20 Μαΐου 2015 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ. ΟΡΘΡΟΣ ὁ Προεξάρχων θυμιῶν: Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,...



Σχετικά έγγραφα
ΕΙΣ ΤΗΝ ΑΠΟΔΟΣΙΝ ΤΟΥ ΠΑΣΧΑ ΕΝΑΡΚΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

τίχ. β' Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. ὁ β χορὸς Φριστὸς ἀνέστη ἐκ νεκρῶν...

24 MAΪΟΥ 2017 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ

16 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

15 ΑΠΡΙΛΙΟΥ 2015 Τῌ ΤΕΤΑΡΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

ΤΕΤΑΡΤΗ 16 ΜΑΪΟΥ 2018 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

ΤΕΤΑΡΤΗ 05 ΙΟΥΝΙΟΥ 2019 Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα Ο ΟΡΘΡΟΣ

ΤΕΤΑΡΤΗ 24 ΜΑΪΟΥ 2017 Ἀπόδοσις τοῦ Πάσχα Ὁσίου Συμεὼν τοῦ νέου Στυλίτου, τοῦ ἐν τῷ Θαυμαστῷ ὄρει * * * * * Ο ΟΡΘΡΟΣ

Δόξα Πατρί. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

2 ΜΑΪΟΥ Σήμερον συμψάλλεται ἐκ μεταθέσεως καὶ ἡ ἀκολουθία τοῦ μεγαλομάρτυρος Γεωργίου

20 ΑΠΡΙΛΙΟΥ 2014 ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

+Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ «Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».

20 ΑΠΡΙΛΙΟΤ 2012 Σῌ ΠΑΡΑΚΕΤῌ ΣΗ ΔΙΑΚΑΙΝΗΙΜΟΤ

+Σῌ ΠΑΡΑΚΕΤῌ ΣΗ ΔΙΑΚΑΙΝΗΙΜΟΤ

Ὅτι σὸν τὸ κράτος. Μετὰ τὴν α Στιχολογίαν. Καθίσματα Ἀναστάσιμα

08 ΑΠΡΙΛΙΟΥ 2018 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

+«Σὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, τῆς Ζωοδόχου Πηγῆς».

12 ΑΠΡΙΛΙΟΥ 2015 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

16 ΑΠΡΙΛΙΟΥ 2017 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

28 ΑΠΡΙΛΙΟΥ 2019 Κυριακὴ τοῦ Πάσχα ἡ Ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ * * * * *

13 ΑΠΡΙΛΙΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

05 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΓΙΟΥ ΠΑΣΧΑ Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ ΕΝ Τῌ ΠΑΝΝΥΧΙΔΙ

21 ΑΠΡΙΛΙΟΥ 2017 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε, κραυγάζουσα.

03 ΜΑΪΟΥ 2019 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Τροπάριον, εἰς Ἦχον πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

29 ΑΠΡΙΛΙΟΥ 2019 Δευτέρα Διακαινησίμου Ἰάσονος καὶ Σωσιπάτρου Ἁγ.Γεωργίου ἐκ μεταθέσεως * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

τῆς Θεότητος ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ

15 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Καθίσματα. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Σῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΤΡΙΑΚῌ ΣΟΤ ΠΑΦΑ Ε Π Ε Ρ Α

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

30 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΟΡΘΡΟΣ. Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

23 Απριλίου 2014 Τετάρτῃ τῆς Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ Τροπαιοφόρου ΟΡΘΡΟΣ ὁ προεξάρχων θυμιῶν:

ΑΚΟΛΟΤΘΙΑ ΣΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΑΝΑΣΑΕΩ ΣΟΤ ΚΤΡΙΟΤ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

22 ΑΠΡΙΛΙΟΥ Ἦχος β. Ἑωθινὸν Δ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος δ. Κανόνα πίστεως. (Ποίημα Πατρῶν Νικοδήμου Βαλληνδρᾶ).

Ἦχος γ. Ἑωθινὸν ε. Τυπικὸν Πεντ

11 ΜΑΪΟΥ 2014 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

26 ΜΑΪΟΥ 2013 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Μνεία τῆς τοῦ παραλύτου θεραπείας». Κάρπου ἐκ τῶν 70 (α αἰ.). Ἀλφαίου ἀποστόλου.

Ἦχος β. Ἑωθινὸν δ. Τυπικὸν Πεντ

16 ΑΠΡΙΛΙΟΤ 2017 ΠΑΝΝΤΦΙ Σρισάγιον Δεῦτε προσκυνήσωμεν.. Ν' ψαλμόν ὁ Ἱερεὺς: Ε ὁ Ἀναγνώστης: Ἀ ὁ Προεστὼς: Ἀναγνώστης Δόξα Πατρί... Καὶ νῦν...

07 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ἐβόησας Ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

Ἦχος πλ. α' Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτός, καὶ δοξάσατε Χριστόν, τὸν ἀναστάντα ἐκ νεκρῶν.

29 ΑΠΡΙΛΙΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

δοξάζομεν τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν. Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός

εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων 23 ΑΠΡΙΛΙΟΥ 2014 Τετάρτη Διακαινησίμου Γεωργίου μεγαλομάρτυρος τοῦ τροπαιοφόρου

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

19 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

29 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ «Ἡ τῆς Σαμαρείτιδος ἑορτή, ἐν ᾗ ὁ Χριστὸς μεσσίαν ἑαυτὸν ὡμολόγει». Θεοδοσίας παρθενομάρτυρος.

17 ΑΠΡΙΛΙΟΥ 2017 Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΠΡΩΪ

πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος πλ.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

5 ΙΟΥΝΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. 16 ΑΠΡΙΛΙΟΥ 2017

Κύριε, ἐλέησον Κύριε, ἐλέησον Κύριε, ἐλέησον. 16 ΑΠΡΙΛΙΟΥ 2017

22 ΑΠΡΙΛΙΟΥ 2017 Τῼ ΣΑΒΒΑΤῼ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις 03 ΜΑΪΟΥ ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος γ. Ἑωθινὸν Ε.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

5 ΙΟΥΝΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Δεῦτε, προσκυνήσωμεν καὶ

14 ΜΑΪΟΥ Ἦχος δ. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Ἦχος πλ. α' Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

19 ΜΑΪΟΥ Ἦχος γ. Ἑωθινὸν Ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

12 ΜΑΪΟΥ Ἦχος β. Ἑωθινὸν Δ. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΕΣΠΕΡΙΝΟΣ Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.

13 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

21 ΜΑΪΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

25 ΑΠΡΙΛΙΟΥ 2018 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

26 ΜΑΪΟΥ Ἦχος δ. Ἑωθινὸν Ζ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Προσφορά αγάπης για την Ψαλτική Εξάσκηση της Χορωδίας ΠΡΟΦΗΤΑΝΑΞ

Kατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή, εἰσάκουσόν μου Κύριε. ἘΝ ΤΩ ΜΕΓΑΛῼ ἙΣΠΕΡΙΝΩ

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΚΥΡΙΑΚῌ ΤΟΥ ΠΑΣΧΑ Ε Σ Π Ε Ρ Α Σ

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Ἑωθινὸν Α. * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) ὁ Ἀναγνώστης Ἅγιος ὁ Θεός..

03 ΔΕΚΕΜΒΡΙΟΥ 2017 Κυριακὴ ΙΔ Λουκᾶ Σοφονίου Προφήτου, Ἀγγελῆ Νεομάρτυρος τοῦ Ἀργείου ἐν Χίῳ. Ἦχος α. Ἑωθινὸν Δ.

3 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ. Ηχος α, ἑωθινὸν β.

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

15 ΑΠΡΙΛΙΟΥ Ἑωθινὸν Α. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν (ἐκ γ ) Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

02 ΙΟΥΝΙΟΥ Ἦχος πλ. α. Ἑωθινὸν Η. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

Transcript:

20 Μαΐου 2015 ΑΠΟΔΟΣΙΣ ΤΟΥ ΠΑΣΧΑ ΟΡΘΡΟΣ ὁ Προεξάρχων θυμιῶν: ΔΔόόξξαα ττῇῇ ἁἁγγί ίίᾳᾳ,,, κκααὶ ὶὶ ὁὁμμοοοουυσσί ίίῳ,,, κκααὶ ὶὶ ζζωοοπποοι ιιῷ,,, κκααὶ ὶὶ ἀἀδδι ιιααι ιιρρέέττῳ ΤΤρρι ιιάάδδι ππάάννττοοττεε,,, ννῦῦνν κκααὶ ὶὶ ἀἀεεὶ ὶὶ κκααὶ ὶὶ εεἰ ἰἰςς ττοοὺὺςς ααἰ ἰἰῶ ννααςς ττῶνν ααἰ ἰἰώννωνν... Καὶ ἡμῶν ἀποκρινομένων διὰ τοῦ, Ἀμήν, ἄρχεται ὁ Ἱερεὺς ψάλλων μεγαλοφώνως τὸ Τροπάριον τῆς Ἀναστάσεως, εἰς Ἦχον πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,... ὁ χορός ζωὴν χαρισάμενος. Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος ἄνευ στίχων. Εἴθ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον. Στίχ. α. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Στίχ. β. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Στίχ. γ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Στίχ. δ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Δόξα. Καὶ νῦν. Εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ τῇ φωνῇ καὶ εἰς χρόνον ἀργὸν καὶ μεγαλοπρεπῆ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας... ὁ χορός...καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. Συναπτὴ μεγάλη, καὶ ἡ Ἐκφώνησις Ὅττι ιι ππρρέέππεει ιι σσοοι ιι ππᾶᾶσσαα δδόόξξαα....... ὁ Κανών ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, ψάλλεται δὲ μετὰ τῶν εἱρμῶν εἰς ἓξ (ἢ χάριν συντομίας εἰς τέσσαρα) τροπάρια Ἦχος α. ᾠδὴ α εἱρμὸς Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 1

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. Ὅττι ιι σσὸὸνν ττὸὸ κκρράάττοοςς....... ᾠδὴ γ ὁ εἱρμὸς Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Νῦν πάντα πεπλήρωται φωτός, οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια, ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται. Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθές, αὐτὸς με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου. Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. Ὅττι ιι σσὺὺ εεἶ ἶἶ ὁὁ Θεεὸὸςς ἡἡμμῶνν....... Ἡ Ὑπακοή. (χύμα) Ἦχος δ. 2

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. ᾠδὴ δ ὁ εἱρμὸς Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται, ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα, καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται. Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον, καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος. Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἤλατο σκιρτῶν, ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος. Ὅττι ιι ἀἀγγααθθὸὸςς κκααὶ ὶὶ φι ιιλλάάννθθρρωπποοςς....... ᾠδὴ ε ὁ εἱρμὸς Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. Ὀρθρίσωμεν ὄρθρου βαθέος... Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον. 3

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον. Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. Ὅττι ιι ἡἡγγί ίίαασσττααι ιι....... ᾠδὴ ς ὁ εἱρμὸς Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς,... Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέωξας ἡμῖν, Παραδείσου τὰς πύλας. Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. Σὺὺ γγὰὰρρ εεἶ ἶἶ ὁὁ ββαασσι ιιλλεεύύςς....... Κοντάκιον. Ἦχος πλ. δ. Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾋδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. ὁ Οἶκος 4

Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντά ποτε ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ ἐν σινδόνι ἐνειλιγμένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Μηνολόγιον Τῇ Κ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Θαλλελαίου, καὶ τῶν σὺν αὐτῷ Ἀλεξάνδρου καὶ Ἀστερίου. Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ, Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους. Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος ἔνδοξος Μάρτυς Ἀσκλᾶς, ἐν ποταμῷ ῥιφθείς, τελειοῦται. Αἰγύπτιος τὴν γλῶσσαν Ἀσκλᾶς πῦρ φέρει, Δι ἔνθεον κήρυγμα γλωσσῶν ἐμπόρων. Τῇ αὐτῇ ἡμέρᾳ οἱ τρεῖς Ὅσιοι καὶ Θεοφόροι Πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καὶ Ἰωσήφ, οἱ Κτίτορες τῆς ἐν Χίῳ ἱερᾶς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται. Οἱ τρεῖς Ὅσιοι τῇ Ἁγίᾳ Τριάδι, Σὺν τοῖς ἀΰλοις νῦν παρίστανται νόοις. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἀνακομιδὴ καὶ Μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ. Φάνας ὁ νεκρός σου, θεόφρον, τὴν ἕω, Ἔφανεν αὖθις καὶ δύσιν τεραστίοις. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Πατὴρ ἡμῶν Θαλάσσιος, ἐν εἰρήνῃ τελειοῦται. Ὁ Θαλάσσιος καὶ κατοικήσας τάφον, Βλύζει θαλάσσας χαρίτων ἐκ τοῦ τάφου. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Μᾶρκος ὁ ἐρημίτης, ἐν εἰρήνῃ τελειοῦται. Δίδωσι Μάρκῳ τῆς Ἐδὲμ κῆπον μέγαν, Ὁ κῆπον εὑρὼν εἰς ταφὴν Χριστὸς πάλαι. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῆς Ἁγίας Λυδίας, τῆς πορφυροπώλιδος, πρώτης Εὐρωπαίας χριστιανῆς, βαπτισθείσης ἐν Φιλίπποις ὑπὸ τοῦ Ἁγίου πρωταποστόλου Παύλου. Πρώτη κληθεῖσα Χριστιανὴ Εὐρώπης, Ἔχεις, Λυδία, ἐκ Χριστοῦ θείαν δόξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ντόβμοντ Τιμοθέου, ἡγεμόνος τοῦ Πσκώφ. Δικαιοσύνην Τιμόθεος διώξας, Πρὸ τοῦ δικαίου Κριτοῦ ἐν χαρᾷ ἔστη. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Στεφάνου τοῦ ἐν Πιπέρι τῆς Σερβίας. Φῶς θεϊκὸν ἑώρα ὁ Πρωτομάρτυς, 5

Φῶς δὲ θεϊκὸν τάφον σκέπει Στεφάνου. Τῇ αὐτῇ ἡμέρᾳ ἡ Εὕρεσις τῶν λειψάνων τοῦ Ἁγίου Ἀλεξίου, Μητροπολίτου Μόσχας. Ὡς θεία σκηνὴ τὸ σκῆνος Ἀλεξίου, Οὐκ ἔγνω φθοράν, ἀλλὰ πηγάζει χάριν. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Διδώ, μαθητοῦ τοῦ Ὁσίου Δαβὶδ ἐν Γεωργίᾳ. Διδοὺς ὁ Διδὼ ὅλην ψυχὴν Δεσπότῃ, Ὑπ Αὐτοῦ δεδόξασται ὥς ἐστι θέμις. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. Αὖθις δὲ Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε δι ὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (εἰς γ ) (εἰς γ ) ᾠδὴ ζ ὁ εἱρμὸς Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο. Θανάτου ἑορτάζομεν νέκρωσιν ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν. Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. 6

ΕΕἴ ἴἴηη ττὸὸ κκρράάττοοςς....... ᾠδὴ η ὁ εἱρμὸς Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐ γέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας. Στίχ. Εὐλογοῦμεν Πατέρα,Υἱὸν καὶ Ἅγιον Πνεῦμα τὸν Κύριον. ᾎρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε, ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας. Καὶ νῦν. Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὅττι ιι ηηὐὐλλόόγγηηττααι ιι....... ΤΤὴὴνν Θεεοοττόόκκοονν κκααὶ ὶὶ μμηηττέέρραα ττοοῦῦ φωττόόςς....... (συμφώνως πρὸς εὐλαβὲς λαϊκὸν ἔθος, ὅταν ὁ λειτουργὸς θυμιᾷ τὸν λαὸν διερχόμενος τὸν Ναόν, ἀπευθύνει πρὸς τοὺς πιστοὺς πάλιν καὶ πάλιν τὸν Ἀναστάσιμον χαιρετισμὸν «Χριστὸς Ἀνέστη», ἐκεῖνοι δὲ ἀποκρίνονται ἀναλόγως) ᾠδὴ θ Στίχ. Μεγάλυνον, ψυχή μου, τόν ἐθελουσίως παθόντα καί ταφέντα καί ἐξαναστάντα τριήμερον ἐκ τάφου. ὁ εἱρμός Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀ γάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Στίχ. Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα, τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,... 7

Στίχ. Χριστός, τὸ Καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν κόσμου. Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς, μεθ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ, ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα. Στίχ. Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστός ἀνέστη καὶ ᾍδης ἐσκυλεύθη. Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς,... Δόξα. Στίχ. Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος. Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ, ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου. Καὶ νῦν. Στίχ. Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε, εὐλογημένη, χαῖρε, δεδοξασμένη σὸς γὰρ Υἱὸς ἀνέστη, τριήμερος ἐκ τάφου. Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ,... Στίχ. Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ Ἁγνή, Παρθένε χαῖρε, καὶ πάλιν ἐρῶ χαῖρε, ὁ σὸς Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀ γάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Ὅττι ιι σσὲὲ ααἰ ἰἰννοοῦῦσσι ιι....... Ἐξαποστειλάριον. Αὐτόμελον. Ἦχος β. Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον. (τρίς) AINOI Ἦχος α. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν. 8

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωήν, Κύριε, ὡς μόνος παντοδύναμος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὁ τὸν Ἅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου, Χριστέ, ἀξίωσον ἡ μᾶς, ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες ὑμνοῦμέν σε, Χριστέ, ἐτέχθης ἐκ Παρθένου καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί. Ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών ἵνα σώσῃς τὸν κόσμον, Κύριε, δόξα σοι. εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν Ἦχος πλ. α. Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής. Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε Δέχου παρ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὶ θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς. Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Πάσχα τὸ τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα, ὦ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων κηρύξατε Ἀποστόλοις. (ὁ Ἱερεὺς ἐξέρχεται μετὰ τοῦ Ἱεροῦ Εὐαγγελίου εἰς τὸν Σολέα, καὶ οἱ πιστοὶ προσκυνοῦσι τὸν Ἀναστάντα) Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. 9

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Μετὰ τὸ ««ΕΕὐὐλλοογγηημμέέννηη ἡἡ ββαασσι ιιλλεεί ίίαα ττοοῦῦ Πααττρρόόςς.........»» ὁ Ἱερεὺς ψάλλει τρὶς τὸ Τροπάριον τῆς Ἀναστάσεως, εἰς Ἦχον πλ. α. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι,... ὁ χορός ζωὴν χαρισάμενος. Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος ἄνευ στίχων. Εἴθ οὕτω ἀπαγγέλλει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον. Στίχ. α. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Στίχ. β. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Στίχ. γ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Στίχ. δ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Δόξα. Καὶ νῦν. εἶτα ὁ προεξάρχων, γεγονωτέρᾳ τῇ φωνῇ καὶ εἰς χρόνον ἀργὸν καὶ μεγαλοπρεπῆ Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας... ὁ χορός...καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. ἀκολουθοῦν τὰ Εἰρηνικὰ καὶ καθεξῆς ΑΝΤΙΦΩΝΑ ψαλλόμενα ἐν τῇ Λειτουργίᾳ τῆς τοῦ Πάσχα Κυριακῆς, καθ ὅλην τὴν Ἀναστάσιμον περίοδον καὶ μέχρι τῆς Ἀποδόσεως. Ἀντίφωνον α Ἦχος β. Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς. Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Εἴπατε τῷ Θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 10

Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον β Ἦχος ὁ αὐτός. Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα. Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ... Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἀντίφωνον γ Ἦχος πλ. α. Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εἰσοδικὸν Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. Εἶτα τὸ (ἐκ γ ) Ἡ Ὑπακοή. Ἦχος δ. Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; Βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. 11

Κοντάκιον. Ἦχος πλ. δ. Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ Ἦχος α. Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἀλληλούϊα. Ἀπόστολος Προκείμενον Ἦχος πλ. δ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (ιη 22 28) Ἐν ταῖς ἡμέραις ἐκείναις, κατελθὼν ὁ Παῦλος εἰς Καισάρειαν, ἀναβάς, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν καὶ ποιήσας χρόνον τινά, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος εὐτόνως γὰρ τοῖς Ιουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἀλληλούϊα. (γ ) Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Ἰωάννην (ιβ 36 47) Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους Ὡς τὸ φῶς ἔχετε πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἀπελθὼν ἐκρύβη ἀπ αὐτῶν. Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ στραφῶσι καὶ ἰάσομαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλὰ εἰς τὸν πέμψαντά με καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ φυλάξῃ ἐγὼ οὐ κρίνω αὐτόν οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον ἀλλ ἵνα σώσω τὸν κόσμον. Δόξα Σοι Κύριε, δόξα Σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου Εἰς τὸ Ἐξαιρέτως Ἦχος α. Στίχ. Ὁ Ἄγγελος ἐβόα τῇ Κεχαριτωμένῃ Ἁγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱ ός ἀνέστη, τριήμερος ἐκ τάφου. 12

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. Κοινωνικὸν Ἦχος α. Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Στίχ. Μέγα τὸ Μυστήριον τῆς σῆς, Χριστέ, Ἀναστάσεως. Στίχ. Δείπνῳ παραγέγονας ἑκὼν πρὸς πάθος μολὼν ὁ Ἀθάνατος. Στίχ. Τότε καὶ ὁ Ἅδης συναντήσας Σοι, ἐπικράνθη λογοθετούμενος καὶ ψυχάς δεσμίων βροτῶν ἀπαιτούμενος. Στίχ. Τότε καὶ Μαρία ἡ μυρίσασα εὐφράνθη, προσκυνήσασα Θεὸν πρὸ τοῦ μνήματος. Στίχ. Εἴπατε τῷ Πέτρῳ καὶ τοῖς λοιποῖς Ἀποστόλοις, ὅτι ἀνέστη ἐκ νεκρῶν ὁ Ἀθάνατος. Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» ψάλλομεν ἅπαξ τό, Χριστὸς ἀνέστη. καὶ τοῦ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον...» λέγομεν τρὶς (εἰς τὸ κλιτόν) τό, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (γ ) Ἀπόλυσις: ὁ Προεξάρχων: «Ο ἀναστάς ἐκ νεκρῶν...» καὶ τὰ λοιπὰ τῆς Ἀπολύσεως. Εἶτα δέ διαλογικῶς ὁ Προεξάρχων: πρὸς τὸν λαόν «Χριστὸς Ἀνέστη»! ὁ Λαός: «Ἀληθῶς Ἀνέστη»! ὁ Προεξάρχων: πρὸς τὸν λαόν «Χριστὸς Ἀνέστη»! ὁ Λαός: «Ἀληθῶς Ἀνέστη»! ὁ Προεξάρχων: πρὸς τὸν λαόν «Χριστὸς Ἀνέστη»! ὁ Λαός: «Ἀληθῶς Ἀνέστη»! ὁ Προεξάρχων: «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει»! ὁ Λαός: «Προσκυνοῦμεν Αὐτοῦ τὴν τριήμερον ἔγερσιν». ὁ Προεξάρχων: Μετὰ τοῦ λαοῦ (ψάλλουσιν ἅπαντες ἐν μιᾷ φωνῇ καὶ καρδίᾳ, κρατοῦντες εἰς τὴν δεξιὰν τὴν ἀναστάσιμον λαμπάδα ἀνημμένην καὶ ποιοῦντες διὰ τῆς φλογὸς τὸ σημεῖον τοῦ Σταυροῦ) ««Χρρι ιισσττόόςς ἀἀννέέσσττηη ἐἐκκ ννεεκκρρῶνν,,, θθααννάάττῳ θθάάννααττοονν ππααττήήσσααςς,,, κκααὶ ὶὶ ττοοῖ ῖῖςς ἐἐνν ττοοῖ ῖῖςς μμννήήμμαασσι ιι,,, ζζωὴὴνν χχααρρι ιισσάάμμεεννοοςς»»... ὁ Προεξάρχων: Κατακλείει ἐκφωνῶν ἐμμελῶς, ἀντὶ τοῦ δι εὐχῶν» τό ««Χρρι ιισσττόόςς ἀἀννέέσσττηη ἐἐκκ ννεεκκρρῶνν,,, θθααννάάττῳ θθάάννααττοονν ππααττήήσσααςς,,, κκααὶ ὶὶ ττοοῖ ῖῖςς ἐἐνν ττοοῖ ῖῖςς μμννήήμμαασσι ιι,,, ζζωὴὴνν χχααρρι ιισσάάμμεε ννοοςς»»... καὶ ὁ Λαός ἀντιφωνεῖ «Ἀληθῶς ἀνέστη ὁ Κύριος». 13