8 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως.

Σχετικά έγγραφα
8 ΙΑΝΟΤΑΡΙΟΤ 2017 ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

21 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

10 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γρηγορίου Ἐπισκόπου Νύσσης ( 395) καὶ Δομετιανοῦ

Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

+ΚΤΡΙΑΚΗ ΜΕΣΑ ΣΑ ΥΩΣΑ (ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΘΕΟΥΑΝΕΙΩΝ)

14 ΦΕΒΡΟΥΑΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ.

08 ΙΑΝΟΥΑΡΙΟΥ 2017 Κυριακὴ μετὰ τὰ Φῶτα Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας, Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως. Ἦχος δ. Ἑωθινὸν Ζ.

Ἅγιε, μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

10 ΙΑΝΟΥΑΡΙΟΥ Ηχος βαρύς, ἑωθινὸν ι.

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ µικρά, µεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα.

τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

30 ΜΑΡΤΙΟΥ 2014 Κυριακὴ Δ Νηστειῶν. Ἰωάννου ὁσίου συγγραφέως τῆς «Κλίμακος» ( 615). Ἦχος βαρύς. Ἑωθινὸν ζ. (Τυπικὸν Τριῳδίου 41 43).

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ Ζʹ ΛΟΥΚΑ. Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

28 ΙΟΥΛΙΟΥ 2013 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ

+ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

14 ΙΑΝΟΤΑΡΙΟΤ 2017 ΑΠΟΔΟΙ ΕΟΡΣΗ ΣΩΝ ΘΕΟΥΑΝΕΙΩΝ

14 ΙΑΝΟΥΑΡΙΟΥ 2016 Πέμπτη. Ἀπόδοσις τῶν Θεοφανείων. Τῶν ἐν Σινὰ καὶ Ραϊθὼ ἀναιρεθέντων πατέρων.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

16 ΔΕΚΕΜΒΡΙΟΥ ΚΤΡΙΑΚΗ ΣΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΣΟΡΩΝ

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Ἦχος α. Ἑωθινὸν δ. * * * * * * * *

27 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Ἦχος α. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

6 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

27 ΙΟΥΛΙΟΥ 2014 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Παντελεήμονος μεγαλομάρτυρος τοῦ ἰαματικοῦ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

Ἦχος δ. Ἑωθινὸν ε. καὶ τὸ μέγα ἔλεος.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

15 ΝΟΕΜΒΡΙΟΥ 2015 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

11 ΑΥΓΟΥΣΤΟΥ 2013 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ Κυριακὴ μετὰ τὴν ἑορτὴν τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Εὔπλου διακόνου ( 304). Νήφωνος Κωνσταντινουπόλεως

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

25 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΕ ΛΟΥΚΑ) Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου ( 390). Ἦχος πλ. δ. Ἑωθινὸν ια.

1 ΑΠΡΙΛΙΟΥ 2012 Κυριακὴ Ε Νηστειῶν. Μαρίας ὁσίας τῆς Αἰγυπτίας ( 522) Γεροντίου καὶ Βασιλείδου μαρτύρων. Ἦχος α, ἑωθινὸν θ. (τυπικὸν Τριῳδίου 54 56).

Ὅτι σὸν τὸ κράτος. ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

14 ΙΑΝΟΥΑΡΙΟΥ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

20 ΙΑΝΟΥΑΡΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Λ (ΙΒ ΛΟΥΚΑ) Εὐθυμίου ὁσίου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης. Ἦχος πλ. δ. Ἑωθινὸν ια.

Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

16 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΠΡΩΤΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ.

3 ΙΑΝΟΥΑΡΙΟΥ 2016 * * * * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

6 ΙΑΝΟΥΑΡΙΟΥ 2016 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

21 ΙΟΥΛΙΟΥ 2019 Κυριακὴ Ε Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ, Παρθενίου Ἐπισκόπου Ραδοβισδίου Ἄρτης. Ἦχος δ. Ἑωθινὸν Ε.

κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἦχος γ. Τὴν ὡραιότητα. Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος

29 ΟΚΤΩΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΚΑ (Ζ ΛΟΥΚΑ) Ἂναστασίας ὁσιομάρτυρος Ῥωμαίας (γ αἰ.), Ἀβραμίου ὁσίου ( 360). Ἦχος δ. Ἑωθινὸν ι.

11 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου ( 529). Ἦχος πλ. β. Ἑωθινὸν θ.

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

2 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΠΟΚΡΕΩ.

18 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ Εὐμενίου ἐπισκόπου Γορτύνης Κρήτης (ζ αἰ.). Ἦχος δ. Ἑωθινὸν β.

τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

τοῦ βίου διαπερῶμεν διάβασιν. Χριστός ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

Ηχος δ ἑωθινὸν ε. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,...

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης.

14 ΙΑΝΟΥΑΡΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Ιωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος».

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

20 ΔΕΚΕΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ «Μνήμη πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων

13 ΝΟΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407). Ἦχος δ. Ἑωθινὸν ι.

21 ΙΟΥΝΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

6 ΙΑΝΟΥΑΡΙΟΥ 2012 ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

24 ΙΟΥΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ. +Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης

18 ΙΑΝΟΥΑΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΒ ΛΟΥΚΑ Ἀθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Ἀλεξανδρείας. Ἦχος βαρύς. Ἑωθινὸν ι.

29 ΔΕΚΕΜΒΡΙΟΥ 2013 * * * * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ * * *

+ΚΥΡΙΑΚΗ ΙΓ ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ Μαρτύρωμ Ἀδριαμοῦ καὶ Ναταλίας.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

24 ΙΟΥΛΙΟΥ 2016 Κυριακὴ Ε Ματθαίου Χριστίνης Μεγαλομάρτυρος, Ἀθηναγόρου Ἀπολογητοῦ, Θεοφίλου Νεομάρτυρος τοῦ Ζακυνθίου. Ἦχος δ. Ἑωθινὸν Ε.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

30 ΣΕΠΤΕΜΒΡΙΟΥ 2018 Κυριακὴ B Λουκᾶ Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας, Γαϊανῆς καὶ Ῥιψιμίας Μαρτύρων. Ἦχος α. Ἑωθινὸν Ζ.

+Ἐν ᾗ μνείαν ποιούμεθα τῆς ἀπό τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ πρωτοπλάστου Αδάμ.

ΕΣΠΕΡΑΣ \ ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος δ.

βροτὸς γεγονώς, δι Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος

Ἦχος πλ. α. Ἑωθινὸν η. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι. * * * * * * * *

16 ΔΕΚΕΜΒΡΙΟΥ Ηχος δ, ἑωθιμὸμ Ζ.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

04 ΑΥΓΟΥΣΤΟΥ 2019 Κυριακὴ Ζ Ματθαίου Τῶν ἁγίων Ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. β. Ἑωθινὸν Ζ.

16 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΑ Λουκᾶ Ἁγίων Προπατόρων Ἀγγαίου τοῦ Προφήτου, Μοδέστου Ἱεροσολύμων, Θεοφανοῦς Βασιλίσσης. Ἦχος δ. Ἑωθινὸν Ζ.

11 ΣΕΠΤΕΜΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ

02 ΔΕΚΕΜΒΡΙΟΥ 2018 Κυριακὴ ΙΔ Λουκᾶ Ἀββακοὺμ τοῦ Προφήτου, Μυρόπης Μάρτυρος. Ἦχος β. Ἑωθινὸν Ε.

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

17 ΙΟΥΝΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Β ΜΑΤΘΑΙΟΥ Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου ( γ αἰ.) Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων ( 362).

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

Ὅτι σὸν τὸ κράτος ΟΡΘΡΟΣ ΙΖ ΚΥΡΙΑΚΗΣ ΗΧΟΣ Δ ΕΩΘ.Δ.

21 ΙΟΥΛΙΟΥ 2013 Κυριακὴ Δ Ματθαίου Ὁσίων Ἰωάννου καὶ Συμεὼν τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἦχος γ. Ἑωθινὸν Δ.

Transcript:

8 ΙΑΝΟΥΑΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως. Ἦχος δ. Ἑωθινὸν ε. (τυπικὸν 6ης Ἰαν., 8 10) * * ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, καὶ τὸ πρῶτον Κάθισμα τοῦ Ψαλτηρίου, εἰς τό, Κύριε, ἐ κέκραξα, ἱστῶμεν Στίχους ι, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα στ, καὶ τῆς ἑορτῆς δ. Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος δ. Στίχ. α. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου ἀνάστασιν δοξάζομεν δι αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων, φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄ νοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Στίχ. β. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι. Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς καὶ εἰς ᾅδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεὸς διέῤῥηξας διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες Παντοδύναμε Κύριε, δόξα σοι. Στίχ. γ. Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Πύλας ᾅδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος. Ἕτερα Στιχηρὰ Ἀνατολικά. Στίχ. δ. Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν, δι ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾅδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες Ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ ἀναστάσει σου, μόνε Φιλάνθρωπε. Στίχ. ε. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑ μνοῦσι τριήμερον ἔγερσιν, δι ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ τῆς δουλείας τοῦ ἐχθροῦ, πάντες ἐλυτρώθημεν κράζοντες Ζωοποιὲ παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ ἀναστάσει σου, μόνε Φιλάνθρωπε. Στίχ. Ϛ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας διὰ τοῦτο συμφώνως βοῶμεν Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στιχηρὰ προσόμοια τῆς ἑορτῆς δ. Ἦχος δ. Ἔδωκας σημείωσιν. Στίχ. ζ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. η. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. 1

Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί φωνὴ δέ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Στίχ. θ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί. Τὰ Ἰορδάνεια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξατο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς κράζει καὶ βοᾷ, πηλός τῷ πλαστουργῷ Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ Βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θε ὸς ἡμῶν, δόξα σοι. Στίχ. ι. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Σῶσαι βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφὴν ἐνδύσασθαι ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ καὶ Θεῷ, ἀ ναδέξασθαι τὰ ἡμῶν ὑπὲρ ἡμῶν σὺ γὰρ βαπτισθεὶς σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς διὸ βοῶμέν σοι Εὐεργέτα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Δόξα. Ἐκ τῆς Λιτῆς τῆς ἑορτῆς. Ἦχος πλ. δ. Ἰωάννου Μοναχοῦ. Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξήλειψας, Σωτὴρ ἡμῶν δόξα σοι. Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ. Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι Παρέστη ἡ βασίλισσα ἐκ δεξι ῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος. Εἴσοδος καὶ ὁ προεστὼς ἢ ὁ ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν χῦμα Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅ γιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς * διὸ ὁ κόσμος σὲ δοξάζει. Καὶ ψάλλεται τὸ προκείμενον τῆς ἡμέρας. Τῷ Σαββάτῳ ἑσπέρας. Ἦχος πλ. β. Ψαλμὸς Ϟβ (92). Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. (Ϟβ 1) Στίχ. α. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ϟβ 1) Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ϟβ 1) Καὶ τὰ ἀναγνώσματα. Εἶτα ἡ συνήθης Ἐκτενής, τό, Καταξίωσον, τὰ Πληρωτικά, ἡ κεφαλοκλισία κ.λπ. Εἰς τὸν Στίχον. Ἀπόστιχα Στιχηρά. Τὸ Ἀναστάσιμον. Ἦχος δ. Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ τοὺς ἀπ αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου ἔγερσιν. 2

Τὰ κατ Ἀλφάβητον. Ἰωάννου τοῦ Δαμασκηνοῦ. Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. (Ψαλμ. Ϟβ 1). Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου ἔγερσιν. Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (Ψαλμ. Ϟβ 1) Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς ἀλλ ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεός, δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος. Στίχ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. (Ψαλμ. Ϟβ 5). Μετὰ δακρύων γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον Οἴμοι! Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου; Ἄγγελος δὲ πρὸς αὐτὰς ἀ πεκρίνατο Μὴ κλαίετε φησίν, ἀλλ ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος. Δόξα. Καὶ νῦν. Ἐκ τῆς Λιτῆς τῆς ἑορτῆς. Ἦχος πλ. δ. Ἀνατολίου. Σήμερον ἡ κτίσις φωτίζεται σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ επίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται ὅ που γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος. Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὰ Ἀπολυτίκια. Ἀπολυτίκιον Ἀναστάσιμον. Ἧχος δ. Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. Ἀπόλυσις Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος δ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 3

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... ΑΠΟΛΥΤΙΚΙΑ Τὸ Ἀναστάσιμον. Ἦχος δ. Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος] Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα. Ἀναστάσιμον. Ἦχος δ. Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι Ἆρα ἐ κλάπη, ὁ τῷ λῃστῇ ἀνοίξας Παράδεισον; ἆρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν ἔγερσιν; Ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐ κραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει σου Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας. Καὶ νῦν. Τῆς ἑορτῆς. (8 Ἰαν.) Ἦχος δ. Κατεπλάγη Ἰωσήφ. Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἐν Ἰορδάνῃ ποταμῷ, διαβιβάζων τὸν λαόν, καὶ τοῦ Θεοῦ τὴν κιβωτόν, ἐσκιαγράφει τὴν μέλλουσαν εὐεργεσίαν εἰκόνα γὰρ ἡμῖν ἀναμορφώσεως, καὶ τύπον ἀ ψευδῆ ἀναγεννήσεως, ἡ μυστικὴ διάβασις τῶν δύω, σκιαγραφεῖ ἐν τῷ Πνεύματι. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε. Δόξα. Κατεπλάγη Ἰωσήφ. Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεὶ τὸ εὐσυμπάθητον ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. Καὶ νῦν. Τῆς ἑορτῆς. (8 Ἰαν.) Ἦχος πλ. δ. Αὐλῶν ποιμενικῶν. Βαπτίζεται Χριστός, ὁ τὸν κόσμον φωτίζων ἐξ ὕψους ὁ Πατήρ, ἐμαρτύρησε λέγων Οὗτός ἐστιν ὁ Υἱός μου, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε. Οὗτός ἐστιν, ὁ φωτίζων τὴν οἰκουμένην, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ, ὁ βαπτισθεὶς καὶ σώσας ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ [Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια] Ἦχος πλ. α. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. 4

Τῶν ἀγγέλων ὁ δῆμος * κατεπλάγη ὁρῶν σε * ἐν νεκροῖς λογισθέντα, * τοῦ θανάτου δέ, Σῶτερ, * τὴν ἰσχὺν καθελόντα * καὶ σὺν ἑαυτῷ * τὸν Ἀδὰμ ἐγείραντα * καὶ ἐξ ᾅδου * πάντας ἐ λευθερώσαντα. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Τί τὰ μύρα * συμπαθῶς τοῖς δάκρυσιν, * ὦ μαθήτριαι, κιρνᾶτε; * ὁ ἀστράπτων * ἐν τῷ τάφῳ ἄγγελος * προσεφθέγγετο ταῖς μυροφόροις * Ἴδετε ὑμεῖς * τὸν τάφον καὶ ἥσθητε * ὁ Σωτὴρ γὰρ * ἐξανέστη τοῦ μνήματος. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Λίαν πρωῒ * μυροφόροι ἔδραμον * πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι * ἀλλ ἐπέστη * πρὸς αὐτὰς ὁ ἄγγελος καὶ εἶπε * Θρήνου ὁ καιρὸς * πέπαυται μὴ κλαίετε * τὴν ἀνάστασιν δὲ * ἀποστόλοις εἴπατε. Εὐλογητὸς εἶ, Κύριε δίδαξόν με τὰ δικαιώματά σου. Μυροφόροι γυναῖκες * μετὰ μύρων ἐλθοῦσαι * πρὸς τὸ μνῆμά σου, Σῶτερ, * ἐνηχοῦντο ἀγγέλου * πρὸς αὐτὰς φθεγγομένου * Τί μετὰ νεκρῶν * τὸν ζῶντα λογίζεσθε; * ὡς Θεὸς γὰρ * ἐξανέστη τοῦ μνήματος. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Προσκυνοῦμεν Πατέρα * καὶ τὸν τούτου Υἱόν τε * καὶ τὸ ἅγιον Πνεῦμα, * τὴν ἁγίαν Τριάδα * ἐν μιᾷ τῇ οὐσίᾳ, * σὺν τοῖς Σεραφὶμ * κράζοντες τὸ Ἅγιος, * ἅγιος, ἅγιος εἶ, Κύριε. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ζωοδότην τεκοῦσα, * ἐλυτρώσω, Παρθένε, * τὸν Ἀδὰμ ἁμαρτίας * χαρμονὴν δὲ τῇ Εὔᾳ * ἀντὶ λύπης παρέσχες * ῥεύσαντα ζωῆς, * ἴθυνε πρὸς ταύτην δὲ * ὁ ἐκ σοῦ σαρκωθεὶς * Θε ὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι ὁ Θεός. (ἐκ γ ) Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα... ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ Ἡ Ὑπακοή. Ἦχος δ. Τὰ τῆς σῆς παραδόξου ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Οἱ Ἀναβαθμοί. Ἦχος δ. Ἀντίφωνον Α. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη ἀλλ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως. Ἀντίφωνον Β. Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου Κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑ ψηλότερός ἐστι, πάντων τῶν λυπούντων. Δόξα. Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ. Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν. Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐ πὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦμεν. Δόξα. Καὶ νῦν. 5

Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας πάντα γὰρ ἐν τούτῳ, τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει. Προκείμενον. Ψαλμὸς μγ (43). Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. (δίς) Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον, ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις. Ἀνάστα Κύριε, βοήθησον ἡμῖν... ΤΑΞΙΣ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ Ὁ διάκονος Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ὁ ἱερεύς Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν,... Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. Ὁ διάκονος Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡ μᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ ) Ὁ διάκονος Σοφία ὀρθοί ἀκούσωμεν τοῦ ἁ γίου Εὐαγγελίου. Ὁ ἱερεύς Εἰρήνη πᾶσι. Καὶ τῷ Πνεύματί σου. Ὁ ἱερεύς Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Ὁ διάκονος Πρόσχωμεν. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον. Ἑωθινὸν Ζ Ἐκ τοῦ κατὰ Ἰωάννην (κ 1 10). Τῇ μιᾷ τῶν σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔ θηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐ πίστευσεν οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί. Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάμενοι, * προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, * τὸν μόνον ἀ ναμάρτητον. * Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν * καὶ τὴν ἁγίαν σου ἀνάστασιν * ὑμνοῦμεν καὶ δοξάζομεν * σὺ γὰρ εἶ Θεὸς ἡ μῶν, * ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, * τὸ ὄνομά σου ὀνομάζομεν. * Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν * τὴν τοῦ Χριστοῦ ἁγίαν ἀ νάστασιν * ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ * χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. * Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, * ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ. * Σταυρὸν γὰρ ὑπομείνας δι ἡμᾶς, * θανάτῳ θάνατον ὤλεσεν. 6

Οἱ χοροὶ ψάλλουν ἀντιφωνικῶς κατὰ στίχον τὸν ν ψαλμόν, προτάσσοντες (ἐν Κυριακῇ) τὴν προφώνησιν Ἐλεῆμον. Ἦχος β. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁ μαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁ μαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀ γαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁ μαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι ών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ἐν Κυριακῇ προστίθεται εἰς τὸν τελευταῖον στίχον τὸ ἐφύμνιον Καὶ ἐλέησόν με, ὁ Θεός. Δόξα. Ταῖς τῶν Ἀποστόλων * πρεσβείαις, ἐλεῆμον, * ἐξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου * πρεσβείαις, ἐλεῆμον, * ἐ ξάλειψον τὰ πλήθη * τῶν ἐμῶν ἐγκλημάτων. Καὶ τὸ πεντηκοστάριον. Ἦχος ὁ αὐτός. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, * καθὼς προεῖπεν, * ἔδωκεν ἡμῖν * τὴν αἰώνιον ζωὴν * καὶ μέγα ἔλεος. Σῶσον, ὁ Θεός, τὸν λαόν Σου... Κύριε, ἐλέησον (ιβ ). Ἐλέει καὶ οἰκτιρμοῖς... Ἀμήν. ΟΙ ΚΑΝΟΝΕΣ Οἱ Κανόνες ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ β τῆς ἑορτῆς ἄνευ τῶν εἱρμῶν. ᾨδὴ α. Ὁ Ἀναστάσιμος εἰς δ. Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. Ἦχος δ. Ὁ εἱρμός. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴ χνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυρο 7

τύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο. Τροπάρια. Ὑψώθης τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος. Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι ἡμᾶς ἐκ σοῦ ἀπάτορα. Καὶ τῆς ἑορτῆς. ᾨδὴ α. Ἦχος β. Στείβει θαλάσσης. Ὄρθρου φανέντος, τοῖς βροτοῖς σελασφόρου, Νῦν ἐξ ἐρήμου, πρὸς ῥοὰς Ἰορδάνου. Ἄναξ ὑπέσχες, ἡλίου σὸν αὐχένα, Χώρου ζοφώδους, τὸν Γενάρχην ἁρπάσαι, Ῥύπου τε παντός, ἐκκαθᾶραι τὴν κτίσιν. Ὄρθρου φανέντος, τοῖς βροτοῖς σελασφόρου,... Δόξα. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε, Νέον περαίνεις, τὸν φθαρέντα τῇ πλάνῃ, Ταύτην ἀφράστως, πατρόθεν δεδεγμένος, Ὄπα κρατίστην Οὗτος ἠγαπημένος, Ἶσός τέ μοι Παῖς, χρηματίζει τὴν φύσιν. Καὶ νῦν. Ἄναρχε ῥείθροις, συνταφέντα σοι Λόγε,... ᾨδὴ γ. Ὁ Ἀναστάσιμος. Ἦχος δ. Ὁ εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. Τροπάρια. Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς Ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα. Ὡς μέγας ὡς φοβερός, ὡς τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας ὅθεν σοι τὸ Χαῖρε προσάγομεν. Καὶ τῆς ἑορτῆς. ᾨδὴ γ. Ἦχος β. Ὅσοι παλαιῶν. Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, Θηρὸς κακούργου, σχηματισθεὶς εἰς φύσιν, Ἐπισκοτεῖται, σαρκικῇ παρουσίᾳ. Ὄρθρῳ φάναντι, προσβαλὼν τῷ Δεσπότῃ, Φλᾶν τὴν ἑαυτοῦ, δυσμενεστάτην κάραν. Νέκρωσιν ὁ πρίν, ἐμφυτεύσας τῇ κτίσει, Δόξα. Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, Γαστρὸς τυράννου, συγκεχωσμένην ὅροις Γεννᾷ τε αὖθις, γηγενῶν ἀναπλάσει. Ἔργον φέριστον, ἐκτελῶν ὁ Δεσπότης Ἷκται γὰρ αὐτήν, ἐξαλεξῆσαι θέλων. Καὶ νῦν. Ἕλκει πρὸς αὐτὸν τὴν θεόδμητον φύσιν, 8

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ Κοντάκιον τῆς ἑορτῆς. Ἦχος δ. Αὐτόμελον. Ρωμανοῦ τοῦ Μελωδοῦ. Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀ πρόσιτον. Κάθισμα μεθέορτον. (8 Ἰαν.) Ἦχος δ. Ταχὺ προκατάλαβε. Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνεια τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡ μῶν ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος διό σε ἱκετεύομεν Σῶσον τὸν κόσμον σου. Δόξα. Καὶ νῦν. Τὸ αὐτό. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης... ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα. Κοντάκιον. Ἦχος δ. Ἐπεφάνης σήμερον. Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης, ἀνέστη τριήμερος. Ὁ Οἶκος. Τὸν ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὑτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀ δὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεὸς καὶ Δεσπότης, ἀνέστη τριήμερος. Συναξάριον. Τῇ Η τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Δομνίκης καὶ τῆς συνοδίας αὐτῆς. Στίχ. Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα, Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα. Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡ μῶν Γεωργίου τοῦ Χοζεβίτου. Στίχ. Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ, Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σὺν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου. Στίχ. Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ, Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους. Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου, Καὶ σὺν κεφαλῇ τῇ δὲ τὴν Ἀντωνίου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ ἁγίου Ἰουλιανοῦ πιστεύσαντες τῷ Χριστῷ ἄνδρες, ξίφει τελειοῦνται. Στίχ. Χριστοῦ συνέντες ἄνδρες ἀληθὲς σέβας, Προὔδωκαν εἰς θάνατον αὑτοὺς ἐμφρόνως. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ διὰ τοῦ ἁγίου Ἰουλιανοῦ πιστεύσασα γυνὴ τοῦ ἡγεμόνος, ξίφει τελειοῦται. Στίχ. Χριστοῦ πόθῳ τρωθεῖσα μήτηρ Κελσίου, ἀνδρὸς κατεφρόνησε, καὶ τῶν βασάνων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Καρτερίου. Στίχ. Πάλαιε, Καρτέριε, πρὸς πῦρ καὶ δόρυ, Τὸ καρτερόν σου πρὸς πάλας δεικνὺς δύω. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχ. Ὁ σὴν μελίζων Σάρκα Κῦρος, Χριστέ μου, Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου, Ἥκεις ὅλος νοῦς, Ἀττικέ, πρὸς τοὺς Νόας. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης, ἐν εἰρήνῃ τελειοῦται. 9

Στίχ. Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας, Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θεοφίλου διακόνου καὶ Ἑλλαδίου λαϊκοῦ τῶν ἐν Λιβύῃ. Στίχ. Πῦρ αὐτῶν ἀνδρῶν ἐν μεταφρένοις φέρει, Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀγάθων, ὁ ἐν τῇ Σκήτει τῆς Αἰγύπτου ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Ὡς ἠγαθύνθην, Ἀγάθων, τὴν καρδίαν, Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος πατὴρ ἡμῶν Σεβερίνος, ἀπόστολος τῆς Αὐστρίας Νορικῆς, ἐν εἰρήνῃ τελειοῦται, ἐν ἔτει υπβ (482). Στίχ. Φωτιστὴν πεπλούτηκε σὲ Σεβερῖνε, Ἡ Αὐστρία ὅθεν σε πιστῶς γεραίρει. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Θεοδώρου, Κτίτορος τῆς Μονῆς τῆς Χώρας. Στίχ. Δῶρον ἐκ Θεοῦ διὰ Μονὴν τῆς Χώρας, Εὗρες, Θεόδωρε, τὴν τῶν ζώντων Χώραν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Μακαρίου τοῦ Μακρῆ, Ἡ γουμένου τῆς Μονῆς τοῦ Χριστοῦ Παντοκράτορος τῆς ἐν Κωνσταντινουπόλει. Στίχ. Μακάριος, Μακάριε, ἔχων φίλον, Τὸν Παντοκράτορα Χριστόν, ᾯ παρέστης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου Ὁ σιομάρτυρος Ἀμπώ, τοῦ ἐκ Τιφλίδος τῆς Γεωργίας, ἀθλήσαντος ἐν ἔτει ψπε (785). Στίχ. Πλάνην ἀρνηθεὶς τῆς σκοτομόρφου Ἄγαρ, Υἱὸς φωτὸς γέγονας, Ἀμπώ, ἀθλήσας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου Ὁ σιομάρτυρος Γρηγορίου τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, ἀθλήσαντος ἐν ἔτει αϟγ (1093). Στίχ. Πνιγμῷ ὁ Γρηγόριος εἴληφε στέφος, Ἄσκησιν αὑτοῦ περάνας μαρτυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γρηγορίου, τοῦ θαυματουργοῦ τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. Στίχ. Ἕτερος Γρηγόριος ἐν τοῖς Σπηλαίοις, Ὡς γρηγορῶν ἔσχε εἰρηνικὸν τέλος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Γρηγόριος, ἐπίσκοπος Ἀχρίδος, ὁ ἐν ἔτει αιβ (1012) διαλάμψας, ἐν εἰρήνῃ τελειοῦται. Στίχ. Γρηγόρως λιπὼν Ἀχρίδος κάτω θρόνον, Γρηγόριος ἕστη πρὸ Σαβαὼθ θρόνου. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου ἱερομάρτυρος Ἰσιδώρου τοῦ Γιούργιεφ καὶ τῶν ἑβδομήκοντα δύο συναθλητῶν αὐτοῦ, οἵτινες μὴ ἀποδεχθέντες ἐξαρνήσασθαι τὴν Ὀρθόδοξον Πίστιν, ἐν ποταμῷ ἐπνίγησαν ὑπὸ Ῥωμαιοκαθολικῶν μοναχῶν στρατιωτῶν ἐν Ἐ σθονίᾳ, ἐν ἔτει αυοβ (1472). Στίχ. Ποταμῷ Ἰσίδωρος σὺν τοῖς συνάθλοις, Ταῖς χερσὶ ψευδαδέλφων ἐναπεπνίγη. * Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην κοινὴν ἐπιτελοῦμεν τῆς ἁγίας οἰκογενείας τοῦ Ἁγίου Βασιλείου, ἧς τὰ μέλη Βασίλειος καὶ Ἐμμέλεια οἱ γονεῖς, καὶ τὰ τέκνα αὐτῶν, Βασίλειος ὁ Μέγας, Γρηγόριος ὁ Νύσσης, Πέτρος ὁ Σεβαστείας, Ναυκράτιος Ὅσιος, καὶ αἱ Ὅσιαι Γυναῖκες Μακρίνα καὶ Θεοσέβεια. Στίχ. Γενεὰν γεραίρομεν ἡγιασμένην, Ὀκτὼ θαυμαστῶν θεραπόντων Κυρίου. Δεκάτῃ γε ὀκτάριθμον ὁμήγυριν ἀείδω. Σημ. Ἀρχικῶς ἡ Ἀκολουθία (Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου) ἐποιήθη διὰ τὴν Ι τοῦ μηνὸς Ἰανουαρίου. Συμφώνως τῇ ἀποφάσει τῆς Διαρκοῦς Ἱερᾶς Συνόδου, τῆς 4ης Σεπτεμβρίου 1999, ὡρίσθη ὡς ἡμέρα ἑορτασμοῦ ἡ Κυριακὴ μετὰ τὰ Φῶτα ἑκάστου Ἰανουαρίου. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θε ός, ἐλέησον ἡμᾶς. Ἀμήν. ΚΑΤΑΒΑΣΙΑΙ Τῶν Θεοφανείων (ἰαμβικαί) (Ψάλλονται ἀπὸ 2ας μέχρι 5ης Ἰανουαρίου μόναι αἱ πεζαί, ἀ πὸ 7ης μέχρι 13ης Ἰανουαρίου μόναι αἱ ἰαμβικαί, τῇ δὲ 1ῃ, 6ῃ καὶ 14ῃ Ἰανουαρίου ἀμφότεραι.) ᾨδὴ α. Ἦχος β. Στείβει θαλάσσης * κυματούμενον σάλον, Ἤπειρον αὖθις, * Ἰσραήλ, δεδειγμένον. Μέλας δὲ πόντος * τριστάτας Αἰγυπτίων 10

Ἔκρυψεν ἄρδην * ὑδατόστρωτος τάφος Ῥώμῃ κραταιᾷ * δεξιᾶς τοῦ Δεσπότου. ᾨδὴ γ. Ὅσοι παλαιῶν * ἐκλελύμεθα βρόχων, Βορῶν λεόντων * συντεθλασμένων μύλας, Ἀγαλλιῶμεν * καὶ πλατύνωμεν στόμα, Λόγῳ πλέκοντες * ἐκ λόγων μελῳδίαν, ᾯ τῶν πρὸς ἡμᾶς * ἥδεται δωρημάτων. ᾨδὴ δ. Πυρσῷ καθαρθεὶς * μυστικῆς θεωρίας, Ὑμνῶν προφήτης * τὴν βροτῶν καινουργίαν, Ῥήγνυσι γῆρυν * Πνεύματι κροτουμένην, Σάρκωσιν ἐμφαίνουσαν * ἀρρήτου Λόγου, ᾯ τῶν δυναστῶν * τὰ κράτη συνετρίβη. ᾨδὴ ε. Ἐχθροῦ ζοφώδους * καὶ βεβορβορωμένου, Ἰὸν καθάρσει * Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν * ἀπλανῆ τρίβον, Ἄγουσαν ἀπρόσιτον * εἰς θυμηδίαν, Μόνοις προσιτήν, * οἷς Θεὸς κατηλλάγη. ᾨδὴ Ϛ. Ἱμερτὸν ἐξέφηνε * σὺν πανολβίῳ Ἤχῳ Πατήρ, * ὃν γαστρὸς ἐξηρεύξατο. Ναί, φησίν, οὗτος * συμφυὴς γόνος πέλων, Φώταυγος ἐξώρουσεν * ἀνθρώπων γένους, Λόγος τέ μου ζῶν * καὶ βροτὸς προμηθείᾳ. ᾨδὴ ζ. Ἔφλεξε ῥείθρῳ * τῶν δρακόντων τὰς κάρας, Ὁ τῆς καμίνου * τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν * εὐσεβεῖς κατευνάσας Τὴν δυσκάθεκτον * ἀχλὺν ἐξ ἁμαρτίας Ὅλην πλύνει δὲ * τῇ δρόσῳ τοῦ Πνεύματος. ᾨδὴ η. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον, * ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Ἐλευθέρα μὲν * ἡ κτίσις γνωρίζεται Υἱοὶ δὲ φωτὸς * οἱ πρὶν ἐσκοτισμένοι. Μόνος στενάζει * τοῦ σκότους ὁ προστάτης. Νῦν εὐλογείτω * συντόνως τὸν αἴτιον Ἡ πρὶν τάλαινα * τῶν ἐθνῶν παγκληρία. Ὁ διάκονος Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνομεν. Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ Στίχ. α. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Στίχ. β. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. γ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. δ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. ε. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Στίχ. Ϛ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. Τὴν τιμιωτέραν τῶν Χερουβίμ... Καταβασία. ᾨδὴ θ. Μεγάλυνον, ψυχή μου, * τὴν λυτρωσαμένην * ἡμᾶς ἐκ τῆς κατάρας. Ὢ τῶν ὑπὲρ νοῦν* τοῦ τόκου σου θαυμάτων, Νύμφη πάναγνε, * Μῆτερ εὐλογημένη! Δι ἧς τυχόντες * παντελοῦς σωτηρίας, 11

Ἐπάξιον κροτοῦμεν * ὡς εὐεργέτῃ, Δῶρον φέροντες * ὕμνον εὐχαριστίας. Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. Ἀναστάσιμον Ἐξαποστειλάριον Ζ. Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, μύστης Χριστοῦ, ὃν ἠγάπα ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕ ως εἶδον. Τῆς ἑορτῆς. Ἦχος γ. Ἐπεσκέψατο ἡμᾶς. Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε καὶ γὰρ ἦλθεν ἐ φάνη, τὸ φῶς τὸ ἀπρόσιτον. ΑΙΝΟΙ Ἦχος δ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. Ἡ Στιχολογία (Ψαλμοὶ ρμη, ρμθ ) καί Στιχηρὰ Ἀναστάσιμα. Ἦχος δ. Στίχ. α. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν ἀνάστασιν. Στίχ. β. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας ἐν δὲ τῇ ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας διὸ βοῶμέν σοι Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. Στίχ. γ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Στίχ. δ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος. Καὶ τῆς ἑορτῆς, ἐκ τοῦ Μηναίου, τῶν αἴνων τῆς Ϛ Ἰανουαρίου ὡς μεθέορτα, ἰδιόμελα δ.* Ἦχος α. Γερμανοῦ τοῦ Πατριάρχου. Στίχ. ε. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. Στίχ. Ϛ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 12

Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀ νεκαίνισας. Στίχ. ζ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι. Στίχ. η. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ ἡ μῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λουτροῦ σωτηρία, δι ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι. * Ὡς πρὸς τὰ ψαλτέα μεθέορτα τῶν αἴνων σημειοῦμεν τὰ ἑ ξῆς. α) Εἰς τὰ λειτουργικὰ βιβλία τῆς Ἐκκλησίας δὲν ἐπιγράφονται ὕμνοι τινὲς ὡς μεθέορτοι, ἀλλ οὕτω καλοῦνται ὕμνοι τῆς ἑορτῆς, ἐφόσον ψάλλονται κατὰ τὴν μεθέορτον περίοδον. β) Τὰ ἀπαντώμενα εἰς τὰς μεθεόρτους ἡμέρας προσόμοια πρὸς τὰ «Αἱ ἀγγελικαὶ» καὶ «Οἶκος τοῦ Ἐφραθᾶ» ὁρίζονται ὡς ἀπόστιχα τοῦ ἑσπερινοῦ καὶ τοῦ ὄρθρου, διὰ τοῦτο κατ ἀκρίβειαν δὲν ψάλλονται εἰς τὸ «Πᾶσα πνοὴ» οὔτε εἰς τὸ «Κύριε, ἐκέκραξα», ὡς ἐμφαίνεται καὶ ἐν τῇ Παρακλητικῇ. Βλ. καὶ Ἡμερολόγιον τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἔτους 1970, σελ. 196 197. Δόξα. Ἑωθινὸν Ζ. Ἦχος βαρύς. Ἰδοὺ σκοτία καὶ πρωί καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς ἀλλ ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν ἀνάστασιν ἐτεκμήραντο, καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ ὧν καὶ δι ὧν, καὶ ἡμεῖς πιστεύσαντες, ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν. Καὶ νῦν. Θεοτοκίον. Ὑπερευλογημένη ὑπάρχεις, * Θεοτόκε Παρθένε * διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, * ὁ ᾅδης ᾐχμαλώτισται, * ὁ Ἀδὰμ ἀνακέκληται, * ἡ κατάρα νενέκρωται, * ἡ Εὔα ἠλευθέρωται, * ὁ θάνατος τεθανάτωται, * καὶ ἡμεῖς ἐζωοποι ήθημεν * διὸ ἀνυμνοῦντες βοῶμεν * Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, * ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Καὶ εὐθὺς ψάλλεται εἰς τὸν ἦχον τῆς Κυριακῆς Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ Δόξα σοι τῷ δείξαντι τὸ φῶς. * Δόξα ἐν ὑψίστοις Θεῷ * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, * εὐλογοῦμέν σε, * προσκυνοῦμέν σε, * δοξολογοῦμέν σε, * εὐχαριστοῦμέν σοι * διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, * ἐπουράνιε Θεέ, * Πάτερ παντοκράτορ * Κύριε Υἱὲ μονογενές, * Ἰησοῦ Χριστέ, * καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, * ὁ ἀμνὸς τοῦ Θεοῦ, * ὁ Υἱὸς τοῦ Πατρός, * ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, * ἐλέησον ἡμᾶς, * ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, * ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, * καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, * σὺ εἶ μόνος Κύριος, * Ἰησοῦς Χριστός, * εἰς δόξαν Θεοῦ Πατρός. Ἀ μήν. Καθ ἑκάστην ἡμέραν εὐλογήσω σε * καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα * καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καταξίωσον, Κύριε, * ἐν τῇ ἡμέρᾳ ταύτῃ * ἀ ναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, * ὁ Θεὸς τῶν πατέρων ἡ μῶν, * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου * εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, * τὸ ἔλεός σου ἐφ ἡμᾶς, * καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε * δίδαξόν με τὰ δικαιώματά σου. (ἐκ γ ) 13

Κύριε, * καταφυγὴ ἐγενήθης ἡμῖν * ἐν γενεᾷ καὶ γενεᾷ. * Ἐγὼ εἶπα * Κύριε, ἐλέησόν με * ἴασαι τὴν ψυχήν μου, * ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον * δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, * ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς * ἐν τῷ φωτί σου ὀ ψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου * τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. (ἐκ γ ) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ πάλιν ἰσχυροτέρᾳ φωνῇ Ἅγιος ὁ Θεός, * ἅγιος ἰσχυρός, * ἅγιος ἀθάνατος * ἐλέησον ἡμᾶς. Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος δ. Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν * ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου * καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν * καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον * τὸ νῖκος ἔδωκεν ἡμῖν * καὶ τὸ μέγα ἔλεος. * * ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Ὁ διάκονος τὰ εἰρηνικὰ καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι πρέπει σοι πᾶσα δόξα [Τὰ τυπικά, οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς δ & δ ἐκ τῆς Ϛ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς.] Τὰ Ἀντίφωνα τῆς ἑορτῆς. Ἀντίφωνον Α. Ἦχος β. Ψαλμὸς ριγ (113). Στίχ. α. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. (ριγ 1 2) Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς. Στίχ. β. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. (ριγ 3) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σοί, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; (ριγ 5) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. (ριγ 7) Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι σὸν τὸ κράτος... Ἀντίφωνον Β. Ἦχος β. Ψαλμὸς ριδ (114). Στίχ. α. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. (ριδ 1) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰ ωάννου βαπτισθείς, * ψάλλοντάς σοι, Ἀλληλούϊα. Στίχ. β. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. (ριδ 2) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. γ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. (ριδ 3) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Στίχ. δ. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. (ριδ 5) Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, Δόξα. Καὶ νῦν. Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, * ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, * εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος 14

τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡ μᾶς. Ὁ διάκονος τὴν μικρὰν συναπτὴν καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος... Ἀντίφωνον Γ. Ἦχος α. Ψαλμός ριζ (117). Στίχ. α. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 1) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Στίχ. β. Εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (ριζ 2) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... Στίχ. γ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔ λεος αὐτοῦ. (ριζ 4) Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε... ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ Εἰσοδικόν. Ἦχος β. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν). Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. Τὸ ἀναστάσιμον ἀπολυτίκιον. (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Τὸ ἀπολυτίκιον τῆς ἑορτῆς. Ἦχος α. Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀ σφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι. Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. Κοντάκιον τῆς ἑορτῆς. (τῇ Ϛ Ἰανουαρίου). (ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον) Ἦχος δ. Αὐτόμελον. Ἐπεφάνης σήμερον * τῇ οἰκουμένῃ, * καὶ τὸ φῶς σου, Κύριε, * ἐσημειώθη ἐφ ἡμᾶς, * ἐν ἐ πιγνώσει ὑμνοῦντάς σε * Ἦλθες, ἐφάνης, * τὸ φῶς τὸ ἀπρόσιτον. ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ ΑΠΟΣΤΟΛΟΣ Τῆς Κυριακῆς μετὰ τὰ Φῶτα. Προκείμενον καὶ Ἀλληλούϊα τῆς ἡμέρας. Προκείμενον. Ἦχος α. (Ψαλμὸς λβ ). Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Ἐφεσ. δ 7 13) Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις». Τὸ δὲ «ἀνέβη» τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. 15

Ἀλληλούϊα (γ ). Ἦχος πλ. α. (Ψαλμὸς πη ). Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶν τὴν ἀ λήθειάν σου ἐν τῷ στόματί μου. Ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀ λήθειά σου. ΕΥΑΓΓΕΛΙΟΝ Τῆς Κυριακῆς μετὰ τὰ Φῶτα. Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα. (Ματθ. δ 12 17) Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν Ναζαρέτ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος Γῇ Ζαβουλὼν καὶ γῇ Νεφθαλείμ, ὁ δὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ γίνεται τὸ κήρυγμα τοῦ θείου λόγου. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου. Εἰς τό Ἐξαιρέτως τῆς Παναγίας Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν, * τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν. Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Μετὰ τὴν μετάδοσιν. Ἦχος β. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ, * ἀδιαίρετον Τριάδα προσκυνοῦντες * αὕτη γὰρ ἡμᾶς ἔσωσεν. Εἰς τό Πάντοτε, νῦν καὶ ἀεί Ἦχος β. Πληρωθήτω τὸ στόμα ἡμῶν * αἰνέσεώς σου, Κύριε, * ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, * ὅτι ἠξίωσας ἡμᾶς * τῶν ἁγίων σου μετασχεῖν μυστηρίων * τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, * ὅλην τὴν ἡμέραν * μελετῶντας τὴν δικαιοσύνην σου. * Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ ) Ἀπόλυσις Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν... Δι εὐχῶν... Ἀμήν. * * ΣΥΜΠΛΗΡΩΜΑ ᾨδαὶ δ θ τῶν κανόνων. ᾨδὴ δ. Ὁ ἀναστάσιμος. Ἦχος δ. Ὁ εἱρμός. Ἐπαρθέντά σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα Δόξα τῇ δυνάμει σου Κύριε. Τροπάρια. Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας διό σοι κραυγάζομεν Δόξα τῇ δυνάμει σου Κύριε. 16

Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται ἡμεῖς δὲ βοῶμέν σοι Δόξα τῇ δυνάμει σου Κύριε. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν. Ὁ β τῆς ἑορτῆς. ᾨδὴ δ. Ἦχος β. Πυρσῷ καθαρθείς. Πεμφθεὶς ὁ Πατρὸς παμφαέστατος Λόγος, Νυκτὸς διῶσαι τὴν καχέσπερον σχέσιν, Ἔκριζον ἥκεις, καὶ βροτῶν ἁμαρτίας, Υἷας συνελκῦσαί τε τῇ σῇ Βαπτίσει, Μάκαρ φαεινούς, ἐκ ῥοῶν Ἰορδάνου. (δίς) Δόξα. Αὐτὸν προσιδὼν τὸν περίκλυτον Λόγον, Τρανῶς ὁ Κήρυξ ἐκβοᾶται τῇ κτίσει. Οὗτος προών μου, δεύτερος τῷ σαρκίῳ. Σύμμορφος ἐξέλαμψεν ἐνθέῳ σθένει, Ἔχθιστον ἡμῶν ἐξελεῖν ἁμαρτίαν. Καὶ νῦν. Νομὴν πρὸς αὐτὴν τὴν φερέσβιον φέρων, Θηρᾷ δρακόντων φωλεοῖς ἐπιτρέχων Ἄπλητα κύκλα καββαλὼν Θεὸς Λόγος, Πτέρνῃ τε τὸν πλήττοντα παμπήδην γένος, Τοῦτον καθειργνύς, ἐκσαώζει τὴν κτίσιν. ᾨδὴ ε. Ὁ ἀναστάσιμος. Ἦχος δ. Ὁ εἱρμός. Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας Φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Τροπάρια. Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος. Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτῖρμον, τῇ θείᾳ ἀναστάσει σου. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὲ ὅπλον ἀῤῥαγές, κατ ἐχθρῶν προβαλλόμεθα σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. Ὁ β τῆς ἑορτῆς. ᾨδὴ ε. Ἦχος β. Ἐχθροῦ ζοφώδους. Ἀθρῶν ὁ Πλάστης ἐν ζόφῳ τῶν πταισμάτων, Σειραῖς ἀφύκτοις, ὃν διαρθροῖ δακτύλοις, Ἵστησιν ἀμφ ὤμοισιν ἐξάρας ἄνω, Νῦν ἐν πολυῤῥύτοισι δίναις ἐκπλύνων, Αἴσχους παλαιοῦ τῆς Ἀδὰμ καχεξίας. (δίς) Δόξα. Μετ εὐσεβείας προσδράμωμεν εὐτόνως, Πηγαῖς ἀχράντοις ῥεύσεως σωτηρίου, Λόγον κατοπτεύοντες ἐξ ἀκηράτου, Ἄντλημα προσφέροντα δίψης ἐνθέου, Κόσμου προσηνῶς ἐξακεύμενον νόσον. Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ στ. Ὁ ἀναστάσιμος. Ἦχος δ. Ὁ εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι. Τροπάρια. Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕ ψους κατέῤῥαξας τὸν Ἀδὰμ δέ, ἀηττήτῳ παλάμῃ ἀνέστησας. Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θε ὸς εὐφροσύνης ἐπλήρωσας. 17

Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν. Ὁ β τῆς ἑορτῆς. ᾨδὴ Ϛ. Ἦχος β. Ἱμερτὸν ἐξέφηνε. Ἐκ ποντίου λέοντος ὁ τριέσπερος, Ξένως Προφήτης ἐγκάτοις φλοιδούμενος, Αὖθις προῆλθε, τῆς παλιγγενεσίας, Σωτηρίαν δράκοντος ἐκ βροτοκτόνου, Πᾶσι προφαίνων, τῶν χρόνων ἐπ ἐσχάτων. (δίς) Δόξα. Ἀνειμένων Πόλοιο παμφαῶν πτυχῶν, Μύστης ὁρᾷ πρὸς Πατρὸς ἐξικνούμενον, Μένον τε Πνεῦμα τῷ παναχράντῳ Λόγῳ, Ἐπελθὸν ὡς πέλειαν ἀφράστῳ τρόπῳ, Δήμοις τε φαίνει, προσδραμεῖν τῷ Δεσπότῃ. Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ ζ. Ὁ ἀναστάσιμος. Ἦχος δ. Ὁ εἱρμός. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι παῖδες τῇ περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Τροπάρια. Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε Δέσποινα. Ὁ β τῆς ἑορτῆς. ᾨδὴ ζ. Ἦχος β. Ἔφλεξε ῥείθρῳ. Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα, Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην. Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον, Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον, Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον. (δίς) Δόξα. Ἀποῤῥαγέντος τοῦ Ἰορδάνου πάλαι, Ἰσθμῷ περᾶται λαὸς Ἰσραηλίτης, Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν, Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων, Πρὸς τὴν ἄῤῥευστον καὶ ἀμείνονα τρίβον. Καὶ νῦν. Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν, Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν, Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν, Δι εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν. ᾨδὴ η. Ὁ ἀναστάσιμος. Ἦχος δ. Ὁ εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Τροπάρια. Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος, Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζη 18

τεῖτε ὡς θνητόν; ὄντως ἠγέρθη Χριστός, ᾧ βο ῶμεν Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Θεοτοκίον. Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός ὅθεν πάντες σέ, εὐλογοῦμεν Μαρία θεόνυμφε. Ὁ β τῆς ἑορτῆς. ᾨδὴ η. Ἦχος β. Ἐλευθέρα μὲν ἡ κτίσις. Τριττοὶ θεουδεῖς ἐμπύρως δροσούμενοι, Αἰγλῆντα τριτταῖς παμφαῶς ἁγιστείαις, Σαφῶς ἐδήλουν τὴν ὑπέρτατον φύσιν, Μίξει βροτείᾳ πυρπολοῦσαν ἐν δρόσῳ, Εὐκτῶς ἅπασαν τὴν ὀλέθριον πλάνην. (δίς) Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. Λευχειμονείτω πᾶσα γήϊνος φύσις, Ἐκπτώσεως νῦν οὐρανῶν ἐπηρμένη ᾯ γὰρ τὰ πάντα συντετήρηται Λόγῳ, Νάουσι ῥείθροις ἐκπλυθεῖσα πταισμάτων, Τῶν πρὶν πέφευγε παμφαῶς λελουμένη. Καὶ νῦν. Τὸ αὐτό. ᾨδὴ θ. Ὁ ἀναστάσιμος. Ἦχος δ. Ὁ εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν. Τροπάρια. Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου ὃ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι εὐσπλαγχνίαν πολλήν. Οἱ σοὶ Μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον Ὄντως ἐγήγερται ὁ Κύριος! Τριαδικόν. Στίχ. Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Μονάδα μὲν θείας οὐσίας, ἀλλ ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦντες, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν. Ὁ β τῆς ἑορτῆς. ᾨδὴ θ. Ἦχος β. Ὢ τῶν ὑπὲρ νοῦν. Ἴδμεν τὰ Μωσεῖ, τῇ βάτῳ δεδειγμένα, Δεῦρο ξένοις, θεσμοῖσιν ἐξειργασμένα Ὡς γὰρ σέσωσται, πυρφοροῦσα Παρθένος, Σελασφόρον τεκοῦσα, τὸν εὐεργέτην, Ἰορδάνου τε, ῥεῖθρα προσδεδεγμένα. (δίς) Δόξα. Χρίεις τελειῶν, τὴν βρότειον οὐσίαν, Ἄναξ ἄναρχε, Πνεύματος κοινωνίᾳ, Ῥοαῖς ἀχράντοις, ἐκκαθάρας καὶ σκότους, Ἰσχὺν θριαμβεύσας τε, τὴν ἐπηρμένην, Νῦν εἰς ἄληκτον, ἐξαμείβεαι βίον. Καὶ νῦν. Τὸ αὐτό. * * 19