ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΝΕΟΦΑΝΩΝ ΕΝΔΟΞΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟΥ ΚΑΙ ΕΙΡΗΝΗΣ

Σχετικά έγγραφα
Το βιβλίο των Ψαλμών είναι ένα από τα 49 βιβλία της Παλαιάς Διαθήκης. Περιέχει 150 Ψαλμούς, ποιήματα ή «θρησκευτικά τραγούδια». Η θρησκευτική ποίηση

ΜΑΡΤΙΟΣ Θ 2014 ΚΥΡΙΑΚΗ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ Η ΛΙΤΑΝΕΥΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΕΙΚΟΝΩΝ

Κ Α Ν Ω Ν Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Ε Ι Σ Τ Ο Ν Α Γ Ι Ο Ν Ι Ε Ρ Ο Μ Α Ρ Τ Υ Ρ Α Σ Ε Ρ Α Φ Ε Ι Μ

Ο ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Κανὼν τοῦ Γερασίμου εἰδικὸς ἐπὶ ἐμπρησμοῖς δασῶν. βλ. Θεοτοκάριον Γερασίμου σελ.334

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ χωρὶς Ἱερέα

ΠΑΡΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ. ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος 4 καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (7/8/15)

7 ΑΥΓΟΥΣΤΟΥ 2012 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ (06/08/12) Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

- 1 / 15 - ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

10 ΜΑΡΣΙΟΤ 2017 Σῇ Παρασκευῇ τῆς Β Ἑβδομάδος ἑσπέρας ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Β τάσεως τῶν Χαιρετισμῶν

5 ΑΥΓΟΥΣΤΟΥ 2013 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Προέδρου τῆς Ιερᾶς Συνόδου τῶν Ενισταμένων. Μικρὸ Προσευχητάρι. Εκδοσις δ βελτιωμένη καὶ ἐπηυξημένη

5 ΑΥΓΟΥΣΤΟΥ 2015 Προεόρτια τῆς Μεταμορφώσεως Εὐσιγνίου μάρτυρος ( 362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Παρακλητικός κανών καί Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν

Κυριακή 28 Ὀκτωβρίου 2018

24 ΑΠΡΙΛΙΟΥ 2016 Τῼ ΣΑΒΒΑΤῼ ΤΟΥ ΛΑΖΑΡΟΥ ΕΣΠΕΡΑΣ

25 ΜΑΡΤΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ * * * * *

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

ΠΑΡΑΚΛΗΤΙΚΗ. Ορθροσ Δευτερασ ΜΕ ΟΛΗ ΤΗΝ ΤΥΠΙΚΗ ΔΙΑΤΑΞΗ ΤΟΥ ΟΡΘΡΟΥ ΣΕ ΟΛΟΥΣ ΤΟΥΣ ΗΧΟΥΣ ΤΟΜΟΣ 1

EDU IT i Ny Testamente på Teologi. Adjunkt, ph.d. Jacob P.B. Mortensen

12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ". ΟΡΘΟΔΟΞΟΣ ΤΥΠΟΣ ΕΤΟΥΣ 2004 ΦΥΛΛΑ

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. (Ὁ Λαὸς ἐγείρεται.) Ὁ Ἱερεύς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

αὐτόν φέρω αὐτόν τὸ φῶς τὸ φῶς αὐτόν τὸ φῶς ὁ λόγος ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω αὐτόν

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ

Μεγαλο Αποδειπνο. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἡ Εὐχὴ κατὰ τῆς Μαγείας. καὶ. Ἡ Ἱερὰ Παράκλησις τῶν Ἁγίων Κυπριανοῦ καὶ Ἰουστίνης

18 ΟΚΤΩΒΡΙΟΥ Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Τῌ ΤΕΤΑΡΤῌ ΕΣΠΕΡΑΣ (17/10/12)

23 ΦΕΒΡΟΥΑΡΙΟΥ 2018 ΑΚΟΛΟΤΘΙΑ ΣΟΤ ΜΙΚΡΟΤ ΑΠΟΔΕΙΠΝΟΤ Μετὰ τῆς Α τάσεως τῶν Χαιρετισμῶν

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗΝ. Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος πλ. δ.

23 ΜΑΡΤΙΟΥ 2008 ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

27 ΙΑΝΟΥΑΡΙΟΥ 2008 Κυριακή ΙΕ ΛΟΥΚΑ (ΤΟΥ ΖΑΚΧΑΙΟΥ). Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.

ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΙΕΡΕΥΣ

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 1. Δευτερα

Παρακλητικός Κανών εἰς τὸν Ἅγιον Νικόλαον Πλανᾶν (προστάτη τῶν ἐγγάμων)

1 ΙΟΥΛΙΟΥ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις

10 ΑΠΡΙΛΙΟΥ Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ. βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ. Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

13 ΑΥΓΟΥΣΤΟΥ 2019 Τῌ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ (12/8/19)

Παρακλητικός Κανών στον Άγιο Κοσμά τον Αιτωλό

1 ΙΟΥΛΙΟΥ 2015 ΤΕΤΑΡΤΗ +Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων. ( 284).

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν

1 ΑΠΡΙΛΙΟΥ 2016 Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Γ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

9 ΝΟΕΜΒΡΙΟΥ 2012 ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

1 ΙΟΥΛΙΟΥ Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΕΦΡΑΙΜ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

Ὁ Μικρὸς Παρακλητικὸς Κανόνας. Οἱ Χαιρετισμοὶ

8 ΝΟΕΜΒΡΙΟΥ 2012 Πέμπτη. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ ΑΠΟΛΥΤΙΚΙΑ

10 ΥΕΒΡΟΤΑΡΙΟΤ 2012 Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Φαραλάμπους.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ ἣν ἐκφώνησις. Ἦχος α. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ΤΗ ΚϚ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη Μεγαλομ. Δημητρίου.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΕΟΡΤΗ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὔπλου. Τῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ. Ἦχος Βαρύς.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ει εις πο ο ολ λα α α α Μ ε τη η η η Δε ε ε

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 3. Τεταρτη

26 ΟΚΤΩΒΡΙΟΥ Τοῦ Αγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου. Ανάμνησις τοῦ γεγονότος σεισμοῦ ( 740 ).

Ηχος πλ. δ ἑωθινὸν ϛ. ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ. Μετὰ τὸν Ἑξάψαλμον,... Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... Ἦχος πλ.δ' ὁ α χορὸς Ἀμήν.

ΠΑΡΑΚΛΗΤΙΚΗ. Με Ολη Την Τυπικη Διαταξη Του. Εσπερινου - Ορθρου - Θειασ Λειτουργιασ. Σε Ολουσ Τουσ Ηχουσ ΤΟΜΟΣ 2. Τριτη

14 ΝΟΕΜΒΡΙΟΥ Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ Θ' ΩΡΑΣ. Τεσσαρακοστῆς. Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΕΤΑΡΤῌ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

17 ΙΑΝΟΥΑΡΙΟΥ Αντωνίου ὁσίου τοῦ μεγάλου ( 356). Αντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ιωαννίνοις ( 1838).

24 ΑΥΓΟΥΣΤΟΥ 2012 ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ

13 ΝΟΕΜΒΡΙΟΥ 2015 Ιωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ( 407)

Ὁ πιστὸς φίλος. Πιστεύω¹ τῷ φίλῳ. Πιστὸν φίλον ἐν κινδύνοις γιγνώσκεις². Ὁ φίλος τὸν

1 ΙΟΥΛΙΟΥ 2012 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἀναργύρων τῶν ἐν Ῥώμῃ ( 284). Ἦχος γ. Ἑωθινὸν δ.

30 ΙΟΥΝΙΟΥ 2013 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων. Ἦχος πλ. δ. Ἑωθινὸν α.

παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα παρθένος.

5 ΔΕΚΕΜΒΡΙΟΤ Σοῦ Ὁσίου καί Θεοφόρου Πατρός ἡμῶν άββα τοῦ Ἡγιασμένου

Noun: Masculine, Κύριος - D2.1 Meaning: Lord, Master. Noun: Neuter, ἔργον - D2.2 Meaning: work

12 ΔΕΚΕΜΒΡΙΟΥ Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333). ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ

ΚΥΡΙΑΚΗ Ε' ΤΩΝ ΝΗΣΤΕΙΩΝ Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ. ΚΥΡΙΑΚΗ ΠΛ Α' ΗΧΟΣ

12 ΔΕΚΕΜΒΡΙΟΥ 2012 Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ ( 348). Ιωάννου ὁσίου, ἐπισκόπουζιχνῶν ( 1333).

Ὅτι σὸν τὸ κράτος ΚΥΡΙΑΚΗ Τῶν Ἁγίων Πάντων. Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Ἦχος πλ. δ. Ἑωθινόν Α

20 ΙΟΥΛΙΟΥ 2013 Tοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου.

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ ΠΑΡΑΣΚΕΥΗ. Μνήμη του Οσίου Παϊσίου του Αγιορείτου. Β ΗΧΟΣ. ΕΣΠΕΡΙΝΟΣ

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΡΙΤῌ

ει εις πο ο ολ λα α α α

Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΤΡΙΤῌ

Τῌ Α ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. ΤΥΠΙΚΟΝ

12 ΙΟΥΛΙΟΥ 2015 ΚΥΡΙΑΚΗ Ϛ ΜΑΤΘΑΙΟΥ Παϊσίου τοῦ Ἁγιορείτου Ὁσίου ( 1994). Πρόκλου καὶ Ἱλαρίου τῶν μαρτύρων. Ἦχος πλ. α. Ἑωθινὸν Ϛ.

31 ΑΥΓΟΥΣΤΟΥ Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

Ὅτι σὸν τὸ κράτος. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Στίχ, β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

ὁ β χορός Δόξα Πατρί...Καὶ νῦν... Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς,

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΓΑΜΟΥ. Ἐπιμέλεια: Στέφανος Σουλδάτος Καλλιτεχνικό Μελώδημα (Εργαστήρι Παραδοσιακής Μουσικής

Θ ΩΡΑ & ΠΡΟΗΓ. Θ-Λ ΤΕΤΑΡΤΗΣ Α ΕΒΔΟΜΑΔΟΣ

12 ΔΕΚΕΜΒΡΙΟΥ 2011 Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σπυρίδωνος, Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.

16 ΝΟΕΜΒΡΙΟΥ 2014 ΚΥΡΙΑΚΗ ΚΓ (Η ΛΟΥΚΑ) Ματθαίου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Ἦχος πλ. β. Ἑωθινὸν α. (τυπικὸν 16ης Νοεμβρίου 2 3).

1 ΙΟΥΛΙΟΥ ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ +Μμήμη τῶμ Ἁγίωμ καὶ θαυματουργῶμ Ἀμαργύρωμ, Κοσμᾶ καὶ Δαμιαμοῦ, τῶμ ἐμ Ῥώμῃ τελειωθέμτωμ

1 ΑΠΡΙΛΙΟΥ 2016 ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ Τῇ Παρασκευῇ τῆς Γ Ἑβδομάδος ἑσπέρας Μετὰ τῆς Γ Στάσεως τῶν Χαιρετισμῶν

Συναπτὴ μικρά, μεθ ἣν ἐκφώνησις Ὅτι σὸν τὸ κράτος...

12 ΙΟΥΛΙΟΥ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΪΣΙΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

18 ΙΑΝΟΥΑΡΙΟΥ 2013 Αθανασίου ( 373) καὶ Κυρίλλου ( 444) πατριαρχῶν Αλεξανδρείας.

ΑΚΟΛΟΥΘΙΑ. Σοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Ἐπισκόπου Πενταπόλεως τοῦ Θαυματουργοῦ

Liturgia praesanctificatorum. Λειτουργία κατηχουμένων

Transcript:

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΝΕΟΦΑΝΩΝ ΕΝΔΟΞΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΡΑΦΑΗΛ, ΝΙΚΟΛΑΟΥ ΚΑΙ ΕΙΡΗΝΗΣ ΑΔΕΛΦΟΤΗΣ ΑΓΙΟΥ ΡΑΦΑΗΛ ΕΙΣ ΑΝΩ ΣΟΥΛΙ ΜΑΡΑΘΩΝΟΣ Ὁ Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης Ἀμήν. Ψαλμός ρμβ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γὴν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ 1

ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοῖ ἤλπισα Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί. Ἦχος δ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. αʹ Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. βʹ Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Στίχ. γʹ Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἦχος δ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. Τῇ τῶν μαρτύρων θαυμαστῇ προστασίᾳ, τῶν ἐν Θερμῇ ἡμῖν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες Ραφαὴλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς, τοὺς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγοντας. Ἦχος δ. Ταχὺ προκατάλαβε. 2

Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἐν Σούλι ἐμφανίσθητε, ἐν Θείῳ ὁράματι καὶ ἡγιάσατε αὐτό. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον. Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν. Ὁ Ν ψαλμὸς (50) Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν 3

Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Ὠδὴ α. Ἦχος πλ. δ. Ὑγρὰν διοδεύσας. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Συνόντες Μαρτύρων θείοις χοροῖς, Ραφαὴλ παμμάκαρ, καὶ Νικόλαε ἱερέ, ἅμα σὺν Εἰρήνῃ δυσωπεῖτε, πολυειδῶν ἡμᾶς ρύεσθαι θλίψεων. Κευθμώνων ὡς ὤφθη ἀπὸ τῆς γῆς, τὸ θεῖόν σου σκῆνος, ἁγιάζει τοὺς εὐσεβεῖς ἀλλ ὦ Ραφαὴλ θαυματοφόρε, ἁγιασμὸν ἡμῖν δίδου καὶ λύτρωσιν. Ἐφάνησαν ἄνθη ὡς νοητά, ὑμῶν τὰ ὀστέα, ὧν ἡ χάρις ἡ μυστική, Νικόλαε ἅμα καὶ Εἰρήνη, τὴν δυσωδίαν διώκει τῶν θλίψεων. Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, βλῦσόν μοι Παρθένε, σωτηρίας τὸν γλυκασμόν, καὶ λῦσον πικρίαν τῆς ψυχῆς μου, ἥν τῶν παθῶν μου τὸ πλῆθος ἐνέσταξε. Ὠδὴ γ. Οὐρανίας ἁψίδος. Ἡ πλουσία σου χάρις, παρὰ Θεοῦ Ἅγιε, πᾶσι θαυμαστῶς ἐνεργοῦσα, νέμει τὰ κρείττονα διὸ τοῖς σπεύδουσιν, ὦ Ραφαὴλ τῇ σῇ σκέπῃ, δίδου τὰ ἰάματα, ψυχῆς καὶ σώματος. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἠθληκότες νομίμως, ὑπὲρ Χριστοῦ Μάρτυρες, πάσης ἀνομίας καὶ βλάβης, τοῦ πολεμήτορος, ἡμᾶς λυτρώσασθε, σὺν Νικολάῳ, Εἰρήνῃ, ταῖς πρὸς τὸν Οἰκτίρμονα, ὑμῶν δεήσεσι. 4

Μυστηρίων ἐνθέων, ὡς ἀληθῶς ἔκβασις, γέγονεν ὑμῶν ἐν τῷ κόσμῳ, ἡ ἀποκάλυψις, ὦ Ραφαὴλ ἱερέ, σὺν Νικολάῳ Εἰρήνῃ ὅθεν ἡμῖν νείματε, φόβον τὸν ἔνθεον. Ὡς περίδοξος θρόνος, καὶ φωταυγὲς σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, κόρη πανάμωμε, σκεῦος φωτὸς ἁγνοῦ βίου, τὴν ψυχήν μου ποίησον, ὡς ἂν σωθήσωμαι. Διάσωσον, ὦ Ραφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων. Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. Ὁ Ἱερεὺς: Αἴτησις Κάθισμα Ἦχος β. Πρεσβεία θερμή. Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε, καὶ πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε, παραδόξοις ὄψεσι, τὰ αἰτήματα Ἅγιοι πάντοτε διὰ τοῦτο ὑμνοῦμεν ὑμᾶς, σοφὲ Ραφαὴλ τε καὶ Νικόλαε. Ὠδὴ δ. Εἰσακήκοα Κύριε. Νοσημάτων ἀπάλλαξον, Πάτερ Ραφαήλ, καὶ πάσης κακώσεως, ἀοράτῳ ἐπισκέψει σου, τοὺς τὸ σὸν φωνοῦντας μέγα ὄνομα. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἐκλυτρούμενοι φάνητε, τῆς τοῦ ἀοράτου ἐχθροῦ ἐπιθέσεως, ὦ Εἰρήνη καὶ Νικόλαε, τοὺς εἰλικρινῶς ὑμῖν προστρέχοντας. Σωτηρίαν αἰτήσασθε, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Ραφαὴλ τὲ καὶ Νικόλαε, καὶ Εἰρήνη πᾶσιν ὑμῖν Ἅγιοι. 5

Τῆς ψυχῆς μου τὰ τραύματα, ἴασαι Παρθένε τῇ σῇ χρηστότητι, καὶ ὑγείαν τὴν κατ ἄμφω μοι, καὶ πταισμάτων αἴτει τὴν συγχώρησιν. Ὠδὴ ε. Φώτισον ἡμᾶς. Εἰδόν σε πολλοί, καὶ χαρᾶς πολλῆς ἐπλήσθησαν χαροποίησον οὖν Πάτερ καὶ ἡμῶν, τὴν ζωὴν λελυπημένην πικραῖς θλίψεσι. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἄκουσον ἡμῶν, τῆς φωνῆς θεῖε Νικόλαε, καὶ παράσχου ὦ Εἰρήνη θαυμαστή, τῇ ζωῇ ἡμῶν εἰρήνην ἀστασίαστον. Θεῖοι Ἀθληταί, Ραφαήλ τε καὶ Νικόλαε, καὶ Εἰρήνη τῶν Λεσβίων ἡ χαρά, λυπηρῶν ἡμῶν λυτροῦσθε περιστάσεων. Λύτρωσαι ἡμᾶς, Θεοτόκε Ἀειπάρθενε, μανιώδους τοῦ ἐχθροῦ ἐπιφορᾶς, καθ ἡμῶν ἀεὶ ὡς λέοντος σφαδάζοντος. Ὠδὴ στ. Τὴν δέησιν ἐκχεῶ. Ὁράσεσι, καὶ πολλαῖς θεωρίαις, τοῖς πιστοῖς ἐμφανιζόμενος μάκαρ, τῶν κεκρυμμένων τὴν γνῶσιν ἐκφαίνεις, ἀλλὰ καὶ νῦν μυστικῶς ἐπιφάνηθι, Ὁσιομάρτυς Ραφαήλ, καὶ παράσχου ἡμῖν τὰ αἰτήματα. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Φανέντες, ὡς ἐξ ἀδύτων τῷ κόσμῳ, ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὸν πλοῦτον, πρεσβευτικῶς τοῖς ἀνθρώποις παρέχετε, Νικόλαε μάρτυς στερρέ, καὶ Εἰρήνη σεμνὴ καλλιπάρθενε. Οἱ νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσει ἀριστεύσαντες 6

πάλαι, ὁ Ραφαὴλ ὁ σοφὸς θεηγόρος, καὶ σὺν Εἰρήνῃ ὁ θεῖος Νικόλαος, ἐπιστασίαις ταῖς ὑμῶν, τῶν ἐν βίῳ δεινῶν ἡμᾶς ρύσασθε. Ρυσθῆναί με, τῶν παθῶν τῆς κακίας, καὶ ἁπάσης τοῦ ἐχθροῦ κακουργίας, τῇ σῇ εὐδόκησον Κόρη πρεσβείᾳ, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, καὶ δίδου μοι ὡς ἀγαθή, μετανοίας σωτήριον δάκρυον. Διάσωσον, ὦ Ραφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν. Ὁ Ἱερεὺς: Αἴτησις Κοντάκιον. Ἦχος β. Τοῖς τῶν αἱμάτων σου. Ὡς ἀντιλήπτορες πάντων θερμότατοι, ὦ Ραφαὴλ καὶ θεόφρον Νικόλαε, ἀεὶ βοηθεῖτε τοῖς πάσχουσι, καὶ τῶν παθῶν τὰς ὀδύνας κουφίζετε, ὑμῶν ταχιναῖς ἀντιλήψεσι. Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ. Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Εὐαγγέλιον κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, 7

καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Ὁ Χορός Δόξα Σοι, Κύριε, δόξα Σοι. Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. Προσόμοιον. Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ. β. Ὅλην ἀποθέμενοι. Ἄστρα ὡς νεόφωτα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐκ τῆς Λέσβου λάμψαντες, πάντας καταυγάζετε ἐν τοῖς θαύμασι, Ραφαὴλ μέγιστε, σὺν τῷ Νικολάῳ, καὶ Εἰρήνη καλλιπάρθενε, καὶ διαλύετε, τὴν τῶν παθημάτων σκοτόμαιναν, πιστοῖς ἐπιφαινόμενοι, πλήρεις συμπαθείας καὶ χάριτος ὅθεν ἐκβοῶμεν, ἐν πάσῃ τῇ ζωῇ ἡμῶν σοφοί, μὴ διαλίπῃτε σκέποντες, πάσης περιστάσεως. Ὁ Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου Ὠδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας. Οἱ τὴν σὴν κατιδόντες, Ραφαὴλ θεοφόρε θέαν οὐράνιον, ἐδέξαντο ἐκ ταύτης, φῶς θείας εὐφροσύνης δὸς κἀμοὶ οὖν μακάριε, τῆς βοηθείας τῆς σῆς, τὰς σωτηρίους δόσεις. Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Ἰατρεύειν τὰ πάθη, τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν μὴ παύσησθε, 8

Νικόλαε τρισμάκαρ, καὶ πάνσεμνε Εἰρήνη, καὶ διδόναι ἑκάστοτε, ἀπαλλαγὴν τῶν δεινῶν, καὶ ἀναγκῶν τὴν λύσιν. Γνωρισθέντες τῷ κόσμῳ, ὡς γνωστοὶ τῷ Κυρίῳ πάλαι τυγχάνοντες, λαμπρῶς θαυματουργεῖτε, προφθάνοντες ταχέως, Ραφαὴλ καὶ Νικόλαε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ προστασίᾳ. Ἐξ ἀχράντου γαστρός σου, προελθὼν ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος, μορφῇ τῇ ἀνθρωπίνῃ, προστάτιν σὲ δεικνύει, παντὸς κόσμου Πανάμωμε ὅθεν ἐκ πάσης ἡμᾶς, ἀπάλλαξον ἀνάγκης. Ὠδὴ η. Τὸν Βασιλέα. Ρῶσιν παράσχου, καὶ τὴν κατ ἄμφω ὑγείαν, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, Ραφαὴλ παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσι. Ἄλυπον βίον, ἐν ἀληθεῖ εὐπραγίᾳ, καταξίωσον ἡμᾶς πιστῶς ἀνύειν, ταῖς σαῖς ἱκεσίαις, Νικόλαε θεόφρον. Σθένος μοι δίδου, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, καὶ παράκλησιν ἐν πάσαις ἀθυμίαις, ὦ τριὰς ἁγία, νεοφανῶν Μαρτύρων. Ἴασαι Κόρη, τὴν θλιβομένην ψυχήν μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, τῇ συμπαθεστάτῃ, προνοίᾳ σου Παρθένε. Ὠδὴ θ. Κυρίως Θεοτόκον. Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρὰ Χριστοῦ Ραφαὴλ ἱερώτατε, μέγας προστάτης ἐδείχθης ἡμῶν καὶ στήριγμα. 9

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν. Οἱ Μάρτυρες Κυρίου, οἱ δεδοξασμένοι, σὺν Νικολάῳ Εἰρήνη θεόνυμφε, τῆς τῶν παθῶν ἀδοξίας ἡμᾶς λυτρώσασθε. Ὑψόθεν ἀοράτως, σκέπετε ἀπαύστως, ὦ Ραφαὴλ ἱερὲ καὶ Νικόλαε, σὺν τῇ Εἰρήνῃ τοὺς πίστει ὑμᾶς γεραίροντας. Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη ὅτι ἡμᾶς διασώζεις ἑκάστοτε, καὶ ἀσφαλῶς κατευθύνεις πρὸς θεῖον θέλημα. Μεγαλυνάρια. Ἄξιον ἐστίν, ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν. Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαὴλ τρισμάκαρ, καὶ Σουλίου ὁ ἀρωγός χαίροις Διακόνων, Νικόλαε λαμπρότης χαῖρε σεμνὴ Εἰρήνη, Χριστοῦ ὀσφράδιον. Πάλαι ἐναθλήσαντες καρτερῶς, καὶ ἄρτι γνωσθέντες, ἐν Σουλίῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, Ἅγιοι Μάρτυρες. Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τὴν γνῶσιν, ὡς θεῖοι τοῦ Σωτῆρος, Ὁσιομάρτυρες. Χαίρετε Σουλίου κλέος καινόν, τῆς Μονῆς πολιοῦχοι, καὶ προστᾶται τῶν Μοναχῶν, Ραφαὴλ παμμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, καὶ τῇ σεμνῇ Εἰρήνῃ, πυρσοὶ θεόφωτοι. Χαίρετε κτηθέντες ὡς θησαυροί, πλουτίζοντες πάντας, ἰαμάτων ταῖς δωρεαῖς, Ραφαὴλ θεόφρον, σὺν θείῳ Νικολάῳ, τὸν τόπον τοῦ Σουλίου καθηγιάσαντες. Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, πάσης ρύσασθε συμφορᾶς, Ραφαήλ, Εἰρήνη, ὁμοῦ σὺν Νικολάῳ, τὴν 10

τῶν πταισμάτων λύσιν, ἡμῖν αἰτούμενοι. Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε ἐλέησον. (τρίς) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτῳ τὸ ὄνομά Σου, ἐλθέτῳ ἡ Βασιλεία Σου, γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὁ Ἱερεὺς: Ὅτι Σοῦ ἐστὶν Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε. Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἐν Σούλι ἐμφανίσθητε, ἐν Θείῳ ὁράματι καὶ ἡγιάσατε αὐτό. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον. Ὁ Ἱερεύς: Ἐκτενὴς Δέησις καὶ Ἀπόλυσις. Ἦχος β. Ὅτε ἐκ τοῦ ξύλου. Πάντας τοὺς ἐν πίστει ἀκλινεῖ, τοῖς ὑμῶν ἁγίοις λειψάνοις, φοιτῶντας Ἅγιοι, καὶ πρὸς τὴν ἀντίληψιν, τὴν ὀξυτάτην ὑμῶν, ἀφορῶντας ἑκάστοτε, Ραφαὴλ τρισμάκαρ, Εἰρήνη καὶ Νικόλαε, 11

Θαυματουργοὶ Θαυμαστοί, πάσης ἐπηρείας καὶ βλάβης, λύπης καὶ πικρῶν νοσημάτων, ρύσασθε ὑμῶν τῇ θείᾳ χάριτι. Θεοτοκίον. Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου. Ὁ Ἱερεὺς: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ὁ Χορός: Ἀμήν. Ἕτερον Ἀπολυτίκιο τοῦ Ἁγίου Ραφαήλ. Ἦχος α. Τῆς ἐρήμου πολίτης Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὁσιομαρτύρων τὴν δόξαν Ῥαφαὴλ εὐφημήσωμεν ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ ὄναρ καὶ καθ ὕπαρ ὑπερφυῶς, ὀπτάνεται τοῖς κράζουσι δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα. Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ. Ταχὺ προκατάλαβε Τοῦ θείου Λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθείσης σοι χάριτος σὺ γὰρ Ὁσιομάρτυς, Ῥαφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰάσεις παρέχεις διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα. Μεγαλυνάριον Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ, Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν σεπτόν, ἅμα σὺν Εἰρήνη, τῆς Λέσβου τοὺς προστάτας, ὡς πᾶσι βοηθοῦντας, ὕμνοις τιμήσωμεν. 12