ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος β Ματρώνης Μάρτυρος ἐν Θεσσαλονίκῃ

Σχετικά έγγραφα
ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος α τῶν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων Πατέρων

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος πλ. α Παφνουτίου Ἱερομάρτυρος, Φιλίππας Μάρτυρος, Γεωργίου Ἐπισκόπου Πισιδίας Ὁμολογητοῦ

ὁ Ὄρθρος Ἦχος α Βασιλείου Ἱερομάρτυρος, πρεσβυτέρου τῆς Ἀγκυρανῶν Ἐκκλησίας

ὁ Ὄρθρος Ἦχος γ Κλαυδίου, Νικηφόρου κλπ Μαρτύρων, Θεοδώρας Ὁσίας ἐν Θεσσαλονίκῃ

ὁ Ὄρθρος Ἦχος β Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων καὶ τῶν σὺν αὐτῷ καὶ Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς Μαρτύρων

ὁ Ὄρθρος Καθαρὰ Παρασκευὴ Ἦχος πλ. δ Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ, Ἀριστοβούλου Βρετανίας, Μανουὴλ τοῦ Κρητός.

ὁ Ὄρθρος Ἦχος δ Βασιλείου Ἐπισκ. Παρίου Ὁμολογητοῦ, Ἀνθούσης Ὁσίας

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος πλ. α Συμεὼν Ἱερομάρτυρος ἐν Περσίδι, Ἀγαπητοῦ Πάπα Ῥώμης, Ἀνδριανοῦ Μάρτυρος, Μακαρίου Ἐπισκ.

καὶ προστεθήσεταί σοι ἔτη ζωῆς. Ἀπόστιχα Ἰδιόµελον Ἦχος β' Πατέρα σε τὸν Κτίστην, ἐπιγράφεσθαι τολµῶ Κύριε, ζῷον ὑπάρχων γηγενές, τῆς σῆς µετέχων εἰκό

ΟΡΘΡΟΣ ΤΕΤΑΡΤΗΣ Γ' ΕΒΔΟΜΑΔΟΣΗΧΟΣ Β \ ΟΡΘΡΟΣ ΤΕΤΑΡΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΗΧΟΣ Β \ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος δ Τερεντίου, Πομπηΐου, Μαξίμου, Ἐπαμεινώνδου, Μιλτιάδου καὶ ἑτέρων Γρηγορίου Ε Πατρ.

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος γ Ὁσίου Νικήτα Ὁμολογητοῦ Ἰωσὴφ τοῦ Ὑμνογράφου

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 2017

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

ἔχων ἡμέρας εἴκοσιν ὀκτώ Η ἡμέρα ἔχει ὥρας 11 καὶ ἡ νὺξ ὥρας 13

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Ἦχος πλ. δ. Ἑωθινὸν α. Τυπ. Πεντ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

15 ΜΑΡΤΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΣΑΒΒΑΤΟΝ 13 ΜΑΪΟΥ 2017 «Μετὰ τὴν ἑορτὴν τῆς Μεσοπεντηκοστῆς». Γλυκερίας μάρτυρος ( 177). Σεργίου ὁμολογητοῦ, Παυσικάκου ἐπισκόπου Συνάδων (Ϛ αἰ.).

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

ἔχων ἡμέρας τριάκοντα Η ἡμέρα ἔχει ὥρας 13 καὶ ἡ νὺξ ὥρας 11

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 5. Παρασκευησ

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Κατάλογος Ἐκδόσεων καὶ Ἐργοχείρων

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

14 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορός Δόξα Πατρί...

26 ΙΟΥΛΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

21 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Τετάρτη τῆς Α Ἑβδομάδος τῶν Νηστειῶν

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

23 ΑΠΡΙΛΙΟΥ 2016 Σάββατον πρὸ τῶν Βαΐων Τοῦ Ἁγίου καὶ δικαίου Λαζάρου τοῦ τετραημέρου.

24 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως. Ἦχος β. Ἑωθινὸν γ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

19 ΝΟΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

+ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

ἔχων ἡμέρας τριάκοντα μίαν Η ἡμέρα ἔχει ὥρας 14 καὶ ἡ νὺξ ὥρας 10

ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος βαρύς. τῶν ἐν Ἀμορίῳ Τεσσαράκοντα δύω Μαρτύρων

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

3 ΑΥΓΟΥΣΤΟΥ 2014 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ. Ἰσαακίου, Δαλμάτου καὶ Φαύστου ὁσίων. Ηχος βαρύς ἑωθινὸν η.

18 IOYΛIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

ὁ Ἑσπερινὸς μετὰ τῆς ἱερᾶς Ἀκολουθίας τῶν Προηγιασμένων δώρων. Καθαρὰ Τετάρτη Ἦχος δ Ἀνακομιδὴ Νικηφόρου Κων/πόλεως

τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

18 ΑΥΓΟΥΣΤΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ὁ Ὄρθρος Παρασκευὴ πρωΐ Ἦχος βαρύς. Θεοφυλάκτου Νικομηδείας τοῦ Ὁμολογητοῦ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ευ λο γη µε νος ο ερ χο µε νος εν ο

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

7 ΑΠΡΙΛΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ ΕΧΩΝ ΗΜΕΡΑΣ ΕΙΚΟΣΙΟΚΤΩ Ἢ (ΒΙΣΕΚΤΟΥ ΟΝΤΟΣ) ΕΙΚΟΣΙΕΝΝΕΑ

ΔΕΥΤΕΡΑ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ἰωάννου τοῦ Ἐλεήμονος, πατριάρχου Ἀλεξανδρείας ( ) Νείλου ὁσίου (ε αἰ.). ΤΥΠΙΚΟΝ. Ἦχος πλ. β. Ἑωθινὸν α.

17 ΑΥΓΟΥΣΤΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

12 ΑΠΡΙΛΙΟΥ 2014 Σάββατον πρὸ τῶν Βαΐων

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

29 ΙΟΥΛΙΟΥ 2018 Κυριακὴ Θ Ματθαίου Μάρτυρος Καλλινίκου, Μάρτυρος Θεοδότης καὶ τῶν τέκνων αὐτῆς. Ἦχος πλ. δ. Ἑωθινὸν Θ.

Transcript:

Εἰς τὸν Ὄρθρον. 27 ΜΑΡΤΙΟΥ 2019 Τετάρτη τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν ὁ Ὄρθρος Τετάρτη πρωΐ Ἦχος β 27.03.2019 Ματρώνης Μάρτυρος ἐν Θεσσαλονίκῃ ὁ ἱερεύς «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», ὁ Ἀναγνώστης Τρισάγιον κ.τ.λ., «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης «Κύριε, ἐλέησον» (ιβ ), Δόξα, Καὶ νῦν, «Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ», ὁ ἱερεύς «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», ὁ δὲ Ἀναγνώστης τὸν Ἑξάψαλμον. ὁ ἱερεύς Τὰ εἰρηνικὰ καὶ ἡ ἐκφώνησις «Οτι πρέπει σοι». ΤΡΙΑΔΙΚΑ : ὁ Χορός εἰς ἦχον β (τῆς ἑβδομάδος) τὸ Ἀλληλουάριον τετράκις μὲ τοὺς στίχους αὐτοῦ «Ἐκ νυκτὸς ὀρθρίζει» κ.λπ., ὡς ἐν τῷ Ὡρολογίῳ, μεθ ὃ τοὺς ἐν τῷ τέλει τοῦ Τριῳδίου Τριαδικοὺς ὕμνους τοῦ β ἤχου (τῆς ἑβδομάδος). Ἄκτισε Φύσις, ἡ τῶν ὅλων δημιουργός, τὰ χείλη ἡμῶν ἄνοιξον, ὅπως ἀναγγέλλωμεν τὴν αἴνεσίν σου βοῶντες Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. Δόξα. Τὰς ἄνω δυνάμεις μιμούμενοι οἱ ἐπὶ γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι Ἀγαθέ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, Πρεσβείαις (τοῦ ἁγίου τοῦ Ναοῦ) σῶσον ἡμᾶς. Καὶ νῦν. Τῆς κλίνης καὶ τοῦ ὕπνου, ἐξεγείρας με Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν σε, Ἁγία Τριάς Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. ὁ ἱερεύς μικρὰν συναπτήν. «Οτι σόν τὸ Κράτος». ΚΑΘΙΣΜΑΤΑ : ὁ Χορός εἰς τὴν α στιχολογίαν, τὰ Κατανυκτικὰ τοῦ β ἤχου (τῆς ἑβδομάδος) [ζήτει εἰς τὸ τέλος τοῦ Τριῳδίου]. Καθίσματα Σταυρώσιμα Ἦχος β. Αὐτόμελον. Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοί προσάγομεν εἰς πρεσβείαν Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, ἱκετεύοντας διὰ τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε. Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὃν τρόπον ᾐχμαλώτευσεν ὁ ἐχθρὸς τὸν Ἀδάμ, διὰ ξύλου τῆς βρώσεως Κύριε, ὡσαύτως ᾐχμαλώτευσας καὶ αὐτὸς τὸν ἐχθρόν, διὰ ξύλου Σταυροῦ, καὶ τοῦ πάθους σου ἐν τούτῳ γὰρ παρεγένου ὁ δεύτερος Ἀδάμ, ἀναζητῆσαι τὸν πλανηθέντα, ζωοποιῆσαι τὸν νεκρωθέντα, ὁ Θεὸς δόξα σοι. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρὸν ἡπλωμένον, κλαίουσα πικρῶς, Υἱέ μου ἔλεγε, τί τὸ φοβερὸν τοῦτο μυστήριον, ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν Σταυρῷ, πῶς θνῄσκεις θάνατον ἐπονείδιστον. Εἰς τὴν β καὶ γ στιχολογίαν τὰ καθίσματα τῆς ἡμέρας τοῦ Τριῳδίου (Τετάρτης β ἑβδομάδος «Χριστὲ ἐπὶ Σταυροῦ», κ.λπ.). Μετὰ τὴν β Στιχολογίαν, τὰ παρόντα Καθίσματα. 1

(ποίημα Ἰωσήφ) Ἦχος γ. Τὴν ὡραιότητα. Ξύλῳ ἐμάρανας, τὴν φλόγα Δέσποτα, τῆς παραβάσεως, Σταυρῷ ὑψούμενος καὶ ἀπενέκρωσας ἐχθρόν, νεκρούμενος θελήματι ὅθεν ἱκετεύω σε, τῆς σαρκός μου θελήματα, νέκρωσον καὶ ζῴωσον, τὴν ἀθλίαν καρδίαν μου, νηστείᾳ παθοκτόνῳ καθάρας με πάσης κηλῖδος ὡς Εὔσπλαγχνος. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. Τὸν ἐπονείδιστον, Οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο σπλάγχνα κοπτομένη γάρ, μητρικῶς ἐπωδύρετο ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτείρησον καὶ σῶσον τὸν Κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν. Μετὰ τὴν γ Στιχολογίαν Καθίσματα. (ποίημα Θεοδώρου) Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος. Τὴν φαιδρὰν διανύοντες, τῶν Νηστειῶν εὐωχίαν βοῶμεν Ἅπαντας διατήρησον ἐν εἰρήνῃ Κύριε, πάσης τῆς μηχανίας τοῦ ἐχθροῦ ῥυσάμενος, καὶ ἀξίωσον ἡμᾶς ὡς ὑπεράγαθος, τὸν Σταυρόν σου τὸν σεπτόν, φόβῳ ἀσπάσασθαι, ὁ δι αὐτοῦ τὰ ἐλέη σου, παρέχων τῇ Οἰκουμένῃ, μόνε Πολυέλεε. Δόξα. τὸ αὐτό. Καὶ νῦν. Σταυροθεοτοκίον. Ὅμοιον. Ἦχος β. Εὐσπλαγχνίας ὑπάρχουσα. Ἡ Παρθένος καὶ Μήτηρ σου Χριστέ, ἐπὶ ξύλου ὁρῶσά σε νεκρόν, ἡπλωμένον, κλαίουσα πικρῶς, βοῶσα ἔλεγε Τί τὸ φοβερὸν τοῦτο μυστήριον; ὁ πᾶσι δωρούμενος ζωὴν τὴν αἰώνιον, ἑκουσίως ἐν σταυρῷ πῶς θνῄσκεις, θάνατον ἐπονείδιστον; ὁ Ν Ψαλμὸς χῦμα, ὁ ἱερεύς «Σῶσον, ὁ Θεός», «Κύριε, ἐλέησον» (ιβ ) καὶ ἡ ἐκφώνησις «Ἐλέει καὶ οἰκτιρμοῖς». ΑΙ ῼΔΑΙ : Ἐν συνεχείᾳ στιχολογοῦνται αἱ ἐννέα βιβλικαὶ ᾨδαὶ κατὰ τὴν τάξιν αὐτῶν. Σήμερον θὰ διαβασθῇ ὁλόκληρος ἡ γ ᾨδή. ΚΑΝΟΝΕΣ : Εἶτα ἀναγινώσκονται οἱ Κανόνες ὡς ἑξῆς εἰς ὅσας ᾠδὰς ὑπάρχουν τριῴδια προηγεῖται ὁ κανὼν τοῦ Μηναίου μετὰ τῶν εἱρμῶν αὐτοῦ καὶ ἕπονται τὰ Τριῴδια, εἰς δὲ τὰς λοιπὰς ᾠδὰς μόνον ὁ κανὼν τοῦ Μηναίου. Εἰς τὸ τέλος τῆς γ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς (ἐννοεῖται ὅτι, ἂν μετὰ τὸ Μηναῖον ἀνεγνώσθησαν τριῴδια, τότε ψάλλεται ὁ εἱρμὸς τοῦ β τριῳδίου), ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς Τὸ τῆς Ματρώνης ἔνθεον μέλπω κλέος. Θεοφάνους. ᾨδὴ α. Ἦχος δ. Ὁ Εἱρμός. «Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο». Ταῖς θείαις, τῶν Ἀσωμάτων τάξεσι, περιχορεύουσα, περὶ τῶν πάντων αἴτιον Θεόν, καὶ τρανῶς ἀπολαύουσα, θεαρχικῆς ἐλλάμψεως, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον. Ὁ δούλου, καταξιώσας δέξασθαι, μορφὴν Χριστὸς ὁ Θεός, ἐλευθερῶσαι ταύτην βουληθείς, ἐκ φθορᾶς καὶ θανάτου δεσμῶν, ἀπὸ ζυγοῦ δουλείας σε, Μάρτυρα Νύμφην ἐμνηστεύσατο. Δόξα. 2

Τὸ θῆλυ, ἀῤῥενωθὲν τῇ χάριτι, τὴν ἐπηρμένην ὀφρύν, καὶ καυχωμένην ἄμετρα τὸ πρίν, ἐξαλείφειν τὴν θάλασσαν, δι ἀσθενείας σώματος, θείᾳ δυνάμει καταβέβληκε. Καὶ νῦν. Θεοτοκίον Ἡ πύλη, τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, Ἀνατολὴν καὶ Ἥλιον καὶ φῶς, μυστικῶς σε καλούμενον, ὑπερφυῶς ἐξήστραψε, διπλοῦν τὴν φύσιν τὸν φιλάνθρωπον. ᾨδὴ γ. τῆς Μάρτυρος Ἦχος δ. Ὁ Εἱρμός. «Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». Στεῤῥότητι λογισμοῦ, τῆς παρανόμου καὶ δεινῆς ἤνεγκας, τὴν χαλεπὴν βάσανον, φρουρᾶς ὦ Ματρώνα πανόλβιε. Μαστίγων ὀδυνηρῶν, αἰσθανομένη καρτερῶς ἔφερες ψηλαφητοῦ σκότους δέ, θείαν λαμπηδόνα ἀντείληφας. Αἱμάτων σου οἱ κρουνοί, τῆς ἀσεβείας τὴν πυρὰν ἔσβεσαν, τοὺς δὲ πιστοὺς ἤρδευσαν, τῆς θεοσεβείας τοῖς νάμασι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν Πλάκα, τὴν Κιβωτόν, τὴν δεξαμένην ἐν γαστρὶ Πάναγνε, Λόγον Θεοῦ τὸν ἄναρχον, θεηγορικῶς εὐφημοῦμέν σε. καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ γ ᾨδή. (ποίημα τοῦ κυρίου Ἰωσήφ) Ἦχος γ. Τὸ στερέωμα. Συσταυρούμενοι, τῷ δι ἡμᾶς σταυρωθέντι, νεκρώσωμεν ἅπαντα, σαρκὸς τὰ μέλη ἐν νηστείαις καὶ εὐχαῖς καὶ δεήσεσιν. Ὁ τὴν ἄκανθαν, τῆς ἁμαρτίας ἐκτείλας, σταυρώσει σου Κύριε, τοὺς ἀκανθώδεις, λογισμοὺς τῆς διανοίας μου ἔκτιλον. Καθοπλίσαντες, τὰς διανοίας νηστείᾳ τρεψώμεθα ἔκφυλα δαιμόνων στίφη, τῇ δυνάμει τοῦ Σταυροῦ τειχιζόμενοι. Σωματούμενος ἐκ σοῦ προῆλθεν ὁ Λόγος, τὴν ἔκπτωσιν Ἄχραντε, τῶν Προπατόρων, διὰ σπλάγχνα οἰκτιρμῶν διορθούμενος. Ἕτερον Τριῴδιον (ποίημα τοῦ κυρίου Θεοδώρου) Ἦχος β. Στερέωσον ἡμᾶς. Ὁ σὸς ζωοποιὸς Σταυρὸς Κύριε, σφραγίς μοι ὑπάρχει εἰς σωτηρίαν ἐν αὐτῷ γὰρ τὸν ἀντίπαλον καταργῶν ἀνυμνῶ σε ὡς Θεὸν δυνατόν. Τὸ ξύλον τοῦ Σταυροῦ καρπὸν ἤνεγκε, τῷ κόσμῳ ζῳώσεως ἀϊδίου οὗ ἡμεῖς ἀπογευόμενοι, ἐκ θανάτου Χριστὲ ἀπολυτρούμεθα. Δόξα. Τριαδικόν 3

Τὰ τρία τῆς μιᾶς οὐσίας πρόσωπα δοξάζω Πατέρα, Υἱόν, καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος βασιλεύει γάρ, καὶ μοναρχεῖ ὡς Θεός. Καὶ νῦν. Θεοτοκίον Ὁ τόκος σου σεμνὴ φρικτὸς πέφυκε Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς. Ἡ χάρις τοῦ Σταυροῦ προεκλάμπουσα, τῷ Κόσμῳ πρὸς τὰ θεῖά σου Οἰκτίρμον, συγκαλεῖται Πάθη πάντας ἡμᾶς, ἃ πιστῶς προσκυνῆσαι καταξίωσον. Ἦχος β. Ὁ Εἱρμός. «Στερέωσον ἡμᾶς ἐν σοί Κύριε ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Οτι σὺ εἶ ὁ Θεὸς ἡμῶν» τὸ Μεσῴδιον Κάθισμα τοῦ Μηναίου μετὰ τοῦ Θεοτοκίου Μεσῴδιον Κάθισμα. Ἦχος πλ. δ. Τὸ προσταχθέν. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἐπέστη φιλέορτοι, λαμπρὰ πανήγυρις, ἡ μνήμη ἡ ἔνδοξος, τῆς Ἀθληφόρου Χριστοῦ, εὐφραίνουσα τὰ σύμπαντα, λάμπουσα ταῖς ἀκτῖσι, τῶν θαυμάτων ἐν κόσμῳ, φέρουσα τοῖς ἀνθρώποις, τὴν ἀέναον χάριν. Αὐτῆς ταῖς ἱκεσίαις Σωτήρ, σῶσον τὸν κόσμον σου. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον Παρθένε Πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν Παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι. Εἰς τὸ τέλος τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τοῦ Μηναίου ψάλλεται πάλιν ὁ εἱρμὸς αὐτῆς, ὁ ἱερεύς αἴτησιν καὶ ἐκφώνησιν «Σύ γὰρ εἶ ὁ βασιλεύς». Εἶτα ἀντὶ Κοντακίου τὸ ἐνδιάτακτον Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος [τὸ τυχὸν Κοντάκιον τοῦ Μηναίου καταλιμπάνεται] Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παῤῥησίας ἐκηρύξατε Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. καὶ τὸ Συναξάριον. Τῇ ΚΖ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας ἐνδόξου Μάρτυρος Ματρώνης, δούλης κατὰ κόσμον, ἐν Θεσσαλονίκῃ, κατὰ τὸν Δ αἰῶνα ἀθλησάσης. Οὐκ ἄξιον λαθεῖν σε, μάρτυς Ματρώνα, Κἄν ἔνδον εἱρκτῆς ἐκπνέῃς κεκρυμμένη. Εἰκάδι ἑβδομάτῃ θάνε Ματρῶνα ἐνὶ εἱρκτῇ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀνανί, κατὰ τὸν Θ πρὸ Χριστοῦ αἰῶνα ἀκμάσας, καὶ τὸν Βασιλέα τῆς Ἰουδαίας Ἀζά, ἐκτραπέντα, διελέγξας, ἐν εἰρήνῃ τελειοῦται. Τριὰς τρίπους σός, Ἀνανὶ θεοπρόπε, Δι ἧς τὸ μέλλον προὔλεγες πρὸ τοῦ τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἅγίων ἐνδόξων Μαρτύρων Φιλητοῦ τοῦ Συγκλητικοῦ καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν δύο τέκνων αὐτῶν, Μακεδόνος καὶ Θεοπρεπίου, ἔτι δὲ Κρονίδου τοῦ κο 4

μενταρησίου καὶ Ἀμφιλοχίου Δουκός τοῦ Ἰλλυρικοῦ, περὶ τὸ ἔτος ἑκατοστὸν εἰκοστὸν καὶ πέμπτον (125) τελειωθέντων. Ὥσπερ Φιλητοῦ, καὶ Λυδίας σὰρξ μία, Οὕτως ἓν αὐτῶν καὶ μετ εἰρήνης τέλος. Θνῄσκει Θεοπρέπιος σὺν Μακεδόνι, Θεοπρεπῶς ᾄδοντες ὕμνους Κυρίῳ. Δοὺξ συντελευτᾷ τῷ Κομενταρησίῳ, Ἐξουσιάζων ἐξυπηρετουμένῳ. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Μάρτυρες Ἰωάννης καὶ Βαρούχιος ξίφει τελειοῦνται. Οὐ θάρσος ἧττον Ἰωάννου πρὸς ξίφος, Βαρουχίῳ ὑπῆρχεν, ἀλλὰ καὶ πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κήρυκος, ὁ ἐν τῷ Ἄπρῳ τῆς Θράκης, ἐν εἰρήνῃ τελειοῦται. Ἐγώ, Πάτερ Κήρυκε, καὶ τεθνηκότα, Κἀν καρδίᾳ φέρειν σε, κἀν γλώττῃ θέλω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Κορίνθου, ἀδελφοῦ Πέτρου τοῦ ἁγιωτάτου ἐπισκόπου Ἄργους τοῦ σημειοφόρου. Φύσει ἀδελφὸς ὢν ὁ Παῦλος τοῦ Πέτρου, Πόλει σὺν αὐτῷ ἐγκατοικεῖ τῇ ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Εὐτυχίου Ἐπισκόπου. Εὐτυχὲς Εὐτύχιος ἦλθεν εἰς πέρας, Γῆθεν μεταστάς, καὶ κατοικήσας πόλον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξάνδρου τῆς Βόσσα, ἐν Κοστρομᾷ τῆς Ῥωσίας. Παρὰ ποταμῷ ἱδρύσας τὴν Μονήν σου, Νῦν τρυφᾷς, Ἀλέξανδρε, Πηγῆς τῆς ζώσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Β Ἀρχιεπισκόπου Ῥοστώφ. (+1454) Ὡς Ἐφραὶμ κατηύφρανας τὴν Ἐκκλησίαν, Οὕτως σε Χριστὸς ἀξίως κατευφραίνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀντωνίου, Μητροπολίτου Τομπόλσκ. (+1740) Ἀποστολικῶς Ἀντώνιος βιώσας, Ἔμπνουν Εὐαγγέλιον Τομπόλσκ ἐφάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου Λυκοπόλεως, μοναχοῦ τοῦ διορατικοῦ ἐν Αἰγύπτῳ, ἐν εἰρήνῃ τελειωθέντος ἐν ἔτει τριακοσιοστῷ ἐννενηκοστῷ καὶ πέμπτῳ (395). Ψυχῆς καὶ νοὸς διαυγὲς ὄμμα ἔσχες, Καθαρότητι καὶ νήψει τὴν Χάριν ἑλκύσας. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. [ἐν τῇ η ᾠδῇ πρὸ τοῦ Τριαδικοῦ, ἀντὶ τοῦ Δόξα, λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν Κύριον»] [Εἰς ἀρκετὰς Ἐνορίας παραλείπουν τὴν ἀνάγνωσιν τῶν Ὠιδῶν ζ, η, θ, ὡς καθ ὅλον τὸν ἐνιαυτόν] Εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν» ὁ εἱρμὸς τῆς η ᾠδῆς τοῦ β Τριῳδίου, 5

Ἦχος β. Ὁ Εἱρμός. «Τὸν ἐν τῇ βάτῳ Μωσεῖ, τῆς Παρθένου τὸ θαῦμα, ἐν Σιναίῳ τῷ ὄρει, προτυπώσαντα ποτέ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». ὁ ἱερεύς «Τὴν Θεοτόκον καὶ μητέρα» ὁ Χορός στιχολογεῖ «Τὴν τιμιωτέραν» εἶτα ὁ εἱρμὸς τῆς θ ᾠδῆς τοῦ β Τριῳδίου Ἦχος β. Ὁ Εἱρμός. «Σὲ τὴν νοητήν, καὶ ἔμψυχον κλίμακα, ἐν ᾗ ὁ Θεὸς ἡμῶν ἐπεστήρικτο, δι οὗ τὴν πρὸς Οὐρανὸν εὕρομεν ἄνοδον, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν». καὶ τὸ «Αξιον ἐστίν». ὁ ἱερεύς Αἴτησιν, καὶ ἐκφώνησιν «Οτι σέ αἰνοῦσι». ΦΩΤΑΓΩΓΙΚΟΝ : ψάλλεται (ἐκ τρίτου) τὸ τοῦ ἤχου τῆς ἑβδομάδος ἀντὶ Ἐξαποστειλαρίου. Φωταγωγικὸν τοῦ α Ἤχου. Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, Δυνάμει, Κύριε, τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, Πρεσβείαις, Κύριε, (τοῦ ἁγίου τοῦ Ναοῦ), καὶ σῶσόν με. Τὸ φῶς σου τὸ ἀΐδιον, ἐξαπόστειλον Κύριε, καὶ φώτισον τὰ ὄμματα τὰ κρυπτὰ τῆς καρδίας μου, Πρεσβείαις, Κύριε, τῆς Θεοτόκου καὶ σῶσόν με. [ψαλμοὶ τῶν Αἴνων καὶ Στιχηρὰ Αἴνων δὲν ψάλλονται] ὁ ἱερεύς «Σοί δόξα πρέπει» καὶ ὁ Ἀναγνώστης τὴν Δοξολογίαν (χῦμα). ὁ ἱερεύς «Πληρώσωμεν τὴν ἑωθινὴν» κ.τ.λ, Κεφαλοκλισία, ὡς συνήθως. «Σὸν γάρ ἐστι τὸ ἐλεεῖν». ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ: ὁ Χορός τὸ Ἰδιόμελον τοῦ Τριῳδίου «Ἐν τιμῇ ὤν» (δίς) καὶ τὸ Μαρτυρικὸν «Τῶν Μαρτύρων σου τὰ πλήθη» (ἅπαξ) εἰς τοὺς οἰκείους στίχους, Δόξα. Καὶ νῦν, Θεοτοκίον «Πόνους ὑπομείνασα». Ἀπόστιχα τῶν Αἴνων. Ἰδιόμελον. Ἦχος β. Ἐν τιμῇ ὢν υἱότητος, Πατρὸς ἀγαθοῦ, ὁ ἄνους ἐγὼ οὐ συνῆκα, ἀλλ ἐμαυτὸν τῆς δόξης ἐστέρησα, τὸν πλοῦτον κακῶς δαπανήσας τῆς Χάριτος λειπόμενος δὲ θείας τροφῆς, παράσιτος γέγονα μιαρῷ πολίτῃ ὑπ αὐτοῦ δὲ πεμφθεὶς εἰς τὸν αὐτοῦ ψυχοφθόρον ἀγρόν, ζῶν ἀσώτως συνεβοσκόμην τοῖς κτήνεσι, καὶ ταῖς ἡδοναῖς δουλεύων, οὐκ ἐνεπλησκόμην. Ἀλλ ὑποστρέψας, βοήσω τῷ εὐσπλάγχνῳ, καὶ οἰκτίρμονι Πατρί Εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, ἥμαρτον, ἐλέησόν με. Στίχ. α. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. Ἐν τιμῇ ὢν υἱότητος,.. Μαρτυρικόν Στίχ. β. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Τῶν Μαρτύρων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ. Ἐλέησον ἡμᾶς ὡς φιλάνθρωπος. Δόξα. Καὶ νῦν. Σταυροθεοτοκίον 6

Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀνεβόας πικρῶς Οἴμοι Τέκνον γλυκύτατον! ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι. ὁ ἱερεύς «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», ὁ Ἀναγνώστης Τρισάγιον κ.λπ., Αὖθις, τὸ Ἀπολυτίκιον χῦμα ὁ Ἀναγνώστης «Ἐν τῷ ναῷ ἑστῶτες», «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου» ὁ ἱερεύς «Ὁ ὢν εὐλογητός», ὁ Προεστώς «Ἐπουράνιε βασιλεῦ», αἱ τρεῖς μεγάλαι μετάνοιαι μετὰ τῆς Εὐχῆς τοῦ Ὁσ. Ἐφραὶμ «Κύριε καὶ δέσποτα τῆς ζωῆς μου». Καὶ εὐθὺς ἐπισυνάπτονται αἱ Ὧραι. ΑΙ ΩΡΑΙ : ἀρχόμεναι πᾶσαι μετὰ τοῦ «Δεῦτε προσκυνήσωμεν» γ, κατὰ τὴν τάξιν τοῦ Τριῳδίου καὶ τοῦ Ὡρολογίου [ἐν ταῖς ἐνορίαις μετὰ τὴν εὐχὴν τοῦ ἁγίου Ἐφραὶμ παραλείπεται τὸ τρισάγιον καὶ λέγεται εὐθὺς ἡ Εὐχὴ ἑκάστης Ὥρας] Εἰς τὴν Θ ὥραν, μετὰ τὸ Τρισάγιον καὶ τὰ μετ αὐτὸ τροπάρια «Βλέπων ὁ λῃστὴς» κ.λπ., τὸ «Κύριε, ἐλέησον» (μ ), Δόξα. Καὶ νῦν. «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Δι εὐχῶν» ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι. οἱ Χοροί εἰς ἦχον πλ. δ τοὺς Μακαρισμοὺς μετ ἐφυμνίου εἰς ἕκαστον στίχον τὸ «Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ καὶ Ὡρολογίῳ τάξιν. Εἶτα ὁ Ἀναγνώστης τὰ τροπάρια «Χορὸς ὁ ἐπουράνιος» κ.λπ., Καὶ νῦν. ὁ Προεστώς «Πιστεύω εἰς ἕνα Θεόν», καὶ τὸ «Ἄνες, ἄφες, συγχώρησον». τὸ «Πάτερ ἡμῶν», ὁ ἱερεύς «Οτι σοῦ ἐστί», ὁ Ἀναγνώστης τὰ Κοντάκια «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης», τὸ τῆς ἡμέρας τῆς ἑβδομάδος (βλέπε αὐτὸ εἰς τὴν Ἀκολουθίαν τῶν τυπικῶν), ἤτοι Κοντάκιον τοῦ Σταυροῦ. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. τοῦ ἁγίου τοῦ Ναοῦ, τὸ ἐνδιάτακτον μαρτυρικόν (τὸ ὁποῖον ἀνεγνώσθη καὶ μετὰ τὴν Ϛ ᾠδὴν τῶν κανόνων), ἤτοι τὸ Μαρτυρικὸν Κάθισμα τοῦ Ἤχου τῆς Ἑβδομάδος Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παῤῥησίας ἐκηρύξατε Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Δόξα, τὸ νεκρώσιμον «Μετὰ τῶν ἁγίων», Καὶ νῦν, Θεοτοκίον «Προστασία», «Κύριε, ἐλέησον» (μ ), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε, ἐλέησον» (γ ), Δόξα, Καὶ νῦν, «Τὴν τιμιωτέραν», «Ἐν ὀνόματι Κυρίου», ὁ ἱερεύς «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς». ὁ Προεστώς «Κύριε καὶ Δέσποτα» καὶ τρεῖς μεγάλαι μετάνοιαι, μεθ ἃς ἄρχεται ὁ 7

Ἑσπερινὸς τῆς 28 ης Μαρτίου καὶ Θεία Λειτουργία τῶν Προηγιασμένων Δώρων 28.03.2019 Ἱλαρίωνος Ὁσίου τοῦ Νέου, τῆς Μονῆς Πελεκητῆς, Ἡρῳδίωνος Ἀποστόλου Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 8