Τῇ ΚΖ' ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ (ΜΕΘΕΟΡΤΟΣ)

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

30 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΤΗ Ϛ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

26 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

26 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

19 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

16 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

16 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

30 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

8 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

13 ΝΟΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον

13 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ α χορός

Ἦχος πλ. β. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

10 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

2 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Παρασκευή 26 Ὀκτωβρίου Μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Δημητρίου τοῦ μυροβλύτου καὶ ἡ ἀνάμνησις τοῦ γεγονότος τοῦ σεισμοῦ.

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 AΠΡΙΛΙΟΥ 2019 Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΠΡΩΪ

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

ΣΑΒΒΑΤΟΝ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2019 Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

6 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

Transcript:

Τῇ ΚΖ' ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Τῶν Ἁγίων Μαρτύρων Φανουρίου τοῦ νεοφανοῦς καί Ἀνθούσης καί τοῦ Ὁσίου Πατρός ἡµῶν Ποιµένος. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Ἀπολυτίκιον Ταχύ προκατάλαβε Οὐράνιον ἐφύµνιον, ἐν γῇ τελεῖται λαµπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευµα ἄνωθεν ὑµνῳδίαις εὐφηµοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε. Δόξα Πατρί.. Ἕτερον Ταχύ προκατάλαβε Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθείς θαυµαστῶς, Φανούριε ἔνδοξε ὅθεν τοῖς εὐφηµοῦσι, τὴν σήν ἄθλησιν Μάρτυς, νέµεις τῶν σῶν θαυµάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡµῶν. Καὶ νῦν... Θεοτοκίον Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον µυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούµενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡµῶν καταδεξάµενος δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡµῶν. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Μετὰ τὴν α' Στιχολογίαν Κάθισµα Ἦχος α' 1

Τὸν τάφον σου Σωτήρ Ὡς νέον ἀθλητήν, εὐφηµοῦµέν σε µάκαρ, κἄν ἤθλησας στεῤῥῶς, πρὸ πολλοῦ θείῳ πόθῳ' ἀρτίως γὰρ τοῖς πέρασιν, ἐπεγνώσθης Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβείαις παρέχων, τοῖς τελοῦσί σου, τὴν ἀξιέπαινον µνήµην, Μαρτύρων ἀγλάϊσµα. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον Ὡς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς αὐτόν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύµνητε, δοῦναι ἄφεσιν, ἁµαρτιῶν ἡµῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑµνοῦσι, τὴν ἄῤῥητον δόξαν σου. Μετὰ τὴν β' Στιχολογίαν Κάθισµα Ἦχος γ' Θείας πίστεως. Πῦρ τὸ ἄϋλον, φέρων παµµάκαρ, πῦρ ὁµόδουλον, οὐκ ἐπτοήθης, ἀλλ' ἐν αὐτῷ ἀκατάφλεκτος ἔµεινας' καὶ τῶν θηρῶν ὑποτάξας τὸ ὅρµηµα, ὑπερφυῶς ἐδοξάσθης Φανούριε. Μάρτυς ἔνδοξε, Χριστόν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡµῖν τὸ µέγα ἔλεος. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Ὄρος ἅγιον, πεπυκασµένον, τῇ τοῦ Πνεύµατος, ἐπισκιάσει, τοῖς Προφήταις καθωράθης πανάµωµε' ἐκ σοῦ γὰρ ὤφθη Θεός σωµατούµενος, ἐλευθερίαν βραβεύων τοῖς κράζουσι' χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ πάντων ἀσφαλές φυγαδευτήριον. Μετὰ δὲ τὸν Πολυέλεον Κάθισµα Ἦχος δ' Κατεπλάγη Ιωσήφ Μαρτυρήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, ὑπὸ µόδιον σιγῆς, ἔµεινας ἔτεσι πολλοῖς, ἀλλ' ἐπεγνώσθης ἐν Ῥόδῳ νεύµατι θείῳ' ἔνθεν ἐµφανής, πᾶσι τοῖς πέρασι, θαύµασι πολλοῖς, Μάρτυς γενόµενος, τῇ Ἐκκλησίᾳ ἀρήγεις ἑκάστοτε, ἐν εὐκαιρίαις καὶ θλίψεσι' διό σε πάντες, ἀνευφηµοῦµεν, Φανούριε ἀθλοφόρε. Δόξα Πατρί... Καὶ νῦν... Θεοτοκίον Μετά σώµατος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀσώµατον Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάµ, τὸν συντριβέντα ἀπάτῃ τοῦ βροτοκτόνου, ὤφθης ἀληθῶς, θρόνος πυρίµορφος, φέρουσα χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν πλατυτέρα ἐγνώρισται, ἡ σὴ γαστὴρ ἡ ἀκήρατος. Άλλ' ὢ Παρθένε, τῆς οὐρανίου, δόξης ἡµᾶς καταξίωσον. Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου. Ἐκ νεότητός µου πολλὰ πολεµεῖ µε πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ µου. 2

Ἐκ νεότητός µου πολλὰ πολεµεῖ µε πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ µου. Οἱ µισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραµµένοι. Οἱ µισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραµµένοι. Δόξα Πατρί... Ἁγίῳ Πνεύµατι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαµπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείµενον Ἦχος δ Θαυµαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ. Θαυµαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυµάστωσεν ὁ Κύριος. Θαυµαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ. Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν. ὁ α χορὸς Κύριε ἐλέησον. ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ... ὁ α χορὸς Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ α χορὸς Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς... Κύριε, ἐλέησον (γ'). ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύµατί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. ὁ Διάκονος: Πρόσχωµεν. 3

Δόξα Σοι Κύριε, δόξα Σοι. ὁ Ἱερεύς: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ µαθηταῖς Προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσιν ἐφ ὑµᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγοµένους ἐπὶ βασιλεῖς καὶ ἡγεµόνας ἕνεκεν τοῦ ὀνόµατός µου ἀποβήσεται ὑµῖν εἰς µαρτύριον. Θέτε οὖν ἐν ταῖς καρδίαις ὑµῶν µὴ προµελετᾶν ἀπολογηθῆναι,ἐγὼ γὰρ δώσω ὑµῖν στόµα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν ἅπαντες οἱ ἀντικείµενοι ὑµῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑµῶν,καὶ ἔσεσθε µισούµενοι ὑπὸ πάντων διὰ τὸ ὄνοµά µου. Καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑµῶν οὐ µὴ ἀπόληται. Ἐν τῇ ὑποµονῇ ὑµῶν κτήσασθε τὰς ψυχὰς ὑµῶν. Δόξα Σοι Κύριε, δόξα Σοι. Ὁ Ν ψαλµὸς χῦµα Δόξα Πατρί... Ἦχος β Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Πεντηκοστάριον. Ἦχος πλ.β Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐµφανῶς συντρίψας τὸν ἐχθρόν, ἀθλητικῇ ἐνστάσει, περιφανῶς ἐν οὐρανῷ δεδόξασαι, ἀθλητά Φανούριε διὸ καὶ ἡ γῆ πᾶσα, τὴν σὴν δόξαν γνοῦσα ἣν πάλαι ἠγνόει, τῇ φανερώσει τῆς σεπτῆς εἰκόνος σου, λαµπροφανῶς σε γεραίρει, ἐπιτελοῦσα τὴν ἁγίαν µνήµην σου ἐν ᾗ δίδου τοῖς πιστοῖς, τὰς σωτηρίους δόσεις, ταῖς πρὸς Χριστόν πρεσβείαις σου. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρµοῖς... Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήµερον Ἱερεῖς διέσωσας, αἰχµαλωσίας ἀθέου, καὶ δεσµὰ συνέθλασας, δυνάµει θείᾳ θεόφρον' ᾔσχυνας, τυράννων θράση γενναιοφρόνως' ηὔφρανας, Ἀγγέλων τάξεις Μεγαλοµάρτυς' διὰ τοῦτο σε τιµῶµεν, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε. Ὁ Οἶκος Ἀθλήσας Μάρτυς ἀνδρικῶς, ἐν ἔτεσιν ἀδήλοις, καὶ ὑπερεῖδες νουνεχῶς, νεότητος τὸ ἄνθος, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, πλείστας βασάνους ὑποστάς, καὶ θάνατον γενναίως ἀλλ' οἷς οἶδε κρίµασι θεός, λήθης βυθοῖς, τά τῆς ἀθλήσεως τῆς σῆς, ἐκρύπτοντο τρόπαια ἐν δὲ τῇ Ῥόδῳ τῇ περιφήµῳ νήσῳ, ὁ ὑπὸ γῆν κεχωσµένος φανερωθεὶς ναός σου, ἐν ᾧ ἡ πάντιµος ὡς θησαυρὸς εἰκών σου, ἡ σὴ λαµπρὰ ἐγνώρισται ἄθλησις, καὶ πᾶσα ἡ Ἐκκλησία γνῶσιν ἔσχε τῶν ἀθλητικῶν σου ἀγώνων, καὶ τῆς πρὸς Χριστὸν λαµπρᾶς σου παῤῥησίας ὅτι πᾶσιν ἐφαπλοῖς, τὴν θαυµαστήν σου προστασίαν, καὶ πολυειδῶν ἐξαίρεις κινδύνων καὶ θλίψεων, καὶ αἰχµαλώτους λυτροῦσαι, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε. 4

Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΚΖ τοῦ αὐτοῦ µηνός, µνήµη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ νεοφανοῦς, ἀναφανέντος ἐν ἔτει 1500. Τῇ αὐτῇ ἡµέρᾳ, µνήµη τοῦ Ὁσίου Πατρὸς ἡµῶν Ποιµένος. Τῇ αὐτῇ ἡµέρᾳ, µνήµη τοῦ Ὁσίου Πατρὸς ἡµῶν καὶ Ὁµολογητοῦ Λιβερίου Πάπα Ῥώµης. Τῇ αὐτῇ ἡµέρᾳ, µνήµη τοῦ Ἁγίου Πατρὸς ἡµῶν Ὁσίου, Ἐπισκόπου Κουδρούβης. Τῇ αὐτῇ ἡµέρᾳ, µνήµη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος Εὐνούχου. Τῇ αὐτῇ ἡµέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστέ, ὁ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν. ΚΑΤΑΒΑΣΙΑΙ ᾠδὴ α Ἦχος πλ. δ Σταυρὸν χαράξας Μωσῆς, ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεµε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρµασι, κροτήσας ἥνωσεν, ἐπ' εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωµεν, τῷ Θεῷ ἡµῶν, ὅτι δεδόξασται. ᾠδὴ γ' Ῥάβδος εἰς τύπον τοῦ µυστηρίου παραλαµβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ......εἰς κράτος καὶ στερέωµα. ᾠδὴ δ' Εἰσακήκοα Κύριε, τῆς οἰκονοµίας σου τὸ µυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. ᾠδὴ ε' Ὢ τρισµακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος δι οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡµῶν. ᾠδὴ Ϛ ' Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάµας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήµερος ἐκδύς, τὴν ὑπερκόσµιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριηµέρῳ ἐγέρσει τὸν κόσµον φωτίσαντος. 5

ᾠδὴ ζ' Ἔκνοον πρόσταγµα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφηµίας θεοστυγοῦς. Ὅµως τρεῖς Παῖδας οὐκ ἐδειµάτωσε θυµὸς θηριώδης, οὐ πῦρ βρόµιον ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύµατι, πυρὶ συνόντες ἔψαλλον ὁ ὑπερύµνητος τῶν Πατέρων καὶ ἡµῶν, Θεὸς εὐλογητὸς εἶ. ᾠδὴ η' Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθµοι, Δηµιουργὸν Πατέρα Θεόν, ὑµνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον µεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦµα πανάγιον εἰς τοὺς αἰῶνας. Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Τὴν Τιµιωτέραν... Στίχ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν. Τὴν Τιµιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιµιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιµιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡµῶν, τῷ Ἀβραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιµιωτέραν... Καταβασία ᾠδὴ θ Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουµένου προσκυνοῦντες αὐτόν, σὲ µεγαλύνοµεν. 6

Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. - Τοῖς Μαθηταῖς συνέλθωµεν Μαρτυρικῶς ἠγώνισαι, στεῤῥοτάτῃ καρδίᾳ, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ µαινόµενον θράσος, ποικιλοτρόποις αἰκίαις, ὁµιλήσας ἀνδρείως, Μεγαλοµάρτυς ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης παρὰ Χριστοῦ, εὐκλεῶς Φανούριε ἐκοσµήθης ᾧ πρέσβευε δεόµεθα, ὑπέρ τῶν σὲ ἀνυµνούντων. Θεοτοκίον Μετὰ σαρκὸς ἐκύησας, τὸν ὑπέρθεον Λόγον, ἀνεκφοιτήτως πάναγνε, ἐκ τῶν κόλπων τῶν ἄνω, σκηνώσαντα σῇ νηδύϊ, ἀνεκφράστῳ ἐλέει, εἰς κόσµου ἀνακαίνισιν, καὶ ἀνάπλασιν πάντων τῶν εὐσεβῶς, τὴν σὴν προσκυνούντων κυοφορίαν, καὶ ἀνυµνούντων Δέσποινα, ὡς Θεοῦ σε Μητέρα. ΑΙΝΟΙ Ἦχος α Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Τῶν οὐρανίων ταγµάτων Τὸν ἀθλητὴν τοῦ Κυρίου µέγαν Φανούριον, τὸν πάλαι ἠθληκότα, δι' ἀγάπην Κυρίου, καὶ ἄγνωστον τελοῦντα χρόνοις τοῖς πρίν, ἐν τῇ Ῥόδῳ δὲ ὕστερον, φανερωθέντα τῇ θείᾳ ἐπισκοπῇ, φιλοµάρτυρες τιµήσωµεν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Φῶς φερωνύµως αὐγάζεις πᾶσι Φανούριε, λαµπρῶς ἐξανατείλας, τῇ Χριστοῦ Ἐκκλησίᾳ, καὶ νύκτα διαλύεις τῶν πειρασµῶν, καὶ κινδύνων καὶ θλίψεων, τῆς παµφαοῦς προστασίας σου ταῖς αὐγαῖς, ὡς ἡµῶν πρέσβυς πρὸς Κύριον. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Τοῦ µαρτυρίου τοὺς ἄθλους στεῤῥῶς διήνυσας, καὶ ὤφθης ὑπεράνω, καὶ πυρὸς καὶ σιδήρου, στοµώσας σου τὸ σῶµα πόθῳ Χριστοῦ, ἀθλοφόρε Φανούριε διὸ πλουσίων ἐπάθλων παρὰ Χριστοῦ, ἐκοµίσω τὴν ἀντίδοσιν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τούς ἱερεῖς ὡς ἐῤῥύσω τοὺς πρὶν δεσµώτας σοφέ, τῇ σῇ πρὸς τὸν Δεσπότην, θαυµαστῇ παῤῥησίᾳ, οὕτω πάσης ῥύου ἡµᾶς συµφορᾶς, καὶ ἀνάγκης Φανούριε, τοὺς προσιόντας τῇ σκέπῃ σου τῇ σεπτῇ, καὶ ὑµνοῦντάς σου τὴν ἄθλησιν. 7

Δόξα Πατρί...Ἦχος πλ.α Ἀθλητικοῖς σκάµµασι, τὸν Χριστόν ἐδόξασας, σαὐτὸν ἀρνησάµενος, ἀθλοφόρε Φανούριε προθύµως γὰρ ἀπεδύσω, τῇ δι' αἵµατος πάλῃ, καί θάνατον ἀθανασίας πρόξενον ἐδέξω, ὑπὲρ τῆς πάντων ζωῆς' διὸ ἀϊδίων γερῶν ἠξίωσαι, καὶ ἀθανάτων ἀµοιβῶν µετέσχες, καὶ προστάτης θερµότατος, τῇ Ἐκκλησίᾳ ἐδόθης. Ἀλλ' ὢ Μαρτύρων ἐγκαλλώπισµα, µὴ παύσῃ ἡµῖν ἱλεούµενος, Χριστόν τὸν φιλάνθρωπον. Καὶ νῦν... Θεοτοκίον Ἦχος ὁ αὐτὸς Μακαρίζοµέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζοµέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡµῶν. Δοξολογία Μεγάλη εἰς ἦχον πλ. α ( Ἀργή ἢ σύντοµος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. 8

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ εὐθύς τὸ Ἀπολυτίκιον. Ἦχος δ. Ταχύ προκατάλαβε Οὐράνιον ἐφύµνιον, ἐν γῇ τελεῖται λαµπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευµα ἄνωθεν ὑµνῳδίαις εὐφηµοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ Ἀντίφωνον α Ἦχος β Στίχ. α'. Ἀγαθὸν τὸ ἐξοµολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόµατί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. ὁ β χορὸς Στίχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. 9

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡµῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί... Καὶ νῦν... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β ὁ Ἀναγνώστης: Στίχ. α. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ Κύριος δύναµιν καὶ περιεζώσατο. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς, ψάλλοντάς σοι Ἀλληλούϊα. ὁ Ἀναγνώστης: Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουµένην, ἥτις οὐ σαλευθήσεται. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς... ὁ Ἀναγνώστης: Στίχ. γ. Τῷ οἴκῳ σου πρέπει ἁγίασµα, Κύριε εἰς µακρότητα ἡµερῶν. Σῶσον, ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυµαστὸς... ὁ Ἀναγνώστης Δόξα Πατρὶ... Καὶ νῦν καὶ ἀεὶ... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. Ἀντίφωνον Γ Στίχ. α Δεῦτε ἀγαλλιασώµεθα τῷ Κυρίῳ, ἀλαλάξωµεν τῷ Θεῷ τῷ Σωτῆρι ἡµῶν. Ἀπολυτίκιον. Ἦχος δ Ταχύ προκατάλαβε Οὐράνιον ἐφύµνιον, ἐν γῇ τελεῖται λαµπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευµα ἄνωθεν ὑµνῳδίαις εὐφηµοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε. Στίχ. β Προφθάσωµεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξοµολογήσει, καὶ ἐν ψαλµοῖς ἀλαλάξωµεν αὐτῷ, ὅτι Θεὸς µέγας, Κύριος καὶ Βασιλεὺς µέγας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐράνιον ἐφύµνιον... Εἰσοδικὸν ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) 10

Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ, σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυµαστὸς......ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος δ Ταχύ προκατάλαβε Οὐράνιον ἐφύµνιον, ἐν γῇ τελεῖται λαµπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευµα ἄνωθεν ὑµνῳδίαις εὐφηµοῦσι τοὺς ἄθλους, κάτωθεν Ἐκκλησίᾳ τὴν οὐράνιον δόξαν ἣν εὗρες πόνοις καὶ ἄθλοις τοῖς σοῖς Φανούριε ἔνδοξε. Ἕτερον Ἀπολυτίκιον. Ἦχος ὁ αὐτός Ταχύ προκατάλαβε Ὡς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθείς θαυµαστῶς, Φανούριε ἔνδοξε ὅθεν τοῖς εὐφηµοῦσι, τὴν σήν ἄθλησιν Μάρτυς, νέµεις τῶν σῶν θαυµάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡµῶν. Τοῦ Ναοῦ ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Κοντάκιον Ἦχος δ - Αὐτόµελον Ἰωακεὶµ καὶ Ἄννα ὀνειδισµοῦ ἀτεκνίας, καὶ Ἀδὰµ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισµάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡµῶν. Τρισάγιον. Απόστολος Προκείµενον. Ἦχος δ' Θαυµαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα. (ς :10-17) Ἀδελφοί, ἐνδυναµοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑµᾶς στῆναι πρὸς τὰς µεθοδείας τοῦ διαβόλου ὅτι οὐκ ἔστιν ἡµῖν ἡ πάλη πρὸς αἷµα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσµοκράτορας τοῦ σκότους αἰῶνος τούτου, πρὸς τὰ πνευµατικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡµέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάµενοι στῆναι. Στῆτε οὖν περιζωσάµενοι τὴν ὀσφὺν ὑµῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάµενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάµενοι τοὺς πόδας ἐν ἑτοιµασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωµένα σβέσαι καὶ 11

τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν µάχαιραν τοῦ Πνεύµατος, ὅ ἐστι ῥῆµα Θεοῦ. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε 17-ιστ 2) Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς ταῦτα ἐντέλλοµαι ὑµῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσµος ὑµᾶς µισεῖ, γινώσκετε ὅτι ἐµὲ πρῶτον ὑµῶν µεµίσηκεν. εἰ ἐκ τοῦ κόσµου ἦτε, ὁ κόσµος ἂν τὸ ἴδιον ἐφίλει ὅτι δὲ ἐκ τοῦ κόσµου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάµην ὑµᾶς ἐκ τοῦ κόσµου, διὰ τοῦτο µισεῖ ὑµᾶς ὁ κόσµος. µνηµονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑµῖν οὐκ ἔστι δοῦλος µείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐµὲ ἐδίωξαν, καὶ ὑµᾶς διώξουσιν εἰ τὸν λόγον µου ἐτήρησαν, καὶ τὸν ὑµέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑµῖν διὰ τὸ ὄνοµά µου, ὅτι οὐκ οἴδασι τὸν πέµψαντά µε. εἰ µὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁµαρτίαν οὐκ εἴχον νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁµαρτίας αὐτῶν. ὁ ἐµὲ µισῶν καὶ τὸν πατέρα µου µισεῖ. εἰ τὰ ἔργα µὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁµαρτίαν οὐκ εἴχον νῦν δὲ καὶ ἑωράκασι καὶ µεµισήκασι καὶ ἐµὲ καὶ τὸν πατέρα µου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραµµένος ἐν τῷ νόµῳ αὐτῶν, ὅτι ἐµίσησάν µε δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέµψω ὑµῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦµα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος µαρτυρήσει περὶ ἐµοῦ καὶ ὑµεῖς δὲ µαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς µετ' ἐµοῦ ἐστε. Ταῦτα λελάληκα ὑµῖν ἵνα µὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑµᾶς ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑµᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Δόξα σοι Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου Εἰς τό Εξαιρέτως Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Κοινωνικόν Εἰς µνηµόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. ἦχος β Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν. ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς). Ἀπόλυσις «...Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡµῶν...» 12