13 ΝΟΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

Σχετικά έγγραφα
ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΟΚΤΩΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

25 ΟΚΤΩΒΡΙΟΥ ΚΥΡΙΑΚΗ ς ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἡ ἐκ τάφου ἔνδοξος Ἀνάστασις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Λάβαρον, Μονὴ Ἁγίου Ἰωάννου τῆς Ρίλας, Βουλγαρία.

9 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ε ΜΑΤΘΑΙΟΥ

7 ΑΠΡΙΛΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

10 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΖ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. ὁ α χορός

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

Θεία Λειτουργία. Ο λαός προσφέρει τα δώρα Συμμετέχει ενεργητικά Αντιφωνική ψαλμωδία. Δρώμενο: Η αναπαράσταση της ζωής του Χριστού

ΙΑΤΑΞΗ ΤΗΣ ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ

Κυριακὴ 8 Δεκεμβρίου. Τὰ προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης καὶ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Ἦχος βαρὺς Ἑωθινὸν β.

Κυριακὴ 18 Νοεμβρίου. Μνήμη τῶν ἁγίων μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Ἦχος βαρύς. Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

10 ΑΠΡΙΛΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΝΗΣΤΕΙΩΝ

Κυριακὴ 3 Φεβρουαρίου. Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου καὶ Ἄννης τῆς Προφήτιδος. Ἦχος β. Ἑωθινὸν β.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΟΚΤΩΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Ϛ ΛΟΥΚΑ

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθίων

ΗΧΟ ΠΛΑΓΙΟ ΔΕΤΣΕΡΟ ΚΤΡΙΑΚΗ

19 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Πέμπτη 13 Ἰουνίου. Ἡ Ἀνάληψις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μνήμη τῆς ἁγίας Μάρτυρος Ἀκυλίνης.

18 ΙΟΥΝΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 1 Δεκεμβρίου. Μνήμη τοῦ ἁγίου Προφήτου Ναοὺμ καὶ τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος. Ἦχος πλ.β - Ἑωθινὸν α

25 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 NOEΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 30 Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γρηγορίου τῆς Μεγάλης Ἀρμενίας. Ἦχος πλ.δ. Ἑωθινὸν στ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

Τῇ κβ τοῦ μηνὸς Σεπτεμβρίου. Μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Φωκᾶ. Ἦχος δ - Ἑωθινὸν β. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 NOEΜΒΡΙΟΥ 2015 ΚΥΡΙΑΚΗ ΙΓ ΛΟΥΚΑ

12 ΝΟΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ

29 ΜΑΪΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΣΕΠΤΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Ζ ΜΑΤΘΑΙΟΥ

30 ΟΚΤΩΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

4 ΝΟΕΜΒΡΙΟΥ 2018 ΚΥΡΙΑΚΗ Ε ΛΟΥΚΑ

6 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Παρασκευὴ 29 Ἰουνίου Μνήμη τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.

5 ΑΥΓΟΥΣΤΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

29 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 12 Μαῒου. Κυριακὴ τοῦ Ἀντιπάσχα. Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Κυριακὴ 21 Ὀκτωβρίου. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰλαρίωνος τοῦ Μεγάλου. Ἦχος γ. Ἑωθινὸν θ. Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

26 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

23 ΑΠΡΙΛΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Ἦχος πλ. δ. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

2 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

6 ΜΑΡΤΙΟΥ ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Κυριακὴ 2 Ἰουνίου. Κυριακή της Σαμαρείτιδος. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἑωθινὸν Ζ.

27 ΝΟΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ α χορὸς Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς.

10 ΔΕΚΕΜΒΡΙΟΥ ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΕΓΚΩΜΙΑ εις τον άγιον Εφραίμ τον οσιομάρτυρα

22 ΙΑΝΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ΑΝΑΣΤΑΣΙΜΑ ΤΡΟΠΑΡΙΑ ΑΠΟΛΥΤΙΚΙΑ, ΘΕΟΤΟΚΙΑ, ΥΠΑΚΟΑΙ ΤΩΝ ΟΚΤΩ ΗΧΩΝ

Κυριακὴ 3 Μαρτίου. Μνήμη τῶν ἁγίων μαρτύρων Εὐτροπίου, Κλεονίκου καὶ Βασιλίσκου. Κυριακὴ τοῦ Ἀσώτου Υἱοῦ. Ἦχος πλ. β. Ἑωθινὸν στ.

Κυριακὴ 22 Δεκεμβρίου. Κυριακὴ πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς φαρμακολυτρίας. Ἦχος α - Ἑωθινὸν δ.

Ἦχος πλ. β. ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

3 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΙΣΤ' ΜΑΤΘΑΙΟΥ

22 ΜΑΪΟΥ 2016 ΚΥΡΙΑΚΗ Δ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

13 ΜΑΡΤΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΟΦΑΓΟΥ

11 ΙΟΥΝΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Α ΜΑΤΘΑΙΟΥ

Στίχ, α'. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν...

25η Δεκεμβρίου Κυριακή: Η ΚΑΣΑ ΑΡΚΑ ΓΕΝΝΗΙ ΣΟΤ ΚΤΡΙΟΤ ΚΑΙ ΘΕΟΤ ΚΑΙ ΩΣΗΡΟ ΗΜΩΝ ΙΗΟΤ ΧΡΙΣΟΤ. ΕΠΕΡΙΝΟ Προοιμιακός.

Προσόμοια κατ ήχον Περιεχόμενα ΚΑΤ ΗΧΟΝ ΑΡΧΟΝΤΟΣ ΜΟΥΣΙΚΟΔΙΔΑΣΚΑΛΟΥ ΚΑΙ ΠΡΩΤΟΨΑΛΤΟΥ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΕΙΟΥ ΔΗΜΗΤΡΙΟΥ Γ.

7 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

11 ΑΥΓΟΥΣΤΟΥ 2019 ΚΥΡΙΑΚΗ Η ΜΑΤΘΑΙΟΥ (ΜΕΘΕΟΡΤΟΣ)

27 ΟΚΤΩΒΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ Ζ ΛΟΥΚΑ

ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

17 ΔΕΚΕΜΒΡΙΟΥ 2017 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ΛΟΥΚΑ (ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ)

11 ΔΕΚΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ ΙΑ ΛΟΥΚΑ

ε ε λε η σον Κυ ρι ε ε ε

Η Παύλεια Θεολογία. Χριστολογία. Αικατερίνη Τσαλαμπούνη Επίκουρη Καθηγήτρια Τμήμα Ποιμαντικής και Κοινωνικής Θεολογία

ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

Τυπικαὶ διατάξεις τῶν Ἱερῶν Ἀκολουθιῶν

26 ΦΕΒΡΟΥΑΡΙΟΥ ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

20 ΜΑΡΤΙΟΥ Κυριακή Α τῶν Νηστειῶν (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ)

2 ΙΟΥΛΙΟΥ 2017 ΚΥΡΙΑΚΗ Δ ΜΑΤΘΑΙΟΥ

ὁ β χορὸς Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

24 ΦΕΒΡΟΥΑΡΙΟΥ 2019 ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ

12 MAΡΤΙΟΥ Κυριακή Β Νηστειῶν

Κυριακὴ 9 Δεκεμβρίου. Ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, τῆς μητρὸς τῆς Θεοτόκου καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων. Ἦχος β. Ἑωθινόν ε.

Ἦχος πλ.δ. ὁ β χορὸς Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν.

21 ΑΥΓΟΥΣΤΟΥ 2016 ΚΥΡΙΑΚΗ Θ ΜΑΤΘΑΙΟΥ

Και θα γίνει κατά τις έσχατες μέρες να εκχύσω ( αποστείλω ) το Πνεύμα σε κάθε άνθρωπο.

28 ΜΑΪΟΥ 2017 ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

22 ΙΟΥΛΙΟΥ 2018 ΚΥΡΙΑΚΗ

Transcript:

13 ΝΟΕΜΒΡΙΟΥ 2016 ΚΥΡΙΑΚΗ Η ΛΟΥΚΑ Μνήµη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡµῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόµου. Ἑωθινὸν Ι Ἦχος δ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ Μετὰ τὸν Ἑξάψαλµον... Συναπτὴ µεγάλη καὶ ἡ Ἐκφώνησις Ὅτι πρέπει σοι πᾶσα δόξα... ΑΠΟΛΥΤΙΚΙΑ Ἦχος δ Ἀµήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν, εὐλογηµένος ὁ ἐρχόµενος ἐν ὀνόµατι Κυρίου. ὁ β χορὸς Στίχ. α. Ἐξοµολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνοµα τὸ ἅγιον αὐτοῦ. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Στίχ. β. Πάντα τὰ ἔθνη ἐκύκλωσάν µε, καὶ τῷ ὀνόµατι Κυρίου ἠµυνάµην αὐτούς. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... ὁ β χορὸς Στίχ. γ. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυµαστὴ ἐν ὀφθαλµοῖς ἡµῶν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡµῖν... Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγµα, ἐκ τοῦ Ἀγγέλου µαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώµεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούµενος τῷ κόσµῳ τὸ µέγα ἔλεος. ὁ β χορὸς Δόξα Πατρί... Ἦχος πλ.δ Ἡ τοῦ στόµατός σου καθάπερ πυρσὸς ἐκλάµψασα χάρις, τὴν οἰκουµένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσµῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡµῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστοµε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡµῶν. Καὶ νῦν... Θεοτοκίον. Ὁ δι' ἡµᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑποµείνας ἀγαθέ ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, µὴ παρίδῃς οὓς ἔπλασας 1

τῇ χειρί σου δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆµον δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡµῶν καὶ σῶσον Σωτὴρ ἡµῶν, λαὸν ἀπεγνωσµένον. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὸν τὸ κράτος... ΚΑΘΙΣΜΑΤΑ Μετὰ τὴν α Στιχολογίαν. Ἦχος δ Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου µὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόµῳ ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῷ Ληστῇ ἀνοίξας Παράδεισον, ἄρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν. Δόξα Πατρί... Κατεπλάγη Ἰωσήφ. Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέµεινας Σωτήρ, καὶ ἐν µνήµατι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάµενον, ὅθεν δεσµευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, µένων εἰς τοὺς αἰῶνας. Καὶ νῦν...θεοτοκίον Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον µυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούµενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡµῶν καταδεξάµενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡµῶν. Μετὰ τὴν β Στιχολογίαν, ἕτερα. Ταχὺ προκατάλαβε Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσµον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡµῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆµον, τὴν Ἀνάστασιν πᾶσι, διὸ σε καὶ δοξάζοµεν, µόνε Φιλάνθρωπε. Δόξα Πατρί...Κατεπλάγη Ἰωσὴφ Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωµάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειµονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις Παύσασθε ὑµεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυµπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος. 2

Καὶ νῦν... Θεοτοκίον, ὅµοιον Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύµατι µόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύµπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφηµοῦντες δοξάζουσι. Μετὰ τὸν Πολυέλεον, ἕτερα. Ἦχος δ' -Ἐπεφάνης σήµερον Τοῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδοµένη ἅπαντας, ποτίζει νάµατα χρυσᾶ, καὶ ἰατρεύει νοσήµατα, τῶν σὲ ὑµνούντων, παµµάκαρ Χρυσόστοµε. Δόξα Πατρὶ... Ἦχος πλ.α Τὸν συνάναρχον Λόγον Οὔτε ἔχθρα συνόδου οὖσα παράνοµος, οὔτε µῖσος Αὐγούστης οὔσης παράφρονος, τὰς ἀρετὰς τὰς ἐν σοὶ Πάτερ κατέσβεσαν, ἀλλ' ὡς χρυσὸς ἐν τῷ πυρί, δοκιµασθείς τῶν πειρασµῶν, καθικετεύεις ἀπαύστως, τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἧς ἠγωνίσω ζέων τῷ πνεύµατι. Καὶ νῦν... Θεοτοκίον Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν ἀντίληψιν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύµατα Ἁγνὴ καταπράϋνον, τῶν µαταίων λογισµῶν, καὶ τὴν πεσοῦσάν µου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε......ὡς πάντα, ὅσα βούλει καὶ δύνασαι. Τὰ ἀναστάσιµα εὐλογητάρια. Ἦχος πλ. α Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τῶν Ἀγγέλων ὁ δῆµος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰµ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Τί τὰ µύρα, συµπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑµεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ µνήµατος. 3

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Λίαν πρωΐ, Μυροφόροι ἔδραµον, πρὸς τὸ µνῆµά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε θρήνου ὁ καιρὸς πέπαυται, µὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Μυροφόροι γυναῖκες, µετὰ µύρων ἐλθοῦσαι, πρὸς τὸ µνῆµά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγοµένου. Τί µετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ µνήµατος. Δόξα Πατρὶ... Τριαδικὸν Προσκυνοῦµεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦµα, τὴν Ἁγίαν Τριάδα, ἐν µιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείµ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. Καὶ νῦν... Θεοτοκίον Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰµ ἁµαρτίας, χαρµονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. Ἡ Ὑπακοὴ -Ἦχος δ' Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραµοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσµῳ τὸ µέγα ἔλεος. ΑΝΑΒΑΘΜΟΙ Ἀντίφωνον Α Ἐκ νεότητός µου πολλὰ πολεµεῖ µε πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ µου. Οἱ µισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραµµένοι. Δόξα Πατρί... Καὶ νῦν... 4

Ἁγίῳ Πνεύµατι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαµπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως. Ἀντίφωνον Β Ἐκέκραξά σοι Κύριε, θερµῶς ἐκ βάθους ψυχῆς µου, κἀµοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα. Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτηµένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Ἀντίφωνον Γ Ἡ καρδία µου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει µε, τῶν τοῦ κόσµου τερπνῶν πρὸς χαµαιζηλίαν. Ἐπὶ τὴν µητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερµότερον φίλτρον χρεωστοῦµεν. Δόξα Πατρί... Καὶ νῦν... Ἁγίῳ Πνεύµατι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγµατα......ὁ Λόγος ἐκκαλύπτει. Προκείµενον Ἀνάστα Κύριε, βοήθησον ἡµῖν, καὶ λύτρωσαι ἡµᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόµατός σου. Ἀνάστα Κύριε, βοήθησον ἡµῖν, καὶ λύτρωσαι ἡµᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόµατός σου. Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡµῶν ἠκούσαµεν. Ἀνάστα Κύριε, βοήθησον ἡµῖν, καὶ λύτρωσαι ἡµᾶς...... ἕνεκεν τῆς δόξης τοῦ ὀνόµατός σου. ΕΙΔΗΣΙΣ 5

Κατὰ τὸ ἰσχῦον Τυπικὸν Γεωργίου Βιολάκη τὸ Ἑωθινὸν Εὐαγγέλιον λέγεται µετὰ τοὺς κανόνας καὶ τὴν η ᾠδὴν τῶν καταβασιῶν. Ἐνταῦθα δέ, ὅπου τηρεῖται ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου µετὰ τοὺς ἀναβαθµούς. Κοντάκιον Ἦχος πλ.β Τὴν ὑπὲρ ἡµῶν Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστοµε, παµµακάριστε Ὅσιε, ἐπαξίως εὐφηµοῦµέν σε, ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν. Ὁ Οἶκος Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισµα, ἵνα ὑµνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐµεγάλυνε, φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς µε. Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαµουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐµπορευσάµενος, τῷ Βασιλεῖ προσήγαγε, διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί µοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυµνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΙΓ' τοῦ αὐτοῦ µηνός, Μνήµη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡµῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόµου. Τῇ αὐτῇ ἡµέρᾳ, µνήµη τοῦ ἁγίου νέου Ὁσιοµάρτυρος Δαµασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1681 µαρτυρήσαντος. Ταῖς τοῦ Χρυσοῤῥήµονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡµᾶς. Ἀµήν. ΚΑΤΑΒΑΣΙΑΙ Ἦχος δ. ᾨδὴ α Ἀνοίξω τὸ στόµα µου καὶ πληρωθήσεται Πνεύµατος, καὶ λόγον ἐρεύξοµαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσοµαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόµενος, ταύτης τὴν Εἴσοδον. ᾨδὴ γ Τοὺς σοὺς ὑµνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευµατικὸν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ σου......στεφάνων δόξης ἀξίωσον. 6

ᾨδὴ δ Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούµ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάµει σου Κύριε. ᾨδὴ ε Ἐξέστη τὰ σύµπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ σου σύ γάρ ἀπειρόγαµε Παρθένε, ἔνδον εἰσῆλθες ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος Ναός, πᾶσι τοῖς ὑµνοῦσί σε, τήν εἰρήνην βραβεύουσα. ᾨδὴ ς Τὴν θείαν ταύτην καὶ πάντιµον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεοµήτορος, δεῦτε τὰς χεῖρας κροτήσωµεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. ᾨδὴ ζ Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύµνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η Στίχ. Αἰνοῦµεν, εὐλογοῦµεν, προσκυνοῦµεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καµίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε µὲν τυπούµενος, νῦν δὲ ἐνεργούµενος, τὴν οἰκουµένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑµνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶµεν. ὁ α χορὸς Κύριε ἐλέησον ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡµῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ... ὁ α χορὸς ἦχος β Ἀµήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. ὁ β χορὸς Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον. ὁ α χορὸς ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡµᾶς... 7

Κύριε, ἐλέησον (γ') ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωµεν τοῦ ἁγίου Εὐαγγελίου. ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. ὁ β Χορὸς Καὶ τῷ Πνεύµατί σου. ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσµα. ὁ Διάκονος: Πρόσχωµεν. Δόξα σοι Κύριε, δόξα σοι. ΕΩΘΙΝΟΝ Ι ( Ἰωάν. ΚΑ,1-14) ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς... ὁ α χορὸς Δόξα σοι, Κύριε, δόξα σοι. Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης Ἀνάστασιν Χριστοῦ θεασάµενοι, προσκυνήσωµεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν µόνον ἀναµάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦµεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑµνοῦµεν καὶ δοξάζοµεν. Σὺ γὰρ εἶ Θεὸς ἡµῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαµεν, τὸ ὄνοµά σου ὀνοµάζοµεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωµεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσµῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑµνοῦµεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑποµείνας δι' ἡµᾶς, θανάτῳ θάνατον ὤλεσεν. Καὶ εὐθὺς ὁ Ν Ψαλµὸς εἰς ἦχον β Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Ἐπὶ πλεῖον πλῦνόν µε ἀπὸ τῆς ἀνοµίας µου καὶ ἀπὸ τῆς ἁµαρτίας µου καθάρισόν µε. Ὅτι τὴν ἀνοµίαν µου ἐγὼ γινώσκω καὶ ἡ ἁµαρτία µου ἐνώπιόν µου ἐστὶ διὰ παντὸς. Σοὶ µόνῳ ἥµαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνοµίαις συνελήφθην καὶ ἐν ἁµαρτίαις ἐκίσσησέ µε ἡ µήτηρ µου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς µοι. Ῥαντιεῖς µε ὑσσώπῳ καὶ καθαρισθήσοµαι πλυνεῖς µε καὶ ὑπὲρ χιόνα λευκανθήσοµαι. Ἀκουτιεῖς µοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωµένα. 8

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁµαρτιῶν µου καὶ πάσας τὰς ἀνοµίας µου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐµοὶ ὁ Θεὸς καὶ πνεῦµα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις µου. Μὴ ἀποῤῥίψῃς µε ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦµα σου τὸ ἅγιον µὴ ἀντανέλῃς ἀπ' ἐµοῦ. Ἀπόδος µοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύµατι ἡγεµονικῷ στήριξόν µε. Διδάξω ἀνόµους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαί µε ἐξ αἱµάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας µου, ἀγαλλιάσεται ἡ γλῶσσά µου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη µου ἀνοίξεις, καὶ τὸ στόµα µου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώµατα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦµα συντετριµµένον καρδίαν συντετριµµένην καὶ τεταπεινωµένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδοµηθήτω τὰ τείχη Ἱερουσαλήµ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώµατα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου µόσχους, καὶ ἐλέησόν µε ὁ Θεός. Δόξα Πατρί... Ἦχος β Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. ὁ β χορὸς Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆµον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων. Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν σου ἐξάλειψον τὸ ἀνόµηµά µου. Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡµῖν, τὴν αἰώνιον ζωὴν καὶ µέγα ἔλεος. Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...ἐλέει καὶ οἰκτιρµοῖς... Τὴν Θεοτόκον καὶ µητέρα τοῦ φωτὸς... ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ ) Στίχ. Μεγαλύνει ἡ ψυχή µου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦµά µου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί µου. 9

Τὴν Τιµιωτέραν τῶν Χερουβείµ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν µακαριοῦσί µε πᾶσαι αἱ γενεαί. Τὴν Τιµιωτέραν... Στίχ. Ὅτι ἐποίησέ µοι µεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνοµα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουµένοις αὐτόν. Τὴν Τιµιωτέραν... Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. Τὴν Τιµιωτέραν... Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. Τὴν Τιµιωτέραν... Στίχ. Ἀντελάβετο Ισραὴλ παιδὸς αὐτοῦ, µνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡµῶν, τῷ Ἀβραὰµ καὶ τῷ σπέρµατι αὐτοῦ ἕως αἰῶνος. Τὴν Τιµιωτέραν... Καταβασία ᾠδὴ θ Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύµατι, λαµπαδουχούµενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ εἰσόδια, τῆς Θεοµήτορος, καὶ βοάτω. Χαίροις παµµακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε. Συναπτὴ µικρά καὶ ἡ Ἐκφώνησις Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάµεις... ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ Ἦχος β Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ἅγιος Κύριος ὁ Θεὸς ἡµῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡµῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. 10

Ὅτι ἅγιός ἐστι. Ἐξαποστειλάριον Ι Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρω τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωµᾶν εἶχε πρὸς ἄγραν οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων. Ἦχος β. Ἕτερον Γυναῖκες ἀκουτίσθητε Τὸν µεγαλοφωνότατον, τῆς µετανοίας κήρυκα, τὸν θησαυρὸν τῶν πενήτων, τὸ στόµα τῆς Ἐκκλησίας, τὸ χρύσεον καὶ εὔλαλον, τῶν Γραφῶν τὴν σαφήνειαν, Ἰωάννην τόν πάνσοφον, ἀνευφηµήσωµεν πάντες, ὡς ὑπ' αὐτοῦ στηριχθέντες. Θεοτοκίον ὅµοιον Παρθένε παναµώµητε, Κυρία µου καὶ Δέσποινα, τὸν σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ κλεινῷ Χρυσοστόµῳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑµνοῦντάς σε, καὶ αἰωνίων ἅπαντας, ἀγαθῶν ἀξιῶσαι......δύνασαι γὰρ ὅσα θέλεις. ΑΙΝΟΙ Ἦχος δ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάµεις αὐτοῦ. Σοὶ πρέπει ὕµνος τῷ Θεῷ. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖµα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ὁ σταυρὸν ὑποµείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναµε Κύριε, δοξάζοµέν σου τὴν Ἀνάστασιν. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώµατι τῆς δυνάµεως αὐτοῦ. Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡµᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡµῶν τυραννήσαντα, διάβολον κατήργησας ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας διὸ βοῶµέν σοι Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. 11

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς µεγαλωσύνης αὐτοῦ. Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡµᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡµᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡµᾶς πεσόντας τῇ ἁµαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Τῶν Πατρικῶν σου κόλπων, µὴ χωρισθεὶς µονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόµενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέµεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς µόνος παντοδύναµος. Στιχηρὰ προσόµοια τοῦ Ἁγίου Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυµπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἔδωκας σηµείωσιν Χρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγµατα, προχεόµενος πάνσοφε, πλουτίζεις Χρυσόστοµε, πενοµένας φρένας, καὶ ἀποδιώκεις, τῶν παθηµάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειµῶνά τε, διὸ σε µακαρίζοµεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόµεθα, ὡς πηγὴν ἁγιάσµατος. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυµβάλοις ἀλαλαγµοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ὁ στῦλος ὁ πύρινος, ὁ ποταµὸς ὁ τοῖς νάµασι, τῶν δογµάτων κατάῤῥυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόµα, ἁµαρτωλῶν ἐγγυητής, τῆς µετανοίας κῆρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ µακάριος σήµερον, ἀνυµνείσθω Χρυσόστοµος. Στίχ. Τὸ στόµα µου λαλήσει σοφίαν καὶ καὶ ἡ µελέτη τῆς καρδίας µου σύνεσιν. Ἥλιος πολύφωτος, τὴν οἰκουµένην τοῖς λόγοις σου, καταυγάζων γεγένησαι, ἀστὴρ φαεινότατος, λαµπὰς φανοτάτη, πυρσὸς τοὺς θαλάσση, τῇ κοσµικῇ διαπαντός, χειµαζοµένους ὁ προσκαλούµενος, πρὸς ὅρµον γαληνότατον, τῆς σωτηρίας ἐν χάριτι, χρυσόλογε Χρυσόστοµε, πρεσβευτὰ τῶν ψυχῶν ἡµῶν. Στίχ. Στόµα δικαίου µελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ἀδίκως τῆς ποίµνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωµίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἷς ἠξιώθης, µακαρίου τέλους, οἷα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυµήχανον, καὶ νίκης διαδήµατι, σὲ ὁ Χριστὸς ἐστεφάνωσε, Ἰωάννη Χρυσόστοµε, πρεσβευτὰ τῶν ψυχῶν ἡµῶν. 12

Δόξα Πατρί...τοῦ Ἁγίου Ἦχος πλ.δ Ἀνατολίου Χρυσέοις ἔπεσι, καὶ θεοφθόγγοις διδάγµασι, κατακοσµήσας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, πλοῦτον πνευµατικὸν ἐθησαύρισας ἐν αὐτῇ, τὰ σὰ θεοπαράδοτα λόγια διὸ στέφανον ἐξ ἀκηράτων ἀνθέων, πλεξαµένη τοῖς ᾄσµασι, τῇ ἱερᾷ σου προσφέρει µνήµῃ, πάγχρυσε τῇ ψυχῇ σὺν τῇ γλώττῃ, Ἰωάννη Θεόσοφε. Ἀλλ' ὡς ἔχων παῤῥησίαν Ὅσιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡµῶν. Καὶ νῦν... ἦχος β (πάντοτε) Ὑπερευλογηµένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχµαλώτισται, ὁ Ἀδὰµ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡµεῖς ἐζωοποιήθηµεν, διὸ ἀνυµνοῦντες βοῶµεν Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡµῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι. Δοξολογία Μεγάλη εἰς ἦχον πλ.δ ( Ἀργή ἢ σύντοµος ) Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑµνοῦµέν σε, εὐλογοῦµέν σε, προσκυνοῦµέν σε, δοξολογοῦµέν σε, εὐχαριστοῦµέν σοι, διὰ τὴν µεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ µονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦµα. Κύριε ὁ Θεός, ὁ ἀµνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁµαρτίαν τοῦ κόσµου, ἐλέησον ἡµᾶς, ὁ αἴρων τὰς ἁµαρτίας τοῦ κόσµου. Πρόσδεξαι τὴν δέησιν ἡµῶν, ὁ καθήµενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡµᾶς. Ὅτι σὺ εἶ µόνος Ἅγιος, σὺ εἶ µόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀµήν. Καθ' ἑκάστην ἡµέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνοµά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 13

Καταξίωσον, Κύριε, ἐν τῇ ἡµέρᾳ ταύτῃ, ἀναµαρτήτους φυλαχθῆναι ἡµᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡµῶν, καὶ αἰνετὸν καὶ δεδοξασµένον τὸ ὄνοµά σου εἰς τοὺς αἰῶνας. Ἀµήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡµᾶς, καθάπερ ἠλπίσαµεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν µε τὰ δικαιώµατά σου. Κύριε, καταφυγὴ ἐγενήθης ἡµῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα Κύριε, ἐλέησόν µε, ἴασαι τὴν ψυχήν µου, ὅτι ἥµαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν µε τοῦ ποιεῖν τὸ θέληµά σου, ὅτι σὺ εἶ ὁ Θεός µου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόµεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύµατι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν. Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡµᾶς. 14

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιµον Τροπάριον Ἦχος πλ.δ Σήµερον σωτηρία τῷ κόσµῳ γέγονεν, ᾄσωµεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡµῶν καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡµῖν, καὶ τὸ µέγα ἔλεος. ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ ΑΝΤΙΦΩΝΑ ( τὰ Ἀρχαῖα) (Βλέπε «Ἐγκόλπιον Ἀναγνώστου καὶ Ψάλτου» σελ.175, Σηµ.35 καὶ 36) Ἀντίφωνον Α' Ἦχος β ὁ Ἀναγνώστης: Στίχ. α'. Ἀγαθὸν τὸ ἐξοµολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόµατί σου, Ὕψιστε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡµᾶς. ὁ Ἀναγνώστης: Στίχ. β'. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. ὁ β χορὸς Ταῖς πρεσβείαις τῆς Θεοτόκου... ὁ Ἀναγνώστης: Στίχ. γ'. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡµῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα Πατρί...Καὶ νῦν... ὁµοῦ οἱ δύο χοροί Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' ὁ Ἀναγνώστης: Στίχ. α. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναµιν καὶ περιεζώσατο. Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι Ἀλληλούϊα. ὁ Ἀναγνώστης: Στίχ. β. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουµένην, ἥτις οὐ σαλευθήσεται. 15

Σῶσον ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... ὁ Ἀναγνώστης: Στίχ. γ. Τῷ οἴκῳ σου πρέπει ἁγίασµα, Κύριε εἰς µακρότητα ἡµερῶν. Σῶσον, ἡµᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν... ὁ Ἀναγνώστης Δόξα Πατρί... Καὶ νῦν... Ὁ µονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάµενος, διὰ τὴν ἡµετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόµενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύµατι, σῶσον ἡµᾶς. Ἀντίφωνον Γ' ὁ Ἀναγνώστης: Στίχ. α.ἐξοµολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἀπολυτίκιον. Ἦχος δ Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγµα, ἐκ τοῦ Ἀγγέλου µαθοῦσαι αἱ τοῦ Κυρίου µαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώµεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούµενος τῷ κόσµῳ τὸ µέγα ἔλεος. ὁ Ἀναγνώστης: Στίχ. β Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγµα... Μικρὰ Εἴσοδος Εἰσοδικὸν (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Δεῦτε προσκυνήσωµεν καὶ προσπέσωµεν Χριστῷ, σῶσον ἡµᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν... ὁ β χορὸς...ψάλλοντάς σοι, Ἀλληλούϊα. ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων µόνον ὅταν τελῆται συλλείτουργον) Ἀπολυτίκιον. Ἦχος δ Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγµα, ἐκ τοῦ Ἀγγέλου µαθοῦσαι αἱ τοῦ Κυρίου µαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις 16

καυχώµεναι ἔλεγον Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούµενος τῷ κόσµῳ τὸ µέγα ἔλεος. Ἀπολυτίκιον. Ἦχος πλ. δ Ἡ τοῦ στόµατός σου καθάπερ πυρσὸς ἐκλάµψασα χάρις, τὴν οἰκουµένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσµῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡµῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστοµε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡµῶν. Τοῦ Ναοῦ Κοντάκιον ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, µόνον ὅταν τελῆται συλλείτουργον) Ἦχος δ Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίµητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισµα τῆς δόξης τοῦ Θεοῦ, σήµερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύµατι θείῳ, ἣν ἀνυµνοῦσιν Ἄγγελοι Θεοῦ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. Τρισάγιον. Ἀπόστολος Τοῦ Ἱεράρχου ( Εβρ. ζ 26-28, η 1-2). Προκείµενον ἦχος α Τὸ στόµα µου λαλήσει σοφίαν καὶ καὶ ἡ µελέτη τῆς καρδίας µου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη. Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσµα. Ἀδελφοί, τοιοῦτος ἡµῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀµίαντος, κεχωρισµένος ἀπὸ τῶν ἁµαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόµενος ὃς οὐκ ἔχει καθ ἡµέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁµαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόµος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωµοσίας τῆς µετὰ τὸν νόµον υἱὸν εἰς τὸν αἰῶνα τετελειωµένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγοµένοις, τοιοῦτον ἔχοµεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς µεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ οὐκ ἄνθρωπος. Ἦχος δ Ἀλληλούϊα (γ ) 17

ὁ β χορὸς Στίχ. Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης. Ἀλληλούϊα (γ ) Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐµίσησας ἀνοµίαν. Ἀλληλούϊα (γ ) Εὐαγγέλιον ΚΥΡΙΑΚῌ ΟΓΔΟῌ τοῦ ΛΟΥΚΑ Ἐκ τοῦ κατὰ Λουκᾶν (ι 25 37) Τῷ καιρῷ ἐκείνῳ, νοµικός τις προσῆλθε τῷ... Δόξα σοι, Κύριε, δόξα σοι. Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόµου Εἰς τό, Ἐξαιρέτως ἦχος β ( Ἀρχαία Τάξις) ἢ δ. Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειµακάριστον καὶ παναµώµητον καὶ µητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιµιωτέραν τῶν Χερουβεὶµ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ µεγαλύνοµεν. Κοινωνικὸν ἦχος δ Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. ἦχος β Εἴδοµεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβοµεν Πνεῦµα ἐπουράνιον, εὕροµεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡµᾶς ἔσωσεν. ἦχος β Εἴη τὸ ὄνοµα Κυρίου εὐλογηµένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς) Ἀπόλυσις «... Ο ἀναστάς ἐκ νεκρῶν...» Δι εὐχῶν... Ἀµήν. 18