀτελευτήτου τὰ ῥήματα, ἐν ᾗ δυσώπησον, ἐγγραφῆναι τοὺς ὑμνοῦντάς σε, καὶ τιμῶντας, τὴν ἔνδοξον μνήμην σου. Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ὦ Μᾶρκε Πανεύφημε Χριστόν, εὐαγγελιζόμενος, τὴν οἰκουμένην διέδραμες, καθάπερ ἥλιος, ἀφανίζων πᾶσαν, ταῖς αὐγαῖς τῆς πίστεως, τὴν τῆς πολυθεἰας σκοτόμαιναν, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ὦ Μᾶρκε Ἀπόστολε ἐν οἷς, τὸ πρὶν ἐπλεόνασε, τῆς ἀσεβείας ἡ ἄνοια, αὐτὸς ἐκήρυξας, Αἰγυπτίων σκότος, φωτισμ τῶν λόγων σου, διώκων θεοκήρυξ πανόλβιε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Δόξα Πατρί... Ἦχος πλ.δ' Δεῦτε τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμοῖς καὶ ὑμνῳδίαις, Μάρκον πάντες εὐφημήσωμεν. Οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου, τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστ τ Θε, τ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμόν, καὶ τὸ μέγα ἔλεος Καὶ νῦν...ὁ αὐτός ᾘτήσατο Ἰωσὴφ τὸ Σῶμα τοῦ Ἰησοῦ, καὶ ἀπέθετο ἐν τ καιν αὐτοῦ μνημείῳ ἔδει γὰρ αὐτὸν ἐκ τάφου, ὡς ἐκ παστάδος προελθεῖν, ὁ συντρίψας κράτος θανάτου καὶ ἀνοίξας πύλας Παραδείσου ἀνθρώποις δόξα σοι. ὁ Προεστὼς: Νῦν ἀπολύεις Τρισάγιον. ὁ α χορὸς Ἀπολυτίκιον Ἦχος β Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καιν κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τ κόσμῳ τὸ μέγα ἔλεος ὁ β χορὸς Ἀπολυτίκιον Ἦχος β Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. ὁ α χορὸς Δόξα Πατρί... Ἀπολυτίκιον Ἦχος γ' 5
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τ ἐλεήμονι Θε, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. ὁ β χορὸς Καὶ νῦν...ἦχος β Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος ἀλλὰ κραυγάσατε, ἀνέστη ὁ Κύριος, παρέχων τ κόσμῳ τὸ μέγα ἔλεος. Ἀπόλυσις «... Ο ἀναστάς ἐκ νεκρῶν...» https://agioskosmasoaitolos.wordpress.com 6