Εἰς τὸν Ὄρθρον. 12 ΑΠΡΙΛΙΟΥ 2019 Παρασκευὴ τῆς Ε Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Ἦχος δ 12.04.2019 Βασιλείου Ἐπισκ. Παρίου Ὁμολογητοῦ, Ἀνθούσης Ὁσίας ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον δ (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ δ ἤχου (τῆς ἑβδομάδος). Τὸν Ἄναρχόν σου Πατέρα, καὶ σέ, Χριστὲ ὁ Θεός, καὶ τὸ Πανάγιόν σου Πνεῦμα, χερουβικῶς δοξολογεῖν τολμῶντες, λέγομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Ὡς αἱ τάξεις νῦν τῶν Ἀγγέλων ἐν οὐρανῷ, καὶ στάσεις φόβῳ ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι, Ἀγαθέ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Τῶν νοερῶν σου λειτουργῶν, προσφέρειν, οἱ θνητοὶ τὸν ὕμνον τολμῶντες, λέγομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ δ ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος δ. Ταχὺ προκατάλαβε. Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτήρ, δι οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς, ἀνεκαλέσω τὸ πρίν, Φιλάνθρωπε Κύριε, ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ τῇ βουλήσει, λόγχῃ δὲ τὴν πλευρὰν σου κατεδέξω νυγῆναι τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα Μακρόθυμε. Ὅμοιον Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τὸ φῶς τῶν ψυχῶν ἡμῶν, νῦν καθορῶντες Χριστέ, Σταυρόν σου τὸν ἄχραντον, καὶ προσκυνοῦντες αὐτόν, φαιδρῶς ἐκβοῶμέν σοι Δόξα σοι ὁ ἐν τούτῳ, ὑψωθῆναι θελήσας δόξα σοι ὁ φωτίσας, δι αὐτοῦ πᾶσαν κτίσιν ἐν ᾧ σε ἀκαταπαύστως, ὕμνοις δοξάζομεν. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἡ σεπτὴ τῶν Ἀθλοφόρων πανήγυρις, Οὐρανὸν τὴν Ἐκκλησίαν ἔδειξε, καὶ τοῖς ἀνθρώποις συγχορεύουσιν Ἄγγελοι, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Ὅμοιον Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐ φθέγγετο Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο Υἱέ μου θαῦμα; πῶς ἡ ζωὴ τῶν ὅλων ὁμιλεῖς τῷ θανάτῳ; ζῳῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς Εὔσπλαγχνος. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ Καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς Ε ἑβδομάδος). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. 1
Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Ἐξέτεινας Χριστέ, τὰς παλάμας ἐν Ξύλῳ, ἰώμενος πληγήν, τοῦ Ἀδὰμ ταῖς πληγαῖς σου διὸ ἱκετεύω σε, τὰς πληγάς μου θεράπευσον, ἃς ἀπέθετο, ἐν τῇ ψυχῇ μου ὁ πλάνος, καὶ ἀξίωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, Σωτὴρ θεραπεῦσαί σε. τὸ αὐτό. Ὁρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ σταυροῦ, ἡπλωμένον ἐβόα Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι ἧς ἔσωσας, τὸ τῶν ἀ χράντων χειρῶν σου, Οἰκτίρμον πλαστούργημα; Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. Ἦχος πλ. β. Ἐλπὶς τοῦ Κόσμου. Σταυρὲ τοῦ Κόσμου φυλακτήρ, τῶν δαιμόνων διῶκτα, τοὺς σὲ κτωμένους ἐν παντί, προστασίαν ἄμαχον, ἀξίωσον τὸ τῆς Νηστείας διελθεῖν, ὑπόλοιπον ἐν συνειδήσει καθαρᾷ, εὐθύνων τὰς ψυχὰς ἡμῶν, ἐνώπιον Χριστοῦ, Ξύλον εὐλογημένον. τὸ αὐτό. Ἁγνὴ Παρθένε καὶ σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, ὅτε παρέστης τῷ Σταυρῷ, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, μὴ φέρουσα ὁρᾶν τὰς παροινίας τῶν ἐχθρῶν, ἐκραύγαζες ὀδυνωμένη μητρικῶς Πῶς φέρεις ὦ Φιλάνθρωπε τὰς πάντων ἀπειλάς; Δόξα τῇ μακροθυμίᾳ σου. ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ ε ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ Κανὼν τοῦ Μηναίου. ᾨδὴ α. ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς Τὴν σὴν τελευτὴν συντόνως μέλπω, Πάτερ. ποίημα Θεοφάνους. «Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν». Τὸ ἄφραστον φῶς σοι καὶ τριλαμπές, ἐν τῇ ἀσαλεύτῳ, βασιλείᾳ τῶν οὐρανῶν, ἀνέτειλε Πάτερ καὶ δικαίων, ἡ εὐφροσύνη ἀξίως ἐδέξατο. Ἠνοίγησαν πύλαι σοι τῆς Ἐδέμ, καὶ Ἀρχιερεῦσι, προσετέθης Ἀρχιερεύς, καὶ τῶν πρωτοτόκων Ἐκκλησίᾳ, συνηριθμήθης Βασίλειε ἔνδοξε. Νοός σου τὸ ὄμμα προκαθαρθεὶς, ἀνῆλθες εἰς ὄρος, ἀρετῆς, ὡς ἄλλος Μωσῆς διὸ καὶ τὸν Ὄντα θεωρήσας, προσεκολλήθης αὐτῷ πάτερ Ὅσιε. 2
Σαρκὶ καθ ὑπόστασιν ἑνωθεὶς, τῇ ἐκ σοῦ ληφθείσῃ, ὁ τῶν ὅλων Δημιουργός, προῆλθεν ἀφράστως Θεομῆτορ, καὶ τοῖς βροτοῖς ὁμιλῆσαι ηὐδόκησε. ᾨδὴ γ. τοῦ Ἁγίου «Σύ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε σύ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου». Ἡ ἀξιοθαύμαστος, καὶ παναοίδιμος μνήμη σου, χαρμονικῶς, τὰ τῶν Ὀρθοδόξων, κατευφραίνει συστήματα. Νέφος τὸ τοῦ σώματος, ἀπεκδυσάμενος Ὅσιε, καὶ τῶν δεσμῶν, ἀπολελυμένος, τῷ Θεῷ προσεπέλασας. Τέλος τὸ μακάριον, καὶ τὴν ἀπόλαυσιν Ὅσιε, τῶν ἐκλεκτῶν, ὡς ἐκλελεγμένος, ἐπαξίως ἀπείληφας. Ἔχων σε βοήθειαν, οὐκ αἰσχυνθήσομαι Πάναγνε, Μῆτερ Θεοῦ, ἔχων σε προστάτιν, τῶν ἐχθρῶν μου ῥυσθήσομαι. Καταβασία «Σύ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε σύ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν». τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος α. Τὸν τάφον σου Σωτὴρ. Ὡς ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σοφέ, καὶ φωτίζει τὴν κτίσιν, Βασίλειε θείοις σου, καταυγάζουσα θαύμασιν, ἥν περ σήμερον, ἐπιτελοῦντες βοῶμεν Καθικέτευε, ὑπὲρ ἡμῶν Ἱεράρχα, Χριστὸν τοῦ σωθῆναι ἡμᾶς. Λαμπὰς ἡ φεραυγής, τοῦ ἡλίου ἐκρύβη, ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀναβάντος σου Λόγε, ἡ κτίσις πᾶσα ἔφριξε, καὶ τῷ φόβῳ ἐτρόμαξεν ἡ δὲ Μήτηρ σου, παρισταμένη ἐβόα Τέκνον φίλτατον, πῶς ἑ κουσίως νεκροῦσαι, τὸ φῶς μου τὸ ἄδυτον! Συνεχίζεται ἡ Ἀνάγνωσις τῶν Κανόνων. Εἰς τὴν ε ᾠδὴν ἐπισυνάπτεται ὁ Κανὼν τοῦ Τριῳδίου. ᾨδὴ δ. τοῦ Ἁγίου «Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστῆριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα». Λιτανεύων πρὸς Κύριον, τὴν ἐπαιρομένην φρένα κατέβαλες, τῆς κακόφρονος αἱρέσεως, καὶ τὴν Ἐκκλησίαν Πάτερ ηὔφρανας. Ἐν σκηναῖς οὐρανίαις σε, ὁ ἀγωνοθέτης Πάτερ κατώκισε, τὴν ἀνένδοτόν σου ἔνστασιν, πρὸς 3
τοὺς ἀντιπάλους προσδεξάμενος. Ὑπὲρ τῶν παραδόσεων, τῶν πεφυλαγμένων ἐν Ἐκκλησίᾳ Χριστοῦ, διωκόμενος ὑπέμεινας, καὶ προκινδυνεύων διετέλεσας. Τὸν Θεὸν, ὃν ἐκύησας, ἄχραντε Παρθένε, τοῦτον δυσώπησον, τοῖς οἰκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν. ᾨδὴ ε. τοῦ Ἁγίου «Ὀρθρίζοντες βοῶμέν σοι Κύριε Σῶσον ἡμᾶς, σύ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν». Ἡ ἔνθεος σκηνώσασα χάρις σοι, Θεοφόρε, ποιμένα πιστότατον, τῆς Ἐκκλησίας σε ἔδειξε. Νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα, καὶ τὰ πάθη, τῆς ζωῆς τῷ Πνεύματι, κατηκολούθησας ἔνδοξε. Σωφρόνως καὶ δικαίως τὸν βίον σου, διανύσας, Θεόφρον ἀπείληφας, τῶν ἀρετῶν τὴν ἀντίδοσιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὑπάρχουσα πανάγιον τέμενος, ἀπαθείας, τὴν πηγὴν ἐγέννησας, Παρθενομῆτορ πανάμωμε. τοῦ Τριῳδίου (ποίημα τοῦ κυρίου Ἰωσήφ) Ἦχος α. Ὁ φωτίσας τῇ ἐλλάμψει. Ὁ ἐκτείνας Οὐρανὸν ὡσεὶ δέῤῥιν ἐξέτεινας, τὰς παλάμας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε διὸ ἱ κετεύω σε κατατεινόμενον ἐχθροῦ με, ταῖς ἐπηρείαις οἰκτείρησον. Στίχ. Δόξα Σοι ὁ Θεός ἡμῶν, δόξα Σοι. Ἀφύπνωσας, ἐν Σταυρῷ Ἰησοῦ ὑπεράγαθε, ἐγρήγορσιν, σωτηρίας ἡμῖν παρεχόμενος, τοῖς κειμένοις Κύριε, ἐν κατωτάτῳ ἀπωλείας ὅθεν σε πίστει δοξάζομεν. Τοῦ Πάθους σου, τὴν ἡμέραν ἰδεῖν καταξίωσον, τοὺς δούλους σου, φωτισθέντας καρδίας φαιδρότητι, καὶ τὴν ζωηφόρον σου, Σωτὴρ Ἀνάστασιν ὑμνοῦντας, τὸ κράτος τῆς Βασιλείας σου. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὁρῶσά σε, ἐν Σταυρῷ ἠρτημένον ἡ Πάναγνος, ἠλάλαζε, τετρωμένη τὰ σπλάγχνα καὶ ἔλεγε Διὰ σπλάγχνα Κύριε, σῶν οἰκτιρμῶν παθεῖν ἠνέσχου, πᾶσι παρέχων ἀπάθειαν. Ἕτερον Τριῴδιον (ποίημα τοῦ κυρίου Θεοδώρου) Ἦχος πλ. β. Ἐκ νυκτὸς ὀρθρίζοντα. Ἐν Σταυρῷ Φιλάνθρωπε τὰς χεῖράς σου, ἥπλωσαν, ἥλωσαν, νύξαντες καὶ τὴν πλευράν, τῇ λόγχῃ Ἰουδαῖοι καὶ φέρεις πάντα Χριστέ, ἵνα ἡμεῖς σωθῶμεν. Ξύλου βρώσει τέθνηκέ ποτε ὁ Ἀδάμ, πάλιν δὲ εὕρατο, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωήν, δι ἧς Οἰκτίρμον, ἐπαπολαύει τρυφῆς, ἔνδον τοῦ Παραδείσου. 4
Τριαδικόν Μονάδα τῇ φύσει σε Τριὰς ἀνυμνῶ, ἄναρχον, ἄκτιστον, ἀρχικὴν βασιλικήν, ὑπερτελῆ Ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωήν, δημιουργὸν τοῦ Κόσμου. Ἐν τῇ ὑπερφυεῖ σου κυήσει Ἁγνή, νόμοι σοι φύσεως, καταλύονται σαφῶς καὶ γὰρ ἀσπόρως τίκτεις, τὸν πρὸ αἰώνων Θεόν, ἐκ Πατρὸς γεννηθέντα. Τὸν Σταυρὸν τὴν Λόγχην καὶ τοὺς Ἥλους σου, σέβομαι Δέσποτα δι αὐτῶν γὰρ τῆς φθορᾶς, ἡ μᾶς ἀπελυτρώσω, ἐν τῷ σῷ πάθει Χριστέ, ἀπαθανατισθέντας. ᾨδὴ Ϛ. τοῦ Ἁγίου «Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». Νυττόμενος τῷ τερπνῷ, τῶν οὐρανίων πυρσεύματι, τὸν θρόνον τὸν ἐπὶ γῆς, κατέλιπες Ὅσιε, καὶ κλῆρον ἀκήρατον, ἐν γῇ τῶν πρᾳέων, ὡς πρᾳότατος ἐπλούτησας. Τῆς πλάνης καταγελῶν, τῆς τῶν βλασφήμων αἱρέσεως, τὸ θεῖον καὶ εὐσεβὲς, Ὀρθόδοξον φρόνημα, προθύμως ἐδίδαξας, τὴν εἰκόνα σέβειν, τοῦ Σωτῆρος ἀξιάγαστε. Ὁ πόθος σου πρὸς Θεόν, πεπλήρωται παναοίδιμε, μετέστης γὰρ πρὸς αὐτόν, ἐνθέως γηθόμενος, καὶ νῦν τὰς λαμπρότητας, τῶν Ἁγίων Πάτερ, ἐποπτεύεις καὶ φαιδρότητας. Νεκρώσεως καὶ φθορᾶς, λελύτρωσαι τὸ ἀνθρώπινον, τὸν φύσει Ζωοποιόν, ἀσπόρως γὰρ τέτοκας, Παρθένε Πανάμωμε, ἐπ εὐεργεσίᾳ, τῶν πιστῶς ἀνευφημούντων σε. Εἰς τὸ τέλος τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, «Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ ἑτέρου Κοντακίου ἢ Μαρτυρικοῦ, τὸ Κοντάκιον τοῦ Μεγάλου Κανόνος Ἦχος πλ. β. Ψυχή μου, ψυχή μου, ἀνάστα, τί καθεύδεις; τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι, ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν. καὶ τὸ Συναξάριον Τῇ ΙΒ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, Ἐπισκόπου Παρίου, τοῦ Ὁμολογητοῦ. (Θ αἰ.) Χαίρων τελεύτα, Βασίλειε τρισμάκαρ. Ἐκεῖ γὰρ ἥξεις, οὗ χαρᾶς πλησθῇς ὅσης. Δωδεκάτῃ Βασίλειε ταφήϊα δύσσαο νεκρός. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀνθούσης τῆς παρθένου, θυγατρὸς τοῦ Βασιλέως Κωνσταντίνου τοῦ Κοπρωνύμου. (809) 5
Ῥίζης δυσώδους καρπὸς εὐώδης μάλα, Ἀνθοῦσα σεμνὴ γῆς ἀπανθεῖ καὶ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Δήμη καὶ Πρωτίωνος καὶ τῶν σὺν αὐτοῖς, ἐν τοῖς διωγμοῖς Μαξιμιανοῦ τὰς κεφαλὰς τμηθέντων καὶ τελειωθέντων. Πρῶτος κεφαλὴν Πρωτίων ἀφῃρέθη, Μεθ οὗ κάραν προὔτεινε Δήμης δημίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἀρτέμωνος, πρεσβυτέρου Λαοδικείας, ἐν τοῖς διωγμοῖς Μαξιμιανοῦ ἀθλήσαντος. Κόσμου μεταστὰς καὶ Θεῷ προσεγγίσας, Σός εἰμι καὶ σῶσόν με, φησὶν Ἀρτέμων. Εὗρε στεφάνους ἀρτίτμητος Ἀρτέμων, Πρέποντας αὐτοῦ τῇ τετμημένῃ κάρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἐνδόξων Ὁσιομαρτύρων Μηνᾶ, Δαυΐδ καὶ Ἰωάννου, ἐν Παλαιστίνῃ ὑπὸ τῶν Ἀράβων ἀποκτανθέντων. (Ζ αἰ.) Δούλους Θεοῦ τρεῖς Ἀββάδας παθοκτόνους, Τοξεύμασι κτείνουσιν ἀνθρωποκτόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ζήνωνος, ἐπισκόπου Βερόνης τῆς ἐν Ἰταλίᾳ, προασπιστοῦ τῆς Ὀρθοδοξίας, ἐκκλησιαστικοῦ συγγραφέως καὶ Ὁμολογητοῦ. (+380) Πρὸς τὴν ἀληθῆ πίστιν ἀγρεύσας πλήθη, Ζήνων ἐτελεύτησεν, ποιμὴν Βερόνης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Σεργίου τοῦ Β πατριάρχου Κωνσταντινουπόλεως. (1019) Σέργιος ἐπίσκοπος Βασιλευούσης, Βασιλέα Κύριον βλέπει ἀλήκτως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς κοιμήσεως τοῦ Ὁσίου πατρὸς ἡμῶν Νεοφύτου τοῦ ἐγκλείστου, τοῦ ἐν Κύπρῳ ἀσκήσαντος. (+1219) Κύπρου βλαστὸς κλεινὸς Ἐδὲμ χωρεῖ ἔνδον, Νεόφυτος θεῖος, ἀσκήσεως στύλος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Βασιλείου, ἐπισκόπου Ῥυαζάν, τοῦ θαυματουργοῦ. (+1295) Ὡς πλοῖον ἔχων Βασίλειος μανδύαν, Ποταμὸν ἀνέπλευσε Χριστοῦ δυνάμει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Ἀκάκιος ὁ νέος, ὁ ἐκ Γολίτσης Ἀγράφων προερχόμενος καὶ τὴν Σκήτην τῆς Ἁγίας Τριάδος τῶν Καυσοκαλυβίων συστήσας ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει 1730ῷ, εἰς ἡλικίαν ἑκατὸν ἐτῶν. Εἰ καὶ νέος σύ, Ἀκάκιε, τοῖς χρόνοις, Ἀλλ οὖν παλαιοὺς ὑπερῇρας τοῖς πόνοις. Τῇ αὐτῇ ἡμέρᾳ, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ (6450) ἀπὸ κτίσεως κόσμου, (ἤτοι τῷ 942 μ.χ.), ἀνεκομίσθη ἡ τιμία Ζώνη τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἀπὸ τῆς ἐπισκοπῆς Ζήλας ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ, τῶν Πορφυρογεννήτων, μετὰ δὲ ταῦτα, ὕστερον μετετέθη ἐν τῇ ἁγίᾳ σορῷ τῶν Χαλκοπρατείων, κατὰ τὴν τρι 6
ακοστὴν πρώτην τοῦ Αὐγούστου μηνός. Ἡ Παρθενικὴν ὀσφὺν σφίγξασα Ζώνη, Πρὸς τὴν Βασιλεύουσαν ἄγεται δόξῃ. Ζώνην τιμίαν τὴ βασιλίδι δίδως Βασίλισσα πάντιμε Θεογεννήτωρ. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] ἐν τῇ η ᾠδῇ Καταβασία τοῦ Τριῳδίου Ἦχος πλ. β. Ὁ Εἱρμός. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. «Τῶν Παίδων τὴν ᾠδήν, ἐκμιμούμενος βοῶ, συμψάλλων τοῖς Παισίν Εὐλογεῖτε, τὰ ἔργα Κυρίου τὸν Κύριον». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Καταβασία τοῦ Τριῳδίου Ἦχος πλ. β. ὁ Εἱρμός. «Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄφθορος ἡ κύησις Θεοῦ γὰρ ἡ γέννησις, καινοποιεῖ τὰς φύσεις διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ δ Ἤχου. Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου καὶ τὸ Μαρτυρικὸν εἰς τοὺς οἰκείους στίχους. Καὶ νῦν, Σταυρο. Ἀπόστιχα τῶν Αἴνων. Ἰδιόμελον Ἦχος πλ. δ. Ὁ μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς Χριστὲ ὁ Θεός, καὶ τῷ μώλωπί σου, τὴν ἀνθρωπίνην φύσιν ἰασάμενος, μὴ παρίδῃς με νοητοῖς ὁδοστάταις, καὶ λῃσταῖς ἀσωμάτοις ἐμπεσόντα, καὶ τῆς ἀ ρετῆς ὑπ αὐτῶν ἐκδυθέντα, καὶ χαλεπῶς τραυματισθέντα, παρὰ μηδενὸς δὲ τῶν ὁσίων, ἰαθῆναι δυνάμενον ἡμίθνητος γάρ εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον, τὴν εἰς Σέ μόνην ἐλπίδα, τὸν καὶ νεκροῖς ζωὴν παρέχοντα ἀλλὰ κατάδησόν μου τὰ τραύματα, τὴν σὴν ἐπιστάξας μοι χρη 7
στότητα, μόνε Φιλάνθρωπε. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Ὁ μετὰ λῃστῶν, ἐν Σταυρῷ προσπαγεὶς.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός. Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν. Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε. Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡ μῶν. Ἦχος πλ. δ. Ὢ τοῦ παραδόξου θαύματος. Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύω, λῃστῶν κρεμάμενον, Ὃν δίχα πόνου, καὶ φθορᾶς τέτοκε πῶς σε ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, σπλάγχνον ἐμόν, Ἰησοῦ γλυκύτατε, Σταυρῷ προσήλωσε; ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Ἰστέον ὅτι: Μετὰ τὸ Τρισάγιον ἀντὶ ἑτέρου Κοντακίου ἢ ἄλλων καθιερωμένων Τροπαρίων, ἀπαγγέλλομεν τό: «Ψυχή μου, ψυχή μου, ἀνάστα, τί καθεύδεις». Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», 8
ὁ Ἀναγνώστης τὸ Κοντάκιον τοῦ Μεγάλου Κανόνος: «Ψυχή μου, ψυχή μου, ἀνάστα, τί καθεύδεις». Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται Ἑσπερινὸς τῆς 13 ης Ἀπριλίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 13.04.2019 Μαρτίνου Πάπα Ῥώμης Ὁμολογητοῦ, Ζωΐλου καὶ λοιπῶν Μαρτύρων Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Σημειωθήτω ὅτι εἰς τὸν α Κανόνα Τριῳδίου τῆς ε ᾠδῆς τὰ Τροπάρια ψάλλονται εἰς α Ἦχον «ὁ φωτίσας τῇ ἐλλάμψει» καὶ ὄχι εἰς γ. Τοῦτο πιστοῦται, ἀφ ἑνός διότι δὲν ὑπάρχει Εἱρμὸς τοιοῦτος εἰς γ ἦχον, ἀφ ἑτέρου δὲ διότι εἰς η καὶ θ ἀντιστοίχους ᾠδὰς ὁ Εἱρμὸς εἶναι τοῦ α ἤχου. 9