18 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. Ἦχος πλ. δ Ἑωθινόν Θ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/8/19)

Σχετικά έγγραφα
20 ΑΤΓΟΤΣΟΤ ΚΤΡΙΑΚΗ ΙΑ ΜΑΣΘΑΙΟΤ

21 IANΟΥΑΡΙΟΥ Κτπιακὴ ΙΕ ΛΟΥΚΑ (Τξῦ Ζακφαίξτ). +Μμήμη σξῦ Ὁςίξτ Πασπὸρ ἡμῶμ Μανίμξτ σξῦ Ὁμξλξγησξῦ Μμήμη σξῦ Ἁγίξτ Μάπστπξρ Νεξυύσξτ.

2 ΑΠΡΙΛΙΟΤ ΚΤΡΙΑΚΗ Ε ΝΗΣΕΙΩΝ

26 NOEΜΒΡΙΟΤ ΚΤΡΙΑΚΗ ΙΓ ΛΟΤΚΑ

5 ΥΕΒΡΟΤΑΡΙΟΤ Κυριακή ΙϚ ΛΟΤΚΑ ΣΕΛΩΝΟΤ ΚΑΙ ΥΑΡΙΑΙΟΤ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

11 ΔΕΚΕΜΒΡΙΟΤ 2016 ΚΤΡΙΑΚΗ ΙΑ ΛΟΤΚΑ

Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (22/08/15)

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (22/8/2014)

Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (2/02/13)

6 ΙΟΥΝΙΟΥ 2015 ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῼ ΣΑΒΒΑΤῼ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (05/06/15)

10 ΙΟΤΝΙΟΤ ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ Σῌ ΠΑΡΑΚΕΤῌ ΕΠΕΡΑ (9/6/17)

1 ΝΟΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

+ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ (ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΘΕΟΥΑΝΕΙΩΝ)

9 ΑΥΓΟΥΣΤΟΥ 2015 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ, ἡ μετὰ τὴν ἑορτήν. Ματθίου τοῦ ἀποστόλου ( 63)

11 ΑΥΓΟΥΣΤΟΥ 2019 (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ)

2 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος α, ἑωθινὸν δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (1/12/12)

7 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙϚ ΜΑΤΘΑΙΟΥ.

19 ΝΟΕΜΒΡΙΟΤ ΚΥΡΙΑΚΗ Θʹ ΛΟΥΚΑ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

6 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Ηχος βαρύς Εωθινόν Ε. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (5/10/19)

ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

17 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ιʹ ΜΑΤΘΑΙΟΥ. (ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ) Μύρωνος μάρτυρος. Ἦχος αʹ. Ἑωθινὸν Ιʹ Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (16/8/14)

12 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 ΚΤΡΙΑΚΗ ΣΟΤ Α ΩΣΟΤ (ΙΖ ΛΟΤΚΑ)

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

15 ΑΥΓΟΥΣΤΟΥ 2015 Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.

4 ΑΥΓΟΥΣΤΟΥ ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ. Τῶν ἑπτὰ παίδων τῶν ἐν Εφέσῳ. Ηχος πλ. α, ἑωθινὸν ϛ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (3/8/13)

16 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΙΖʹ ΛΟΥΚΑ (Ἀσώτου).

15 ΣΕΠΤΕΜΒΡΙΟΥ Ηχος γ, ἑωθινὸν α. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (14/09/13)

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

ΙΣΤ ΚΥΡΙΑΚΗ ( Γ ΛΟΥΚΑ) Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Θωμᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ.

12 ΑΥΓΟΥΣΤΟΥ ΚΤΡΙΑΚΗ ΙΑ ΜΑΣΘΑΙΟΤ

+Κυριακῇ ΣΤ Ματθαίου 28 ΙΟΥΛΙΟΥ 2019 Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (27/7/19) +Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ Ἦχος πλ. βʹ.

+Τῶμ Αγίωμ ἐμδόνωμ καί οαμευφήμωμ Αοξστόλωμ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

21 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

4 ΜΑΡΣΙΟΤ 2012 ΚΤΡΙΑΚΗ Α ΣΩΝ ΝΗ ΣΕΙΩΝ (ΣΗ ΟΡΘΟΔΟΞΙΑ

22 ΙΟΤΛΙΟΤ ΚΤΡΙΑΚΗ Η ΜΑΣΘΑΙΟΤ

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (03/09/16)

Γ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ὑπατίου ἐπισμόπου Γαγγρῶν ἱερομ. ({ 326), \ Ἀκακίου ὁμολογητοῦ ἐπισκόπου Μελιτινῆς. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (02/07/16)

\ ΚΥΡΙΑΚΗ ΙΔ ( Α ΛΟΥΚΑ ). \ Μνήμη Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

\ ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. \ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. αʹ.

ΚΥΡΙΑΚΗ Β. Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος αʹ.

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

20 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΖ (Ϛ ΛΟΥΚΑ)

+ Απόδοσις τῆς ἑορτῆς τῶν Χριστουγέννων. Μελάνης ὁσίας τῆς Ρωμαίας ( 449), Ζωτικοῦ ὀρφανοτρόφου.

Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).

ΣΗ ΔΕΤΣΕΡΑ ΕΠΕΡΑ(13/11/2017)

17 ΙΟΥΛΙΟΥ 2015 ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

18 ΙΑΝΟΥΑΡΙΟΥ ΚΥΡΙΑΚΗ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

15 ΑΤΓΟΤΣΟΤ Μνήμη τῆς πανσέπτου Μεταστάσεως τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρίας.

ΕΣΠΕΡΙΝΟΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ.

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2013 Δευτέρα. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304). Τῌ ΚΥΡΙΑΚῌ ΕΣΠΕΡΑΣ (15/9/13)

5 MΑΪΟΥ ΚΤΡΙΑΚΗ ΣΟΤ ΑΝΣΙΠΑΧΑ (ΘΩΜΑ)

26 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου καί πανευφήμου Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.

28 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΛΟΥΚΑ (ΤΟΥ ΑΣΩΤΟΥ)

5 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 ΚΥΡΙΑΚΗ (ΙϚ ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 Ιωάννου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μνείᾳ τῆς α καὶ β εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452).

ὁ β χορός ὁ α χορός Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. ὁ β χορός ὁ α χορός

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος γ.

Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας. Ηχος βαρύς, ἑωθινὸν ι. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/01/15) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

19 ΑΠΡΙΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ (ΘΩΜΑ)

8 ΙΑΝΟΤΑΡΙΟΤ 2017 ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ

13 IOYNIOY 2013 Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΛΗΨΕΩΣ (12/06/13)

24 ΙΟΥΝΙΟΥ 2014 ΤΡΙΤΗ.

«Η ΕΟΡΣΗ ΣΗ ΠΕΝΣΗΚΟΣΗ».

27 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ. Ηχος πλ. α ἑωθινὸν η. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (26/12/15)

16 ΟΚΣΩΒΡΙΟΤ 2016 ΚΤΡΙΑΚΗ Δ ΛΟΤΚΑ

+ΚΤΡΙΑΚΗ ΙΖ ΛΟΤΚΑ (ΣΟΤ ΕΤΠΛΑΦΝΙΚΟΤ ΠΑΣΕΡΑ).

13 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

30 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ.

8 ΣΕΠΤΕΜΒΡΙΟΥ 2012 Σάββατον. ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (7/9/2012)

17 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος

18 ΟΚΤΩΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ +Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

5 ΑΠΡΙΛΙΟΥ 2015 Η εἰς Ιερουσαλὴμ εἴσοδος τοῦ Κυρίου ἡμῶν Ιησοῦ Χριστοῦ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (04/04/15)

12 ΥΕΒΡΟΤΑΡΙΟΤ ΚΤΡΙΑΚΗ ΙΖ ΛΟΤΚΑ (ΣΟΤ ΕΤΠΛΑΦΝΙΚΟΤ ΠΑΣΕΡΑ).

Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

ΚΤΡΙΑΚΗ ΠΡΟ ΣΗ ΧΡΙΣΟΤ ΓΕΝΝΗΕΩ

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2015 Τετάρτη. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου ( 304).

21 ΝΟΕΜΒΡΙΟΥ 2012 Τετάρτη . ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟ- ΚΟΥ ΜΑΡΙΑΣ

+ΚΥΡΙΑΚΗ ΙΕʹ ΛΟΥΚΑ Ή ΙΖ ΜΑΤΘΑΙΟΥ

προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Transcript:

18 ΑΥΓΟΥΣΤΟΥ 2019 +ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ Ἦχος πλ. δ Ἑωθινόν Θ. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ (17/8/19) ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. : Ἀμήν. ὁ Ἀναγνώστης: Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Ψαλμὸς ργ (103) Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. 1

Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Καὶ πάλιν Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ. 2

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας. Δόξα Πατρί... Καὶ νῦν... Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. ὁ διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Καὶ εὐθὺς στιχολογοῦμεν τὸ Α Κάθισμα τοῦ Ψαλτηρίου. (Μακάριος ἀνήρ...) Συναπτή μικρά. Ἦχος πλ.δ' Ψαλμὸς ρμ (140) Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Κύριε, Κύριε, μὴ ἀποῤῥίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον, σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως. Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος. 3

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος. Ἦχος α Στίχ.. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. Στίχ.. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Ὢ τοῦ παραδόξου θαύματος!... Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. Στίχ.. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. Δόξα Πατρί... ' Ἦχος β' Ἀνατολίου Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος. Καὶ νῦν...ἦχος πλ.δ' Θεοτοκίον Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν 4

ὑπόστασιν, διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴσοδος. Σοφία Ὀρθοί! Ἦχος β' Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. Ἑσπέρας Προκείμενον Ἦχος β' Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Στίχ.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ὁ διάκονος: Εἴπωμεν πάντες.. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ διάκονος: Πληρώσωμεν τὴν ἑσπερινὴν. Ἀπόστιχα Ἦχος πλ. δ' Ἀνῆλθες ἐπὶ Σταυροῦ, Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. 5

Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν Ἅδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε εἰς μακρότητα ἡμερῶν. Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος. Δόξα Πατρί... Καὶ νῦν...ἦχος πλ. α' ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος ὁ προεστὼς: Νῦν ἀπολύεις Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος πλ. δ. Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι. Δόξα Πατρί... Καὶ νῦν... Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α' Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. Ἀπόλυσις https://agioskosmasoaitolos.wordpress.com 6