2 ΜΑΪΟΥ 2019 Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ +Μνήμη τς ἀνακομιδς τοῦ λειψάνου του ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας Σῌ ΣΕΣΑΡΣΗ ΕΠΕΡΑ (1/5/19) Εἰς τὸ Λυχνικόν, ἀλλάσσει ὁ Ἱερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων Δόξα τῆ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποι, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ὁ α χορὸς Ἦχος πλ. α' ὁ προεξάρχων Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. 1
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἥ Ἱερέως ἄνευ στίχων. Εἴθ' οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ' ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον. Στίχ. α' Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. ὁ α χορὸς Στίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Στίχ. γ' Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. ὁ α χορὸς Στίχ. δ' Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῆ. ὁ α χορὸς Δόξα Πατρί... Καὶ νῦν... Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ φωνῇ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας......καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.α' Ψαλμὸς ρμ (140) Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῆ φωνῆ τς δεήσεώς μου, ἐν τ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε. Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τς φωνς μου. 2
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τς Ἀναστάσεώς σου, τὸ κέντρον τς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές. Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τς δεήσεώς μου. Ὁ τὴν Ἀνάστασιν διδοὺς τ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾅδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς Ἐξέλθετε, καὶ τοῖς ἐν τ σκότει, ἀνακαλύπτεσθε. Στίχ. Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. ἦχος ὁ αὐτὸς Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τῆ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν. Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. ἦχος ὁ αὐτὸς Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοὶ τ ἀνεσπέρῳ Φωτί, τ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τ κόσμῳ, καὶ μέχρις ᾅδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι. Προσόμοια τοῦ Ἁγίου Ἦχος δ' Στίχ. Ἀπὸ φυλακς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακς πρωΐας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον. Ὡς γενναῖον ἐν Μάρτυσι Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον, καὶ τὴν ποίμνην τς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τ Πατρὶ δογματίσας τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, ἱερουργὲ ἱερώτατε. Στίχ. Ὅτι παρὰ τ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτ λύτρωσις' καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. Διωγμοὺς ἐκαρτέρησας, Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τς πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς 3
ἑδραίωμα ἄσειστον, παναοίδιμε, τς Χριστοῦ Ἐκκλησίας διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι. Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς τ Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τς πίστεως πρόμαχος ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτρα δοξάζουσα. Δόξα Πατρί... Ἦχος πλ.β Γερμανοῦ Χριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον, ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε, καὶ τς Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει, ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ. Καὶ νῦν...ἦχος πλ.α' Θεοτοκίον. Ἐν τῆ ἐρυθρᾷ θαλάσσῃ τς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς. Εἴσοδος μετὰ θυμιατοῦ ὁ Διάκονος: Σοφία Ὀρθοί! Ἦχος β' Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει. ὁ Διάκονος: Ἑσπέρας προκείμενον! Ἦχος βαρὺς Στίχ. Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Στίχ. Ὅτι ἐξέκλιναν ἐπ ἐμὲ ἀνομίαν. Στίχ. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα. 4
Εἶτα Ἐκτενής, τό, Εἴπωμεν πάντες... Καταξίωσον Κύριε... Πληρώσωμεν τὴν ἑσπερινήν, κτλ. Μετὰ δὲ τὴν ἐκφώνησιν, ψάλλομεν τῆς ὀκτωήχου τὸ Στιχηρὸν Ἀναστάσιμον τῶν Ἀποστίχων. Ἦχος πλ.α' Σὲ τὸν σαρκωθέντα Σωτρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾅδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν. Ἦχος ὁ αὐτός Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῆ Σιὼν εἴπατε, Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς. Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῆ. Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις. Δόξα Πατρὶ......ἦχος γ Γερμανοῦ 5
Πάλιν ἡμῖν ὁ χρυσορρόας Νεῖλος, καὶ τς ἀθανασίας ἐπώνυμος, διὰ τς ἐτησίου μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι, πλημμυρεῖ τὰ χρυσόρρειθρα τς ἀθανασίας χεύματα, καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τς ὑψηλς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει προσκυνεῖν, καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν πιστῶν κατάρδει τὰς διανοίας, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Καὶ νῦν... Ἦχος πλ.α Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῆ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς Συγχωρήσωμεν πάντα τῆ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν... Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος γ' Στῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε τ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Απόλυσις: Διαλογική «Ο ἀναστάς ἐκ νεκρῶν...». ὁ Προεξάρχων: πρός τόν λαόν «Χριστός ἀνέστη». ὁ Λαός: «Αληθῶς ἀνέστη», τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ ὁ Προεξάρχων: Τό «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει». ὁ Λαός: Αποκρίνεται διά τοῦ «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν». ὁ Προεξάρχων: Κατακλείει διά τοῦ «Χριστός ἀνέστη...» (Ὅλον), καὶ ὁ Λαός: Αντιφωνεῖ «Αληθῶς ἀνέστη ὁ Κύριος». https://agioskosmasoaitolos.wordpress.com 6