Ἠχος δʹ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν. Εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου.

Σχετικά έγγραφα
Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

16 ΙΟΥΝΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

27 ΜΑΪΟΥ 2018 ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

Πότε ειμαστε όρθιόι και Πότε κανόυμε τό σταυρό μασ κατα τη διαρκεια των ακόλόυθιων

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

28 ΜΑΪΟΥ 2017 ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ ΚΑΙ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΛΕΜΕΣΟΣ

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΜΑΡΤΙΟΥ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ευτέρα Ἔκδοσις ΙΟΥΝΙΟΣ 2007

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

Αι ιστορικαί χειροτονίαι των Γ.ΟΧ. υπό του αειμνήστου Επισκόπου Βρεσθένης κυρού Ματθαίου του Α’ το έτος 1948

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ β χορὸς

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. 2 οὗτος

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

16 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

Ἡ Θεία Λειτουργία τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

10 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

04 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Iohannes Damascenus - De theologia

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

20 ΑΥΓΟΥΣΤΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΜΑΤΘΑΙΟΥ

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ερμηνεία του κατά Ιωάννην Ευαγγελίου Ενότητα: 2

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

10 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ακολουθίες στο Παρεκκλήσιο Αγίου Λουκά Κριμαίας

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

2 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

30 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΜΗΝ ΙΟΥΝΙΟΣ ἔχων ἡμέρας τριάκοντα

Ἦχος πλ.δ. ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

13 ΝΟΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ. Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΥΠΑΡΧΕΙ ΜΟΝΟ ΕΝΑΣ ΘΕΟΣ!

ΙΕΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ ΣΕΠΤΕΜΒΡΙΟΥ

ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ ἔχων ἡμέρας τριάκοντα μίαν

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

26 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

19 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Δείτε την απόδοση Η ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ. Διάκονος. Εὐλόγησον, Δέσποτα. Ἱερεὺς

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

Ε υ _ λο _ γη _ τος _ ει _ Κυ _ ρι _ ε _ δι _ δα _ ξον _ με _ τ α_ δι _. Τ ων _ α _ γι _. ων _ ο _ χο _ ρος _ ευ _ ρε _ π η_ γη _ ην _ τ ης_

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

30 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

11 ΑΥΓΟΥΣΤΟΥ 2019 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ (ΜΕΘΕΟΡΤΟΣ)

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

16 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Transcript:

Ἠχος δʹ. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν. Εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. Στίχ. αʹ. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Ἀπολυτίκιον. Ἠχος δʹ. Ταχὺ προκατάλαβε. Προφῆτα καὶ Πρόδροµε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφηµῆσαί σε οὐκ εὐποροῦµεν ἡµεῖς, οἱ πόθῳ τιµῶντές σε στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσµῳ κηρύττεται. Δόξα. Τὸ αὐτό. Προφῆτα καὶ Πρόδροµε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφηµῆσαί σε οὐκ εὐποροῦµεν ἡµεῖς, οἱ πόθῳ τιµῶντές σε στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσµῳ κηρύττεται. Καὶ νῦν. Ἀπολυτίκιον. Τῆς Ἑορτῆς. Ἦχος πλ. δʹ. Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡµῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέµψας αὐτοῖς τὸ Πνεῦµα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουµένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡµᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. Τῆς Παναγίας ἀχράντου, ὑπερευλογηµένης, ἐνδόξου Δεσποίνης ἡµῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας µετὰ πάντων τῶν Ἁγίων µνηµονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν Χριστῷ τῷ Θεῷ παραθώµεθα. (Σοί, Κύριε.) Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀµήν.) Κάθισµα Αʹ. Ἠχος δʹ. Κατεπλάγη Ἰωσήφ. Νῦν ἐβλάστησεν ἡµῖν, τοῦ Ζαχαρίου ὁ βλαστός, καὶ εὐφραίνει νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήµου καλλώπισµα, καὶ Προφητῶν ἡ κρηπίς ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδροµος, καὶ Μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ Πνευµατικοῖς οὖν ᾄσµασι, συµφώνως τῷ Βαπτιστῇ ἐκβοήσωµεν Προφῆτα Κήρυξ, τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡµᾶς. Δόξα καὶ νῦν. Τῆς Ἑορτῆς. Ἠχος δʹ. Κατεπλάγη Ἰωσήφ. Τὴν µεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωµεν φαιδρῶς αὕτη ἐστὶ 1

Πεντηκοστή, ἐπαγγελίας συµπλήρωσις, καὶ προθεσµίας ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανοµύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσµον, ἐφώτισε. Κάθισµα Βʹ. Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. Τῆς Χριστοῦ παρουσίας ἡ ἀπαρχή, παραδόξως ἐτέχθης ὡς ἀληθῶς, Ἰωάννη πανεύφηµε, τῶν Προφητῶν τὸ κεφάλαιον, καὶ ὡς φωνὴ τοῦ Λόγου, ὑπάρχων ἐκραύγαζες Μετανοεῖτε, ἤγγικεν, οὐρανῶν τὸ Βασίλειον ὅθεν ἑτοιµάσας, τὴν ὁδὸν τοῦ Κυρίου, τῆς χάριτος Πρόδροµος, ἀνεδείχθης τοῖς πέρασι, Βαπτιστὰ καὶ Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισµάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν µνήµην σου. Δόξα καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. Τὸ πανάγιον Πνεῦµα νῦν κατελθόν, ἐπὶ τοὺς Ἀποστόλους εἴδει πυρός, θάµβους ἐπλήρωσε, τῶν ἐθνῶν τὰ συστήµατα ἐν γὰρ γλώσσαις λαλούντων, πυρίναις φιλάνθρωπε, τὴν ἰδίαν ἕκαστος, διάλεξιν ἤκουεν ὅθεν καὶ τὸ θαῦµα, τοῖς ἀπίστοις ὡς µέθη, πιστοῖς δὲ σωτήριον, ἀληθῶς ἐγνωρίζετο διὰ τοῦτο δοξάζοµεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισµάτων ἄφεσιν αἰτούµενοι, καταπέµψαι πλουσίως τοῖς δούλοις σου. Κάθισµα Γʹ. Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. Ἀγαλλιάσθω ὁ πατήρ, µήτηρ εὐφραίνου, ὅτι Προφήτην ἐπὶ γῆς, ἔτεκες σήµερον, τὸν θεόκλητον Πρόδροµον ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὸν Βαπτιστήν, καὶ χαίρει ὁ Ζαχαρίας τῷ τοκετῷ, λέγων Γλῶσσά µου λέλυται, τῇ σῇ προόδῳ ἐν γῇ, Λύχνε τοῦ µεγάλου φωτός. Ὄντως θαῦµα παράδοξον! Δόξα καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεµψας οἰκτίρµον Πνεῦµα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς ὅθεν, ὥσπερ κιθάρα µουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ µυστικῶς, Σῶτερ, τὰ ἀπηχήµατα, καὶ τὴν οἰκονοµίαν σου. Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡµᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. Τῆς Παναγίας ἀχράντου, ὑπερευλογηµένης, ἐνδόξου Δεσποίνης ἡµῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας µετὰ πάντων τῶν Ἁγίων µνηµονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν Χριστῷ τῷ Θεῷ παραθώµεθα. (Σοί, Κύριε.) 2

Ὅτι ηὐλόγηταί σου τὸ ὄνοµα, καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀµήν.) Ἀντίφωνον Αʹ. Ἠχος δʹ. Ἐκ νεότητός µου πολλὰ πολεµεῖ µε πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ µου. (δίς) Οἱ µισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραµµένοι. (δίς) Δόξα. Ἁγίῳ Πνεύµατι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαµπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Καὶ νῦν. Ἁγίῳ Πνεύµατι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείµενον. ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ ΤΟΥ ΠΑΤΡΟΣ τοῦ ΠΡΟΔΡΟΜΟΥ Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιµάσαι ὁδοὺς αὐτοῦ. (δίς) Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιµάσαι ὁδοὺς αὐτοῦ. Τοῦ Κυρίου δεηθῶµεν. Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν Ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέµποµεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἦχος βʹ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡµῶν ἱκετεύσωµεν. (Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.) Σοφία! Ὀρθοί! Ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι. (Καὶ τῷ πνεύµατί σου.) Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. Πρόσχωµεν! (Δόξα σοι, Κύριε, δόξα σοι.) (1:24-25, 57-68, 76, 80) Ἐν ταῖς ἡµέραις ἐκείναις συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν µῆνας πέντε, λέγουσα ὅτι οὕτω µοι πεποίηκεν ὁ Κύριος ἐν ἡµέραις αἷς ἐπεῖδεν 3

ἀφελεῖν τὸ ὄνειδός µου ἐν ἀνθρώποις. Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐµεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ µετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡµέρᾳ ἦλθον περιτεµεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόµατι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. καὶ ἀποκριθεῖσα ἡ µήτηρ αὐτοῦ εἶπεν οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόµατι τούτῳ ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων Ἰωάννης ἐστὶ τὸ ὄνοµα αὐτοῦ καὶ ἐθαύµασαν πάντες.ἀνεῴχθη δὲ τὸ στόµα αὐτοῦ παραχρῆµα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήµατα ταῦτα,καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν µετ' αὐτοῦ. Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύµατος Ἁγίου καὶ προεφήτευσε λέγων Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιµάσαι ὁδοὺς αὐτοῦ, Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύµατι, καὶ ἦν ἐν ταῖς ἐρήµοις ἕως ἡµέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. (Δόξα σοι, Κύριε, δόξα σοι.) ΑΝΑΓΝΩΣΤΗΣ Ψαλµὸς Nʹ (50). Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου, καὶ απὸ τῆς ἁµαρτίας µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω, καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µού ἐστι διὰ παντός. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην, καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ραντιεῖς µε ὑσσώπῳ, καὶ καθαρισθήσοµαι, πλυνεῖς µε, καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοί, ὁ Θεός, καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀπορρίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ το Πνεῦµά σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ' ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί µε ἐξ αἱµάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦµα συντετριµµένον, καρδίαν 4

συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους. Δόξα. Ἦχος βʹ. Ταῖς τοῦ σοῦ Προδρόµου πρεσβείαις, Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη τῶν ἐµῶν ἐγκληµάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη τῶν ἐµῶν ἐγκληµάτων. Ἰδιόµελον. Ἦχος βʹ. Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ὁ ἐκ κοιλίας µητρὸς ἁγιασθείς, καὶ τῆς προφητείας δεξάµενος τὸ πλήρωµα, σήµερον ἐκ στείρας γεγέννηται, τοῦ Κυρίου τὴν ἔλευσιν κηρύττων τρανῶς Μετανοεῖτε ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονοµίαν σου ἐπίσκεψαι τὸν κόσµον σου ἐν ἐλέει καὶ οἰκτιρµοῖς ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεµψον ἐφ' ἡµᾶς τὰ ἐλέη σου τὰ πλούσια πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡµῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάµει τοῦ τιµίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιµίων ἐπουρανίων Δυνάµεων ἀσωµάτων, ἱκεσίαις τοῦ τιµίου ἐνδόξου Προφήτου Προδρόµου καὶ Βαπτιστοῦ Ἰωάννου, οὗ καὶ τὸ Γενέσιον ἑορτάζοµεν τῶν ἁγίων ἐνδόξων καὶ πανευφήµων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡµῶν µεγάλων Ἱεραρχῶν καὶ οἰκουµενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόµου, Ἀθανασίου, Κυρίλλου καὶ Ἰωάννου τοῦ Ἐλεήµονος Πατριαρχῶν Ἀλεξανδρίας Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος Τριµυθοῦντος καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυµατουργῶν τῶν ἁγίων ἐνδόξων Μεγαλοµαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δηµητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυµατουργοῦ τῶν Ἱεροµαρτύρων Χαραλάµπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου Μεγαλοµάρτυρος καὶ πανευφήµου Εὐφηµίας τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνας, Παρασκευῆς καὶ Εἰρήνης τῶν ὁσίων καὶ Θεοφόρων Πατέρων ἡµῶν (τοῦ Ἁγίου τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶµ καὶ Ἄννης καὶ πάντων σου τῶν Ἁγίων. Ἱκετεύοµέν σε, µόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡµῶν τῶν ἁµαρτωλῶν δεοµένων σου καὶ ἐλέησον ἡµᾶς. Κύριε, ἐλέησον. (ιβʹ) Ἐλέει καὶ οἰκτιρµοῖς καὶ φιλανθρωπίᾳ τοῦ µονογενοῦς σου Υἱοῦ, µεθ' οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (Ἀµήν.) ΑΝΑΓΝΩΣΤΗΣ Κοντάκιον τῆς Ἑορτῆς. Ἦχος πλ. δʹ. Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεµέριζεν ἔθνη ὁ Ὕψιστος ὅτε τοῦ πυρὸς 5

τὰς γλώσσας διένειµεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συµφώνως δοξάζοµεν τὸ πανάγιον Πνεῦµα. Κοντάκιον. Τοῦ Προδρόµου. Ἠχος γʹ. Ἡ Παρθένος σήµερον. Ἡ πρὶν στεῖρα σήµερον, Χριστοῦ τὸν Πρόδροµον τίκτει, καὶ αὐτὸς τὸ πλήρωµα, πάσης τῆς προφητείας ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁµοῦ καὶ Πρόδροµος. Ὁ Οἶκος. Εὐφηµήσωµεν νῦν τὸν τοῦ Κυρίου Πρόδροµον, ὃν περ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν, ἐκ µήτρας ἀκάρπου, ἀλλ' οὐχὶ ἀσπόρου Χριστὸς γὰρ µόνος χώραν διώδευσεν ἀδιόδευτον, ἄσπορον, τὸν Ἰωάννην στεῖρα ἐγέννησεν, ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκε, τὸν δὲ Ἰησοῦν ἐπισκιάσει Πατρὸς καὶ Πνεύµατος θείου, Παρθένος ἔτεκεν ἁγνή, ἀλλὰ τοῦ ἐκ Παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας, Προφήτης Κήρυξ ὁµοῦ καὶ Πρόδροµος. Συναξάριον. Τοῦ Μηναίου. Τῇ ΚΔʹ τοῦ αὐτοῦ µηνός, τὸ Γενέθλιον ἑορτάζοµεν τοῦ τιµίου καὶ ἐνδόξου Προφήτου, Προδρόµου καὶ Βαπτιστοῦ Ἰωάννου. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν. Καταβασίαι τῆς Πεντηκοστῆς Βʹ ᾨδὴ αʹ. Ἠχος δʹ. Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ * ἐρρητόρευσε τὸν θεογράφον νόµον. * Ἰλὺν γὰρ ἐκτινάξας ὄµµατος νόου, * Ὁρᾷ τὸν ὄντα, καὶ µυεῖται Πνεύµατος Γνῶσιν, * γεραίρων ἐνθέοις τοῖς ᾄσµασιν. ᾨδὴ γʹ. Ἔρρηξε γαστρὸς ἠτεκνωµένης πέδας, * Ὕβριν τε δυσκάθεκτον εὐτεκνουµένης. * Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι Ἄννης, * φερούσης πνεῦµα συντετριµµένον * Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων. ᾨδὴ δʹ. Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου µόνος, * Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. * Ἰσοσθενές σου Πνεῦµα τοῖς Ἀποστόλοις, * Νηµερτὲς ἐξέπεµψας ὡς εὐεργέτης, * ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε. ᾨδὴ εʹ. Λυτήριον κάθαρσιν ἀµπλακηµάτων, * πυρίπνοον δέξασθε Πνεύµατος δρόσον, * Ὦ τέκνα φωτόµορφα τῆς Ἐκκλησίας, * νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόµος. * Ἡ γλωσσοπυρσόµορφος Πνεύµατος χάρις. ᾨδὴ Ϛʹ. Ἱλασµὸς ἡµῖν Χριστὲ καὶ σωτηρία, * Ὁ Δεσπότης ἔλαµψας ἐκ τῆς Παρθένου, * Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, * Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, * Ὅλον τὸν Ἀδάµ, παγγενῆ πεπτωκότα. ᾨδὴ ζʹ. Σύµφωνον ἐθρόησεν ὀργάνων µέλος, * Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. 6

* Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, * Σεβασµιάζει τοῦ βοᾷν, Τριὰς µόνη, * Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ. ᾨδὴ ηʹ. Αἰνοῦµεν, εὐλογοῦµεν καὶ προσκυνοῦµεν τὸν Κύριον. Λύει τὰ δεσµὰ καὶ δροσίζει τὴν φλόγα, * Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, * Ὑµνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν µόνον, * Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, * ἡ δηµιουργηθεῖσα σύµπασα κτίσις. Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς ἐν ὕµνοις τιµῶντες µεγαλύνωµεν. ᾨδὴ θʹ. Μεγαλυνάριον. Ἠχος δʹ. Στίχ. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδού γάρ, ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν. Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Ἐποίησε Κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡµῶν, τῷ Ἀβραάµ, καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιµιωτέραν τῶν Χερουβίµ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίµ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. ᾨδὴ θʹ. Καταβασία. Ἠχος δʹ. Χαίροις Ἄνασσα, µητροπάρθενον κλέος. * Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόµα. * Ῥητρεῦον, οὐ σθένει σε µέλπειν ἀξίως. * Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σοῦ τὸν τόκον Νοεῖν * ὅθεν σε συµφώνως δοξάζοµεν. 7

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶµεν. Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡµᾶς ὁ Θεὸς τῇ σῇ χάριτι. Τῆς Παναγίας ἀχράντου, ὑπερευλογηµένης, ἐνδόξου Δεσποίνης ἡµῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας µετὰ πάντων τῶν Ἁγίων µνηµονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν Χριστῷ τῷ Θεῷ παραθώµεθα. (Σοί, Κύριε.) Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέµπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύµατι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰωνων. (Ἀµήν.) Ἐξαποστειλάριον. Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. Τὸ τοῦ Προδρόµου σήµερον, χαροποιὸν Γενέθλιον, τὸ σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, µηνύει δὲ τὴν µέλλουσαν, χαράν καὶ ἀγαλλίασιν διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς ἑορτάζει. Τῆς Ἑορτῆς. Ἠχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. Τὸ πανάγιον Πνεῦµα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδηµῆσαν, τοῖς ἀγραµµάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας. Οἱ Αἶνοι. Ἦχος πλ. δʹ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Ἦχος πλ. δʹ. Ὢ τοῦ παραδόξου. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Ὢ τοῦ παραδόξου θαύµατος! ἐκ γηραλέας µητρός, Θεοῦ Λόγου προάγγελος, Ἰωάννης σήµερον, προελθεῖν κατεπείγεται, τὴν δεσµευθεῖσαν γλῶσσαν τρανότατα, διὰ τοῦ τόκου εὔλαλον δείκνυσιν. Ὢ τῆς ἀφάτου σου, προµηθείας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡµῶν, ὡς µόνος εὔσπλαγχνος. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ὢ τοῦ παραδόξου θαύµατος! ἐν γεννητοῖς γυναικῶν, Προφητῶν τε ὑπέρτερος, µητρικῆς στειρώσεως, διαλύει τὸ ἔγκληµα, ὁ ἐν πνεύµατι, καὶ δυνάµει ἐλθὼν Ἠλιού, ὁδὸν Κυρίου ἑτοιµαζόµενος. Ὢ τῆς ἀφράστου σου, εὐσπλαγχνίας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡµῶν, ὡς µόνος εὔσπλαγχνος. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ὢ τοῦ παραδόξου θαύµατος! ὁ προκηρύξας Χριστοῦ, πρὸς ἀνθρώπους τὴν κένωσιν, ὑπεράνω δείκνυται, πάντων αὐτοῦ τῇ φωνῇ Καὶ τῇ τεκούσῃ λύει τὴν στείρωσιν, 8

δυνάµει θείᾳ καὶ Ζαχαρίου φωνήν ὢ τῶν µεγάλων σου, θαυµασίων Δέσποτα! δι' ὧν Χριστέ, σῶσον τοὺς τιµῶντάς σου, τὸν µέγαν Πρόδροµον. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὢ τοῦ παραδόξου θαύµατος! ἐν γεννητοῖς γυναικῶν, ὁ Προφήτης καὶ Πρόδροµος, ὑπεράνω δείκνυται, Προφητῶν τε ὑπέρτερος, καὶ παρουσίας Χριστοῦ προάγγελος, ὁ προσκιρτήσας ἐν τῇ νηδύϊ µητρός. Ὢ τῶν µεγίστων σου, δωρεῶν φιλάνθρωπε! δι' ὧν Χριστέ, σῶσον τὰς ψυχὰς ἡµῶν, ὡς παντοδύναµος. Δόξα. Ἦχος πλ. βʹ. Ἀστὴρ ἀστέρων Πρόδροµος, στειρωτικῆς ἐκ νηδύος, ἐπὶ γῆς τίκτεται σήµερον, Ἰωάννης ὁ θεοπόθητος, καὶ Χριστοῦ ἐπιφαίνει τὴν αὐγὴν ἀνατολὴν τὴν ἐξ ὕψους, εἰς εὐθεῖαν πιστοῖς διάβασιν. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. βʹ. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦµα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡµῖν καὶ καθάρισον ἡµᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡµῶν. Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. 9

Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. (ἐκ γʹ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἀπολυτίκιον. Ἠχος δʹ. Ταχὺ προκατάλαβε. Προφῆτα καὶ Πρόδροµε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφηµῆσαί σε οὐκ εὐποροῦµεν ἡµεῖς, οἱ πόθῳ τιµῶντές σε στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσµῳ κηρύττεται. Ὄρθρος - Παρ, 24 Ιουν 10