20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.



Σχετικά έγγραφα
ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

22 IOYNΙΟΥ 2013 ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

17 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

18 ΙΟΥΝΙΟΥ 2016 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον). «Μνεία πάντων τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς Χριστιανῶν».

14 ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον). Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

22 ΦΕΒΡΟΥΑΡΙΟΥ 2014 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

09 ΜΑΡΤΙΟΥ 2013 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα...

3 IOYNIΟΤ ΨΤΧΟΑΒΒΑΣΟΝ

18 IOYΛIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

5 ΜΑΡΤΙΟΥ 2016 Ψυχοσάββατον

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

10 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον. Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.

9 ΑΠΡΙΛΙΟΥ 2016 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 6 (ΜΕ ΘΕΟΣ ΚΥΡΙΟΣ)

10 ΜΑΡΤΙΟΥ 2018 Σάββατον τῆς Γ Ἑβδομάδος τῶν Νηστειῶν

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

14 ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΑΒΒΑΤΟΝ τῆς Ἀπόκρεω (Ψυχοσάββατον). Πάντων τῶν ἀπ αἰῶνος κεκοιμημένων ὀρθοδόξων Χριστιανῶν, Τῌ ΠΑΡΑΣΚΕΥῌ ΕΣΠΕΡΑΣ (13/02/15)

Καὶ νῦν. Θεοτοκίον. Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον πρό τῆς Απόκρεω (Ψυχοσάββατον). ΕΙ ΣΟΝ ΟΡΘΡΟΝ

3 ΙΟΥΝΙΟΥ 2017 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον) Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἀπ αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ ἐλπίδι ἀναστάσεως

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Σαββατου ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 7 (ΜΕ ΑΛΛΗΛΟΥΙΑ)

καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν

Τῼ ΣΑΒΒΑΤῼ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ

Καὶ νῦν. Θεοτοκίον. Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

24 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

16 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον Η προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. Πευσίππου, Ελασίππου, Μεσίππου, Νεο- νίλλης μαρτύρων ( ).

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Σάββατον

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

24 ΙΑΝΟΥΑΡΙΟΥ Ἀπολυτίκιον ἦχος β. Σάββατον.

03 ΙΟΥΝΙΟΥ 2017 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον) Κάρπου ἐκ τῶν Ο Ἀποστόλων, Ἀλφαίου Ἀποστόλου * * * * *

3 ΟΚΤΩΒΡΙΟΥ Υ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Διονυσίου τοῦ Ἀρεοπαγίτου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη, καὶ ἡ ἐκφώνησις. Καὶ ψάλλομεν τετράκις τό Ἦχος πλ. δ. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν

6 ΟΚΤΩΒΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ (Γ ΛΟΥΚΑ). Θωμᾶ (τοῦ καὶ Διδύμου) ἀποστόλου ἐκ τῶν ιβ. Ερωτηίδος μάρτυρος Ηχος πλ. β, ἑωθινὸν δ.

8 ΜΑΡΤΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

30 ΙΟΥΝΙΟΥ 2015 Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

«ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ»

31 ΟΚΤΩΒΡΙΟΥ 2015 Σάββατον

27 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορός Ἀπολυτίκιον Δόξα Πατρί... Ἦχος γ'

Σάββατον πρὸ τῆς Ἀπόκρεω (Ψυχοσάββατον) 05 ΜΑΡΤΙΟΥ 2016

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Ψυχοσάββατον (ἀφ Ἑσπέρας) Λέοντος Πάπα Ῥώμης, Ἀγαπητοῦ Ἐπισκόπου Σινάου. Ἦχος α. ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

ΕΓΚΩΜΙΑ ΣΤΑΣΙΣ Α. Ἦχος πλ. α. Ἡ ζωὴ ἐν τάφῳ. Μακαρίζομέν σε καθορῶντες νεκρόν, ὥσπερ ζῶντα ἐν τῇ θείᾳ εἰκόνι σου, ἐξ ἧς βρύει τῶν θαυμάτων ἡ πληθύς.

4 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ B ΛΟΥΚΑ Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου Αθηνῶν (α αἰ.).

30 ΜΑΡΤΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Δʹ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. Ἰωάννου ὁσίου τοῦ συγγραφέως τῆς Κλίμακος. Ἦχος βαρύς. Ἑωθινὸν Ζʹ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

ΠΑΡΑΣΚΕΥΗ 14 ΙΟΥΝΙΟΥ 2019 Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον) Ἀμὼς τοῦ Προφήτου, Ἱερωνύμου Ὁσίου, Αὐγουστίνου Ἐπισκόπου Ἱππῶνος * * * * *

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

26 ΜΑΪΟΥ 2018 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ ΗΤΟΙ ΤΟ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΨΥΧΟΣΑΒΒΑΤΟΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 Ψυχοσάββατον (ἀφ Ἑσπέρας) Ἱερομάρτυρος Χαραλάμπους, Πορφυρίου καὶ Βάπτου, Ζήνωνος Ταχυδρόμου, Σχολαστικῆς Ὁσίας. Ἦχος β.

18 ΦΕΒΡΟΥΑΡΙΟΥ 2017 Σάββατον

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

24 ΑΥΓΟΥΣΤΟΥ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

15 ΙΟΥΝΙΟΥ 2019 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ ΗΤΟΙ ΤΟ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ ΨΥΧΟΣΑΒΒΑΤΟΝ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

3 ΙΟΥΝΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ Ζ ΕΒΔΟΜΑΔΟΣ

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζʹ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ ( 305).. Ηχος πλ. β, ἑωθινὸν ζ.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

4 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ. Ηχος β, ἑωθινὸν ΙΑ.

Ηχος πλ. δ, ἑωθινὸν θ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

28 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Ι ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

ΚΑΝΟΝΙΟΝ ΕΤΟΥΣ 2013 ΙΑΝΟΥΑΡΙΟΣ ΗΜΕΡΟΜ. ΗΧΟΣ ΕΩΘΙΝΟΝ ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 6. Τῆς ἑορτῆς Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ (Τίτ.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

23 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Σάββατον.Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

+ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ +Τῶν Ἁγίων καί θεοφόρων 630 Πατέρων τῆς Ἁγίας καί Οἰκουμενικῆς Δ Συνόδου, ἐν Χαλκηδόνι.

27 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ».

7 ΝΟΕΜΒΡΙΟΥ 2015 Σάββατον

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ΣΟΝ ΟΡΘΡΟΝ. υναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος γ' ὁ α χορὸς

03 ΙΟΥΝΙΟΥ Ἦχος πλ. δ. Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

7 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ +ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ Ι ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Α ΕΩΘ. Ι

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ. (Η ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ)

11 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ (ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ)

10 ΙΟΥΝΙΟΥ ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ

Transcript:

20 IOYNIΟΥ 2015 Σάββατον Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 1

Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... καὶ ψάλλομεν τετράκις εἰς ἦχον πλ. δ' τό, Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Στίχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Στίχ. Αἱ ψυχαί αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Ἦχος β Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. ' Δόξα Πατρί...Νεκρώσιμον Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν. Καὶ νῦν... Θεοτοκίον Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμῶντες μεγαλύνομεν. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... Καθίσματα Μαρτυρικὰ Ἦχος α' Τοῦ λίθου σφραγισθέντος Ὡς καλοὶ στρατιῶται ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐλάβετε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν, πᾶσιν ἰάματα. Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος,πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς 2

Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως. Δόξα... Τὸ τοῦ θανάτου κράτος, Χριστὲ κατήργησας, καὶ ἀφθαρσίαν τοὶς ἐπὶ γῆς ἐπήγασας, καὶ οἱ εἰς σὲ πιστεύοντες οὐ θνῄσκουσιν, ἀλλὰ ζῶσιν ἐν σοί. Ἀνάπαυσον οὖν Κύριε, τὰς ψυχὰς τῶν δούλων σου, καὶ κατάταξον αὐτοὺς μετὰ τῶν Ἁγίων σου, πρεσβείαις τῆς Θεοτόκου, χαριζόμενος αὐτοῖς τὰ ἐλέη σου. Καὶ νῦν... Θεοτοκίον Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου. Μετὰ τὸν Ἄμωμον τὰ Εὐλογητάρια. Ἦχος πλ. α' Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὓρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ὁ παλάμῃ(ἢ ὁ πάλαι μέν,) ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα. Δόξα Πατρί... Τριαδικὸν Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἁγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον. 3

Καὶ νῦν... Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι' ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Καί ἀνάπαυσον τοὺς δούλους Σου. ὁ Ιερεύς: Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον. : Κύριε, ἐλέησον γ (χύμα). ὁ Ιερεύς: Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ' ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον. ὁ β Χορός: Κύριε, ἐλέησον γ (χύμα). ὁ Ιερεύς: Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται ὁ α Χορός: Κύριε, ἐλέησον γ (χύμα). ὁ Ιερεύς: Τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα. ὁ β Χορός: Παράσχου, Κύριε. (χύμα).,. ὁ Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν ὁ α Χορός: Κύριε, ἐλέησον (ἅπαξ.) Εἶθ' οὕτως, ὁ Ιερεύς: τήν εὐχήν Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός πᾶν ἁμάρτημα τό παρ' αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια. ὁ Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν. ὁ α Χορός: Κύριε, ἐλέησον (ἅπαξ). ὁ Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 4

Καθίσματα Ἦχος πλ. α' Ἀμήν. Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε. Δόξα Πατρί... Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε. Καὶ νῦν...θεοτοκίον Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. Καὶ εὐθὺς ὁ Ν ψαλμὸς χύμα Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ θ' ᾨδῇ. Ἰωσήφ. ᾨδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Χερσὶν ὡμοιώθης Προφητῶν, ὁ τῇ χειρί σου συνέχων τὰ πέρατα, τούτων παρακλήσεσι, τὸ τῶν ἐμῶν ἁμαρτιῶν χειρόγραφον, Λόγε διαρρήξας, ἐχθροῦ χειρῶν με ἐξάρπασον. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Θείων ἐπιλάμψεων τὸν νοῦν, προφητικῶς δεκτικὸν ἐργασάμενοι, φῶς ἐχρηματίσατε, τὴν νοητὴν ἀνατολὴν κηρύττοντες, ἔνδοξοι Προφῆται, φωταγωγοὶ τῶν ψυχῶν ἡμῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν Αἵμασιν ὑμῶν ἀθλητικοῖς, πολυθεΐας ξηράναντες πέλαγος, τῶν ἀνομιῶν ἡμῶν, τοὺς ποταμοὺς ξηράνατε μακάριοι, θείαις ἑπομβρίαις, τῶν ἱερῶν προσευχῶν ὑμῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν Νέφος ἀθλητῶν φωτοειδές, τὸν ἐκ Παρθένου νεφέλης ἐκλάμψαντα, Ἥλιον δυσώπησον, τὰ σκοτεινὰ νέφη, τῶν καρδιῶν ἡμῶν ἐναποδιῶξαι, καὶ τῆς γεέννης λυτρώσασθαι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Γνώμῃ ὀλισθαίνοντα ἀεί, καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον, καὶ δελεαζόμενον, φρενοβλαβῶς δέ, τοῖς ἐχθροῖς εὐχείρωτον, ὅλον γεγονότα, μὴ ὑπερίδῃς με Δέσποινα. 5

Κανὼν Νεκρώσιμος, οὗ ἡ Ἀκροστιχίς. Πιστῶς θανοῦσιν πρῶτον ὕμνον προσφέρω. Εἱρμὸς ὁ αὐτὸς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Πύλας τοῦ θανάτου καὶ μοχλούς, τῷ σῷ θανάτῳ συντρίψας, ἀθάνατε, πύλας ἀναπέτασον, τῆς ὑπὲρ νοῦν ἀθανασίας Δέσποτα, τοῖς κεκοιμημένοις, πρεσβείαις τῶν ἀθλοφόρων σου. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ἵνα τῆς ἐνθέου σου ζωῆς, ἀξιωθῶμεν κατῆλθες πρὸς θάνατον, τούτου προνομεύσας δέ, τοὺς θησαυρούς, ἡμᾶς ἐκεῖθεν εἵλκυσας, νῦν δὲ ζωοδότα, τοὺς μεταστάντας ἀνάπαυσον. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Σύ μου τὸ φθαρτόν τε καὶ θνητόν, ἀναλαβὼν ἀφθαρσίαν ἐνέδυσας, καὶ πρὸς ἀτελεύτητον, διαγωγὴν καὶ μακαρίαν ὕψωσας, ἔνθα ὡς οἰκτίρμων, οὓς προσελάβου ἀνάπαυσον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Τὴν κυοφορήσασαν πιστοί, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον ὑμνήσωμεν αὕτη γὰρ ἡ Πάναγνος, ὁδὸς ζωῆς τοὶς τεθνεῶσι γέγονεν, ἣν ὡς θεοδόχον καὶ Θεοτόκον δοξάζομεν. Καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς. Τῆς ἀρετῆς μέθοδόν με, πανόλβιε μύστα, δίδαξον. Θεοφάνους. ᾨδὴ α' Ἦχος βαρὺς Νεύσει σου πρὸς γεώδη Τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς πρεσβείαις σου πάνσοφε. Τρίβου συντονωτάτης Ἤστραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ Χριστὸς ἐστεφάνωσε. Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ κοσμούμενος, δι ἀμφοτέρων ἤστραψας ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς κληρουχίας τετύχηκας. 6

Δόξα Πατρί... Ἄμωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότη, καὶ ζῶσα καὶ ἔμψυχος, ἱερουργήθης ἔνδοξε ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης Μεθόδιε. Καὶ νῦν...θεοτοκίον Ῥύστην βροτείου γένους, καὶ λυτρωτὴν καὶ Σωτῆρα, Χριστὸν ἡμῖν τέτοκας, Παρθενομῆτορ ἄχραντε ὅθεν σαφῶς σε εἰδότες, πρόξενον ζωῆς αἰωνίου δοξάζομεν. ᾨδὴ γ' Ὁ Εἱρμὸς Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης φιλάνθρωπε. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Δοχεῖα τοῦ Πνεύματος σοφοί, Προφῆται χρηματίσαντες, τὴν πρὸς ἡμᾶς τοῦ Λόγου κατάβασιν, φαεινοτάτως διετρανώσατε διὸ δυσωπήσατε, φωτισμὸν καὶ ἔλεος, δωρηθῆναι τοῖς πίστει τιμῶσιν ὑμᾶς. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Πλαξὶ καρδιῶν ὑμῶν σοφοί, τὸν νόμον τὸν σωτήριον, ἐγγεγραμμένον πίστει ἐσχήκατε διὸ τῷ νόμῳ τῆς ἁμαρτίας με, χαλεπῶς τροπούμενον, θείαις παρακλήσεσι, θεηγόροι Προφῆται λυτρώσασθε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Φρύαγμα τυράννων δυσσεβές, γενναίως συνετρίψατε, πρὸς τὸν Θεὸν ὑψούμενοι μάρτυρες διὸ κραυγάζω, κατεπαιρόμενον, καὶ σοβαρευόμενον, κατ' ἐμοῦ τὸν δράκοντα, ταῖς ὑμῶν ἱκεσίαις συντρίψατε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Θείων παθημάτων κοινωνοί, μελλούσης βασιλείας τε, ἀδιαδόχου μάρτυρες ἔνδοξοι, παθῶν σαρκός με ἀπολυτρώσασθε, καὶ γεέννης ῥύσασθε, καὶ μελλούσης κρίσεως, ταῖς ὑμῶν πρὸς τὸν Κτίστην δεήσεσιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Σκηνὴ πλατυτέρα οὐρανῶν, λαόν σου συνερχόμενον, ἐν τῇ σκηνῇ σόυ ταύτῃ ὑμνῆσαί σε, σκηνῶν ἀΰλων μέτοχον ποίησον, τῇ θερμῇ δεήσει σου, τῇ πρὸς Χριστὸν ὅν ἔτεκες, τὸν Δεσπότην ἁπάντων καὶ Κύριον. 7 Κανὼν εἰς Κοιμηθέντας Εἱρμὸς ὁ αὐτὸς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου

Ὡς μόνος ὑπάρχων ἀγαθός, καὶ μόνος πολυέλεος, τοὺς εὐσεβῶς πρὸς σὲ ἐκδημήσαντας, ἐν οὐρανίαις σκηναῖς ἀνάπαυσον, ἔνθα ἡ ἀνέκφραστος, χαρὰ καὶ ἀπόλαυσις, ἔνθα νέφος Μαρτύρων εὐφραὶνεται. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Σὺ μόνος ἐφάνης ἐπὶ γῆς, Σωτήρ μου ἀναμάρτητος, ὁ ἁμαρτίας αἴρων ὡς εὔσπλαγχνος, τοῦ κόσμου τούτου τῶν μεταστάντων πιστῶς, τὰς ψυχὰς ἀνάπαυσον, ἐν αὐλαῖς Ἁγίων σου, ἐν τρυφῇ Παραδείσου φιλάνθρωπε. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Θανάτου τὸ κράτος καθελών, ζωὴν τὴν ἀτελεύτητον, πᾶσι πιστοῖς ἐπήγασας, Δέσποτα, ἐν ταύτῃ τούτους τοὺς ἐκδημήσαντας, εὐσεβῶς κατάταξον, παρορῶν τὰ πταίσματα, συγχωρῶν ἁμαρτίας Ἀθάνατε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ἀσπόρως συνέλαβες Ἁγνή, τὸν Λόγον τὸν ἀΐδιον, σωματικῶς ἡμῖν ὁμιλήσαντα, τὸν τοῦ θανάτου τὴν ἰσχὺν λύσαντα, καὶ ζωὴν πηγάσαντα, καὶ θνητοῖς ἀνάστασιν, τῇ αὐτοῦ εὐσπλαγχνίᾳ παρέχοντα. ᾨδὴ γ' Ὁ κατ' ἀρχὰς τοὺς οὐρανοὺς Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην, ὡς ὑπάρχων ἄριστος ποιμήν, τῷ θείῳ πυρὶ συντόμως ἔφλεξας, πᾶσαν ἐκείνου τὴν ἀχλύν, τὴν ἀπαστράπτουσαν αἴγλην, ἅψας τῆς σοφίας θεόληπτε. Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην.. Τῆς παρθενίας τὸ σεπτόν, καὶ τῆς ἁγνείας τὸ κάλλος, διὰ πείρας, Ἔνδοξε μαθών, σοφίᾳ τῇ σῇ καὶ λόγων χάριτι, πᾶσι τὴν τούτων καλλονήν, ὑποδεικνύεις θεόφρον, καὶ τὴν αἰωνίζουσαν φαιδρότητα. Ἡ τῶν σῶν λόγων ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, καὶ δογμάτων εὔσημος φθογγή, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν Ὅσιε, πάντας καλοῦσα τοὺς πιστούς, πρὸς μετουσίαν παμμάκαρ, τῶν ἐπουρανίων ἀπολαύσεων. 8 Δόξα Πατρί...

Στερεωτέρας ἐδωδῆς, πνευματικῶν συμποσίων, οἱ πλησθέντες Πάνσοφε τῶν σῶν, τὴν ὄντως τρυφὴν ἐκεῖθεν τρέφονται, τὴν διαμένουσαν ἀεί, συμφυομένην ἀρρεύστως, καὶ συναυξουμένην τοῖς μετέχουσι. Καὶ νῦν...θεοτοκίον Μετὰ τοῦ θείου Γαβριήλ, εὐλογημένη τὸ Χαῖρε, σοὶ Παρθένε κράζομεν ἀεί χαρᾶς γὰρ ἡμῖν αἰτία γέγονας, καὶ εὐφροσύνης ἀληθοῦς, τὸν Λυτρωτὴν καὶ Σωτῆρα, πάντων μετὰ σώματος κυήσασα. Ὁ Εἱρμὸς Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον. Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... Μαρτυρικόν Κοντάκιον Ἦχος πλ. δ' Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε. Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι' ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε. Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα. ᾨδὴ δ' Ὁ Εἱρμὸς Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Λαμπάδες ἐν Πνεύματι, ζωῆς λόγον φαίνουσαι, καὶ τὰ πληρώματα τῆς γῆς, φωταγωγοῦσαι μυστικῶς, Προφῆται ὡράθητε διὸ βοῶ Εὐχαῖς ἡμῶν συντηρήσατε, τὴν τῆς ψυχῆς μου λαμπάδα ἀκοίμητον. 9

Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ὡς πλήρεις ναμάτων, ζωηρρύτων τοῦ Πνεύματος, ἀναφανέντες ποταμοί, καὶ καταρδεύοντες τὴν γῆν, Προφῆται θεσπέσιοι, τὴν τῷ αὐχμῷ κατατακεῖσαν καρδίαν μου, καταδροσίσατε ταύτην πανεύφημοι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Αἱμάτων πανεύφημοι, ῥανίσι τοὺς ἄνθρακας, ἐναποσβέσαντες σοφοί, τῆς ἀθεΐας ἀθληταί, τοῖς πεπυρωμένοις με, τοῦ πονηροῦ καταφλεγόμενον βέλεσι, καταδροσίσατε δρόσῳ τοῦ Πνεύματος. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Μαρτύρων Χριστέ μου, τὰς λιτὰς προσδεξαμενος, ἐναθλησάντων ὑπὲρ σοῦ, καὶ νικησάντων τὸν ἐχθρόν, ἐχθρῶν ὀρωμένων με, ὡς ἀγαθός, καὶ ἀοράτων ἐξάρπασον, ἐπιζητούντων ἀεὶ θανατῶσαί με. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ναὀν σε τῆς δόξης, ἐπιστάμενοι Ἄχραντε, ἐν τῷ ναῷ σου τῷ σεπτῷ, συναθροιζόμενοι πιστῶς, τὴν σὴν ἐξαιτούμεθα, θεοπρεπῶς ἁγνὴ Παρθένε βοήθειαν, καὶ τῇ σεπτῇ σου πρεσβείᾳ σῳζόμεθα. Κανὼν εἰς κοιμηθέντας \Εἱρμὸς ὁ αὐτὸς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Νεκρώσας τὸν ᾅδην, ἀηττήτῳ δυνάμει σου, ὁ λογισθεὶς ἐν τοῖς νεκροῖς, μόνος ἐλεύθερος Χριστέ, ψυχὰς ἐλευθέρωσον, τῶν εὐσεβῶν τῆς ἐν αὐτῷ κατακρίσεως, ταῖς τῶν ἁγίων μαρτύρων δεήσεσιν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ὁ πάντων ὑπάρχων, ὡς Δεσπότης ἀντάξιος, τοὺς ἐξ Ἀδὰμ τῆς σῆς σφαγῆς, λύτρον ἐδέξω καὶ τιμήν διό σου δεόμεθα, τῶν οἰκτιρμῶν τοὺς μετασταντας ἀνάπαυσον, τὴν τῶν πταισμάτων παρέχων συγχώρησιν. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε Ὑπέστης Σωτήρ μου, τὴν ἐν τάφῳ κατάθεσιν, καὶ τοὺς ἐν τάφοις κατοικεῖν, κατακριθέντας γηγενεῖς, νεκροὺς ἐξανέστησας, νῦν δὲ ζωῆς τῆς ἀϊδίου, ἀξίωσον τούς μεταστάντας, ὡς μόνος φιλάνθρωπος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Σέσωσται τὸ γένος, τῶν ἀνθρώπων τῷ τόκῳ σου σὺ γὰρ ἐκύησας ἡμῖν, τὴν ἐνυπόστατον ζωήν, θανάτου καθαίρεσιν καὶ πρὸς ζωὴν ἐργαζομένην ἐπάνοδον, Θεογεννῆτορ πανάμωμε Δέσποινα. 10

ᾨδὴ δ' Ὁ πατρικοὺς κόλπους Εἰς ἀρετῶν σὺ περιωπήν, μαρτυρικῶς τελειωθεὶς διέδραμες, μεγαλόδωρον ἀντίδοσιν, τῆς ἱερουργίας σου, κομισάμενος Παμμακάριστε. Εἰς ἀρετῶν σὺ περιωπήν,. 11 Θρόνον λαχὼν ἱεραρχικόν (ἱερωτάτην γὰρ ζωὴν ἐκέκτησο), τὴν ὀρθόδοξον ἐκήρυξας, πίστιν Πανσεβάσμιε, καὶ ἐδίδαξας σοῦ τὸ ποίμνιον. Ὁ γλυκασμὸς ὁ ψυχωφελής, τῶν σῶν δογμάτων ὡς πηγὴ προέρχεται, τοὺς μετέχοντας εὐφραίνουσα, καὶ καταγλυκαίνουσα, τὰ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια. Δόξα Πατρί... Διαφανὲς ὡς ἔσοπτρον Θεοῦ, θείας ἐμφάσεις ἀπλανῶς δεχόμενος, ἀναδέδειξαι Μεθόδιε δι' εὐτονωτέρας γάρ, σεαυτὸν σπουδῆς ἀπεστίλβωοας. Καὶ νῦν...θεοτοκίον Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ ἐκ Παρθένου σαρκωθείς, Χριστὸς ὁ Θεός, διαφύλαξον τὴν ποίμνην σου, τῆς οἰκονομίας σου,.. προσκυνοῦσαν τὰ θεῖα σύμβολα. ᾨδὴ ε' Ὁ Εἱρμὸς Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Οἱ τοῦ Νόμου τῇ σκιᾷ, εὐσεβῶς διαπρέψαντες, καὶ τὸ φέγγος τῆς ἐνθέου, μηνύσαντες χάριτος, τῆς σκιᾶς με ῥύσασθε, θανατηφόρου ἁμαρτίας, Θεοῦ Προφῆται πανένδοξοι. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἐπορθρίσας πρὸς Θεόν, ἐκ νυκτὸς θεαυγέστατε, Ἡσαΐα, ἐφωτίσθης, καὶ φῶς ἐχρημάτισας διὸ ἱκετεύω σε, τὴν σκοτισθεῖσάν μου καρδίαν, σαῖς προσευχαῖς φωταγώγησον.

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν Τεινόμενοι καὶ τὸ σῶμα, ποιναῖς συντριβόμενοι, πανεύφημοι ἀθλοφόροι, Θεὸν ἐδοξάσατε, τοῖς οἰκείοις μέλεσιν, ὃν ἱκετεύσατε τυχεῖν με, δόξης ἐνθέου μακάριοι. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν Συλλαβεῖν με ἐν γαστρί, διανοίας τὸν φόβον σου, καὶ κυῆσαι σωτηρίας σου, πνεῦμα ἀξίωσον, διὰ τῶν Μαρτύρων σου, τῶν ὁλικῶς σε ποθησάντων, Λόγε Θεοῦ ὑπεράγαθε. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Μητέρα σε τοῦ τὰ πάντα, βουλήσει ποιήσαντος, γινώσκοντες τῷ ναῷ σου, τῷ θείῳ προστρέχομεν, ἐν αὐτῷ αἰτούμενοι, τῇ μεσιτείᾳ σου Παρθένε, λύσιν σφαλμάτων κομίσασθαι. Κανὼν εἰς κοιμηθέντας Εἱρμὸς ὁ αὐτὸς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ἰώμενος τὸν ἰὸν τοῦ θανάτου, τὸν θάνατον κατεδέξω, καὶ θανάτου τὸ κέντρον ἠμαύρωσας, ἀλλ' αὐτὸς ἀνάπαυσον, οὓς προσελάβου ζωοδότα, ταῖς τῶν Μαρτύρων δεήσεσιν. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Νεκρώσεως καὶ φθορᾶς, τοὺς ἀνθρώπους ἀπήλλαξας, τὰ πνεύματα τῶν πιστῶς, μεταστάντων κατάταξον, ἐν σκηναῖς Ἁγίων σου ὅθεν ἀπέδρα πᾶσα λύπη, καὶ εὐφροσύνη πεφύτευται. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Παράδεισον τῷ σὺν σοί, κρεμασθέντι ὡς ἤνοιξας, νῦν προσδέχου τὰς ψυχάς, τῶν πρὸς σὲ διὰ πίστεως, μεταστάντων Δέσποτα, διδοὺς αὐτοῖς ἐν Ἐκκλησίᾳ, τῶν πρωτοτόκων αὐλίζεσθαι. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ῥυομένη τοὺς ἐν σοί, τῆς ἐλπίδος τὴν ἄγκυραν, κατέχοντας, πρὸς λιμένα τοῦ θείου θελήματος, εὐμενῶς ὁδήγησον, τῇ μητρικῇ σου παρρησίᾳ, εὐλογημένη Πανάμωμε. ᾨδὴ ε' Κύριε ὁ Θεός μου Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης ἔνδοξε κρείττονα. Νέκρωσιν ζωηφόρον,. 12

Μύστα τῶν ἀπορρήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς πόθῳ τιμῶντάς σε, σῶσον Παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἐφόδους, διαλύων ταῖς ἱκεσίαις σου. Ἔχων πρὸς τὸν Δεσπότην, παρρησίαν Πάτερ, οὗ καὶ τὸ πάθος, προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ γαλήνην αἴτησαι πάνσοφε. Δόξα Πατρί... Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ Μεθόδιε. Καὶ νῦν...θεοτοκίον Ἄχραντε Θεοτόκε, τὴν ἐμὴν ψυχὴν τὴν ἐσκοτισμένην, δοχεῖον ὑπάρξασα, τοῦ ἀκαταλήπτου φωτός, καὶ ναὸς τῆς θείας ἀκτῖνος,.... τῷ φωτί σου λάμπρυνον δέομαι. ᾨδὴ ς' Ὁ Εἱρμὸς Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος, ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Πελάγει με τοῦ βίου κινδυνεύοντα, καὶ κήτει προσριπτούμενον ἁμαρτίας, ἀναμάρτητε Χριστέ, ὡς τὸν Ἰωνᾶν ἐκ φθορᾶς ἐξάρπασον, καὶ πρὸς ζωῆς γαληνοτάτους, λιμένας ἴθυνον. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν Χορὸς προφητικὸς καθικετεύει σε, οἱ Νόμῳ διαλάμψαντες, τὸν πρὸ Νόμου θεραπεύσαντες Χριστόν, σὲ τὸν ἐν αὐτοῖς ἀναπαυόμενον, ἁμαρτιῶν πᾶσι παράσχου, λύσιν ὡς εὔσπλαγχνος. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν Κυκλούμενοι ποιναῖς καὶ μαστιγώσεσι, Χριστὸν οὐκ ἐξηρνήσασθε, παμμακάριστοι διό με τοῦ ἐχθροῦ, ταῖς ἐπαγωγαῖς περικυκλούμενον, ταὶς πρὸς Θεὸν ὑμῶν πρεσβείαις, ἀπολυτρώσασθε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν 13

Τῶν ἄθλων καλλοναῖς ὡραϊζόμενοι, τῇ πάντων ὡραιότητι, πλησιάζετε ὁπλῖται τοῦ Χριστοῦ ὅθεν δυσωπῶ τῆς διανοίας μου, τὸ ἀκαλλὲς καθωραΐσαι, θείαις δεήσεσιν. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Μαρία καθαρὸν τοῦ Λόγου σκήνωμα, παθῶν ἐναποκάθαρον, τὴν καρδίαν μου καὶ σκεῦος καθαρόν, Πνεύματος τοῦ θείου ἀποτέλεσον, ἵνα ὑμνῶ καὶ μεγαλύνω, σὲ τὴν Πανύμνητον. Κανὼν εἰς κοιμηθέντας Εἱρμὸς ὁ αὐτὸς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ὡς εὔπλαγχνος τοῖς μεταστᾶσι δώρησαι, πταισμάτων τὴν συγχώρησιν, τὴν αἰώνιον ἀπόλαυσιν διδούς, ἔνθα καταλάμπει τοῦ προσώπου σου, ὁ φωτισμός, καὶ καταυγάζει, τοὺς ἀθλοφόρους σου. Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Ὡς εὔπλαγχνος τοῖς μεταστᾶσι δώρησαι,. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Τῷ αἵματι τῷ ἐκ πλευρᾶς σου ῥεύσαντι, τὸν κόσμον ἠλευθέρωσας, τοὺς ἐν πίστει μεταστάντας οὖν πρὸς σέ, ῥῦσαι τῇ δυνάμει τῶν παθημάτων σου σὺ γὰρ τιμήν, τὴν ὑπὲρ πάντων, σεαυτὸν δέδωκας. Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς γενεαν καί γενεάν. Ὁ πλάσας με χερσὶν ἀχράντοις πρότερον, καὶ πνεῦμα χαρισάμενος, καὶ πρὸς γῆν καταπεσόντα χαλεπῶς, πάλιν ἀναπλάσας ὡραιότερον, νῦν τὰς ψυχάς, τῶν μεταστάντων, αὐτὸς ἀνάπαυσον. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε Νυμφῶνά σου τὸν φωτοφόρον Κύριε, σκηνῶσαι καταξίωσον, τοὺς ἐν πίστει κοιμηθέντας τῇ εἰς σέ, τούτων παρορῶν τὰ ἁμαρτήματα, ὡς ἀγαθός, καὶ ἐλεήμων, καὶ πολυέλεος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὑμνοῦμέν σε, εὐλογημένη Ἄχραντε, δι' ἧς ἡμῖν ἀνέτειλε, τοῖς ἐν σκότει τοῦ θανάτου καὶ σκιᾷ, τῆς δικαιοσύνης ἄδυτος Ἥλιος σὺ γὰρ ἡμῖν τῆς σωτηρίας, πρόξενος γέγονας. ᾨδὴ ς' Ναυτιῶν τῷ σάλῳ Νυσταγμὸν βλεφάροις, καὶ τοῖς ὀφθαλμοὶς δέ σου ὕπνον, Παμμάκαρ οὐκ ἔδωκας ἕως πάντων, τῶν παθημάτων σαυτὸν ἠλευθέρωσας καὶ χωρητικὸν ναὸν εἰργάσω, τῆς ἀκτινοβόλου ἀστραπῆς τοῦ Πνεύματος. 14

Ὁλικῶς τῇ θείᾳ, καὶ θεοειδεῖ λαμπηδόνι, θεόφρον ἑνούμενος τῆς ἐνθέου, Ἱερωσύνης κανὼν ἐχρημάτισας, καὶ πρὸς τὸν Θεὸν μεσίτης, ὤφθης, πάσης Ἐκκλησίας τῶν πιστῶν Μεθόδιε. Δόξα Πατρί... Λαμπροτάτῳ βίῳ, ἡ φωτιστικὴ συνελθοῦσα, τῶν ὄντων κατάληψις θεορρῆμον, φωτὸς λαμπτῆρα τῷ κόσμῳ σε ἔδειξε, τὴν αἱρετικὴν ἀδολεσχίαν, καὶ τῆς ἀθεΐας τὴν ἀχλύν διώκοντα. Καὶ νῦν...θεοτοκίον Βασιλίδα πάντων, σὲ τῶν γεγονότων εἰδότες, Θεὸν ὡς γεννήσασαν, Θεομῆτορ τὸν ἐκ μὴ ὄντων, τὰ πάντα ποιήσαντα, τὴν χαρμονικὴν ὑμνολογίαν, μετὰ τοῦ ἀγγέλου Γαβριὴλ σοι κράζομεν. Ὁ Εἱρμὸς Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε. Συναπτὴ μικρά, μεθ' ἣν Ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεύς... Κοντάκιον Ἦχος πλ. δ' Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς ψυχάς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος. Ὁ Οἶκος Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με καὶ εἰπών μοι Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα. Συναξάριον Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. Στίχοι Μέθοδον Μεθόδιος βίου πρὸς βίον, Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει. Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. 15

εἱρμὸς η ᾠδῆς Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας ὁ Διάκονος: Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν Τιμιωτέραν... Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν Τιμιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιμιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. Τὴν Τιμιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιμιωτέραν... ᾨδὴ θ' Ὁ Εἱρμὸς Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἵνα ἱεροῖς σκηνώμασι, προδηλωθῇ Χριστέ, σοῦ ἡ συγκατάβασις, σκεύη ἐκλεκτὰ τοὺς σοὺς Προφήτας ἀνέδειξας, δι' αὐτῶν προδηλῶν τὰ ἐσόμενα, δι' ὧν σε δυσωποῦμεν, τοὺς οἰκτιρμούς σου ἡμῖν δώρησαι. Στίχ. Ἅγιοι Προφῆται τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 16

Ὤφθης τοῖς Προφήταις Δέσποτα, καθὼς ἐχώρουν βλέπειν σου τὴν λαμπρότητα, τούτων προσευχαῖς, χωρητικοὺς ἡμᾶς ποίησον, τῶν ἐν σοὶ καθαρῶν ἐπιλάμψεων, παθῶν ἐξ ἁμαρτίας, ἀποκαθάρας τὰς ψυχὰς ἡμῶν. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Σῶμα παραδόντες μάστιξι, τὰ τῶν δαιμόνων στίφη κατεμαστίξατε, ἄπληγον τὸν νοῦν, διατηρήσαντες Μάρτυρες πληγωθεῖσαν διὸ τὴν καρδίαν μου, τῷ βέλει τῆς κακίας, ταῖς προσευχαῖς ὑμῶν ἰάσασθε. Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἤλγει διωκτῶν κακόνοια, τὰς ἐκ πληγῶν ὀδύνας ὑμῖν προσφέρουσα, Μάρτυρες σεπτοί, τῆς εὐσεβείας ὑπέρμαχοι τῆς ψυχῆς μου διὸ θεραπεύσατε, τὰς χαλεπὰς ὀδύνας, καὶ τῆς καρδίας μου τὰ τραύματα. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Φρίττει νοερὰ στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα, σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα βροτούς θεώσῃ, Παρθενομῆτορ Παναμώμητε. Κανὼν εἰς κοιμηθέντας Εἱρμὸς ὁ αὐτὸς Στίχ. Πρεσβείαις τῶν Μαρτύρων σου ἀνάπαυσον, Κύριε, τὰς ψυχὰς τῶν δούλων σου. Φεῖσαι ὡς Θεὸς φιλάνθρωπος, καὶ ἐλεήμων τοῦ ἰδίου σου πλάσματος, καὶ ἀνάπαυσον, ἐν ταῖς σκηναῖς τῶν Ἁγίων σου, ἔνθα Μάρτυρες πάντες ἀγάλλονται, τοὺς πίστει μεταστάντας, ἐκ τῶν προσκαίρων Πολυέλεε. Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Ἔχων τοῦ ἐλέους ἄβυσσον, ὑπερνικῶσαν τὰ τῶν δούλων σου πταίσματα, προσδεξάμενος, οὓς ἐξελέξω ἀνάπαυσον, Ἀβραὰμ ἐν τοῖς κόλποις φιλάνθρωπε, καὶ μετὰ τοῦ Λαζάρου, ἐν τῷ φωτί σου κατασκήνωσον. Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Ῥύστης καὶ Σωτὴρ γενόμενος, τοῦ τῶν ἀνθρώπων γένους διὰ σταυρώσεως, οὓς νῦν ἐξ ἡμῶν, ὡς εὐεργέτης μετέστησας, ἀπολαύσεως θείας ἀξίωσον, καὶ ζωῆς ἀκηράτου, καὶ εὐφροσύνης καὶ λαμπρότητος. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον Ὢ τῶν ὑπὲρ νοῦν θαυμάτων σου! σὺ γὰρ Παρθένε μόνη, ὑπὲρ τὸν ἥλιον, πᾶσι δέδωκας, κατανοεῖν τὸ καινότατον, θαῦμα Πάναγνε, τῆς σῆς γεννήσεως, τὸ τῆς ἀκαταλήπτου διό σε πάντες μεγαλύνομεν. 17

ᾨδὴ θ' Μήτηρ Θεοῦ καὶ Παρθένος Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν αἱρέσεων παῦσαι, τὰ καθ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου ποιῆσαι ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας. Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε,. Ἀπὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης, λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων, συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι. Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ, τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος, οὗ τῆς χαρᾶς ἀπολαύων πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον. Δόξα Πατρί... Ὅλον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.. Καὶ νῦν...θεοτοκίον Νόμου καινοῦ κιβωτὸν καλοῦμέν σε, καὶ θεοχάρακτον πλάκα, ἐν ᾗ ὁ Λόγος ἐγράφη, ὁ τοῦ Θεοῦ βροτὸς γενόμενος, διὰ τὸ σῶσαι τὸν κόσμον ἐκ πλάνης, κεχαριτωμένη Θεοτόκε πανύμνητε. Ὁ Εἱρμὸς Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσάν σε ἀεὶ μεγαλύνομεν. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. Συναπτὴ μικρά, μεθ' ἣν Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 18

Αὐτόμελον Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε. Ἦχος γ' Ὁ οὐρανὸν τοῖς ἄστροις Νεκρώσιμον Ὁ καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ' οὐκ ἀπέστησαν ἐκ σοῦ. Θεοτοκίον Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων. ΑΙΝΟΙ Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στιχηρὰ Μαρτυρικὰ Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τοὺς ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεοοὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὑμᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες 19

ὅθεν καὶ ἐπαξίως τῶν πόνων ὑμῶν, μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, ἀπαύστως πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Δόξα... Ἔργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ Λόγε Λάζαρον ἐκ νεκρῶν ἐξανέστησας. Τότε μοχλοὶ συνετρίβησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων θάνατος ἀπεδείκνυτο, ἀλλ' ὁ εἰς τὸ σῶσαι τὸ πλάσμα σου, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος. Καὶ νῦν... Θεοτοκίον Χαῖρε Μαρία Θεοτόκε, ὅτι ἔτεκες τὸν Βασιλέα, τὸν Σωτῆρα καὶ φωστῆρα πάντων τῶν αἰώνων. Ὁ προεστὼς: Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ Ἀναγνώστης χύμα τὸ Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Πληρώσωμεν τὴν ἑωθινήν...σὸν γὰρ ἐστὶν... Εἰς τὰ Ἀπόστιχα Ἀπόστιχα τῶν Αἴνων, Νεκρώσιμα 20