30 ΙΟΥΝΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν Δώδεκα. Ἦχος α. Ἑωθινὸν β.

Σχετικά έγγραφα
Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΑΠΟΛΥΤΙΚΙΑ, ΘΕΟΤΟΚΙΑ, ΥΠΑΚΟΑΙ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

20 ΜΑΡΤΙΟΥ Κυριακή Α τῶν Νηστειῶν (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 8 Σεπτεμβρίου. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Ἦχος β - Ἑωθινὸν ια.

ΛΟΥΚΑ (ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ)

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΤΡΙΤΗ ΑΝΑΦΟΡΑ. Ας υψώσουμε τις καρδιές μας. Είναι στραμμένες προς τον Κύριο. Ας ευχαριστήσουμε τον Κύριο τον Θεό μας. Άξιο και δίκαιο.

13 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

15 ΜΑΪΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Πράξεις τῶν ἀποστόλων, ἅπτει ὁ κανδηλάπτης πάσας τὰς κανδήλας τοῦ

ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ ΓΛΩΑ Α ΓΥΜΝΑΙΟΥ

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ΔΕΥΤΕΡΗ ΑΝΑΦΟΡΑ. Γι αυτό και εμείς, ενωμένοι με τους Αγγέλους και τους αγίους, διακηρύττουμε τη δόξα σου αναφωνώντας και λέγοντας (ψάλλοντας):

ε ε λε η σον Κυ ρι ε ε ε

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ α χορός

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Στίχ. Ϛ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κυριακὴ 10 Φεβρουαρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρυρος Χαραλάμπους τοῦ θαυματουργοῦ. Ἦχος γ. Ἑωθινὸν γ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

30 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΕΣΠΕΡΙΝΟΣ ΕΝ ΤΑΙΣ ΚΥΡΙΑΚΑΙΣ ο Ιερεύς: Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.

22 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

22 ΑΠΡΙΛΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Γ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ

Στὴν ἀρχὴ ἦταν ὁ Λόγος. Ὁ Λόγος ἦταν μαζὶ μὲ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Ἦχος πλ. β. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΜΑΘΗΜΑ 11 Ο Η ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

30 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Transcript:

30 ΙΟΥΝΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν Δώδεκα. Τῇ αὐτῇ Κυριακῇ μνήμη πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων πατέρων, σύναξις πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, πάντων τῶν ἐν Πάτμῳ ἁγίων, πάντων τῶν ἐν Λέσβῳ ἁγίων, τῶν ἐν τῇ Σκήτῃ Βεῤῥοίας ἁγίων, ἐν Σερβίοις (Κοζάνης) σύναξις τῆς ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας, καὶ ἐν Χίῳ σύναξις τῆς εἰκόνος τῆς Παναγίας τῆς καλουμένης Ἀρβανιτίσσης. Ἦχος α. Ἑωθινὸν β. * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Εὐλογήσαντος τοῦ ἱερέως, ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὸ Δεῦτε προσκυνήσωμεν (γ ), καὶ τὸν προοιμιακὸν ψαλμόν. Εἶτα, Συναπτὴ μεγάλη ὑπὸ τοῦ Διακόνου. ΤΑ ΕΙΡΗΝΙΚΑ Ὁ διάκονος Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν κτλ. Οἱ δὲ χοροὶ εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐ- λέησον μέχρι καὶ τῆς Ἀντιλαβοῦ, σῶσον... Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι πρέπει σοι πᾶσα δόξα... Εἶτα, τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΟΙ ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ Ψαλμὸς ρμ (140). Ἦχος α. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁ- μαρτίαις, Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην. Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω. Ψαλμὸς ρμα (141). Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. 1

Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐ- κραταιώθησαν ὑπὲρ ἐμέ. Ἱστῶμεν στίχους ι καὶ ψάλλομεν στιχηρὰ ἀ- ναστάσιμα Ϛ, καὶ τῶν Ἀποστόλων δ. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος α. Στίχ. α. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν. Στίχ. β. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν. Στίχ. γ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀ- νάστασιν ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος. Ἕτερα Στιχηρὰ Ἀνατολικά. Στίχ. δ. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος. Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Τὸν σαρκὶ ἑκουσίως, σταυρωθέντα δι ἡμᾶς, παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, ὑμνήσωμεν λέγοντες Στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστέ, καὶ εἰρήνευσον τὴν ζωὴν ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Στίχ. Ϛ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Τῷ ζωοδόχῳ σου τάφῳ, παρεστῶτες οἱ ἀνάξιοι, δοξολογίαν προσφέρομεν τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν ὅτι Σταυρὸν κατεδέξω, καὶ θάνατον Ἀναμάρτητε, ἵνα τῷ κόσμῳ δωρήσῃ τὴν ἀνάστασιν, ὡς φιλάνθρωπος. Στιχηρὰ προσόμοια τῶν Ἀποστόλων γ εἰς δ. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσιν. Στίχ. ζ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὡς αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε ὡς ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνητε καὶ ὡς ὄρη νοητά, γλυκασμὸν ἐσταλάξατε ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε νάμασιν. Στίχ. η. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὡς αὐτόπται καὶ μάρτυρες,... Στίχ. θ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. 2

Ὡς βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ, μυστηρίων γινόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον τὸν νόμον, Ἱερομύσται πανόλβιοι. Στίχ. ι. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἁλιέων ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα, χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν. Δόξα. Ἐκ τοῦ Μηναίου. Ἦχος πλ. β. Κοσμᾶ Μοναχοῦ. Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν μυστικῶς οὖν κροτήσαντες τούτοις προσείπωμεν Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες. Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀῤῥαγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ὑμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α. Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος αὕτη τὸ μεσότειχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ καὶ γὰρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος. ΕΙΣΟΔΟΣ - ΕΠΙΛΥΧΝΙΟΣ ΕΥΧΑΡΙΣΤΙΑ Ψαλλομένου τοῦ Καὶ νῦν γίνεται ἡ εἴσοδος ὑπὸ τοῦ ἱερέως καὶ τοῦ διακόνου. Ὁ διάκονος Σοφία ὀρθοί. Ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰ- δόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅγιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς * διὸ ὁ κόσμος σὲ δοξάζει. Ἐὰν δὲ εἰσοδεύουν δύο ἢ περισσότεροι ἱερεῖς, ψάλλουν αὐτοὶ τὴν ἐπιλύχνιον εὐχαριστίαν. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ Ὁ διάκονος Ἑσπέρας προκείμενον. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β. Ψαλμὸς Ϟβ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ 1) Στίχ. α. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ 1) Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ 1) ΑΙ ΔΕΗΣΕΙΣ Ὁ διάκονος τὴν ἐκτενῆ δέησιν Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς κτλ. Ὁ χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον τρίς, εἰς δὲ τὴν τελευταίαν ἅπαξ. Ὁ ἱερεύς Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος... Ὁ προεστώς ἢ ὁ ἀναγνώστης Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ ἀ- ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς 3

εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱ- ῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ διάκονος Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Ἀντιλαβοῦ, σῶσον... Ὁ χορός Κύριε, ἐλέησον. Ὁ διάκονος Τὴν ἑσπέραν πᾶσαν... Ὁ χορὸς εἰς ἑκάστην δέησιν Παράσχου, Κύριε. Ὁ διάκονος Τῆς Παναγίας, ἀχράντου... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεύς Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Ὁ χορός Καὶ τῷ πνεύματί σου. Ὁ διάκονος Τὰς κεφαλὰς ἡμῶν... Ὁ χορός Σοί, Κύριε. Ὁ ἱερεὺς τὴν εὐχὴν τῆς κεφαλοκλισίας καὶ τὴν ἐκφώνησιν Εἴη τὸ κράτος τῆς βασιλείας σου... Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος α. Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν Κύριε δόξα σοι. Ἕτερα Στιχηρὰ τοῦ Δαμασκηνοῦ, ὧν ἡ ἀ- κροστιχὶς κατ ἀλφάβητον, ἐν δὲ τοῖς Θεοτοκίοις, Ἰωάννου Ἀμήν, τὸ δὲ Ἀμήν ἐστι μέσον τοῦ Ἀνύμφευτε Παρθένε. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐ- νεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ψαλμ. Ϟβ 1). Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ εὐφροσύνης Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥ- τις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ 1) Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωή; ἀλλ ἢ ὡς ἠβουλήθη κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ 5). Γυναῖκες Μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Ἦχος πλ. β. Ἐφραὶμ Καρίας. Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτά- 4

των Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου διὸ καὶ ἡμεῖς ἀδελφοί, ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν φαιδρῶς τὴν πανσεβάσμιον ταύτην ἡμέραν, λέγοντες Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ Διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Χαῖρε, Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης. Ὡς ἔχον παῤ- ῥησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θε- ὸν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡ- μῶν. Καὶ νῦν. Θεοτοκίον. Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀ- δὰμ ἠλευθέρωσε διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν. Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος α. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε. Δόξα. Τῶν Δώδεκα. Ἦχος γ. Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Η ΑΠΟΛΥΣΙΣ Ὁ ἱερεύς Δόξα σοι, Χριστὲ ὁ Θεός... Ὁ ἀναγνώστης Δόξα, καὶ νῦν. Κύριε, ἐλέησον γ. Πάτερ ἅγιε, εὐλόγησον. Ὁ ἱερεύς Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... Δι εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν... * * Τῌ ΚΥΡΙΑΚῌ ΠΡΩΙ ΕΙΣ ΤΟ ΜΕΣΟΝΥΚΤΙΚΟΝ Μετὰ τὸν ν ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κλπ καὶ ἡ ὑπακοή. Καὶ Ἀπόλυσις. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, 5

δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε. Δόξα. Τῶν Δώδεκα. Ἦχος γ. Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. Καὶ νῦν. Θεοτοκίον. Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος α. Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην, σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν. Δόξα. Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου σὺ συνήγειρας, τοὺς ἀπ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος. Καὶ νῦν. Θεοτοκίον. Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης Πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί δόξα τῷ προελθόντι ἐκ σοῦ δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος α. Τοῦ λίθου σφραγισθέντος. Γυναῖκες πρὸς τὸ μνῆμα, παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει σταυροῦ. Δόξα. Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁ- πάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἤγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα. Δόξα τοῖς σοῖς παθήμασι Χριστέ δόξα τῇ ἀ- ναστάσει σου δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε. Καὶ νῦν. Θεοτοκίον. Τὸν τάφον σου Σωτήρ. Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀ- νάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑ- αυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐλευθερώσαντα. 6

Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴ- θυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος α. Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐ- σύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος α. Ἀντίφωνον Α. Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀ- δυνῶν, Κύριε σοὶ κράζω. Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ διὰ τοῦτο ᾄσωμεν τῇ τριαδικῇ μονοκρατορίᾳ. Ἀντίφωνον Β. Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε. Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ. Ἀντίφωνον Γ. Ἐπὶ τοῖς εἰρηκόσι μοι Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία. Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ οὐ προσώποις. 7

Προκείμενον. Ἦχος α. Ψαλμὸς ια (11). Νῦν ἀναστήσομαι, λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (ια 6) Στίχ. α. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅ- σιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. (ια 2) Νῦν ἀναστήσομαι, λέγει Κύριος,... Στίχ. β. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. (ια 7) Νῦν ἀναστήσομαι, λέγει Κύριος,... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Σταθερὸν Προκείμενον ὄρθρου. Ἦχος β. Ψαλμὸς ρν (150). Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (ρν 6) Στίχ. α. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. (ρν 1) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (ρν 6) Στίχ. β. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. (ρν 5) Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (ρν 6) Εὐαγγέλιον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ- μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Β Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ 1-8). Διαγενομένου τοῦ σαββάτου, Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν Ἰησοῦν. Καὶ λίαν πρωὶ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς Μὴ ἐκθαμβεῖσθε Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον Ἠγέρθη, οὐκ ἔστιν ὧδε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχὺ ἔφυγον ἀπὸ τοῦ μνημείου εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον ἐ- φοβοῦντο γάρ. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡμῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν 8

τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ- μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ- μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ- μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. 9

ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες ὁ Ἀναστάσιμος εἰς δ καὶ τῶν Ἀποστόλων ὁ β. ᾨδὴ α. Ὁ ἀναστάσιμος εἰς δ. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ἦχος α. Ὁ εἱρμός. Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰ- σχύϊ δεδόξασται αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Νέκρωσιν ὑπέστη δι ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε ἡ τῆς χάριτος Πηγή χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα. Ὁ Κανὼν τῶν ΙΒ, οὗ ἡ ἀκροστιχίς Χριστοῦ γεραίρω τοὺς σοφοὺς Ἀποστόλους. Θεοφάνους. ᾨδὴ α. Ἦχος δ. Θαλάσσης τὸ ἐρυθραῖον. Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου. Ῥωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν ἐναντίων ἔθραυσαν ἐ- χθρῶν, οἱ σεπτοί σοι Ἀπόστολοι, θεοειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν. Δόξα. Ἰάσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐθνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν. Σοφίᾳ μαθητευθέντες ἔνδοξοι, Χριστοῦ Ἀπόστολοι, τῇ οὐρανίῳ πᾶσαν προφανῶς, τῶν σοφῶν ἐμωράνατε, πολυλογίαν ἄχρηστον, τῇ συντονίᾳ τοῦ κηρύγματος. Καὶ νῦν. Θεοτοκίον. Τριάδος τῆς ὑπερθέου πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ ἡμᾶς, εὐδοκίᾳ τοῦ φύσαντος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ Παναγίου Μητροπάρθενε. ᾨδὴ γ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ εἱρμός. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι. Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀ- φράστου σου δόξης Φιλάνθρωπε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βο- ᾶν σοι Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνη- 10

τὸν διέῤῥηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίασας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τὴν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον. Τῶν ιβ Ἀποστόλων. ᾨδὴ γ. Ἦχος δ. Εὐφραίνεται ἐπὶ σοί. Οὐράνια καὶ σεπτά, θεηγοροῦντες ἐπὶ γῆς δόγματα, γλώσσαις πυρὸς φθεγγόμενοι, κήρυκες Χριστοῦ παρεδώκατε. Ὑπέδειξας οὐρανούς, τοὺς Μαθητάς σου λογικοὺς Δέσποτα, δόξαν τὴν σὴν ἅπασιν, ἐκδιηγουμένους τοῖς πέρασι. Δόξα. Γραφέντες ἐν οὐρανοῖς, καὶ δεδειγμένοι τοῦ Χριστοῦ σύσκηνοι, τοὺς νῦν ἡμᾶς πάνσοφοι, σέβοντας προθύμως φρουρήσατε. Καὶ νῦν. Θεοτοκίον. Ἐσκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε ἄνευ σπορᾶς σάρκα γάρ, ἐκ σοῦ προσλαβὼν πεφανέρωται. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον καὶ ὁ Οἶκος τῶν ιβ Ἀποστόλων. Κοντάκιον. Ἦχος β. Αὐτόμελον. Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. Ὁ Οἶκος. Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου πλάτυνόν μου τὸ στόμα καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀ- κολουθήσω, καὶ ἃ διδάσκω ποιήσω πρῶτος πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια. Κάθισμα τῶν ιβ Ἀποστόλων. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν ὅ- θεν πίστει βοῶμεν Σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν Κτίστην Ἀ- πόστολοι. Δόξα. Καὶ νῦν. Θεοτοκίον. Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕ- ως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Εἶτα αἱ δ, ε καὶ Ϛ ᾠδαὶ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ εἱρμός. Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑ- 11

πάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε. Τῶν ιβ Ἀποστόλων. ᾨδὴ δ. Ἦχος δ. Ἐπαρθέντα σε ἰδοῦσα. Ῥημάτων θείων ὁ φθόγγος τῶν Ἀποστόλων, πυρσοφανῶς διῆλθε, τὴν οἰκουμένην πᾶσαν, πλάνης μὲν τὴν ὕλην ἐμπιπρῶν, φωτίζων δὲ χάριτι, τὰ τῶν εὐσεβούντων συστήματα. Ἀμαυρωθέντα τῷ ζόφῳ τῆς ἀσεβείας, θεοφεγγεῖς φωστῆρες, οἱ Μαθηταὶ φανέντες, κόσμον κατελάμπρυναν, ἀκτῖσι τῆς χάριτος, καὶ μαρμαρυγαῖς τοῦ κηρύγματος. Ἱερωτάταις λαμπάσιν ἠγλαϊσμένοι, τοῦ νοητοῦ ἡλίου, ὡς ἀστέρες τὸν κόσμον, λάμπετε πανόλβιοι, φωτὶ τῆς Θεότητος, πλάνης τὴν ἀχλὺν ἐκδιώκοντες. Δόξα. Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν ἁλμυρὰν τοῦ βίου, οἱ αὐτόπται σου Λόγε, θάλασσαν διέτεμον, ὡς ἵπποι ταράσσοντες, τῆς πολυθεΐας τὰ κύματα. Καὶ νῦν. Θεοτοκίον. Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ εἱρμός. Ὁ φωτίσας τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑ- μνούντων σε. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν ἀλλ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐῤῥύσατο. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτη σὲ γὰρ προστάτιν κεκτήμεθα. Τῶν ιβ Ἀποστόλων. ᾨδὴ ε. Ἦχος δ. Σὺ Κύριέ μου φῶς. Τοὺς θείους σου Χριστέ, καὶ πανσόφους θεράποντας, φῶς ἔδειξας ἐν τῷ κόσμῳ, σὲ τὸ ἄδυτον φέγγος, τοῖς πᾶσι καταγγέλλοντας. 12

Οἱ πᾶσαν ἀρετήν, προφανῶς ἐξασκήσαντες, Ἀπόστολοι τῆς ποικίλης, τῶν δαιμόνων κακίας, τοὺς βρόχους διελύσατε. Δόξα. Ὑπέφηναν ἡμῖν, τῆς Τριάδος τὴν ἔλλαμψιν, Θεότητος ἐν μονάδι, οὐ πυρίναις ἐν γλώσσαις, φθεγγόμενοι Ἀπόστολοι. Καὶ νῦν. Θεοτοκίον. Σὲ ὅπλον ἀῤῥαγές, κατ ἐχθρῶν προβαλλόμεθα σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. ᾨδὴ Ϛ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ εἱρμός. Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος οὐκ ἔ- στιν ὁ ῥυόμενος ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν. Τῶν ιβ Ἀποστόλων. ᾨδὴ Ϛ. Ἦχος δ. Θύσω σοι, μετὰ φωνῆς. Στηρίξας, τοὺς μαθητὰς σοφίᾳ καὶ χάριτι, δυνατωτέρους εἰργάσω, τῆς Ἑλλήνων Σῶτερ ἐρεσχελίας, καὶ τὰ τούτων, ἀπατηλὰ κατήργησας δόγματα. Οἱ θεῖοι, ποταμοὶ τῆς σοφίας ἐπλήρωσαν, τῶν σωτηρίων ναμάτων, τὰς κοιλάδας πάσας τῆς Ἐκκλησίας, σωτηρίου, ἐκ τῶν πηγῶν τὰ ῥεῖθρα πλουτήσαντες. Δόξα. Φανέντες, ζωτικοὶ ὡς ἀστέρες πανόλβιοι, διεσκεδάσατε πᾶσαν, τὴν ζοφώδη πλάνην ταῖς φωτοβόλοις, λαμπηδόσι, θεογνωσίας φέγγος ἀστράπτοντες. Καὶ νῦν. Θεοτοκίον. Ὅλην σε, τὴν πλησίον καλήν τε καὶ ἄμωμον, καὶ καθαρὸν εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος α. Ὅταν ἔλθῃς ὁ Θεός. Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν, ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν. Ὁ Οἶκος. Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ αἰῶνος ἐκ τάφου 13

ἐγείραντα, Μυροφόροις ὀφθέντα, καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι Σὺ γὰρ παρέσχες πᾶσι Χριστέ, τὴν ἀνάστασιν. Συναξάριον. Τῇ Λ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν Δώδεκα καὶ δήλωσις, ὅπως, καὶ ποῦ ἕ- καστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη. (α αἰ.) Στίχ. Τιμῶ Θεόπτας δώδεκα Χριστοῦ φίλους, Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν. Δώδεκα εὐκλέας τριακοστὴ ἀγείρει μύστας. Πέτρος. Πέτρος ὁ Ἀπόστολος, καὶ πρῶτος τῶν Μαθητῶν, πρότερον τὸ εὐαγγέλιον κηρύξας ἐν Ἀντιοχείᾳ, ἔπειτα ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Καππαδοκίᾳ, Ἀσίᾳ τε καὶ Βιθυνίᾳ, κατῆλθε μέχρι Ῥώμης αὐτῆς. Καὶ διὰ τὸ παρευδοκιμῆσαι αὐτὸν ἐν τοῖς θαύμασι τὸν Σίμωνα μάγον, ὑπὸ Νέρωνος σταυρωθεὶς κατὰ κεφαλῆς, τελειοῦται. Ἀνδρέας. Ἀνδρέας ὁ Ἀπόστολος, ὁ πρωτόκλητος, καὶ ἀδελφὸς Πέτρου εἰς πᾶσαν τὴν παράλιον Βιθυνίας τε καὶ Πόντου καὶ Ἁρμενίας τὸν Χριστὸν κηρύξας, καὶ ὑ- ποστρέψας διὰ τοῦ Πόντου καὶ Βυζαντίδος, κατῆλθε μέχρι τῆς Ἑλλάδος καὶ ἐν Πάτραις τῆς Ἀχαΐας ὑπὸ Αἰγεάτου σταυρωθεὶς τελειοῦται. Ἰάκωβος. Ἰάκωβος ὁ Ἀπόστολος, ὁ τοῦ Ζεβεδαίου, ἐν πάσῃ τῇ Ἰουδαίᾳ τὸν Χριστὸν κηρύξας, ὑπὸ Ἡρώδου τοῦ Ἀ- γρίππα, διὰ τὸ εὐπαῤῥησίαστον αὐτοῦ, μαχαίρᾳ ἀ- ναιρεῖται. Ἰωάννης. Ἰωάννης ὁ Εὐαγγελιστής, καὶ ἀδελφὸς Ἰακώβου, ὁ ἐπὶ τὸ στῆθος τοῦ Χριστοῦ ἀναπεσών, ἐν Ἀσίᾳ καὶ ἐν Πάτμῳ ὑπὸ Δομετιανοῦ ἐξορισθείς, καὶ πολλὰ πλήθη προσαγαγὼν τῷ Χριστῷ ὑποστρέψας ἐν Ἐφέσῳ, ἐν εἰρήνῃ ἀνεπαύσατο, πλήρης ἡμερῶν ὑπάρχων. Φίλιππος. Φίλιππος ὁ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, συμπολίτης Ἀνδρέου καὶ Πέτρου, καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ καὶ Ἱεραπόλει, σὺν Μαριάμνῃ τῇ ἀδελφῇ αὐτοῦ καὶ Βαρθολομαίῳ, τὸν Χριστὸν κηρύξας, ὑπὸ τῶν Ἑλλήνων σταυρωθεὶς τελειοῦται. Βαρθολομαῖος. Βαρθολομαῖος ὁ Ἀπόστολος, Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, σταυρῷ προσηλωθεὶς ἐν Ἀλβανοπόλει, ἐν αὐτῇ τελειοῦται τὸ δὲ ἅγιον αὐτοῦ Λείψανον, ἐν λάρνακι ἐμβληθέν, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Θωμᾶς. Θωμᾶς, ὁ καὶ Δίδυμος, Πάρθοις καὶ Μήδοις, Πέρσαις καὶ Ἰνδοῖς, τοῖς καλουμένοις Εὐδαίμοσι, κηρύξας τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, καὶ ὑπ αὐτῶν λόγχαις διατρωθεὶς τελειοῦται. Ματθαῖος. Ματθαῖος ὁ καὶ Λευΐ, καὶ ἀδελφὸς τοῦ Ἰακώβου τοῦ Ἀλφαίου, ὁ Τελώνης καὶ Εὐαγγελιστής, ὁ καὶ ποιήσας δοχὴν μεγάλην τῷ Ἰησοῦ, ἐκοιμήθη ἐν Ἱεραπόλει τῆς Συρίας, διὰ πυρὸς τελειωθείς. Ἰάκωβος Ἀλφαίου. Ἰάκωβος Ἀλφαίου, ὁ καὶ ἀδελφὸς Ματθαίου (ἀμφότεροι γὰρ τὸν Ἀλφαῖον ἔσχον πατέρα) ὑπὸ τῶν ἀπίστων σταυρῷ ἀναρτηθείς, τελειοῦται. Θαδδαῖος. Ἰούδας Ἰακώβου, ὁ παρὰ μὲν τῷ Λουκᾷ, ἔν τε τῷ Εὐαγγελίῳ καὶ ταῖς Πράξεσιν, Ἰούδας ὀνομαζόμενος, παρὰ δὲ Ματθαίῳ καὶ Μάρκῳ, Θαδδαῖος καὶ Λεββαῖος καλούμενος, ἀδελφὸς κατὰ σάρκα χρηματίζων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν Μεσοποταμίᾳ κηρύξας τὸ εὐαγγέλιον, ὕστερον ἐκοιμήθη ἐν Ἀρατὰτ τῇ πόλει, ὑπὸ ἀπίστων ἀναρτηθεὶς καὶ τοξευθείς. Σίμων. Σίμων ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, ὁ καὶ Ναθαναὴλ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ὀνομαζόμενος, πᾶσαν τὴν Μαυριτανίαν, καὶ τὴν τῶν Ἄφρων χώραν διελθών, καὶ κηρύξας τὸν Χριστόν, σταυρωθεὶς ὑπ αὐτῶν τελειοῦται. Ματθίας. Ματθίας, ὁ ἀντὶ τοῦ προδότου συγκαταριθμηθεὶς τοῖς Ἀποστόλοις, ἐν τῇ Αἰθιοπίᾳ κηρύξας τὸν Χριστόν, καὶ πολλαῖς τιμωρίαις ὑπ αὐτῶν αἰκισθείς, τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται. 14

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μαρίας τῆς ἀπὸ Ἱερουσαλήμ, τῆς μητρὸς τοῦ Ἁγίου ἀποστόλου καὶ εὐαγγελιστοῦ Μάρκου. (α αἰ.) Στίχ. Μαρία Μᾶρκον ἐκφύσασα τὸν θεῖον, Αὐτῷ συναπολαύει Μυστικοῦ Δείπνου. Ἀνώγεων ἔστρωσας τὴν σὴν καρδίαν, Θεῷ μολοῦντι εὐτρεπῶς αὐλισθῆναι. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μελίτων, ξίφει τελειοῦται. Στίχ. Εἴ που, Μελίτων, καὶ θεὀῤῥυτον μέλι, Ἐχρῆν ἐκεῖ βάψαντα σὴν τομὴν γράφειν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πέτρος ὁ ἐκ Σινώπης, κατὰ πετρῶν συρόμενος τελειοῦται. Στίχ. Ἔχουσιν αἰδεῖσθαί σε καὶ θεῖοι νόες, Αἰδοῖε Πέτρε, δόντα τὰς σάρκας πέτραις. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτιάλη, φωτιστοῦ καὶ ἐπισκόπου Λιμὸζ τῆς ἐν Γαλλίᾳ. (γ αἰ.) Στίχ. Πλάνην διώξας ἐκ Λιμὸζ Μαρτιάλης, Ταύτης ἐπεσκόπευσεν Θεοῦ ἐν ζήλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Δινάρας, βασιλίσσης τῆς Γεωργίας. (ι αἰ.) Στίχ. Ζήλῳ Δεσπότου βασίλισσα Δινάρα, Ἀποστολικὸν ἐπέδειξε τὸν ζῆλον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ ἐν Ῥοστώφ, πρίγκηπος τῆς ταταρικῆς ὀρδῆς, τοῦ θαυματουργοῦ. ( 1290) Στίχ. Ἐκ σκότους πλάνης εἰς φῶς Χριστοῦ ὁ Πέτρος, Ἐλθὼν γέγονεν υἱὸς Θεοῦ ἀλήκτως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γελασίου, τοῦ ἐν τῇ Μονῇ τοῦ Ῥίμετς, ἐπισκόπου Τρανσυλβανίας. (ιδ αἰ.) Στίχ. Ἴδε, ὦ Γελάσιε, συντετριμμένον, Ὅς σε ματαίως ἐνόμισε συντρίψαι. Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡ- μᾶς. Ἀμήν. * Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ Δευτέρᾳ τοῦ Ματθαίου, Σύναξις πάντων τῶν ἐν Παλαιστίνῃ διαλαμψάντων Ἁγίων. Στίχ. Σιὼν μεγαλύνθητι ὁμοῦ τιμῶσα Τοὺς ἐν Παλαιστίνῃ λάμψαντας Ἁγίους. Χορὸν θεοειδῆ Σιὼν μήτηρ Ἐκκλησιῶν ἅμα ᾄδει. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις πάντων τῶν ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθω ἀσκήσει καὶ ἀθλήσει διαλαμψάντων Πατέρων. Στίχ. Ὄρη παρῆλθε πάντα, τοῦ Ἄθω Ὄρος, Εὐρωπαϊκῆς γῆς, τῇ ἁγιωνυμίᾳ Ἤνθησεν ἄνθη ἀνθεοτρεφὴς Ἄθως, Ὄντως νοητά, τούς δε θείους Πατέρας Χορὸν θεοειδῆ τῶν ἐν Ἄθῳ Πατέρων, Χορὸς γεραίρει τῶν Μοναστῶν τοῦ Ἄθω. Πληθὺς Ἀθωνιάς, ἀμφὶ θόωκον στῆκε Θεοῖο. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις πάντων τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν τῶν ἐν τῇ ἱερᾷ Μονῇ τῆς Μεγίστης Λαύρας καὶ ἐν τοῖς ὁρίοις αὐτῆς ἐν ἀσκήσει διαλαμψάντων. Στίχ. Λαύρα τοῦ Ἄθωνος ἀγαλλιᾶται, Τοὺς ἐν ταύτῃ λάμψαντας ὁμοῦ τιμῶσα, Ὁσίων, συνέλευσιν ἡγιασμένην, Γνωστοὺς ἀνωνύμους τε κοινοῖς ἐν ὕμνοις. Θεουδῆ ὁμάγυριν μέλπειν ὁμᾷ ἐν ἥματι θέμις. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις πάντων τῶν ἐν τῇ νήσῳ Λέσβῳ διαπρεψάντων Ἁγίων Μαρτύρων, Ἱεραρχῶν καὶ Ὁσίων, τῶν ἐξ αὐτῆς καταγομένων καὶ τῶν ἀλλαχόθεν ἐν αὐτῇ ἀγωνισθέντων καὶ τελειωθέντων. Στίχ. Λέσβος χορεύει ὁμοῦ συνευφημοῦσα τοὺς ἐν αὐτῇ λάμψαντας φίλους Κυρίου. Ἤνεγκε Λέσβος ὁμήγυριν Χριστῷ θεοειδῆ ἐτάρων. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις πάντων τῶν Ἁγίων, τῶν ἐν τῇ νήσῳ Πάτμῳ διαλαμψάντων, Ἀποστόλων, Ἱερομαρτύρων, Ἱεραρχῶν καί Ὁσίων. Στίχ. Πάτμος γεραίρει τοὺς ἐν αὐτῇ Ἁγίους Χάριτος θείας εὐχαῖς αὐτῶν τυχοῦσα. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις πάντων τῶν ἐν τῇ Ἠπείρῳ διαπρεψάντων Ἁγίων, Μαρτύρων, Ἱεραρχῶν καὶ Ὁσίων. 15

Στίχ. Ἤπειρος γέραιρε ὁμοῦ κοινοῖς ὕμνοις Τοὺς ἐν σοὶ ἐκλάμψαντας κλεινοὺς Ἁγίους. Τῇ αὐτῇ Κυριακῇ, μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν τοῖς ὁρίοις τῆς νῦν Μητροπόλεως Ἱερισσοῦ διαλαμψάντων ἁγίων, οἵτινές εἰσι Παῦλος, ὁ τῶν ἐθνῶν ἀπόστολος, ὁ οὐρανοβάμων, ὁ διοδεύσας τὴν Ἀπολλωνίαν (Πράξ. ιζ 1) καὶ συστησάμενος κατὰ παράδοσιν τὴν ἐκεῖσε Ἐκκλησίαν, Ἱεράρχαι ὁ ἅγιος Μακάριος ἐπίσκοπος Ἱερισσοῦ, Εὐθύμιος Μαδύτου, ὁ παρὰ τῶν προσφύγων τῆς Νέας Μαδύτου τιμώμενος, καὶ Μᾶρκος Ἀρεθουσίων, ὁ ἱερομάρτυς, Νεομάρτυρες Κοσμᾶς Αἰτωλός, ὁ διδάχος τοῦ Γένους καὶ ἐθναπόστολος, Σάββας Ὁσιομάρτυς, ὁ ἐκ Σταγείρων, Ἀκάκιος Ὁσιομάρτυς, ὁ ἐκ Νεοχωρίου, καὶ Ἀκυλίνα, ἡ ἐκ Ζαγκλιβερίου, καὶ Ὅσιοι ἕξ Εὐθύμιος Περιστερῶν, Μητροφάνης ὁ Μικραγιαννανίτης, ὁ ἐν Στρατονίκῃ κηρύξας, Αὐξέντιος ὁ ἐν Κατερλίῳ ἀσκήσας καὶ ἐν Σταυρῷ νῦν τιμώμενος, Γερβάσιος ὁ ἐκ Γοματίου, ὁ κατὰ Χριστὸν σαλός, ἐν Ἁγίῳ Ὄρει ἀσκήσας, ὁ Καρακαλληνός, Γεώργιος ὁ πάππος ἐ- πίσης ἐκ Γοματίου, ὁ θαυματουργός, καὶ Χάϊδω ἡ ὁμολογήτρια ἐκ Στανοῦ ὁρμωμένη. Στίχ. Δῆμον πεντεκαίδεκα ἁγίων δεῖ μέλπειν Χρεωστικῶς Ἱερισσοῦ Ἐκκλησία. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιούμεθα τῶν δώδεκα Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, τῶν διαλαμψάντων ἐν ταῖς Ἱεραῖς Μοναῖς Βαθέως Ῥύακος, Μηδικίου, Πελεκητῆς καὶ Χηνολάκκου, ταῖς οὔσαις ἐν τῇ περιοίκῳ τῆς ἐν Βιθυνίᾳ Τριγλίας, ὧν τὰ ὀνόματα Βασίλειος, κτίτωρ Βαθέως Ῥύακος, Ἰγνάτιος δὲ, Λουκᾶς, Μᾶρκος καὶ Στέφανος ἡγούμενοι αὐτῆς Μηδικίου Νικήτας καὶ Νικηφόρος, Πελεκητῆς Θεοστήρικτος, Μακάριος, Ἱλαρίων, Χηνολάκκου Στέφανος, ὁ καὶ κτίτωρ αὐτῆς, καὶ Μεθόδιος μοναχὸς αὐτῆς, ὁ μετέπειτα Πατριάρχης Κωνσταντινουπόλεως. Στίχ. Τοὺς δωδεκαρίθμους Ὁσίους Πατέρας, Ὁμοῦ τιμᾶν δίκαιον ἐν μιᾷ μνήμῃ. Δωδεκάριθμον ὁμήγυριν θεουδῆ ὁμᾷ κυδαίνω. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τῶν ἐν τῇ κατὰ τὴν Βέῤῥοιαν ἱερᾷ Σκήτῃ τοῦ Τιμίου Προδρόμου Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν τῶν ἀ- σκήσει διαλαμψάντων, ἤτοι Γρηγορίου τοῦ Παλαμᾶ καὶ Θεωνᾶ Ἀρχιεπισκόπων Θεσσαλονίκης, Ἀντωνίου τοῦ νέου, Θεοφάνους τοῦ ἐν Ναούσῃ, Ἀθανασίου τοῦ Μετεωρίτου, Νικάνορος τοῦ θαυματουργοῦ, Διονυσίου τοῦ ἐν Ὀλύμπῳ καὶ Κοσμᾶ τοῦ Αἰτωλοῦ. Στίχ. Ὀκτάριθμον σύστημα θείων Πατέρων Γεραίρει ἡ Βέῤῥοια κοινοῖς ἐν ὕμνοις. Θείαν ὁμάγυριν ὅμα χρῇ λιγαίνειν ἥμματι ἑνί. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τῶν ἐν τοῖς ὁρίοις τῆς νῦν Μητροπόλεως Ἱερισσοῦ διαλαμψάντων ἁγίων, οἵτινές εἰσιν Παῦλος, ὁ τῶν ἐ- θνῶν ἀπόστολος, ὁ οὐρανοβάμων, ὁ διοδεύσας τὴν Ἀπολλωνίαν (Πράξ. ιζ 1) καὶ συστησάμενος κατὰ παράδοσιν τὴν ἐκεῖσε Ἐκκλησίαν Ἱεράρχαι, ὁ ἅγιος Μακάριος ἐπίσκοπος Ἱερισσοῦ, Εὐθύμιος Μαδύτου, ὁ παρὰ τῶν προσφύγων τῆς Νέας Μαδύτου τιμώμενος, καὶ Μᾶρκος Ἀρεθουσίων, ὁ ἱερομάρτυς Νεομάρτυρες, Κοσμᾶς Αἰτωλὸς ὁ ἱερομάρτυς καὶ ἰσαπόστολος, Σάββας Ὁσιομάρτυς, ὁ ἐκ Σταγείρων, Ἀκάκιος Ὁσιομάρτυς, ὁ ἐκ Νεοχωρίου, καὶ Ἀκυλίνα ἡ ἐκ Ζαγκλιβερίου καὶ Ὅσιοι ἕξ Εὐθύμιος Περιστερῶν, Μητροφάνης ὁ Μικρογιαννανίτης, ὁ ἐν Στρατονίκη κηρύξας, Αὐξέντιος ὁ ἐν Κατερλίω ἀσκήσας καὶ ἐν Σταυρῷ νῦν τιμώμενος, Γερβάσιος ὁ ἐκ Γοματίου, ὁ κατὰ Χριστὸν σαλός, ἐν Ἁγίῳ Ὄρει ἀσκήσας, ὁ Καρακαλληνός, Γεώργιος ὁ πάππος ἐπίσης ἐκ Γοματίου, ὁ θαυματουργός, καὶ Χάϊδω ἡ ὁμολογήτρια ἐκ Στανοῦ ὁρμωμένη. Στίχ. Δῆμον πεντεκαίδεκα ἁγίων δεῖ μέλπειν χρεωστικῶς Ἱερισσοῦ Ἐκκλησία. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τῶν τῆς ἱερᾶς Μητροπόλεως Ζιχνῶν καὶ Νευροκοπίου προστατῶν καὶ ἐφόρων ἁγίων, Παύλου τοῦ ἀποστόλου, Ἰωάννου ἐπισκόπου Ζιχνῶν, Θεοφίλου ὁσίου τοῦ μυροβλύτου, Μωκίου ἱερομάρτυρος τοῦ ἀναργύρου, Θεσσαλονίκης, Αὔκτου, Ταυρίωνος τῶν μαρτύρων, καὶ Χρυ- 16

σοστόμου μητροπολίτου Σμύρνης τοῦ ἐθνομάρτυρος. Στίχ. Ὀκτάριθμοι Ζιχνῶν τε Νευροκοπίου, Ἐκκλησίας ἐστε ὑμεῖς προστάται. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀπολλοδώρου Ἐπισκόπου Φαιακίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων τῆς Α Οἰκουμενικῆς Συνόδου. Στίχ. Υἱὸν Θεοῦ τὸν Λόγον κηρύξας κάτω, Νῦν Αὐτῷ συνῇς, Ἀπολλόδωρε, ἄνω. Χριστόπνους ποιμὴν Φαιακίας Θεῷ σήμερον ἀπέπνει. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις ἐν Σερβίοις Κοζάνης τῆς ἁγίας Θεοδώρας, βασιλίσσης Ἄρτης. Στίχ. Κἄν σου, Βασιλίς, κρύπτει τὸ σῶμα τάφος, Χριστὸς πᾶσι φαίνει σε θαυματουργίαις. Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τῆς ἐν Καρυαῖς τῆς Χίου εἰκόνος τῆς Παναγίας τῆς καλουμένης Ἀρβανιτίσσης. Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡ- μᾶς. Ἀμήν. Εἶτα αἱ ζ καὶ η ᾠδαὶ τῶν κανόνων. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ εἱρμός. Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διεῤῥάγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χαῖρε πηγή, ἀειζώου νάματος Χαῖρε Παράδεισε τρυφῆς Χαῖρε τεῖχος τὸ τῶν πιστῶν Χαῖρε Ἀπειρόγαμε Χαῖρε ἡ παγκόσμιος χαρά, δι ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Τῶν ιβ Ἀποστόλων. ᾨδὴ ζ. Ἦχος δ. Ἐν τῇ καμίνῳ. Υἱοθετήσας, τοὺς μαθητάς σου πρὶν ὁ φύσει Υἱός, θέσει κληρονόμους ἔδειξας πατρικῆς, κληρουχίας Ὑπεράγαθε, καὶ συνεδρεύειν σοι, τῷ Θεῷ καὶ Δεσπότῃ εὐδόκησας. Σοφίας χύμα, καρδίας πλάτος, γλῶσσαν εὔλαλον, Λόγε παρασχὼν τοῖς θείοις σου Μαθηταῖς, ἐξαπέστειλας κηρύττοντας, τὸ Εὐαγγέλιον, τῆς βασιλείας πᾶσι τοῖς ἔθνεσιν. Δόξα. Ἀναφανέντες, ὥσπερ νεφέλαι πλήρεις θείου φωτός, πᾶσιν ἐπομβρίζουσιν ὕδωρ ζωοποιόν, οἱ Ἀπόστολοι κραυγάζοντες Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε. Καὶ νῦν. Θεοτοκίον. Πεποικιλμένη, τῇ θείᾳ δόξῃ ὤφθης ἄχραντε, μόνη ἐξ αἰῶνος Λόγον τὸν τοῦ Πατρός, δεξαμένη Μητροπάρθενε. Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ εἱρμός. Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρί- ῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον ψάλλοντες Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 17

Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις, καὶ ὀχυρώμασι τοῦ ᾅ- δου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τῶν ιβ Ἀποστόλων. ᾨδὴ η. Ἦχος δ. Χεῖρας ἐκπετάσας Δανιήλ. Ὁ θεῖος καὶ πάνσοφος χορός, τῶν Ἀποστόλων Χριστοῦ, πυρὶ τοῦ Πνεύματος, ὡς ὕλην εὔπρηστον ἔφλεξε, τῶν δαιμόνων τὰ σεβάσματα, καὶ τὰς καρδίας τῶν πιστῶν ἐφωταγώγησε, τῶν βοώντων Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Συμφώνως τοὺς θείους Μαθητάς, καὶ Ἀποστόλους Χριστοῦ, τοὺς τὰ οὐράνια, ἡμῖν βροντήσαντας δόγματα, τοὺς λειμῶνας τοὺς τῆς πίστεως, τοὺς εὐεργέτας τοὺς κοινοὺς τῆς ἀνθρωπότητος, τοῦ Σωτῆρος, τοὺς ὑπηρέτας ἐν ὕμνοις τιμήσωμεν. Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Τὰ πάνσεπτα καὶ χωρητικά, δοχεῖα τοῦ φωτός, τὰς τῶν βροτῶν ἀπαρχάς, τὰς τοῦ κηρύγματος σάλπιγγας, τοὺς χειμάῤῥους τῆς ἀ- φθάρτου ζωῆς, τὰς θεοφόρους ἀστραπάς, τὰς ἰαμάτων πηγάς, τοὺς νοεροὺς πόδας τοῦ Εὐαγγελίου δοξάσωμεν. Καὶ νῦν. Θεοτοκίον. Ὁ πλήρης κενοῦται δι ἡμᾶς, ἵνα πληρώσεως, αὐτοῦ μετάσχωμεν τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, τῶν πατρικῶν οὐκ ἀποστὰς κόλπων σεσάρκωται ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε. ΚΑΤΑΒΑΣΙΑΙ Τῆς Θεοτόκου. Ψάλλονται ἀπὸ τῆς 22ας Σεπτεμβρίου μέχρι τῆς 7ης Νοεμβρίου, ἀπὸ τῆς 10ης Φεβρουαρίου μέχρι τῆς ἐ- νάρξεως τοῦ Τριῳδίου, τῇ Β, Δ καὶ Ε Κυριακῇ τῶν νηστειῶν καὶ ἀπὸ τῆς Κυριακῆς τῶν ἁγίων Πάντων μέχρι τῆς 26ης Ἰουλίου. ᾨδὴ α. Ἦχος δ. Ἀνοίξω τὸ στόμα μου * καὶ πληρωθήσεται Πνεύματος * καὶ λόγον ἐρεύξομαι * τῇ βασιλίδι Μητρί * καὶ ὀφθήσομαι * φαιδρῶς πανηγυρίζων * καὶ ᾄσω γηθόμενος * ταύτης τὰ θαύματα. ᾨδὴ γ. Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, * ἡ ζῶσα καὶ ἄφθονος πηγή, * θίασον συγκροτήσαντας * πνευματικόν, στερέωσον * καὶ ἐν τῇ θείᾳ δόξῃ σου * στεφάνων δόξης ἀξίωσον. ᾨδὴ δ. Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν * τῆς ἐκ τῆς Παρθένου σαρκώσεως * σοῦ τοῦ ὑψίστου * ὁ προφήτης Ἀββακοὺμ * κατανοῶν ἐκραύγαζε * Δόξα τῇ δυνάμει σου, Κύριε. 18

ᾨδὴ ε. Ἐξέστη τὰ σύμπαντα * ἐπὶ τῇ θείᾳ δόξῃ σου * σὺ γάρ, ἀπειρόγαμε Παρθένε, * ἔσχες ἐν μήτρᾳ * τὸν ἐπὶ πάντων Θεὸν * καὶ τέτοκας ἄχρονον Υἱόν, * πᾶσι τοῖς ὑμνοῦσί σε * σωτηρίαν βραβεύοντα. ᾨδὴ Ϛ. Τὴν θείαν ταύτην καὶ πάντιμον * τελοῦντες ἑορτὴν οἱ θεόφρονες * τῆς Θεομήτορος * δεῦτε τὰς χεῖρας κροτήσωμεν, * τὸν ἐξ αὐτῆς τεχθέντα * Θεὸν δοξάζοντες. ᾨδὴ ζ. Οὐκ ἐλάτρευσαν * τῇ κτίσει οἱ θεόφρονες * παρὰ τὸν κτίσαντα * ἀλλὰ πυρὸς ἀπειλὴν * ἀνδρείως πατήσαντες * χαίροντες ἔψαλλον * Ὑπερύμνητε, * ὁ τῶν πατέρων Κύριος * καὶ Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ * ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, * τότε μὲν τυπούμενος * νῦν δὲ ἐνεργούμενος * τὴν οἰκουμένην ἅπασαν * ἀγείρει ψάλλουσαν * Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα * καὶ ὑπερυψοῦτε * εἰς πάντας τοὺς αἰῶνας. Ὁ διάκονος Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Ἐκ τῶν κανόνων ἡ θ ᾠδή. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος α. Ὁ εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος καὶ νῦν καθ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. Τροπάρια. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρί τε καὶ τῷ θείῳ σου Πνεύματι καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν. 19