18 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Θ Ματθαίου Φλώρου καὶ Λαύρου Ἦχος πλ. δ. Ἑωθινὸν Θ. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... Ἦχος πλ. δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ. Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α. Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες Θεοτόκε μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν Ἀναστάσιμα. Ἦχος πλ. δ. Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε κράξατε ἀνυμνοῦσαι Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Δόξα. Τὴν Σοφίαν καὶ Λόγον. Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα καὶ πιστεύσας ἐβόησε Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις ἅπαντας Σωτὴρ ἡμῶν τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ. Ἐπεφάνης σήμερον. Τῇ ἐνδόξῳ μνήμη σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ 1
κραυγάζει σοι Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. Μετὰ τὴν β Στιχολογίαν Ἦχος πλ. δ. Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς Μαθηταῖς σου ἐν Σι ών Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι. Δόξα. Τὰ μύρα τῆς ταφῆς, αἱ γυναῖκες κομίσασαι, φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ. Ταχὺ προκατάλαβε. Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλη συνήθροισας τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τῶν ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν σε ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰ σχὺν καθελόντα καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα συμπαθῶς τοῖς δάκρυσιν, ὦ μαθήτριαι, κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ ἄγγελος προσεφθέγγετο ταῖς μυροφόροις Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ μυροφόροι ἔδραμον πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι ἀλλ ἐπέστη πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε Θρήνου ὁ καιρὸς πέπαυται μὴ κλαίετε τὴν ἀνάστασιν δὲ ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες μετὰ μύρων ἐλθοῦσαι πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο ἀγγέλου πρὸς αὐτὰς φθεγγομένου Τί μετὰ νεκρῶν τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γὰρ ἐξανέστη τοῦ μνήματος. Δόξα. Προσκυνοῦμεν Πατέρα καὶ τὸν τούτου Υἱόν τε καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἁγίαν Τριάδα ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν. Ζωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας χαρμονὴν δὲ τῇ Εὔᾳ ἀντὶ λύπης παρέσχες ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δὲ ὁ ἐκ σοῦ σαρκωθεὶς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι ηηὐὐλλόόγγηηττααί ίί Σοουυ....... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ ἡ Ὑπακοή. Ἦχος πλ. δ. Αἱ Μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθά 2
νατον καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ. Ἀντίφωνον Α. Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε, τροποῦμαι τοῦτον. Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων. Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ. Ἀντίφωνον Β. Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον. Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει. Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον. Ἀντίφωνον Γ. Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε. Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων. Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν. Ἀντίφωνον Δ. Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν. Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν. Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως. Προκείμενον. Ψαλμὸς ρβ (102) Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς) Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ὁ διάκονος ΤΤοοῦῦ Κυυρρί ίίοουυ δδεεηηθθῶμμεενν... Κύριε, ἐλέησον. ὁ ἱερεύς Ὅττι ιι ἅἅγγι ιιοοςς εεἶ ἶἶ,,, ὁὁ Θεεὸὸςς ἡἡμμῶνν,,,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ διάκονος Κααὶ ὶὶ ὑὑππὲὲρρ ττοοῦῦ κκααττααξξι ιιωθθῆῆννααι ἡἡμμᾶᾶςς ττῆῆςς ἀἀκκρροοάάσσεεωςς ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ Κύύρρι ιιοονν ττὸὸνν Θεεὸὸνν ἡἡ 3
μμῶνν ἱἱκκεεττεεύύσσωμμεενν. ἱ.. Κύριε, ἐλέησον. (γ ) ὁ διάκονος Σοοφί ίίαα ὀὀρρθθοοί ίί ἀἀκκοούύσσωμμεενν ττοοῦῦ ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ... ὁ ἱερεύς ΕΕἰ ἰἰρρήήννηη ππᾶᾶσσι ιι... Καὶ τῷ Πνεύματί σου. ὁ ἱερεύς ἘἘκκ ττοοῦῦ κκααττὰὰ ἸἸωάάννννηηνν ἁἁγγί ίίοουυ ΕΕὐὐααγγγγεελλί ίίοουυ ττὸὸ ἀἀννάάγγννωσσμμαα... ὁ διάκονος Πρρόόσσχχωμμεενν... Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον Ἑωθινὸν Θ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 19 31) Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν. Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν. Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅτι ἑώρακάς με, πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ὁ Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ. Δόξα σοι, Κύριε, δόξα σοι. ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον Ἦχος β. Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐ ξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. 4
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. Σῶσσοονν,,, ὁὁ Θεεόόςς,,, ττὸὸνν λλααόόνν Σοουυ....... Κύριε, ἐλέησον. (ιβ ) ἘἘλλέέεει ιι κκααὶ ὶὶ οοἰ ἰἰκκττι ιιρρμμοοῖ ῖῖςς....... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ ὁ Ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ α τῆς Ἑορτῆς ᾨδὴ α. ὁ Ἀναστάσιμος εἰς δ (ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ) Ἦχος πλ. δ. Ὁ Εἱρμός. Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀ πάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζω ὴν ἐκ τάφου ἀΐδιον. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει Ἐξηγέρθη ὁ Κύριος. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡ μῶν. καὶ τῆς Ἑορτῆς ὁ α ἄνευ τῶν Εἱρμῶν 5
Ἦχος α. Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συῤῥεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην μεθ ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν. Νικητικὰ μὲν βραβεῖα ᾔρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις, διὸ θνήσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα. ᾨδὴ γ. ὁ Ἀναστάσιμος Ἦχος πλ. δ. Ὁ Εἱρμός. Ὁ στερεώσας κατ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος. Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε. Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε. Θεοτοκίον Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν. καὶ τῆς Ἑορτῆς Ἦχος α. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἡ δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Γυναῖκά σε θνητήν, ἀλλ ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυΐαις ἥπτοντο χερσί, δόξῃ ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι. Ὑπέφθασε χερσί, ταῖς ὑβριστικαῖς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τῇ ἐμψύχῳ κιβωτῷ, δόξῃ τῆς Θεότητος, ἐν ᾗ ὁ Λόγος σάρξ ἐχρημάτισε. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Μεσῴδιον Κάθισμα τῆς Ἑορτῆς Ἦχος πλ. δ. Τὴν Σοφίαν καὶ Λόγον. Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, 6
ἀφθαρσίαν τοῦ Πνεύματος ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ΒΒαασσι ιιλλεεύύςς....... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Τὸ Ἀναστάσιμον Κοντάκιον μετὰ τοῦ Οἴκου. Κοντάκιον. Ἦχος πλ. δ. Ὡς ἀπαρχὰς τῆς φύσεως. Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας καὶ ἡ Εὔα χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. ὁ Οἶκος Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομισάμενος καὶ Ἀποστόλοις σου ἐμήνυσας, τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε. Συναξάριον Τῇ ΙΗ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Φλώρου καὶ Λαύρου. Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου, Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ. Φλώρω ἀμφ ὀγδοάτῃ δεκάτῃ φρέαρ εἰσέδυ Λαῦρος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη. Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον, Τὸ σύντροφον «δός» εἰς τὸ πῦρ λελοιπότες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων Μαρτύρων Ἕρμου, Σεραπίωνος καὶ Πολυαίνου. Ἕρμῳ βιαίως ἐν πέτραις συρομένῳ, Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος. Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει, Καὶ Σεραπίων, ὁ πλέον στεῤῥὸς πέτρας. Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις, Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας ἐνδόξου Μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ Στροβίλου καὶ τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας. Ἰουλιανὴν ᾖραν ἐντεῦθεν Νόες, Τῷ μαρτυρίου αἵματι κοσμουμένην. Λέων κατὰ θάλασσαν ἀθλήσας κάτω, Θάλασσαν εὗρεν ἀγαθῶν ἐν τῷ Πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῇ ἐρήμῳ Ὅσιοι τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται. Ἀδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων, Τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἰωάννου Ε (+675) καὶ Γεωργίου Α (+686), 7
Πατριαρχῶν Κωνσταντινουπόλεως. Ὁ Γεώργιος «ὡς κελεύεις Χριστέ μου», Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω». Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας, Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τοῦ ἐν Κωνσταντινουπόλει. Μὴ δειλιάσας τὴν κῆρα βίου τούτου, Ὁ Μακάριος Θεῷ ἐμακαρίσθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Βαρνάβα καὶ Σωφρονίου ἀνεψιοῦ αὐτοῦ, τῶν ἐξ Ἀθηνῶν Κτιτόρων τῆς ἐν Πόντῳ Ἱερᾶς Μονῆς τοῦ Σουμελᾶ (+412), καὶ Χριστοφόρου, δευτέρου κτίτορος καὶ ἀνακαινιστοῦ αὐτῆς. Βαρνάβας, Σωφρόνιος καὶ Χριστοφόρος, Χριστοῦ φίλοι ὤφθησαν βίῳ ἐνθέῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σωφρονίου τοῦ Ἁγιαννανίτου. Βιώσας, Σωφρόνιε, ᾧδε σωφρόνως, Δόξης θείας ἔτυχες ἐν τοῖς ὑψίστοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς κοιμήσεως τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τῆς Ῥίλας (+946). Ἰωάννης ἔμυσεν κόρας ὀμμάτων, Ἀλλὰ βλέπει νῦν τὴν δόξαν τοῦ Κυρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ἀγαρηνῶν, καὶ ἐκ Καπούας τῆς Θεσσαλίας καταγομένου, ἀθλήσαντος ἐν ἔτει 1610ῳ. Οὐ Μάρτυς ἁπλοῦς, ἀλλ ἐξ Ἄγαρ γένους Γέγονας μάκαρ Κωνσταντῖνε Καπούας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Ματθαίου, τοῦ ἐξ Ἀμαρίου τῆς Κρήτης, ἀθλήσαντος ἐν Ῥεθύμνῃ ἐν ἔτει 1697ῳ. Ξίφει Ματθαῖε ἀποτμηθεὶς τὴν κάραν, Χαίρων εἰσῆλθες τῶν ἀθλητῶν εἰς μάνδραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Χριστοδούλου τοῦ Γεωργιανοῦ, τοῦ φιλοσόφου. Ὢν πολύγνωτος Χριστόδουλος σοφίαν, Ἀληθοῦς προὐτίμησεν γνῶσιν Σοφίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεοσιομάρτυρος Ἀγαπίου τοῦ Ἁγιοταφίτου, τοῦ ἐκ Γαλατίστης, ἀθλήσαντος δὲ ἐν Θέρμῃ τῆς Θεσσαλονίκης ἐν ἔτει 1752ῳ. Πλήρης ὤν, Ἀγάπιε, Χριστοῦ ἀγάπης, Νῦν πεπλήρωσαι δι Αὐτὸν ἐναθλήσας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Δημητρίου τοῦ νέου, τοῦ ἐκ Σαμαρίνης τῆς Ἠπείρου καταγομένου, καὶ ἐν ἔτει 1808ῳ ἀθλήσαντος. Θανὼν ὁ Δημήτριος ἔνδον τοῦ τοίχου, 8
Τεῖχος ἀπροσμάχητον πιστοῖς ἐδείχθη. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ νέου, τοῦ ἐξ Ἰωαννίνων μὲν καταγομένου, ἐν δὲ τῇ νήσῳ Πάρῳ ἀσκήσαντος. Ἁγίων, Ἀρσένιε, τὸν βίον ζήσας, Σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ. Δεκάτῃ Ἀρσενίοιο ὀγδοάτῃ, ἄεθλω ὕδω. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ τῆς Κοιμήσεως τῆς Θεοτόκου ᾨδὴ α. Ἦχος α. Πεποικιλμένη * τῇ θείᾳ δόξῃ * ἡ ἱερὰ καὶ εὐκλεής, * Παρθένε, μνήμη σου * πάντας συνηγάγετο * πρὸς εὐφροσύνην τοὺς πιστούς, * ἐξαρχούσης Μαριὰμ * μετὰ χορῶν καὶ τυμπάνων, * τῷ σῷ ᾄ δοντας μονογενεῖ * Ἐνδόξως ὅτι δεδόξασται. ᾨδὴ γ. Ἡ δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἁπάντων * Θεοῦ σοφία καὶ δύναμις, * ἀκλινῆ, ἀκράδαντον * τὴν Ἐκκλησίαν στήριξον, * Χριστέ * μόνος γὰρ εἶ ἅγιος, *...ὁ ἐν ἁγίοις ἀναπαυόμενος. ᾨδὴ δ. Ῥήσεις προφητῶν καὶ αἰνίγματα * τὴν σάρκωσιν ὑπέφηναν * τὴν ἐκ Παρθένου σου, Χριστέ, * φέγγος ἀστραπῆς σου * εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι * καὶ φωνεῖ σοι ἄβυσσος * ἐν ἀγαλλιάσει * Τῇ δυνάμει σου δόξα, φιλάνθρωπε. ᾨδὴ ε. Τὸ θεῖον καὶ ἄρρητον κάλλος * τῶν ἀρετῶν σου, Χριστέ, διηγήσομαι * ἐξ ἀιδίου γὰρ δόξης συναΐδιον * καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, * παρθενικῆς ἀπὸ γαστρός, * τοῖς ἐν σκότει καὶ σκι ᾷ * σωματωθεὶς ἀνέτειλας ἥλιος. ᾨδὴ Ϛ. Ἅλιον, ποντογενές, * κητῷον ἐντόσθιον πῦρ * τῆς τριημέρου ταφῆς σου * τὶ προεικόνισμα, * οὗ Ἰ ωνᾶς ὑποφήτης ἀναδέδεικται * σεσωσμένος γάρ, ὡς καὶ προὐπέπωτο, * ἀσινὴς ἐβόα * Θύσω σοι μετὰ φωνῆς * αἰνέσεως, Κύριε. ᾨδὴ ζ. Ἰταμῷ θυμῷ τε καὶ πυρὶ * θεῖος ἔρως ἀντιταττόμενος * τὸ μὲν πῦρ ἐδρόσιζε, * τῷ θυμῷ δὲ ἐγέλα, * θεοπνεύστῳ λογικῇ * τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ * ἀντιφθεγγόμενος * μουσικοῖς ὀργάνοις * ἐν μέσῳ φλογός Ὁ δεδοξασμένος * τῶν πατέρων καὶ ἡμῶν * Θεός, εὐλογητὸς εἶ. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Φλόγα δροσίζουσαν ὁσίους, * δυσσεβεῖς δὲ καταφλέγουσαν * ἄγγελος Θεοῦ * ὁ πανσθενὴς ἔδειξε παισί * ζωαρχικὴν δὲ πηγὴν * εἰργάσατο τὴν Θεοτόκον, * φθορὰν θανάτου * καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι * Τὸν δημιουργὸν μόνον ὑμνοῦμεν * οἱ λελυτρωμένοι * καὶ ὑπερυψοῦμεν * εἰς πάντας τοὺς αἰῶνας. ὁ διάκονος ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς,,, ἐἐνν ὕὕμμννοοι ιιςς ττι ιιμμῶννττεεςς μμεεγγααλλύύννοομμεενν... Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Ἦχος α. 9
Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Στίχ. Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε τὴν μόνην Θεοτόκον. Νενίκηνται τῆς φύσεως οἱ ὅροι * ἐν σοί, Παρθένε ἄχραντε * παρθενεύει γὰρ τόκος * καὶ ζωὴν προμνηστεύεται θάνατος. * Ἡ μετὰ τόκον παρθένος * καὶ μετὰ θάνατον ζῶσα, * σῴζοις ἀεί, * Θεοτόκε, * τὴν κληρονομίαν σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι ππᾶᾶσσααι ιι ααἱ ἱἱ δδυυννάάμμεει ιιςς....... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Θ. Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας καὶ ὀκτὼ μεθ ἡ μέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας, μεθ οὗ βοῶμεν Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις. καὶ τῆς Ἑορτῆς. Ἦχος γ. Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα. ΑΙΝΟΙ Ἦχος πλ. δ. 10
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ μνος τῷ Θεῷ. Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ ὡς βασιλέα ὑπνοῦντα στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγίδι ἐσφραγίσαντο ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ, καὶ θάνατον κατήργησε διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεὸς ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐ δωρήσατο. καὶ τῆς Ἑορτῆς, γ εἰς δ. Ἦχος δ. Ὡς γενναῖον ἐν Μάρτυσι. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδήν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τῇ ἐνδόξῳ Κοιμήσει σου Στίχ. ζ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν Σου, Σὺ καὶ ἡ Κιβωτὸς τοῦ ἁγιάσματός Σου. Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα. Στίχ. η. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε. Δόξα. Ἑωθινὸν Θ. Ἦχος πλ. α. Ὡς ἐπ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου ἀνάστασιν ἀλλ ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσε 11
ως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν διὸ ἀνυμνοῦντες βοῶμεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. (γ ) Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν με ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. (ἐκ γ ) Ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β. Ἀναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα καὶ δι αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε. 12
ἢ τὸ ἕτερον ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡ μῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον τὸ νῖκος ἔδωκεν ἡμῖν καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ τὰ Ἀντίφωνα τῆς Ἑορτῆς Ἀντίφωνον Α. Ἦχος β. Στίχ. α. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς. Στίχ. γ. Εἴπατε τῷ Θεῷ ὡς φοβερὰ τὰ ἔργα σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β. Ἦχος β. Στίχ. α. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι. Ἀλληλούϊα. Στίχ. β. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... Στίχ. δ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ... Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐ νανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς. Ἀντίφωνον Γ. Ἦχος α. Στίχ. α. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου. Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Στίχ. β. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ἐν τῇ Γεννήσει τὴν παρθενίαν... Στίχ. γ. Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἐν τῇ Γεννήσει τὴν παρθενίαν... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 13
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον. Ἦχος πλ. δ. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελῆται συλλείτουργον) Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι. Τὸ Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α. Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας. Ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος πλ. β. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον. ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς τῆς Θ Ἑβδομάδος Προκείμενον. Ἦχος πλ. δ. (Ψαλμὸς οε ) Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Στίχ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Πρὸς Κορινθίους Α Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (γ 9 17) Ἀδελφοί, Θεοῦ ἐσμεν συνεργοί Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰ ησοῦς Χριστός. Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκαλύπτεται καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐ πῳκοδόμησε, μισθὸν λήψεται εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Ἀλληλούϊα. (γ ) Ἦχος πλ. δ. (Ψαλμὸς δ ) Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Στίχ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. ΕΥΑΓΓΕΛΙΟΝ Κυριακῆς Θ Ματθαίου Ἐκ τοῦ κατὰ Ματθαῖον (ιδ 22 34) Τῷ καιρῷ ἐκείνῳ ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ 14
δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων Θαρσεῖτε, ἐγώ εἰμι μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα Ὁ δὲ εἶπεν Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰ σχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες Ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου Εἰς τό Ἐξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεί ίί Ἦχος β. Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἀἀνναασσττὰὰςς ἐἐκκ ννεεκκρρῶνν....... Δι εὐχῶν... Ἀμήν. * * Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε καὶ διανέμεται δωρεὰν ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο http://akolouthies.wordpress.com Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων 15
Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Εὐσεβείας τοῖς τρόποις ἐκγυμναζόμενοι, τοῦ μαρτυρίου τὴν τρίβον διαπερᾶτε καλῶς, ὡς αὐτάδελφοι κλεινοὶ Χριστὸν δοξάσαντες ὅθεν γεραίρομεν ὑμᾶς, ὡς γενναίους Ἀθλητάς, Φλῶρε καὶ Λαῦρε βοῶντες Ἀπὸ παντοίας ἀνάγκης, ῥύσασθαι πάντας ἡμᾶς, Ἅγιοι. Ἕτερον. Ἦχος δ. Ταχύ προκατάλαβε. (Γερασίμου) Δυὰς ἡ αὐτάδελφος, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, ὁ Φλῶρος ὁ ἔνδοξος, καὶ Λαῦρος ὁ θαυμαστός, συμφώνως ὑμνείσθωσαν σύμφρονες γὰρ ἐν βίῳ, καὶ ἐν ἄθλοις φανέντες, δόξης τῆς οὐρανίου, ἠξιώθησαν ἅμα, πρεσβεύοντες τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. (ὑπὸ Μελάνης μοναχῆς τῆς Μονῆς Μπούρα) Μαρτυρικῇ τῶν αὐταδέλφων δυάδι, τῶν λιθοξόων τῶν ναῶν τοῦ Κυρίου, ἀναδειχθέντων χάριτι ἐμψύχους ναούς, Λόγου Παντεχνήμονος, νῦν προσπίπτομεν πίστει, κράζοντες καὶ λέγοντες θεῖε Φλῶρε καὶ Λαῦρε, ἁμαρτιῶν ἡμῶν τὸν σκοτασμόν, ταῖς σαῖς πρεσβείαις, εὐθὺς διαλύσατε. Ἀπολυτίκιον τῶν Κτιτόρων Σουμελᾶ. Ἦχος πλ. δ. Ταῖς τῶν δακρύων σου ῥοαῖς. Τῷ τῆς Θεόπαιδος χρησμῷ, τοῖς τοῦ βίου τερπνοῖς ἀποταξάμενοι, καὶ τοῖς ἑκάστοτε αὐτῆς, φωτοφανίαις ξένως μυσταγωγούμενοι, ὡς φοῖνιξ ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου ὄντως ἠνθήσατε, Βαρνάβα, Σωφρόνιε καὶ Χριστοφόρε, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, Πατέρες ἡμῶν τρισόλβιοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἕτερον. Ἦχος α. Τοὺς τρεῖς μεγίστους. Τοὺς φαεινοὺς τρεῖς φωστῆρας τῆς Τρισηλίου Θεότητος, τοὺς τῶν μοναστῶν τὰς χορείας, ἀκτίσι βίου πυρσεύσαντας, τῆς Θεοτόκου τοὺς καὶ μύστας καὶ λάτρας, τοὺς καὶ θεοφόρους τῷ τῆς Ἁγνῆς κελεύσματι χρηματίσαντας, Βαρνάβαν τὸν ὑψίνουν, καὶ τὸν θεοφόρον Σωφρόνιον, σὺν τῷ κλεινῷ Χριστοφόρῳ, τῷ νοῦν σχόντι θεοδίδακτον, πάντες οἱ τοῦ βίου αὐτῶν ὀπαδοί, συνελθόντες ὕμνοις τιμήσωμεν. Αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι. Ἕτερον. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. (ὑπὸ Ἰωὴλ Ἐπισκόπου Ἐδέσσης) Ὡς περιάκουστοι ἐν Πόντῳ Πατέρες, καὶ κοινοβίου τῆς Παρθένου Μαρίας, οἰκήτορες πανεύφημοι καὶ κτήτορες ὁμοῦ, σπεύσατε λυτρώσασθαι, ταῖς λιταῖς ὑμῶν πάντας, τοὺς ἐν πίστει σπεύδοντας πρὸς ὑμᾶς ἐκ κινδύνων, Βαρνάβα δοῦλε κόρης τῆς ἁγνῆς, καὶ Χριστοφόρε, ὁμοῦ καὶ Σωφρόνιε. Ἀπολυτίκιον τοῦ Νεομάρτυρος Δημητρίου ἐκ Σαμαρίνης. Ἦχος α. Τῆς ἐρήμου πολίτης. (Γερασίμου) Σαμαρίνης τὸν γόνον εὐσεβῶν τὸ κραταίωμα, τὸν νεοφανῆ Ἀθλοφόρον τοῦ Σωτῆρος Δημήτριον, τιμήσωμεν συμφώνως οἱ πιστοὶ ἀθλήσας γὰρ στεῤῥῶς ὑπὲρ Χριστοῦ, Ἐκκλησίας ἀνεδείχθη νέος ἀστήρ, καὶ τῶν βοώντων πρόμαχος δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀγαπίου. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. (ὑπὸ Χαραλάμπους Μπούσια) Τῆς ἐνθέου σοφίας τὸν ὑφηγήτορα καὶ τῆς ἀγάπης πρὸς πέλας καὶ πρὸς Θεὸν ἀληθῶς τὸν διδά 16
σκαλον, Ἀγάπιον, τιμήσωμεν κράζοντες ἄστρον νεαυγές, Γαλατίστης καὶ λαμπρὲ κοσμῆτορ ἱεροάθλων, εἰρήνην πάρεχε πᾶσι τοῖς εὐφημοῦσι τὴν σὴν ἄθλησιν. Ἀπολυτίκιον τοῦ Νεομάρτυρος Κωνσταντίνου ἐκ Καπούας. Ἦχος πλ. α. Τὸν Συνάναρχον Λόγον. (ποίημα Γεωργίου Ἀποστολάκη τοῦ ἀπὸ δικαστῶν) Κωνσταντῖνον Καπούας τὸν νεομάρτυρα, ὡς στρατιώτην γενναῖον τῆς Ἐκκλησίας Χριστοῦ, μακαρίσωμεν πιστοὶ καὶ ἐπαινέσωμεν ὅτι δυσσέβειαν πατρός, καταλείψας σθεναρῶς, ἐκήρυξε τὸν Σωτῆρα, καὶ νομίμως ὑπεραθλήσας, τὴν κάραν δέδωκεν ὡς δῶρον Χριστῷ. Ἀπολυτίκιον τοῦ Ὁσίου Σωφρονίου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῶν Ὁσίων τὸν βίον ἀκριβῶς μιμησάμενος, μέτοχος αὐτῶν ἀνεδείχθης, θεοφόρε Σωφρόνιε ὁσίως γὰρ βιώσας ἐπὶ γῆς, τῶν θείων δωρεῶν ἐν οὐρανοῖς, ἠξιώθης καὶ παρέχεις πᾶσιν ἡμῖν, τὴν χάριν σου τοῖς κράζουσι δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα. Ἕτερον. Ἦχος πλ. α. Τὸν συνάναρχον Λόγον. Τῆς Ἠπείρου τὸν γόνον τὸν εὐθαλέστατον, Ἁγίας Ἄννης ἐν Σκήτῃ νηστείᾳ, ὑπακοῇ καὶ πρᾳότητι σοφῶς πολιτευσάμενον, θεῖον Σωφρόνιον ᾠδαῖς καταστέψωμεν φαιδρῶς ὡς πρόβολον ἀσκουμένων βοῶντες πάτερ, λιταῖς σου ῥῦσαι ἡμᾶς παγίδων ὄφεως. Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀρσενίου. Ἦχος α. Τῆς ἐρήμου πολίτης. Τῆς Ἠπείρου τὴν δόξαν καὶ τῆς Πάρου τὸ καύχημα, τῆς Μονῆς τοῦ Δάσους προστάτην, σὲ τιμῶμεν, Ἀρσένιε ὡς ἄγγελος γὰρ ὤφθης ἐπὶ γῆς, ἀσκήσει οὐρανίων ἀρετῶν διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, θαυμάτων Πάτερ χάρισι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον. Ἕτερον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ὁσίων τὴν ἄσκησιν δι ἐναρέτου ζωῆς, ἐνθέως ἐζήλωσας, ἐν τοῖς ἐσχάτοις καιροῖς, Ἀρσένιε Ὅσιε σὺ γὰρ ἐν νήσῳ Πάρῳ, ἰσαγγέλως ἀσκήσας, εἴληφας οὐρανόθεν, τῶν θαυμάτων τὴν χάριν, παρέχων τοῖς σε τιμῶσι, χάριν καὶ ἔλεος. 17