ὁ Ὄρθρος Ἦχος γ Κλαυδίου, Νικηφόρου κλπ Μαρτύρων, Θεοδώρας Ὁσίας ἐν Θεσσαλονίκῃ

Σχετικά έγγραφα
ὁ Ὄρθρος Ἦχος β Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων καὶ τῶν σὺν αὐτῷ καὶ Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς Μαρτύρων

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος β Ματρώνης Μάρτυρος ἐν Θεσσαλονίκῃ

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος α τῶν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων Πατέρων

ὁ Ὄρθρος Ἦχος α Βασιλείου Ἱερομάρτυρος, πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας

ὁ Ὄρθρος Καθαρὰ Παρασκευὴ Ἦχος πλ. δ Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ, Ἀριστοβούλου Βρετανίας, Μανουὴλ τοῦ Κρητός.

ὁ Ὄρθρος Ἦχος δ Βασιλείου Ἐπισκ. Παρίου Ὁμολογητοῦ, Ἀνθούσης Ὁσίας

ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος πλ. α Παφνουτίου Ἱερομάρτυρος, Φιλίππας Μάρτυρος, Γεωργίου Ἐπισκόπου Πισιδίας Ὁμολογητοῦ

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος πλ. α Συμεὼν Ἱερομάρτυρος ἐν Περσίδι, Ἀγαπητοῦ Πάπα Ῥώμης, Ἀνδριανοῦ Μάρτυρος, Μακαρίου Ἐπισκ.

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος γ Ὁσίου Νικήτα Ὁμολογητοῦ Ἰωσὴφ τοῦ Ὑμνογράφου

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος δ Τερεντίου, Πομπηΐου, Μαξίμου, Ἐπαμεινώνδου, Μιλτιάδου καὶ ἑτέρων Γρηγορίου Ε Πατρ.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 2017

29 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Ε Νηστειῶν Ὁσ.Μαρίας τῆς Αἰγυπτίας, Μάρκου Ἀρεθουσίων, Διαδόχου Φωτικῆς. Ἦχος α. Ἑωθινὸν Θ.

29 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Ε Νηστειῶν Ὁσ.Μαρίας τῆς Αἰγυπτίας, Μάρκου Ἀρεθουσίων, Διαδόχου Φωτικῆς. Ἦχος α. Ἑωθινὸν Θ. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

ἔχων ἡμέρας εἴκοσιν ὀκτώ Η ἡμέρα ἔχει ὥρας 11 καὶ ἡ νὺξ ὥρας 13

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

04 ΜΑΡΤΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΣΑΒΒΑΤΟΝ 13 ΜΑΪΟΥ 2017 «Μετὰ τὴν ἑορτὴν τῆς Μεσοπεντηκοστῆς». Γλυκερίας μάρτυρος ( 177). Σεργίου ὁμολογητοῦ, Παυσικάκου ἐπισκόπου Συνάδων (Ϛ αἰ.).

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

ἔχων ἡμέρας τριάκοντα Η ἡμέρα ἔχει ὥρας 13 καὶ ἡ νὺξ ὥρας 11

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

7 ΑΠΡΙΛΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

20 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΒ Λουκᾶ Ὁσίου Εὐθυμίου Κοινοβιάρχου, Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος α. Ἑωθινὸν Α.

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΗ (Ϛ ΛΟΥΚΑ) Ἰακώβου ἀποστόλου τοῦ ἀδελφοθέου ( 63). Ἦχος α. Ἑωθινὸν ζ.

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

23 ΜΑΡΤΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

27 ΙΑΝΟΥΑΡΙΟΥ 2019 Κυριακὴ ΙΕ Λουκᾶ Ἀνακομιδὴ Ἱερῶν Λειψάνου Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Ἦχος β. Ἑωθινὸν Β.

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

28 ΙΑΝΟΥΑΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ ΙϚ ΛΟΥΚΑ ὁσίων Ἐφραὶμ καὶ Ἰσαὰκ τῶν Σύρων, Παλλαδίου Ἑλενουπόλεως. Ἦχος Α. Ἑωθινὸν Α.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

2 ΝΟΕΜΒΡΙΟΥ 2014 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

26 ΙΟΥΛΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Τῌ ΙΔ ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

μοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

08 ΜΑΡΤΙΟΥ 2015 Κυριακὴ Β Νηστειῶν Γρηγορίου Ἀρχιεπ. Θεσσαλονίκης τοῦ Παλαμᾶ Θεοφυλάκτου Νικομηδείας, Παύλου Πλουσιάδος. Ἦχος πλ. β. Ἑωθινὸν Ϛ.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

Transcript:

Εἰς τὸν Ὄρθρον. 05 ΑΠΡΙΛΙΟΥ 2019 Παρασκευὴ τῆς Δ Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Ἦχος γ 05.04.2019 Κλαυδίου, Νικηφόρου κλπ Μαρτύρων, Θεοδώρας Ὁσίας ἐν Θεσσαλονίκῃ ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον γ (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ γ ἤχου (τῆς ἑβδομάδος). Τριὰς ὁμοούσιε καὶ ἀδιαίρετε, Μονὰς τρισυπόστατε καὶ συναΐδιε, σοί ὡς Θεῷ τῶν Ἀγγέλων τὸν ὕμνον κραυγάζομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Δόξα. Πατέρα ἄναρχον, Υἱὸν συνάναρχον, Πνεῦμα συναΐδιον, Θεότητα μίαν χερουβικῶς δοξολογεῖν τολῶντες λέγομεν Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Ἀθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ γ ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος γ. Τὴν ὡραιότητα. Σταυρὸν καὶ θάνατον, παθεῖν ἑλόμενος, μέσον τῆς Κτίσεως τοῦτον κατέπηξας ὅτε εὐδόκησας Σωτήρ, τὸ σῶμά σου προσηλωθῆναι τότε καὶ ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέκρυψε ταῦτα καὶ Λῃστὴς ὁρῶν, Θεόν σε ὡμολόγησε, βοῶν σοι Μνήσθητί μου Κύριε, καὶ ἔλαβε πιστεύσας τὸν Παράδεισον. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ὑψώθης ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἵνα σώσῃς τοὺς ἐν πίστει προσκυνοῦντας, τὴν ἑκούσιόν σου Σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες Ἅ γιοι, θεοσεβείας ἰατροί, ἀθλοφόροι πανεύφημοι τῶν τυράννων γὰρ τοὺς αἰκισμοὺς μὴ δειλανδρίσαντες, τῶν εἰδώλων τὰς δυσφημίας κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας. Δόξα. Ἦχος γ. Τὴν ὡραιότητα. Τὸν ἐπονείδιστον Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, μόνε ὑπεράγαθε, καὶ φιλάνθρωπε Κύριε, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ Καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Παρασκευῆς δ ἑβδομάδος). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. 1

Τῷ τῆς βρώσεως ξύλῳ, πάλαι θανέντες βροτοί, τῷ Σταυρῶ σου οἰκτίρμον, ἀνεζῳώθημεν, οὗ τὴ δυνάμει Ἀγαθέ, ἡμᾶς ἐνίσχυσον, τῆς ἐγκρατείας τὸν καιρόν, ἐν κατανύξει διελθεῖν, ποιοῦντας τὸ θέλημά σου, καὶ κατιδεῖν τὴν ἡμέραν, τῆς λαμπροφόρου Ἀναστάσεως. Δόξα. τὸ αὐτό. Ἐν Σταυρῷ σε ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ, λῃστῶν κρεμάμενον, καὶ κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν. Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ ὥσπερ κακοῦργος ἐπάγης, τὸ τῶν ἀνθρώπων ὁ θέλων, ζῳῶσαι γένος ὡς εὔσπλαγχνος! Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Τὴν σάρκα καθαρθέντας, ὑπὸ τῆς ἐγκρατείας, καὶ ἐν προσευχαῖς ἐλλαμφθέντας, τὰς ψυχὰς ἡ μῶν Κύριε, τὸν τίμιον Σταυρόν σου καὶ σεπτόν, ἀξίωσον θεάσασθαι ἡμᾶς, καὶ ἐν φόβῳ προσκυνῆσαι, ἐν ὑμνῳδίαις ᾄδοντας καὶ λέγοντας Δόξα τῷ ζωηφόρῳ σου Σταυρῷ, δόξα τῇ θείᾳ Λόγχῃ σου, ὅθεν ἀνεζῳώθημεν, μόνε φιλάνθρωπε. Δόξα. τὸ αὐτό. Τὸν Ἄρνα ἐπὶ ξύλου, ἡ Ἀμνὰς θεωροῦσα, μετὰ λῃστῶν μακρόθυμε, σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ ἐκκεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς. Τί τὸ ξένον καὶ φρικῶδες, Ἰησοῦ μου μυστήριον, πῶς καλύπτῃ τάφῳ, ὁ ἀπερίγραπτος Θεός; ἄφραστον τὸ τελούμενον! μὴ μὲ τὴν τεκοῦσαν μόνην ἐάσῃς, Υἱέ μου γλυκύτατε. ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ ε ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ Κανὼν τοῦ Μηναίου. ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις Γεωργίου. ᾨδὴ α. «Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ τῷ Μωσεῖ, καὶ δι αὐτοῦ τὸν Φαραώ, πανστρατὶ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται». Τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπτῆρα τὸν φαιδρόν, ἀνευφημήσωμεν πιστοί, ὡς τῆς πίστεως φωτί, καταυγάσαντα λαούς, δοξάζοντας τὸν Ποιητὴν τοῦ παντός. Ἐν τῷ λειμῶνι νοητῶς, τῷ τῆς πίστεως Χριστοῦ, ἀνατραφεὶς καὶ αὐξηθείς, Ἱεράρχα πρὸς αὐτόν, τῷ τῆς ἀθλήσεως ὕψει, ἀνέδραμες μάκαρ φαιδρότατος. Κῆρυξ καὶ Μύστης τοῦ Χριστοῦ, καθαρός τε λειτουργός, ὑπάρχων Μᾶρκε τὴν ψυχήν, ὑπὲρ τούτου τέθεικας, καὶ προσήνεγκας αὐτῷ, ὡς θύματα τοὺς συνανθλοῦντάς σοι. 2

Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Γένος ἀνθρώπων διὰ σοῦ, τῆς φθορᾶς ἀπαλλαγήν, καὶ ἀφθαρσίας καὶ ζωῆς, ἀκηράτου ἐν Χριστῷ, κληρωσάμενον τιμήν, δοξάζει σε Θεοχαρίτωτε. Ἕτερος Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς Αἶνον προσοίσω τοῖς Θεῷ παραστάταις. Ἰωσήφ. Ἦχος α. Σοῦ ἡ τροπαιοῦχος δεξιά. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Αἴγλῃ φωτιζόμενοι ἀεί, τῆς Τρισηλίου λαμπάδος μακάριοι, ὅλον με φωτίσατε, καὶ τὴν ἀχλὺν τῆς ἀγνωσίας λύσατε, ὅπως τὴν φωσφόρον, ὑμῶν ὑμνήσω πανήγυριν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἱερολογοῦντες ἱερῶς, τὰ τοῦ Θεοῦ ἱερώτατα λόγια, πᾶσαν τὴν ἀνίερον, τῶν διωκτῶν κακίαν ἀ πεκρούσασθε, καὶ ἱερωτάτως, ἀθλήσαντες ἐδοξάσθητε. Δόξα. Νόμοις ἀσεβέσιν ἀθληταί, τοὺς εὐσεβεῖς ἀνδρικῶς ἀντεθήκατε τῶν παρανομούντων τε, τὰ χαλεπὰ ὑπενεγκόντες βάσανα, Μάρτυρες νομίμως, παρὰ Κυρίου ἐστέφθητε. Θεοτοκίον Ὄρος σε κατάσκιον ποτέ, ὁ Ἀββακοὺμ ἐλλαμφθεὶς ἐθεάσατο, Μήτηρ ἀπειρόγαμε, ἐξ ἧς Θεὸς σωματωθεὶς ἐπέφανεν, ἀρετῇ καλύψας, ὡς ἀληθῶς τὰ οὐράνια. ᾨδὴ γ. τοῦ Ἱεράρχου «Στερέωμά μου γενοῦ, ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε». Ἐξήρανας θολερούς, χειμάῤῥους τῆς πλάνης πυρὶ τῶν σῶν λόγων, καὶ νάματα γνώσεως Χριστοῦ, Μᾶρκε ἐπήγασας. Ἐχθρῶν τὴν παρεμβολήν, ἐσκέδασας Μᾶρκε Χριστοῦ ἐπικλήσει, καὶ ἤθροισας λόγοις σου λαούς, εἰς τὴν ἀγάπην αὐτοῦ. Μαρτύρων συνασπισμός, ἔχων στρατηγοῦντα Χριστὸν τὸν Σωτῆρα, τῆς πλάνης τὸν πολέμιον, τὸν ἄσπονδον ἐνίκησεν. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἐν θλίψεσι πλατυσμόν, ἔχοντες Παρθένε τὴν σὴν μεσιτείαν, οἱ πόθῳ τιμῶντές σε, ἐκ κινδύνων λυτρούμεθα. τῶν Μαρτύρων Ἦχος α. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Νευρούμενοι πόθῳ θεϊκῷ, ἀσκήσει ὑπετάξατε, τὸ τῆς σαρκὸς μακάριοι φρόνημα ᾀθλήσαντες δὲ κατεπαλαίσατε, δυσμενῆ ἀσώματον, πόνων ἐπιδόσεσι, καὶ νομίμως ἐστέφθητε Ἅγιοι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ποθῶν τὸ παθεῖν ὑπὲρ Χριστοῦ, ὑπήνεγκας στεῤῥότατα, τοὺς ῥαβδισμοὺς παμμάκαρ τοῦ σώματος, τυπτόμενός τε καὶ συντριβόμενος, καὶ κατατεινόμενος, Ἰωνᾶ πανόλβιε, τῶν ἁγίων Ἀγγέλων 3

συνόμιλε. Δόξα. Ῥωννύμενος σθένει θεϊκῷ, πυρούμενος ἐν χάριτι, τοῦ παντουργοῦ πανόλβιε Πνεύματος, τὰς ἀναρτήσεις, τὸ πῦρ, τὰς μάστιγας, ἀνδρικῶς ὑπήνεγκας, μάρτυς Βαραχήσιε, ὑπὸ πάντων πιστῶν θαυμαζόμενος. Θεοτοκίον Ὁ μόνος οἰκῶν τοὺς οὐρανούς, τὴν μήτραν σου κατῴκησεν, ὑπερβολῇ Παρθένε χρηστότητος, καὶ σὰρξ ὡράθη ἐκ σοῦ τικτόμενος ἀλλ αὐτὸν ἱκέτευε, πάσης περιστάσεως, Παναγία ῥυσθῆναι τοὺς δούλους σου. Καταβασία «Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι Ἅγιος ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος α. Ὁ μόνος εἰδώς. Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος. Δόξα. Ἦχος α. Τὸν τάφον σου Σωτήρ. Μαρτύρων καρτερούς, ὑπομείναντες πόνους, πρὸς ἄπονον ζωήν, μετηνέχθητε ὄντως καὶ νῦν ταῖς εὐχαῖς ὑμῶν, πάντα πόνον κουφίζετε, μεγαλώνυμοι, ἐκ τῶν πιστῶς προσιόντων, τῇ σορῷ ὑμῶν ἣν ἀσπαζόμενοι πόθῳ, ὑμᾶς μακαρίζομεν. Οἱ τὴν σὴν προστασίαν κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν Παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν. Συνεχίζεται ἡ Ἀνάγνωσις τῶν Κανόνων. Εἰς τὴν ε ᾠδὴν ἐπισυνάπτεται ὁ Κανὼν τοῦ Τριῳδίου. Εἰς τὸ τέλος τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου, τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] Ἐπὶ τὴν πέτραν τὴν ἀσάλευτον, θεμελιώσαντες οἱ Ἅγιοι, κατὰ τῶν τυράννων κραταιῶς ἠνδρίσαντο, καὶ διὰ βασάνων τῶν στεφάνων ἔτυχον δι αὐτῶν ὁ Θεός, σῶσον ἡμᾶς. καὶ τὸ Συναξάριον. Τῇ ΚΘ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Ἱερομάρτυρος Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων, ὑπὸ μελισσῶν δακνουμένου καὶ τελειωθέντος, ἐν ἔτει τριακοσιοστῷ ἑξηκοστῷ καὶ τετάρτῳ (364) ἐν τοῖς διωγμοῖς τοῦ Παραβάτου. Ἐπαγρυπνήσας πρῶτα πολλαῖς αἰκίαις, Ὕπνωσε Μᾶρκος, θεῖον εἰρήνης ὕπνον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων ἐν Περσίᾳ Ζανιθά, Λαζάρου, Μαρουθά, Ναρσῆ, Ἠλία, Μάρου ἢ 4

Μαρίνου, Ἀβίβου, Σεεμπὲθ ἢ Σιβσιθίνα ἢ Συμεήθη ἢ Μαρότα καὶ Σάββα, ἐν ἔτει τριακοσιοστῷ καὶ τριακοστῷ (330) μαρτυρησάντων, ἐπὶ Σαβωρίου, τοῦ διώκτου Βασιλέως. Ἔχεις Ἰωνᾶν καὶ σύ, γῆ, πάντως μέγαν, Κατ οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου. Διψῶν Βαραχήσιος Ἀθλητῶν τέλους, Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον. Χριστοῦ ὑπετμηθέντες ἄνδρες ἐννέα, Σύνεισιν ἤδη τάξεσι ταῖς ἐννέα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διαδόχου, Ἐπισκόπου Φωτικῆς τῆς Ἠπείρου, Νηπτικοῦ Θεολόγου καὶ Φιλοκαλλικοῦ Ποδηγέτου, περὶ τὸ ἔτος τετρακοσιοστῷ ὀγδοηκοστῷ καὶ πέμπτῳ (485) εἰρηνικῶς κοιμηθέντος. Ὁ Διάδοχος ἐν θεολόγοις μέγας, Καὶ ἐν ἱεράρχαις μέγιστος ἐφάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Εὐσταθίου Ἐπισκόπου Κίου τῆς Βιθυνίας, κατὰ τὸν ἔννατον αἰῶνα (Θ αἰ) διαλάμψαντος. Τὸν πηλὸν ἐκδύς, Εὐστάθιε παμμάκαρ. Χριστῷ παρέστης τῷ δι ἡμᾶς πηλίνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Ἐνδόξου Μάρτυρος Κυρίλλου τοῦ Διακόνου καὶ τῶν σὺν αὐτῷ Μαρτύρων ἐν Ἡλιουπόλει τῆς Παλαιστίνης καὶ Ἀσκάλωνι καὶ Γάζῃ μαρτυρησάντων. Γαστὴρ Κυρίλλου Λευΐτου διὰ ξίφους, Ὡσεὶ πάχος γῆς, εἶπε Δαυΐδ, ἐῤῥάγη. Κεῖνται γύναια βρώσεως χοίροις σκάφαι, Γαστρὸς παθοῦσαι ῥῆξιν ἐκχοιροφρόνων. Εἰκάδι ἠδ ἐνάτῃ Ἀθληταὶ εἰς πόλον ἷκον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἀναχωρητοῦ ἐν Αἰγύπτῳ, κατὰ τὸν τέταρτον αἰῶνα (Δ αἰ.) διαλάμψαντος. Οὔ σοι ἐντρέπεται ἦτορ, Ἰωάννη, αἷς ὀπτασίαις Βελίαρ παγιδεύει. (ἐν τρέπεται: δὲν ἐπηρεάζεται, δὲν συγκινεῖται πλανερῶς, ἦτορ: ἡ καρδιά σου) Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἡσυχίου, Ἡγουμένου Σινᾶ, ἐξαιρέτου πνευματικοῦ διδασκάλου τῶν πιστῶν καὶ συγγραφέως, κατὰ τὸν ἕβδομον αἰῶνα (Ζ αἰ) διαλάμψαντος. Τῷ Θεῷ συγγινόμενος ἡσυχίᾳ ὁ Ἡσύχιος ποίμνην Σινᾶ ἰθύνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐσταθίου Ἀββᾶ τῆς Μονῆς τοῦ Λουξέϊγ (Luxeuil) (626). Εὐσταθῶς Εὐστάθιος ἡγουμενεύσας, Εὐσταθῶς ἐχώρησε πρὸς Βασιλείαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρκου, τοῦ ἐν τοῖς Σπηλαίοις Πσκὼφ διαλάμψαντος Ῥώσου κατὰ τὸν δέκατον καὶ πέμπτον (ΙΕ αἰ), ἔτι δὲ καὶ τοῦ μαθητοῦ αὐτοῦ Ἰωνᾶ καὶ τῆς Ὁσίας Βάσσης, συζύγου γενομένης τοῦ Ὁσίου Μάρκου. Μᾶρκος, Ἰωνᾶς καὶ Βάσσα σύντρεις ἅμα, Τῇ Τριάδι πάρεισιν ἡμῶν εὐχέται. 5

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐφραίμ, Ἀρχιεπίσκοπος Ροστὼβ τῆς Ρωσίας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει χιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ καὶ τετάρτῳ (1454). Διττῶς ἐκκαλύπτει Χριστοῦ παρουσίαν, Ἐφραίμ ἱεράρχης, μονῶν δὲ προστάτης. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] ἐν τῇ η ᾠδῇ Καταβασία τοῦ Τριῳδίου Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. «Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Καταβασία τοῦ Τριῳδίου «Σὲ ἥν περ εἶδε Μωϋσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἣν Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, δι ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ γ Ἤχου. Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου καὶ τὸ Μαρτυρικὸν εἰς τοὺς οἰκείους στίχους. Δόξα. Καὶ νῦν, Σταυρο Θεοτοκίον. Ἀπόστιχα τῶν Αἴνων. Ἦχος πλ. β. Τῆς πατρικῆς δωρεᾶς διασκορπίσας τὸν πλοῦτον, ἀσωτίᾳ τὸν βίον κατηνάλωσα, τοῖς πονηροῖς λογισμοῖς τῆς ἁμαρτίας μου συναπαχθείς, καὶ γλυκασμῷ ἐμπαθείας ἐνηδόμενος, τοῖς ἀνοήτοις κτήνεσιν ὡμοιώθην, τῇ τῶν σωτηρίων ἐντολῶν παραβάσει. Ἀλλ ὁ ἐπὶ σταυροῦ κρεμασθῆναι, δι ἐμὲ εὐδοκήσας Χριστὲ ὁ Θεός, μὴ ἀποκηρύξῃς με τῆς σῆς υἱοθεσίας, ἀλλ ἐπιστρέφοντα δέξαι, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν 6

πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Τῆς πατρικῆς δωρεᾶς.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει Οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς. Δόξα. Ἦχος πλ. β. Τριήμερος ἀνέστης. Ἡ Πάναγνος ὡς εἶδε σε, ἐπὶ σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα ἀνεβόα μητρικῶς Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον; ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), Δόξα. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), Δόξα. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης», τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. τοῦ ἁγίου τοῦ Ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ ᾠδὴν τῶν κανόνων), ἤτοι τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος Ἐπὶ τὴν πέτραν τὴν ἀσάλευτον, θεμελιώσαντες οἱ Ἅγιοι, κατὰ τῶν τυράννων κραταιῶς ἠνδρί 7

σαντο, καὶ διὰ βασάνων τῶν στεφάνων ἔτυχον δι αὐτῶν ὁ Θεός, σῶσον ἡμᾶς. Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, Θεοτοκίον «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται Ἑσπερινὸς τῆς 06 ης Ἀπριλίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 06.04.2019 Εὐτυχίου Πατρ. Κων/πόλεως, των εν Περσίδι 120 Μαρτύρων Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 8