ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ

Σχετικά έγγραφα
ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Ἀκολουθία Ὁσίου ΙΣΑΑΚ τοῦ Σύρου, μ. Γερασίμου Μικραγιαννανίτου

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

Ἐγκώμια Ἱερομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Νεαπολίτου

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

1-7 Ιανουαρίου 2018 Θεός

Ἀκολουθία Ὁσίου ΔΑΝΙΗΛ τοῦ Μετεωρίτου Ψαλλομένη τῇ 16 η Αὐγούστου

Ἀκολουθία Ὁσίου ΙΕΡΩΝΥΜΟΥ Ψαλλομένη τῇ 15 η Ἰουνίου

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

Ἀκολουθία ὁσ. ΣΤΕΦΑΝΟΥ τοῦ ἐν Ἁρματίῳ Ψαλλομένη τῇ 27 η Φεβρουαρίου

Πρωτομηνιά και Άνοιξη: Τρεις σπουδαίες Αγίες εορτάζουν

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

110 Ὁμιλίες πρός τιμήν τῆς Ὑπεραγίας Θεοτόκου και Ἀειπαρθένου Μαρίας

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΕΝ ΥΨΕΝΗι. Οὗ ἡ Μνήμη τῇ ΙΒ Φεβρουαρίου. Ποιηθεῖσα ὑπό Κυρίλλου Μητροπολίτου Ρόδου

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ΑΡΧΗ & ΠΟΡΕΙΑ ΤΟΥ ΚΟΣΜΟΥ

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ. ΕΝΟΤΗΤΑ 4η

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

Iohannes Damascenus - De theologia

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

Ἀκολουθία Ἀνακομιδῆς Λειψάνου Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Κεφαλληνίᾳ

Ἀκολουθία Ὁσίου ΠΑΧΩΜΙΟΥ τοῦ Μεγάλου

Ἀκολουθία Ὁσίου ΓΕΡΑΣΙΜΟΥ τοῦ ἐν Πηλίῳ. μ. Γερασίμου Ψαλλομένη τῇ 15 η Σεπτεμβρίου

ΤΟ ΚΉΡΥΓΜΑ ΚΑΙ ΤΑ ΘΑΎΜΑΤΑ ΜΈΣΑ ΑΠΌ ΤΗ ΛΑΤΡΕΊΑ

ΜΑΡΤΙΟΥ 16. ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΠΑΤΜΟΥ ΟΣΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

4. ΠΟΙΟΣ ΕΙΝΑΙ Ο ΘΕΟΣ ΤΟΥ ΧΡΙΣΤΙΑΝΙΣΜΟΥ

Ἀκολουθία Ὁσίου ΣΥΜΕΩΝ τοῦ Μυροβλύτου

Ψαλλομένη τῇ ιδ τοῦ μηνός Φεβρουαρίου

Π α σα πνο η αι νε σα τω τον Κυ ρι. Π α σα πνο η αι νε σα α τω τον. Ἕτερον. Τάξις Ἑωθινοῦ Εὐαγγελίου, Ὀ Ν Ψαλµός. Μέλος Ἰωάννου Ἀ. Νέγρη.

ΠΑΝΑΓΙΑ ΠΡΟΥΣΙΩΤΙΣΣΑ Περιοδικό ἐκδιδόμενο κάθε Κυριακή, Τετάρτη καί Παρασκευή

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

ΕΚΠΑΙΔΕΥΤΙΚΗ ΚΛΙΜΑΚΑ ΑΡΧΗ 1ΗΣ ΣΕΛΙ ΑΣ

ΝΟΕΜΒΡΙΟΣ 19!! ΙΛΑΡΙΩΝ ΟΣΙΟΣ ΙΒΗΡ ΑΚΟΛΟΥΘΙΑ

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

ΑΚΟΛΟΥΘΙΑ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ** (12 Ἰουλίου) [ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ] Ἀθῆναι 1995

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς ἐπ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακή 27 Ἰανουαρίου 2019

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

31 Ιουλίου 6 Αυγούστου 2017 Πνεύμα

Ἀκολουθία Μάρτυρος ΕΥΓΕΝΙΟΥ τοῦ ἐκ Τραπεζοῦντος

ΑΠΡΙΛΙΟΣ ΙΘ!!19 ΟΣΙΟΣ ΣΥΜΕΩΝ Ο ΜΟΝΟΧΙΤΩΝ ΚΑΙ ΑΝΥΠΟΔΗΤΟΣ ΑΚΟΛΟΥΘΙΑ

26 ΝΟΕΜΒΡΙΟΥ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΥΛΙΑΝΟΥ ΤΟΥ ΠΑΦΛΑΓΟΝΟΣ ΑΚΟΛΟΥΘΙΑ

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Αγιολογία - Εορτολογία

Κυριακή 3 Μαρτίου 2019.

Παρακλητικός Κανών εις τον Όσιον Ακάκιον του εν τη Κλιμάκι

Κυριακή 23 Ἰουνίου 2019.

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

ΝΟΕΜΒΡΙΟΥ 27!! ΙΑΚΩΒΟΥ ΠΕΡΣΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΚΟΛΟΥΘΙΑ

Τι είναι το Άγιο Πνεύμα. Διδ. Εν. 8

ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι χε ε ρου ου βι ι ι ι ι ι ι ι ι ι ι ι ι ιµ µυ υ υ υ υ υ υ Π ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ι ζο ο ο ει ει κο ο

ΤΕΛΟΣ 1ης ΑΠΟ 5 ΣΕΛΙΔΕΣ

Εἰς τήν Κυριακήν τοῦ Ἁγίου Ἰωάννου τοῦ Σιναῒτου, συγγραφέως τῆς Κλίμακος. (Δ Κυριακή τῶν Νηστειῶν).

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν


Εἰς τήν Κυριακήν τῆς Σταυροπροσκυνήσεως (Γ Κυριακή τῶν Νηστειῶν).

Εἰς τήν Κυριακήν τοῦ Θωμᾶ.

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΤΟΥ ΑΘΗΝΑΙΟΥ (Γερασίμου μοναχοῦ Μικραγιαννανίτου ) ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Κυριακὴ 13 Ἀπριλίου Κυριακὴ τῶν Βαΐων. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΠΡΩΤΑΓΟΡΑ 322Α - 323Α

Cirillus Alexandrinus - De synagogae defectu

ΑΠΟΛΥΤΗΡΙΕΣ ΕΞΕΤΑΣΕΙΣ Γ ΤΑΞΗΣ ΗΜΕΡΗΣΙΟΥ ΓΕΝΙΚΟΥ ΛΥΚΕΙΟΥ ΠΕΜΠΤΗ 15 ΜΑΪΟΥ 2014 ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

ΑΚΟΛΟΥΘΙΑ. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ

Οι Άγιοι της Θεσσαλονίκης.

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

Transcript:

ΑΚΟΛΟΥΘΙΑ ΟΣΙΟΥ ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ Ψαλλομένη τῇ 15 η Ἰανουαρίου Ποίημα ἀνωνύμου ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ Εἰς τὸ Κύριε Ἐκέκραξα, ἱστῶμεν Στίχους δ. Καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια. Ἦχος δ. Ἔδωκας σημείωσιν. Δεῦτε οὖν συνέλθωμεν, τῶν μοναζόντων συστήματα, καὶ τὰς χεῖρας κροτήσωμεν, τελοῦντες ἐν ᾄσμασι, τοῦ ἐκ Θηβαΐδος, ἀσκήσει ὁσίᾳ, εὐαρεστήσαντος Θεῷ, τὴν ἐπιλάμψασαν μνήμην σήμερον, καὶ πίστει ἐκβοήσωμεν Παῦλε Πατέρων ἀγλάϊσμα, τὸν Δεσπότην ἱκέτευε, ἵνα εὕρωμεν ἔλεος. Πᾶσαν τὴν ἐπίγειον, ἐναπορρίψας προσπάθειαν, ἀνεδέξω, ὡς πάνσοφος, τοῦ πένθους τὰ σύμβολα, καὶ ἐν δυσπροσίτοις, ἐρήμοις 1

σκηνώσας, ἀσκητικαῖς σου ἀγωγαῖς, σαρκὸς ὑπέταξας τὰ κινήματα, καὶ θεῖον οἰκητήριον, τοῦ Παρακλήτου γεγένησαι, ἀσκητῶν ἀκροθίνιον, πάτερ Παῦλε μακάριε. Μνήμη σου ἡ παντιμος, ὥσπερ ἀστὴρ οὐρανόφωτος, ἀνατείλασα σήμερον, αὐγάζει τὰ πέρατα, θείαις φρυκτωρίαις καὶ ἀποδιώκει, τὴν σκοτοδίνην τῶν παθῶν Χριστοῦ δυνάμει Παῦλε μακάριε Διὸ ἐπαγαλλόμενοι, αὐτὴν τελοῦμεν γηθόμενοι, τῆς ζωῆς σου κηρύττοντες, τὰ λαμπρὰ προτερήματα. Ὅλος ἀνακείμενος, ἀπὸ νεότητος Ὅσιε, εὐσεβῶς τῷ Κυρίῳ σου, τελείως κατέλιπες, τὰς προσκαίρους σχέσεις, καὶ ἐν τῇ ἐρήμῳ, διαπεράσας ἱερῶς, θέοφρον Παῦλε, τὸν βίον ἅπαντα, μετέστης πρὸς ἀείζωον, δόξης τῆς θείας ἀπόλαυσιν, καὶ χαρᾶς ἐκοινώνησας, ἀϊδίου καὶ κρείττονος. Δόξα. Ἦχος πλ. β. Τῶν Μοναστῶν τὴν καλλονήν, καὶ τῶν Ὁσίων κλέος, Παῦλον τὸν οὐράνιον ἄνθρωπον, τὸν ἀληθῶς δι ἀνενδότου ἀσκήσεως, Ἀγγέλων τὴν ζωὴν μιμησάμενον, τῶν εὐσεβῶν αἱ χορεῖαι, ἐν ὕμνοις τιμήσωμεν, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν τρισμακάριστε πάτερ Παῦλε, ὡς ἔχων παρρησίαν, Χριστῷ τῷ Θεῷ, ἱκέτευε ἐκτενῶς, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Καὶ νῦν. Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς σὲ ἱκετεύομεν πρέσβευε Δέσποινα, μετὰ τοῦ Ὁσίου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ. Δεῦτε τὸν ἀσκητήν, καὶ Θηβαΐδος ἄνθος, τῆς προσευχῆς τὸν οἶκον, ὑμνήσωμεν προθύμως, τὸν Παῦλον τὸν μακάριον. Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Δόξαν τὴν τοῦ Χριστοῦ, θερμῶς, ἐπιποθήσας, σαρκὸς τὰς ἀπολαύσεις, ἐμίσησας τελείως, Παῦλε θεομακάριστε. Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Βίον ἀγγελικόν, διέδραμες ἐν κόσμῳ, θέοφρον πάτερ Παῦλε, ἐντεῦθεν ἰσαγγέλου, εὐκλείας κατηξίωσαι. Δόξα. Τριαδικόν. 2

Δόξα σοι ὁ Θεός, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ Παναγία, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου σου. Καὶ νῦν. Δέσποινα ἀγαθή, ἡ τέξασα τὸν Κτίστην, σὺν τῷ ὁσίῳ Παύλῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων, αὐτὸν νῦν καθικέτευε. Τό, Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις. ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε Ἐκέκραξα, ἱστῶμεν Στίχους ς. Καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν. Ὅτε, ἐπινεύσει θεϊκῇ, Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῇ του Κυρίου στοργῆς ὅθεν ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, Ἄγγελος καθάπερ ἐπεβίωσας. Πάσης, ἀνθρωπίνης σεαὐτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα μονάζοντα καὶ βίου δι ὅλου, ὤφθης ἀγνοούμενος ὅθεν Ἀντώνιος, εὗρεν ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσεν. Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους πεπλησμένος τὸν πάντων, καὶ προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν. Ἕτερα. Ἦχος δ. Ὡς Γενναῖον ἐν Μάρτυσιν. Ἀγαπήσας τὸν Κύριον, ὁλικῶς ἐκ νεότητος, κοσμικὴν κατέλιπες ματαιότητα, καὶ δι Ὁσίας ἀσκήσεως, τελείωςἐνέκρωσας, τὰς κινήσεις τῆς σαρκός, Ἀντωνίου συνόμιλε, ὅθεν εἴληφας, ἀπαθείας τὴν χάριν πάτερ Παῦλε, καὶ χιτῶνα ἠμφιέσω, τῆς ζωηφόρου νεκρώσεως. 3

Τὴν τοῦ κόσμου τερπνότητα, τὰ φθαρτὰ καὶ τὰ ῥέοντα, νουνεχῶς λελόγισαι ὥσπερ σκύβαλα, καὶ ὁλοτρόπως ἠγάπησας, Χριστὸν τὸν Θεὸν ἡμῶν, πάτερ Παῦλε ἀληθῶς, καὶ αὐτοῦ τοῖς προστάγμασιν, ἰθυνόμενος, πολιτείαν ἐβίωσας ἁγίαν σὺν Ἀντωνίῳ ἐγένου, τῶν Ἀσωμάτων ἰσότιμος. Εἰς οὐδὲν ἡγησάμενος, τὰς προσκαίρους τερπνότητας, τὸν Σταυρὸν ἀνέλαβες,ἐπωμάδιον, Χριστοῦ τῷ λόγῳ μακάριε, ὑπείκων ὡς πάνσοφος, καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἀκριβῶς ἠκολούθησας, τὸ σαρκίον, ἐγκρατείᾳ στερρᾷ ὑποπιάζων καὶ ῥωννύμενος ὦ Παῦλε, τῆς ἐν Ἐδὲμ καταπαύσεως. Δόξα. Ἦχος πλ. β'. Ὅσιε Πάτερ τὰ μέλλοντα ἀγαθὰ προσδοκῶν, τὰ ὧδε τελείως ἀπώθησας καὶ διὰ τὴν ἀποκειμένην ἐν οὐρανοῖς ἐλπίδα, παρώδευσας τοῦ προσκαίρου βίου τὰ φθαρτά, ὡς σκιὰν καὶ ἀράχνην καὶ ὄναρ καὶ νῦν τυχὼν τῆς οὐρανίου χαρᾶς, καὶ ἀπολαύσας τοὺς καρποὺς καὶ τὸν ἁγιασμόν. Διὸ τρισμακάριστε πάτερ, Παῦλε τῆς Θηβαΐδος τὸ καύχημα, μὴ παύσῃ πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν σοῦ τιμώντων, τὴν μνήμην τὴν σεβάσμιον. Καί νῦν. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς Μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι ἡμᾶς οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος, τὸ Φῶς Ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. γ', 1-9). Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν 4

ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. γ.' 15) Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (κεφ. δ', 7-15). Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. Εἰς τήν Λητήν Ἰδιόμελα. Ἦχος α. Τὸν οὐράνιον ἄνθρωπον, καὶ ἐπίγειον Ἄγγελον, τὸ κλέος τῶν μοναζόντων, καὶ Θηβαΐδος τὸ ἐγκαλλώπισμα, Παῦλον τὸν θεοφόρον, ἐν 5

ἐγκωμίοις φαιδροῖς μακαρίσωμεν. Οὗτος γὰρ ἀγῶσι ἀσκητικοῖς, τὴν δυσήνιον σάρκα νικήσας, καὶ ὑπὲρ φύσιν ἐγένετο Καὶ νῦν τῷ θρόνῳ τοῦ Κυρίου παριστάμενος, σὺν Ἀντωνίῳ τῷ κλεινῷ, καὶ τοῖς λοιποῖς Ὁσίοις πρεσβεύει ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος β. Εὐφραίνου Παῦλε θέοφρον, ἀσκητὰ πανεύφημε, Θηβαΐδος τὸ κλέος, καὶ μοναστῶν τὸ καύχημα ὅτι ἡ ἐν ἀσκήσει ὑπομονή σου, τελειότητος ἔργον σχοῦσα, τῆς ψυχῆς σου τὸ κτῆμα διέσωσεν, ὑπομονῇ οὐκ ἐν ἀσθενείᾳ, μόνον γνωριζομένη, ἀλλὰ καὶ ἐν πειρασμοῖς δοκιμαζομένη ἣν δὸς εὐχαῖς σου καὶ ἡμῖν τοῖς διαπλέουσι τοῦ παρόντος βίου τὴν θάλασσαν, ἐν ὕμνοις εὐφημοῦσί σε. Ἦχος γ. Τὴν ἐν Χριστῷ ἑλόμενος ζωήν, τὰ ἐν κόσμῳ κατέλιπες, ὡς πλήρη θείας συνέσεως, πάτερ Παῦλε μακάριε καὶ ἐν τῇ Αἰγύπτῳ ἐκλάμψας, ὥσπερ λειμῶνα, τῆς ἐγκρατείας τοῖς ἀτρύτοις ἀγῶσι, τῆς σαρκὸς τὸ φρόνημα ἐνέκρωσας, καὶ τὸ χεῖρον τῷ κρείττονι ὑπέταξας. Ὅθεν τοῦ Πνεύματος τὴν χάριν δεξάμενος, τῶν μοναζόντων ἐγένου ὁδηγός καὶ νῦν πρεσβεύων, τῷ σῷ Δεσπότῃ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Ἦχος δ. Τὸν ἐν Ὁσίοις μέγιστον, Παῦλον, ὡς ἀσκητικῶς πολιτευσάμενον, κατὰ χρέος ἐν ὕμνοις ἐπαινέσωμεν προθύμως ἐν τῇ ἐρήμῳ οἰκῶν, δουλεύσας Θεῷ ἀμέμπτως, τὸν φόβον αὐτοῦ ἐν τῇ καρδίᾳ ἔχων, δίκαιος καὶ ἄμεμπτος ὤφθη. Διὸ ἐν τοῖς οὐρανοῖς, σὺν Ἀγγέλοις χορεύων, πρεσβεύει ἀδιαλείπτως ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἁγίαν αὐτοῦ πανήγυριν. Δόξα. Ἦχος β. Τὸν ἀστέρα τὸν πολύφωτον, τὸν ἐν οὐρανῷ τῆς ἀρετῆς ἐστηριγμένον, καὶ τῆς ἀσκήσεως ὡραιοδρόμον ἥλιον, τὸν τοῦ πάντων Δεσπότου, θεράποντα γνήσιον, Παῦλον τὸν ὁσιώτατον, τῶν μοναζόντων τὰ στίφη, ἐν ἐγκωμίοις εὐφημήσωμεν Οὗτος γὰρ ὁ μακάριος, ἐν τοῖς Αἰγύπτου ἐρήμοις, Δαυϊτικῶς αὐλιζόμενος, ἐν ἀγρυπνίᾳ καὶ προσευχῇ βιοτεύων. Διὸ καὶ νῦν ἐν οὐρανοῖς οἰκῶν, πρεσβεύει Χριστῷ ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν. 6

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου. Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Χαίροις τῶν μοναστῶν καλλονή, τῆς ἀπαθείας τὸ δοχεῖον τὸ πάγχρυσον, πραότητος θεῖος οἶκος, ἀκτημοσύνης κανών, προσευχῆς ἀόκνου, ἐργαστήριον ὦ Παῦλε μακάριε, Παρακλήτου τὸ σκήνωμα, τῶν μονοτρόπων, ὁδηγὸς ὁ σωτήριος, καὶ καλλώπισμα, Θηβαΐδος περίδοξον Ὅθεν τοὺς ἑορτάζοντας, τὴν πάνσεπτον μνήμην σου, λιταῖς ἀόκνοις σου ῥῦσαι, τῆς ἐπηρείας τοῦ ὄφεως, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Χαίροις πνευματικὲ ὁδηγέ, στηλογραφία καὶ λαμπρὰ ὑποτύπωσις, ἐρήμου τῆς Αἰγύπτιας, χειραγωγὲ Ἀσκητῶν, πρὸς λειμῶνας θείας ὡραιότητος ψυχῆς γὰρ κατάστασιν, ἐγκρατείᾳ καὶ δάκρυσι, λαμπρύνας ὤφθης, μοναζόντων διδάσκαλος, ἐνθεώτατος καὶ κοσμήτωρ τοῦ Πνεύματος. Ὅθεν Παῦλε τιμῶντές σε, σοφίας ὡς σκήνωμα, καὶ ἀρετῆς ἐκμαγεῖον, τὰς σὰς λιτὰς ἐκδεχόμεθα, πρὸς κρείττονα βίον, καὶ χαρὰν Θεοῦ ἡδὶστην, τὴν ὑπὲρ ἔννοιαν. Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Χαίρων τοῦ Λυτρωτοῦ τὸν Σταυρόν, ἀναλαβὼν ὡς νουνεχὴς ἐπωμάδιον, διήνυσας θεοφρόνως, τὴν τεθλιμμένην ὁδόν, τοῦ ἐχθροῦ μὴ πτήξας τὰ προσκόμματα καὶ ἤρθης τῷ ἅρματι, τῶν ὁσίων ἀγώνων σου, ὄντως πρὸς ὕψος ἀρετῶν τὸ μετάρσιον, καὶ ἀπέλαβες, τὸν ἀκήρατον στέφανον. Ὅθεν σου τὴν πανήγυριν, τελοῦντες τὴν πάντιμον, μετ εὐφροσύνης σοι πάντες βοῶμεν Παῦλε μακάριε Χριστὸν ἱκετεύων, μὴ ἐλλίπῃς ὑπὲρ πάντων, τῶν εὐφημούντων σε. Δόξα. Ἦχος πλ. δ. Ἀσκητικοῖς ἐν ἐρήμῳ κατορθώμασι, τῶν παθῶν τὰς ὁρμὰς ἐνέκρωσας, καὶ ψυχὴν ἐζώωσας Παῦλε ὁσιώτατε ὡς ἱστὸν γὰρ λύσας ἀράχνης, ἐχθροῦ τὰ πανουργεύματα, ὑφηγήτωρ εὐσεβείας, καὶ θεῖος ἀλήπτης μοναστῶν πέφηνας Ἀγγέλων οὖν συγχορεύων νῦν τοῖς τάγμασι, μὴ παύσῃ Θεὸν ἰλεούμενος ἡμῖν, τὸν μόνον Φιλάνθρωπον. Καὶ νῦν. 7

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τό, Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ. Θείας πίστεως. Θείου Πνεύματος τῇ ἐπινεύσει, πρῶτος ᾤκησας, ἐν τῇ ἐρήμῳ, Ἠλιοὺ τὸν ζηλωτὴν μιμησάμενος καὶ δι ὀρνέου τραφεὶς ὡς ἰσάγγελος, ὑπ Ἀντωνίου τῷ κόσμῳ ἐγνώρισαι. Παῦλε ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. Ἕτερον. Ἦχος πλ.α. Τὸν Συνάναρχον Λόγον. Τοῦ Προδρόμου τὸν βίον Πάτερ μιμούμενος, ἐν τῇ Αἰγύπτῳ διῆλθες, τὴν ἐν ἀσκήσει ζωήν, προσδεχόμενος Θεοῦ τὸ θεῖον ἔλεος, οὗ δαψιλῶς ἐπιτυχών, χάριν ἐκβλύζεις τοῖς πιστῶς, τὴν μνήμην σου ἐκτελοῦσι, πάτερ Παῦλε θεοφόρε, Θηβαΐδος τὸ ἐγκαλλώπισμα. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου. Καὶ Ἀπόλυσις. ΕΝ ΤΩ ΟΡΘΡΩ Μετὰ τὴν α. Στιχολογίαν Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τὸν βίον σου σοφέ, εὐσεβῶς διανύσας, τῆς δόξης τοῦ Χριστοῦ, κληρονόμος ἐδείχθης, Ἀγγέλων γεγένησαι, ἰσοστάσιος Ὅσιε χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, Παῦλε αἴτησαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάνσεπτον μνήμην σου. Δόξα. Καὶ νῦν. Ἀκένωτε πηγή, ζωηφόρων ναμάτων, Παρθένε ἀγαθή, τοῦ ἐλέους σου ῥείθροις, καρδίαν ἀπόπλυνον, τοῦ ἀχρείου οἰκέτου σου, ἣν ἐμόλυνεν, ἡ βορβορώδης κακία, ἡ μὴ τήρησις, τῶν τοῦ Θεοῦ ἐνταλμάτων, καὶ βίος ὁ φαῦλός μου. 8

Μετὰ τὴν β.' Στιχολογίαν, Κάθισμα. Ὥσπερ Ἄγγελος, ἐκ Θηβαΐδος, καὶ ὡς ἄσαρκος, καλῶς βιώσας, καὶ σκιρτήματα σαρκὸς κατεπράϋνας, τὰ τῶν δαιμόνων δεινὰ μηχανήματα, τῇ τῶν ἀγώνων καθεῖλες ἐνστάσει σου ὅθεν στέφει σε, ἀφθάρτῳ Χριστὸς κατέστεψε, σὺν Ἀντωνίῳ, ὦ Παῦλε μακάριε. Δόξα. Καὶ νῦν. Χαῖρε Δέσποινα Εὐλογημένη, ἡ κυήσασα τὸν Ζωοδότην, σαρκωθέντα δι ἄφατον ἔλεος χαῖρε Θεοῦ τὸ πυρίμορφον ὄχημα χαῖρε τρυφῆς οὐρανίου Παράδεισε. Ἀλλὰ πρέσβευε Παρθένε θεομακάριστε, πταισμά-των δωρηθῆναι ἡμῖν ἄφεσιν. Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ταχὺ προκατάλαβε. Σαρκὸς τὴν ἀπάθειαν, ἀσκητικαῖς ἀγωγαῖς, νεκρώσας ἀπάθειαν, ἐκτήσω ὄντως ψυχὴν τελείαν Πανεύφημε. Ὅθεν ἐν σοὶ πλουσίως, ἐξεχύθη ἡ χάρις, θαύμασι μαρτυροῦσα, ἐκλεκτόν σε Κυρίου, γενόμενον Παῦλε θεόφρον, διό σε γεραίρομεν. Δόξα. Καὶ νῦν. Σαρκὸς ὁμοιώματι, τοῦ προανάρχου Πατρός, ὁ Λόγος ὁ ἄναρχος, ἐκ τῆς νηδύος τῆς σῆς τεχθεὶς ὡς ηὐδόκησεν, Ἄχραντε Θεοτόκε τῆς ἀρχαίας κατάρας, ἔλυσεν ὡς οἰκτίρμων, τὴν ἀσέληνον νύκτα διό σε κατὰ χρέος, ἀεὶ μακαρίζομεν. Οἱ Ἀναβαθμοί, τὸ α ἀντίφωνον τοῦ δ Ἤχου. Προκείμενον. Ἦχος δ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Πᾶσα πνοή. Εὐαγγέλιον. Ζήτει εἰς τὴν ἑορτὴν τοῦ Ἁγίου Σάββα ( Ματθ. ια 27-30). Ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... 9

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου... Ἰδιόμελον. Ἦχος πλ. β. Πάτερ Ἱερώτατε, Ὁσίων ἐγκαλλώπισμα, καὶ τῶν πιστῶν ἡ ἀντίληψις, πανσόφως τὰ ἐπίγεια παριδὼν ὡς ῥέοντα, τὰ οὐράνια ἐπόθησας, ὡς ἀεὶ διαμένοντα, Ἀγγέλων τὸν βίον κτησάμενος, θεῖε Παῦλε οἷς ἐν τοῖς οὐρανοῖς συνδιαιτώμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων τὴν πάνσεπτον μνήμην σου. Οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ ἀκροστιχίς: «Τὰς ἀρετὰς τοῦ θείου Παύλου τιμήσωμεν». ᾨδὴ α Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου. Τῷ φέγγει τῆς χάριτος, καταυγαζόμενος Ὅσιε, τοὺς πίστει τὴν μνήμην σου, πανηγυρίζοντας, φωταγώγησον, καὶ σκότους ἁμαρτίας, πρεσβείαις σου λύτρωσαι, Παῦλε μακάριε. Ἀστράψας ὡς ἥλιος, φωταγωγεῖς τὴν ὑφήλιον, φωτὸς οἰκητήριον, φῶς Παῦλε τὸ θεῖον, ἀνατέλλων τε, καὶ δύνων φωτοφόρος, γενόμενος Ὅσιε, κανὼν ἀσκήσεως. Σοφίαν ἐπλήρωσε, τὴν σὴν καρδίαν ὁ Κύριος αὐτῷ γὰρ μακάριε ἀπὸ νεότητος, ἠκολούθησας, Παῦλε ἐν Θηβαΐδι, βιώσας ὡς Ἄγγελος, ἐν κόσμῳ Ὅσιε. Ἁγίασον Δέσποινα, τὴν ταπεινήν μου διάνοιαν, ἡ τὸν ὑπερούσιον Λόγον κυήσασα καὶ ὑπάρχουσα, πασῶν ἁγιωτέρα, τῶν ἄνω Δυνάμεων, Θεοχαρίτωτε. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους. Ῥεόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, σταυρὸν Παῦλε μακάριε, καὶ ἐν ἀβάτοις μέρεσιν, σπηλαίοις τε καὶ ὄρεσι, ὑποχωρῶν διετέλεσας. Ἐν σώματι Ἄγγελος ἐδείχθης, καὶ ὡς ἄσαρκος βιοτεύων, πάχους σαρκὸς καὶ φύσεως, ὑπερηρμένος ὦ Παῦλε, θεουργικῶς λαμπόμενος, καὶ θαυμαστῶς κλεϊζόμενος. 10

Τὰς πορείας ἴθυνας τοῦ νοός, πρὸς θείου θελήματος Παῦλε, λιμένα γαληνότατον, καὶ τῆς κακίας θάλασσαν, κυματουμένην πνεύματι τῆς πονηρίας διέφυγες. Ἀξίως τὴν χάριν σὺ δέδεξαι, Μαρία Κυρία τοῦ παντός, ὡς τὸν Θεὸν γεννήσασα, ἐν σαρκὶ ὑπὲρ ἔννοιαν, τὸν ἐν ταυτῷ σὲ δείξαντα, Παρθένον καὶ Θεομήτορα. Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον, πόλιν Παῦλε κατέλαβες ἐπιμόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς βιοτεύων διό σε γεραίρομεν. Ἕτερον. Δόξα. Τὸν Συνανάρχον Λόγον. Τὴν ψυχήν σου δοχεῖον, τοῦ θείου Πνεύματος, τῶν παθῶν τῇ νεκρώσει ἀπεργασάμενος, τῆς ἐγκρατείας φυτουργὸς θεοειδέστατος, καὶ τῆς ἀγάπης τῆς ἁγνῆς, λύχνος ἐφάνης φαεινός, θεοειδέστατε, πάντας καταυγάζων, τοὺς εὐσεβῶς ἀνευφημοῦντάς σε. Καὶ νῦν. Τὴν πανάσπιλον Κόρην καὶ κόσμου λύτρωσιν, τὴν τῶν Ἀγγέλων Κυρίαν, καὶ προσφυγὴν τῶν πιστῶν, μακαρίσωμεν βροτοί, καὶ μεγαλύνωμεν ὅτι ἐκύησε σαρκί, τὸν τῶν ὅλων Ποιητήν, τοῖς πᾶσι χαρὰν διδοῦσα, καὶ ἐγείρουσα τοὺς πεσόντας, αὐτῆς πρεσβείαις τε καὶ δεήσεσι. ᾨδὴ δ. Ὁ καθήμενος ἐν δόξῃ. Σωτῆρος τῷ θείω νόμῳ, πορευθεὶς ἐκ νεότητος, ἐμάκρυνας Πάτερ, πάσης κοσμικῆς ματαιότητος, καὶ ἐν ἐρήμοις σκηνώσας βίον ἄσαρκον, Παῦλε Ὅσιε, μετὰ σαρκὸς διελήλυθας. Τὰ παρόντα ὑπερεῖδες, διὰ μόνα τὰ μένοντα, καὶ τῷ θείῳ πόθῳ ὅλην σου τὴν καρδίαν προσέδησας καὶ τῆς κακίας τὸ κράτος ὅθεν ἔλυσας Χριστοῦ τῇ χάριτι, Παῦλε Ὁσίων καύχημα. Ὁλοθύμως καθ' ἑκάστην, τῷ Δεσπότῃ τῆς κτίσεως, ὑμνεῖς θεῖε Παῦλε καὶ δοξολογίαν ἀένναον, Αὐτῷ ἀνέπεμπες αἴρων πρὸς οὐρανὸν τὰ σὰ ὄμματα, τῆς φιλοθέου καρδίας σου. 11

Ὑποκύψασαν τῇ φθορᾷ, ἀναπλάττεις τὴν βροτείαν, φύσιν συντριβεῖσαν, Ἄχραντε Θεὸν σωματώσασα, καὶ ὑπὲρ φύσιν τεκοῦσα ἀπειρόγαμε ᾧ κραυγάζομεν Δόξα Χριστὲ τῇ δυνάμει Σου. ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα. Θεῷ σὺ ἐνέκρωσας σαρκὸς ἐπιθυμίας σου, τὸν σὸν νοῦν ἐζώωσας καὶ ἤρθης εἰς σφαίρας θείας πνευματικῆς, Παῦλε θέοφρον, τελειώσεως Χριστόν, ἔχων κέντρον βίου σου, τὸν γλυκύτατον Κύριον. Ἐπάτησας δαίμονα, ἐν τῇ στερρᾷ ἀσκήσει σου, θεόφρον Παῦλε πνευματοφόρε, τοῦ Ἀντωνίου ὁμότιμε τοῦ σεπτοῦ, καὶ τῶν Ἀγγέλων συνόμιλε, τῆς Θηβαΐδος φωστήρ, καὶ μοναζόντων τὸ κλέος. Ἱερῶς λαμπόμενος, τῇ φωταυγίᾳ τοῦ Πνεύματος Παῦλε τοῦ Ἁγίου ἔδειξέ σε, φωστῆρα μέγα Πατέρων θεοειδῶν, καὶ φάρον ἀμέμπτου ἀγωγῆς, πάντας καταυγάζοντα, τοὺς ἐν σκότει καθεύδοντας. Ὅλον κατατρωθέντα τῆς ἁμαρτίας ἴασαι, τῷ δραστικωτάτῳ σου φαρμάκῳ, ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα, λόγχῃ τὸν τρωθέντα δι ἐμέ, Ἄχραντε καὶ τρώσαντα, τὴν καρδίαν τοῦ ὄφεως. ᾨδὴ στ. Τὴν θείαν ταύτην. Ὑπέμεινας φλογμὸν ἡλίου, νυκτὸς τὸν παγετὸν ἐκαρτέρησας, τοῦ θείου Πνεύματος, Παῦλε θεόφρον τῇ χάριτι ὅθεν τρυφᾷς τῆς ἄνω μακαριότητος. Πράξεσι σὺ κεκοσμημένος, τῆς σῆς καθαρωτάτης ἀσκήσεως, Παῦλε μακάριε, τῶν ἀσκητῶν ὁ κανὼν πέφηνας διό σου τὴν πανήγυριν ὕμνοις τιμῶμεν. Ἀγγέλους ἔσχες συλλήπτορας, τὸν ἅπαντά σε χρόνον αὐγάζοντας καὶ χορηγοῦντάς σοι θείας οὐσίας τὴν ἔλλαμψιν, ἐμμέσως, πάτερ Παῦλε θεομακάριστε. Ὑπὲρ πιστῶν ἀνυμνούντων σε, ἱκέτευε τὸν πάνσεπτον τόκον σου, Θεογεννήτρια, καὶ τὴν ἀχλὺν ἀποδίωξον, ἡμῶν τοῦ βίου ζάλης καὶ πάσης θλίψεως. 12

Κοντάκιον. Ἦχος πλ. δ. Τῇ ὑπερμάχῳ. Τὸν ἐν ἐρήμοις ἀνδρικῶς ἀγωνισάμενον, καὶ δι' ἀσκήσεως στερρῶς καταπατήσαντα, τοῦ Βελίαρ τὰς παγίδας τὰς ψυχολέθρους, εὐφημήσωμεν ἐν ὕμνοις οἱ φιλέορτοι, ὡς παρέχοντα ὑψόθεν χάριν ἄφθονον, τοῖς κραυγάζουσι Χαίροις Παῦλε μακάριε. Ὁ Οἶκος. Ἀνενδότῳ ἀσκήσει, τῶν παθῶν Θεομάκαρ, μειώσας τὴν ἀσέληνον νύκτα, τῆς ἀπαθείας τὴν φαιδράν, ἡμέραν ἔφθασας Παῦλε πανεύφημε καὶ τῷ φωτὶ ὡμιλήσας, τῷ καθαρῷ διὸ βοωμεν Χαῖρε τῶν Θηβῶν ἡ εὐκοσμία, χαῖρε Αἰγύπτου ἡ δᾳδουχία. Χαῖρε ὁ Χριστὸν ἀρεταῖς ἐνδυσάμενος, χαῖρε ὁ ἐχθρὸν ἀνδρικῶς τροπωσάμενος. Χαῖρε ἄνθος εὐωδέστατον γεωργίας θεϊκῆς, χαῖρε κρίνον ἱερώτατον βιοτῆς ἀσκητικῆς. Χαῖρε ὅτι ἐδέξω τοῦ Κυρίου τὴν χάριν, χαῖρε ὅτι μετῆλθες ἐν ἀσκήσει τὸν βίον. Χαῖρε πιστῶν μεσίτης θερμότατος, χαῖρε ἡμῶν προστάτης ἀκοίμητος. Χαῖρε Χριστοῦ τὸν Σταυρὸν ὁ βαστάσας, χαῖρε αὐτοῦ τῆς χαρᾶς κοινωνήσας. Χαίροις Παῦλε μακάριε. Συναξάριον. Τῇ 15ῃ τοῦ μηνὸς Ἰανουαρίου, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου. Στίχ. Εἰ θαῦμα Θήβαις ταῖς παρ Αἴγυπτον πύλαι, πόσον γε Παῦλος, κἂν βίου λίπῃ πύλας; Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος. Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν. 13

Λογισμοῖς φαυλότητος τὸν νοῦν ἐκκαθάρας καὶ τὴν καρδίαν σου, ἡδυπαθείας σοφέ, ἀγῶσιν ἀσκήσεως, ἀδιαλείπτοις σου, καὶ δακρύων σου, ἐκβλύσεσι μακάριε, Παῦλε Πατέρων κλέϊσμα. Ὁ διάκοσμος Κυρίου, Παῦλε πίστεως, κατοικητήριον παντοδαπῶν ἀρετῶν, φωτὶ θείας χάριτος, ὁ ἐλλαμπόμενος, ζόφον δίωξον, ἡμῶν τῶν γεραιρόντων σου, τοὺς πρὸς θέωσιν καμάτους. Ὑψιβάμων ἀρεταῖς ὑπερουράνιος Παῦλε μακάριε, τῇ πολιτείᾳ τελῶν, τὸ φρόνημα μέτριος, ὑπῆρχες καὶ ταπεινός, ὑπὲρ ἅπαντας Θεός σε καὶ ἀνύψωσεν, ὑπὲρ πάντας θαυμασίως. Τοῖς πᾶσι ὁ παρεχόμενος βουλήματι, τὸ εἶναι Πάναγνε, ἐκ σοῦ ἀρχὴν χρονικήν, λαμβάνει καὶ τίκτεται, λύων τὰ χρόνια, παραπτώματα, τῆς συμπεσούσης Ἄχραντε, τῶν βροτῶν ῥευστῆς οὐσίας. ᾨδὴ η. Λυτρωτὰ τοῦ παντός. Ἱερόν σε μοναζόντων ὁ δῆμος, πρὸς τὸν Χριστὸν μεσίτην κτησάμενος, καὶ πρεσβευτὴν θερμότατον, καὶ προστάτην παμμάκαρ, Παῦλε Ὅσιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε. Μάκαρ Παῦλε νυσταγμὸν ἀμελείας, ἐκ βλεφάρων ψυχῆς ἀπωσάμενος, τὸν τοῖς δικαίοις πρέποντα, νῦν κεκοίμησαι ὕπνον, καὶ πρὸς ἡμέραν, ἀνέσπερον λαμπρὸς μεταβέβηκας. Ἤκουσας φωνῆς τῆς τοῦ Δεσπότου σου, προσκαλουμένης σε, πρὸς τὰ ἄνω, περιφανῶς βασίλεια παναοίδιμε Παῦλε, Πατέρων καύχημα, ὡς καλῶς καὶ ὁσίως βιώσαντα. Σωθέντες ἐξ ἀρᾶς τῆς Προμήτορος, διὰ σοῦ τῆς Ἁγνῆς Θεομήτορος, Εὐλογημένη Δέσποινα, εὐλογοῦμεν Παρθένε δεδοξασμένη, τὸν πανάγιον τόκον σου σέβοντες. ᾨδὴ θ. Λίθος ἀχειρότμητος. Ὡς ἄσαρκος πάντα τὰ κόσμου, ἀποθέμενος πάτερ Παῦλε, δι ἐγκρατείας καὶ πόνων, πρὸς οὐρανίους σκηνὰς ἀνέδραμες ἐν αἷς τοῦ ποθούμενου σοι, ἐπαπολαύεις κάλλους Ὅσιε. 14

Μνήμην τὴν πανίερον πάντες, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν Θεοφόρον πάντες ζηλώσωμεν, καὶ αὐτῶν νῦν ἐκβοῶμεν χαίροις Παῦλε, Πατέρων καύχημα. Ἔχων σου τὴν αἴσθησιν Παῦλε, νῦν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθῳ, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, ἀγγελικὴν τερπνότητα καὶ παραδείσου τρυφὴν ἄληκτον. Νύμφη ἡ Πάναγνος εὐφραίνου, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, ὑπὲρ χρυσίου λάμπουσαν, καὶ ὑπὲρ ἥλιον ἀστράπτουσαν. Ἐξαποστειλάριον. Ἦχος β. Γυναῖκες ἀκουτίσθητε. Μεθέξεσι θεουμένος, ταῖς πρὸς τὸ θεῖον Ὅσιε, Θεὸς θετὸς χρηματίζεις, σὺν Ἀντωνίῳ παμμάκαρ μεθ οὗ ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Παῦλε φωστὴρ μοναζόντων. Ἕτερον. Ὅμοιον. Ἀγῶσι τῆς ἀσκήσεως, τὸ τῆς σαρκός σου φρόνημα, ἐνέκρωσας πάτερ Παῦλε, τὴν δὲ ψυχὴν ἀπειργάσω, οἶκον φωτοειδέστατον, τῶν χαρισμάτων Ὅσιε, τοῦ Παναγίου Πνεύματος, ὧν διανέμεις τὸν πλοῦτον, τοῖς καθαροῖς τῇ καρδίᾳ. Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ Πατρὸς γεγένηκας, Χριστὸν Πανύμνητε Κόρη, τὸν Βασιλέα τῆς δόξης οὗ τὸν Σταυρὸν οἱ Ὅσιοι καὶ Ἀσκηταὶ ἀράμενοι, ὀπίσω τούτου ἔδραμον μεθ ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε. ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἱστῶμεν Στίχους δ καὶ ψαλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Ὅσιε Παῦλε μακάριε, ἀπαρνηθεὶς τὰ τερπνά, τὰ τοῦ κόσμου ὡς πρόσκαιρα, οἶκον ἐν τῇ ἐρήμῳ, ἡσυχίαν ἑλόμενος ἔνθα ἐβίωσας ὥσπερ ἄσαρκος, ἔρωτι θείῳ ἀποκρουσάμενος, πάσας τὰς φάλαγγας, καὶ τὰ πειρατήρια τοῦ πονηροῦ, ἔχων προμαχοῦσάν σοι, χάριν τοῦ Πνεύματος. 15

Ὅσιε Παῦλε πανεύφημε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, τοῖς σοῖς ὤμοις ἐβάστασας, καὶ προθύμως ὥδευσας, τὴν ὁδὸν τῆς ἀσκήσεως, καὶ τῶν χαρίτων τοῦ θείου Πνεύματος, πλήρης ἐγένου πόνοις τοῖς ἀγωνίσμασι. Ὅθεν ὁ Κύριος, ἐκλεκτὸν ὡς ὄντα σε περιφανῶς, εἰς λυχνίαν τέθηκε, τοῖς πᾶσι λάμποντα. Ὅσιε Παῦλε τρισόλβιε, τῶν ἀσκητῶν ἀρωγός, μονοτρόπων τε πρόμαχος καὶ προστάτης γέγονας, σαῖς εὐχαῖς καὶ δεήσεσι, φωτὶ ἀκτίστῳ νοῦν, ἐλλαμπόμενος, ψυχὰς φωτίζεις τῶν προσιόντων σοι πρέσβευε Ἅγιε, καὶ ἡμᾶς ἐκσώζεσθαι ἐκ πειρασμῶν, καὶ τῶν περιστάσεων, τοὺς εὐφημοῦντάς σε. Ὅσιε Παῦλε θεόληπτε, ἀσκητικαῖς ἀγωγαῖς, ἐν ἐρήμοις καὶ ὄρεσι, τοῦ Ἁγίου Πνεύματος, ὑπεδέξω τὴν ἔλλαμψιν, καὶ τὸ σκότος τῆς ματαιότητος, ὡς ἑωσφόρος λαμπρὸς ἠφάνισας. Ὅθεν τρεφόμενος, ὑπ ὀρνέου πάνσοφε, πᾶσιν ἡμῖν γνώριμος γεγέννησαι, δι Ἀντωνίου τε. Δόξα. Ἦχος πλ. α. Ὅσιε Πάτερ, ἀναπτερούμενος τῷ νοΐ, πρὸς τῶν ἐφετῶν τὸ ἀκρότατον, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς πραγμάτων σκύβαλα ἡγήσω νουνεχῶς, τὰς ἐπικήρους ἀπολαύσεις, τῶν διαμενόντων ἀγαθῶν, τὴν κτῆσιν ἐπεπόθησας Διὸ τὸν Χριστὸν ἠκολούθησας, Παῦλε παναοίδιμε, οὗ τῆς θείας μακαριότητος ἀμέσως κατηξίωσαι. Αὐτὸν οὖν ἱκέτευε, δωρηθῆναι τῇ Οἰκουμένη, τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος. Καὶ νῦν Ἦχος ὁ αὐτός. Μακαρίζομέν σε Θεοτόκε Παρθένε καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν. Δοξολογία Μεγάλη. Ἐκτενὴς καὶ Ἀπόλυσις. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ καὶ στ ᾠδές. Ἀπόστολος τοῦ Ὁσίου. Προκείμενον. Ἦχος Βαρύς. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. 16

Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν. Ἀπόστολος. Ζήτει τῷ Σαββάτῳ τῆς κζ.' ἑβδομάδος (Γαλ. ε 22-26, ς. 1-2). Εὐαγγέλιον τοῦ Ὁσίου. Ζήτει τῷ Σαββάτῳ τῆς ια.' ἑβδομάδος (Λουκᾶ ιβ. 32-40). Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον. Μεγαλυνάρια. Χαίροις μοναζόντων ὁ ὁδηγός, προσευχῆς ὁ τύπος, καὶ Αἰγύπτου ὁ θησαυρὸς Χαίροις ὡς φωστῆρας, ἐκ θείου Ἀντωνίου, ἐγνώρισαι τῷ κόσμῳ, Παῦλε μακάριε. Χαίροις Θηβαΐδος θεῖος βλαστός, καὶ Αἰγύπτου πάσης, ἀπροσμάχητος βοηθὸς Χαίροις δι ὀρνέου τραφεὶς θεόφρον Παῦλε, ἡμᾶς τοὺς σὲ τιμῶντας, χάριν δεδώρησαι. Δίστιχον. Παῦσίν μοι δίδου κατὰ παθῶν ὦ Παῦλε, ἡμῖν τῷ σοὶ προσφέροντι, τούσδε τοὺς ὕμνους. 17